Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Metaphrasis in Ecclesiasten Salamonis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Παρέξομαι δὲ τῷ λόγῳ, τὴν μάλιστα ἐπιπολά ζουσαν ἀνθρώποις κακοπραγίαν. Ὅταν Θεὸς μὲν τὰ 1004 καταθύμια αὐτῶν ἅπαντα ἐπιχορηγήσας. μηδένος οὐτινοσοῦν τῶν εεἰς ἐπιθυμίαν ἐλθόντων αὐτὸν ἀφέ ληται, μὴ περιουσίας, μὴ πολυδοξίας, μὴ τῶν λοι πῶν περὶ ὅσα ἄνθρωποι ἐπτόηνται· ὁ δὲ τοῖς πᾶσιν εὐθηνούμενος, ὥσπερ τούτῳ μόνῳ θεηλάτῳ κακῷ συνεχόμενος, τῷ μὴ ἀπολαύειν, ἑταίρῳ τῷ αὐτοῦ ταμιεύσεται, πεσὼν ἄκαρπος καὶ ἑαυτῷ, καὶ τοῖς πλησίον. Τοῦτο μέγα τεκμήριον καὶ ἔλεγχον περιφανῆ ὑπερβαλλούσης ἐγὼ τίθεμαι πονηρίας· ἄνδρα τε ἐκεῖνον, ὃς πλείστων πατὴρ ὀνομασθεὶς τέκνων ἀσινῶς, βιοὺς δὲ χρόνον μακρὸν, οὐκ ἐπλήσθη χρηστότητος τὴν ψυχὴν ἐπὶ τοσοῦτον, θάνατον πεῖραν οὐ λαβών· τοῦτον ἔγωγε, οὔτε τῆς πολυπαι δίας, οὔτε τῆς πολυημερίας ζηλώσαιμ' ἄν· καὶ προ κρίνω δὲ αὐτοῦ ἄωρον γαστρὸς μητρῴας ἐκπεσὸν ἔμβρυον. Ἐκεῖνο γὰρ ὥσπερ ἦλθε ματαίως, οὕτως ἄπεισι καὶ λαθραίως ἐν ἀμνηστίᾳ, οὐχ ἁψάμενον κα κῶν, οὐδὲ προσβλέψαν ἡλίῳ. Τοῦτο κουφότερον, ἤπερ τῷ πονηρῷ, κἂν χιλίοις ἔτεσι τὴν ἑαυτοῦ ζωὴν ἀνα μετρησαμένῳ ἀγαθότητα μὴ ἐπιγνῷ. Τέλος δὲ ἀμφοῖν θάνατος. Ἐλεγχομένου ἄφρονος, μάλιστα τῷ πλησμονὴν μηδεμιᾶς λαμβάνειν ἐπιθυμίας. Ὁ δὲ σώφρων, τούτοις οὐκ ἐνίσχεται τοῖς πάθεσιν. Ὡς δ' ἐπὶ τὸ πλεῖστον εὐθύτης ζωῆς ἄνθρωπον τῇ πε νίᾳ ὁδηγεῖ. Ἐξίστησι δὲ πολλοὺς ὀφθαλμῶν λίχνων θεάματα, τὴν ψυχὴν ἐρεθίζοντα, ἐπ' ἀνόνητον σπου δὴν ἕλκοντα, διὰ τῆς τοῦ ὀφθῆναι κενῆς ἐπιθυμίας. Τὰ μέν τοι νῦν γεγεννημένα ἤδη ἔγνωσται· καὶ σα φὲς τυγχάνει, ὡς τοῖς ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.

Intertext edge

Open linked passage

Note