Metaphrasis in Ecclesiasten Salamonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Γλώσσης δὲ φείδεσθαι καλὸν, καὶ εὐσταθούσῃ χρῆ σθαι καρδίᾳ ἐν τῇ περὶ λόγους σπουδῇ. Οὐ γὰρ χρὴ ἀλογίστως αὐτῶν ἔχοντα, κἂν ἄτοπα, ἢ τὰ ἐπὶ νοῦν ἐλθόντα, ταῦτα προΐεσθαι διὰ τῆς φωνῆς· ἀλλ' ἐνθυ μουμένους, ὅτι εἰ καὶ πολὺ ἀφεστήκαμεν οὐρανοῦ, γινώσκειν χρὴ, ὅτι ἐπ' ἐπηκόῳ φθεγγόμεθα Θεοῦ, καὶ ἔστι λυσιτελὲς λαλεῖν ἀπεριπτώτως. Ὥσπερ δὲ φρον τίσι ψυχῆς ποικίλαις παρέπεται ὀνειράτων παντοδαπῇ φαντασίᾳ· οὕτω καὶ ἀφροσύνῃ φλυαρία συνέζευ κται. Ἐπαγγελία δὲ δι' εὐχῆς γινομένη, τέλος λαμ βανέτω δι' ἔργου. Ἀφρόνων δὲ ἴδιον, τὸ ἀποβλήτους εἶναι· σὺ δὲ ἀληθὴς ἔσο, γινώσκων ὡς πολλῷ ἄμει νον μὴ εὔξασθαί σε, μηδὲ ὑποσχέσθαι τὶ δρᾶσαι, ἢ εὐξάμενον, εἶτα παραλιπεῖν. Δεῖ δὲ παντοίως φεύγειν τὴν τῶνδε καλῶν ῥημάτων ἐπιῤῥοὴν, ὡς ἀκουσομένου θεοῦ. Τῷ γὰρ ταῦτα ἐνθυμουμένῳ πλέον οὐδέν ἐστιν, ἢ τὸ αἰσθάνεσθαι τῶν ἑαυτοῦ ἔργων ὑπὸ θεοῦ διαφθειρο μένων. Ὥσπερ γὰρ τὰ πολλὰ ἐνύπνια μάταια, οὕτω καὶ τὰ πολλὰ ῥήματα. Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους. Χρὴ δὲ ἐκτρέπεσθαι τὸ τῶν δυνατωτέρων μείζονας εἶναι δοκεῖν. Κἂν γὰρ ἐκγένηται τοῦτο, ἀλλ' οὖν τῶν ἐσομένων σοι φοβερῶν, οὐ ῥύσεταί σε ἡ καθ' αὑτὴν πονηρία. Ὥσπερ δὲ κτῆμα τὸ ἐξ ἁρπαγῆς βλα βερώτατον καὶ ἀνοσιώτατον, οὕτω καὶ ἀνδρὶ ἐπιθυμητῇ χρημάτων οὐκ ἐκγίνεται χόρος, οὔθ' ἡ παρὰ τῶν πέλας εὔνοια· κἂν ὁτιοῦν μάλιστα πάμπολυ ἀργύριον ἐπικτήσωνται. Τοῦτο μὲν γὰρ μάταιον. Ἀγαθότης δὲ τοὺς συνόντας αὐτῇ ὑπερευφραίνουσα, ἀνδρείους ἀπεργάζεται τοῦ καθορᾷν ἕκαστα τῶν πραγμάτων παρέχουσα τὴν δύναμιν. Μέγα δὲ καὶ τὸ μὴ προστετη κέναι τοιαύταις φροντίσιν· ὁ μέν γε πένης, κἂν δοῦ λος ᾖ, καὶ μὴ ὑπερεμπλήσας τὴν ἑαυτοῦ γαστέρα, προσηνοῦς μεταλαμβάνει τῆς διὰ τοῦ ὕπνου ἀνέσεως· πλούτου δὲ ἐπιθυμία σύνεστι ἀγρυπνίαις καὶ καμά τοις ψυχῆς. Τί δ' ἂν γένοιτο τούτου ἀτοπώτερον, ἢ τὸ μετὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀποθησαυρί ζοντα τὸν πλοῦτον συντηρεῖν, μυρίων ἑαυτῷ φυλάσ σοντα κακῶν ἀφορμήν; Καὶ τὸν πλοῦτον ἐκεῖνον ἀνάγκη ἀπολέσθαι ποτὲ καὶ διαφθαρῆναι, εἴτε γένοιτο τῷ κτησαμένῳ τέκνα, εἴτε καὶ μή· αὐτόν τε εἰ καὶ μὴ βούλοιτο προσήκει τοιοῦτον εἰς τὴν γὴν πεσεῖν καὶ ἀπελθεῖν, οἷος καὶ ὁπότε εἰς τὸ εἶναι παρὼν ἐτύγχανε. Κεναῖς δὲ χερσὶν ἀπιέναι μέλλων, αὔξει τὴν ἑαυτοῦ κακίαν, ὥσπερ οὐκ ἐνθυμούμενος, ὅτι ἐπίκειται αὐτῷ τέλος τοῦ βίου τῇ γενέσει ὅμοιον, καὶ ὅτι ἀνόνητα μοχθεῖ, εἰς δέ τινα μᾶλλον ἀνέμου ὁρμὴν, ἤπερ τῇ ἑαυτοῦ σπουδῇ χαριζόμενος, καταναλώσας τὸν ἑαυτοῦ βίον σύμπαντα, ἔν τε ἐπιθυμίαις ἀνοσιωτάταις, καὶ ἐν ὁρμαῖς ἀλόγοις, ἔτι δὲ λύπαις καὶ ἀῤῥωστίαις. Καὶ συνελόντι φάναι, σκότος μέν εἰσι τῷ τοιούτῳ αἱ ἡμέ ραι· πένθος δὲ ἡ ζωή. Ἀγαθόν γε μὴν ἐκεῖνο καὶ οὐκ ἀπόβλητον· Θεοῦ γάρ ἐστι δῶρον, τὸ δυνηθῆναι ἀπο λαῦσαι ἄνθρωπον τῶν ἑαυτοῦ καματῶν ἐν εὐφροσύνῃ, θεόσδοτα, καὶ οὐχ ἁρπακτικὰ δεξάμενον κτήμα τα. Οὔτε γὰρ λύπαις οὖτός γε νοσεῖ, οὔτε ὡς ἐπὶ πολὺ ἐνθυμήσεσι πονηραῖς δουλεύει· συμμετρεῖται δὲ τὸν ἑαυτοῦ βίον εὐποιίαις τοῖς πᾶσιν εὐθυμούμενος, καὶ ἀγαλλιώμενος τῇ τοῦ Θεοῦ δωρεᾷ.