Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Metaphrasis in Ecclesiasten Salamonis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
Τάδε λέγει Σαλομὼν, ὁ τοῦ Δαβὶδ βασιλέως καὶ προφήτου παῖς ἁπάσῃ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, παρὰ 989 πάντας ἀνθρώπους βασιλεὺς ἐντιμότατος, καὶ προ φήτης σοφώτατος. Ὡς κενὰ καὶ ἀνόνητα τὰ τῶν ἀνθρώπων πράγματά τε καὶ σπουδάσματα, ὅσα ἀν θρώπινα. Οὐδὲ γὰρ ἔχει τις εἰπεῖν ὄφελός τι τούτοις προσηρτημένον, ἅπερ ἄνθρωποι περὶ γῆν ἕρπον τες, καὶ σώμασι καὶ ψυχαῖς ἐκτελέσαι σπεύ δουσι, τῶν μὲν προσκαίρων ἡττημένοι, ἀνωτέρω δὲ τῶν ἄστρων τῷ γενναίῳ τῆς ψυχῆς ὄμματι, οὐδ' ὁτιοῦν κατιδεῖν βουλόμενοι. Καὶ κατατρίβεται ὁ τῶν ἀνθρώπων βίος ἡμέραν ἐξ ἡμέρας, καὶ ὡρῶν καὶ ἐνιαυτῶν περιόδους, ἡλίου τε δρόμους περιωρισμέ νους, τῶν μὲν παραγινομένων, τῶν δὲ ὑπαπαιρόντων. Ἔοικε δὲ τὸ πρᾶγμα, χειμάῤῥων παρόδῳ, ἀμετρήτῳ θαλάσσης ἐμπιπτόντων βυθῷ σὺν ταράχῳ πολλῷ. Καὶ τὰ μὲν δι' ἀνθρώπους ὑπὸ Θεοῦ γεγονότα, μένει τὰ αὐτὰ, οἷον. τὸ ἀπὸ γῆς γεννᾶσθαι, τὸ εἰς γῆν ἀπιέναι, τὸ αὐτὴν ἑστάναι τὴν γῆν, τὸ τὸν ἥλιον ἅπασαν αὐ τὴν ἐκπεριϊόντα, πάλιν εἰς τὸν αὐτὸν περιτρέχειν ὅρον, καὶ τὰ πνεύματα ὡσαύτως, τούς τε πο ταμοὺς τοσούτους εἰς θάλασσαν ἐκδιδόντας, καὶ τοὺς ἀνέμους ἐμπίπτοντας, μὴ ἀναγκάζειν αὐτὴν ὑπερ βαίνειν τὰ αὐτῆς μέτρα, μηδὲ αὐτοὺς παρανομεῖν. Καὶ τὰ μὲν ὡς εἰς τουτονὶ συντελοῦντα ἡμῖν τὸν βίον, οὔτως ἄραρε. Τὰ δ' ὑπ' ἀνθρώπων ἐπιτεχνώ μενα ῥήματά τε καὶ πράγματα, μέτρον οὐκ ἔχει. Καὶ λόγων πολὺς μὲν ὅμιλος, ὄνησις δὲ οὐδεμία ἀπὸ τῆς πεπλανημένης φλυαρίας· ἀλλ' ἄπληστόν ἐστι τὸ τῶν ἀνθρώπων φῦλον, πρός τε τὸ λέγειν, πρός τε τὸ ἑτέρου λέγοντος ἀκούειν· ἔτι δὲ καὶ τὸ ὄμμασιν εἰκαίοις ἕκαστα τῶν παραπιπτόντων ὁρᾷν γλίχεσθαι. Τί ἂν γένοιτο ὕστερον, ὅπερ οὐκ ἤδη τετέλεσται, ἢ πρα χθείη πρὸς ἀνθρώπων; Τί καινὸν τὸ μηδέπω εἰς πεῖραν ἐλθὸν, ὅτου καὶ μνησθῆναι ἄξιον; Ἐγὼ μὲν γὰρ οἶμαι οὐδὲν, ὅ τι δ' ἂν εἴπῃ πρόσφατον, ἢ καινὸν ἀνα λογιζόμενος εὑρήσει, μηδὲ τοῖς πάλαι ἄγνωστον. Ὥσπερ δὲ τὰ πρότερα λήθῃ κέκρυπται, οὕτω καὶ τὰ ἐνεστῶτα, εἰς τοὺς μετέπειτα χρόνῳ ἀμαυρωθήσεται. Καὶ οὐκ αὐτοσχεδιάζω ταῦτα νῦν ἐκκλησιάζων· ἀλλά μοι βασιλείαν Ἑβραίων ἐν Ἱεροσολύμοις πεπιστευμένῳ, ἱκανῶς ἄπαντα πεφρόντισται. Ζητήσας δὲ μεμελημένος, καὶ σοφῶς κατανοήσας τὴν περὶ γῆν φύσιν ἅπασαν, ποικιλωτάτην ἔγνων, ὡς ἀνθρώπῳ δέδοται πονεῖν ἐπὶ γῆς, ἄλλοτε ἀλλοίᾳ καμάτου προ φάσει ἐγκαλινδουμένῳ εἰς τὸ μηδέν. Πνεύματος δὲ ἀλλοκότου καὶ μυσαροῦ τὰ κάτω ἅπαντα πλήθει, ὥστε μὴ εἶναι αὐτὰ ἀνακτήσασθαι, ἀλλὰ μηδὲ ἀνα θυμηθῆναι τὸ παράπαν ὅση τὰ κατὰ ἀνθρώπους πρά γματα κατείληφεν ἀτοπία. Λογισάμενος γάρ ποτε ἐγὼ κατ' ἐμαυτὸν, καὶ οἰηθεὶς ὡς ἁπάντων εἴην τότε τῶν πρὸ ἐμαυτοῦ γεγονότων ἐνταυθοῖ σοφώτερος· 992 ἔγνων παραβολάς τε συνεῖναι καὶ πραγμάτων φύσεις. Ὠιήθην δὲ τηνάλλως ἐπὶ τούτῳ φέρεσθαι, καὶ σοφίᾳ μὲν γνῶσιν ἕπεσθαι, γνώσει δὲ πόνους ἐπακολου θεῖν.

Intertext edge

Open linked passage

Note