Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Metaphrasis in Ecclesiasten Salamonis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Ἀπὸ δὲ τούτων ἁπασῶν ἐμαυτὸν ἐπιστρέψας τῶν ἐννοιῶν κατεσκεψάμην καὶ ἀπεστράφην πάντα εἴδη συκοφαντιῶν τὰ ἐν ἀνθρώποις πλαζόμενα, ἐξ ὧν τινὲς μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, βίᾳ καταβεβλημένοι τῶν ἐπαμυνόντων, ἢ ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων, οἱ μὲν ἀποθανόντες, ἄμεινον παρὰ τοὺς μέχρι νῦν ζῶντας ἔπραξαν. Αἱρετώτερος δὲ τούτων ἀμφοτέρων, ὁ ὅμοιος αὐτοῖς ἐσόμενος, μηδέπω δὲ γεγονὼς, ὅτι οὔπω τῆς κατὰ ἀνθρώπους ἥψατο πονηρίας. Φανερὸν δέ μοι ἐγένετο καὶ ὁπόσος ἀνδρὶ φθόνος παρὰ τῶν πέλας ἕπεται, οἶστρος ὑπάρχων πονηροῦ πνεύματος· καὶ ὅτι ὁ ὑποδεξάμενός τε αὐτὸν, καὶ οἱονεὶ προστερνισά μενος, οὐδὲν ἕτερον ἔχει, ἢ τὸ διεσθίειν τὴν ἑαυτοῦ ψυχὴν, καὶ διαπρίειν τε καὶ δαπανᾷν μετὰ τοῦ σώμα τος ἑαυτοῦ λύπην ἀπαραμύθητον, τὴν τῶν ἄλλων εὐπραγίαν τιθέμενον. Ἕλοιτο δ' ἄν τις εὖ φρονῶν θατέραν ἐμπλῆσαι τῶν χειρῶν, σὺν ῥᾳστώνῃ καὶ πραότητι, ἤπερ ἀμφοτέρας σὺν μόχθῳ, καὶ δολεροῦ πνεύματος πανουργίᾳ. Ἔστι δέ τι καὶ ἕτερον, ὅπερ οἶδα συμβαῖνον παρὰ τὸ προσῆκον, ἀνδρὸς ἕνεκα προαιρέσεως οὐκ ἀγαθῆς. Ὃς μεμονωμένος πάντοθεν, καὶ οὔτε ἀδελφὸν ἔχων, οὔτε υἱὸν, κτήμασι δὲ πολλοῖς εὐθηνούμενος, ἀπληστίᾳ συζῶν, χρηστότητι ἑαυτὸν οὐθ' ὅλως ὁτιοῦν ἐπιδοῦναι θέλει. Ἡδέως οὖν ἂν αὐ τὸν ἐροίμην, ὅτου χάριν ὁ τοιοῦτος μοχθεῖ, τὸ μὲν ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων, ποικίλαις δὲ τοῦ χρηματίσασθαί ποθεν ἐπιθυμίαις διασπώμενος. Πολλῷ δὲ τούτου βελτίους οἳ κοινωνίαν ἅμα βίου ἐστεί λαντο, ἐξ ἧς καρποῖντο ἂν τὰ βέλτιστα; Δύο γὰρ ἀν δρῶν τοῖς αὐτοῖς πράγμασιν ὀρθῶς προσκειμένων, εἰ καὶ θατέρῳ τινὶ προσπέσῃ τι· ἀλλὰ μὴν οὐ μικρὰν ἐπικουρίαν ἔχει, τὸν αὐτῷ συνόντα. Μεγίστη δὲ καὶ συμφορὰ ἀνθρώπῳ δυσπραγοῦντι, καὶ ἡ ἐρημία τοῦ ἀνακτησομένου. Οἱ δ' αὖ ὁμοδίαιτοι, καὶ τὴν εὐπρα γίαν αὐτοῖς ἐδιπλασίασαν, καὶ πραγμάτων ἀβουλή των χειμῶνα παρεμυθήσαντο· ὥστε καὶ μεθημέραν τῇ ἐπ' ἀλλήλοις λαμπρύνεσθαι παῤῥησίᾳ, καὶ νύκτωρ 1000 φαιδρότητι σεμνύνεσθαι. Ὁ δὲ βίον ἀκοινώνητον ἕλκων, φρικώδη τινὰ ἑαυτῷ διεξάγει ζωὴν, οὐκ ᾐσθη μένος, ὡς εἰ καὶ ἐπίθοιτό τις ἀνθρώποις συμπεφρα γμένοις, θρασέως καὶ οὐκ ἀσφαλῶς βουλεύεται, καὶ ὄτι οὐδὲ σχοῖνος τριπλῇ ῥᾳδίως ἀποῤῥήγνυσθαι πέφυκεν. Ἐγὼ δὲ προκρίνω νέον πένητα σώφρο να, γέροντος βασιλέως ἄφρονος, ᾧ ἐνθύμιον οὐ γεγέ νηται, ὡς δυνατόν ἐστι, τῶν μὲν ἐκ τοῦ δεσμωτηρίου τινὰ εἰς τὸ βασιλεῦσαι καταστῆναι, αὐτὸν δὲ τῆς ἀδί κου δυναστείας, δικαίως ὕστερον ἐκπεσεῖν. Συμβαίνει γὰρ τοὺς ὑπὸ τῷ νέῳ μὲν, ἔμφρονι δὲ τασσομένους, ἀλύπους εἶναι τοὺς ὅσοι προγενέστεροι. Οἱ γὰρ μετέπειτα γενόμενοι, διὰ τὸ ἑτέρου ἀπειράτως ἔχειν, οὐδὲ τοῦτον ἐπαινεῖν δύνανται, ἀγόμενοί τε γνώμῃ ἀλογίστῳ, καὶ ὁρμῇ πνεύματος ἐναντίου. Ἐκκλησιά ζων δὲ πρὸ ὀφθαλμῶν ἔχε τόν τ' ἑαυτοῦ βίον ὀρθῶς διαπορεύεσθαι, καὶ ὑπὲρ τῶν ἀφρόνων εὔχεσθαι, ὅπως ἐπίσταιντο σύνεσιν λαβόντες, ἐκκλίνειν τὴν πρᾶξιν τῶν πονηρῶν.

Intertext edge

Open linked passage

Note