Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Metaphrasis in Ecclesiasten Salamonis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
Σοφία δὲ ἐν ἀνθρώπῳ ἐξεταζομένη, καὶ διὰ προσ ώπου φαίνεται φωτίζουσα τὸν κεκτημένον· ὤσπερ οὖν ἀναίδεια, μίσους εὐθὺς ὀφθέντα ἄξιον ἐκεῖνον ἐλέγχει, ᾧπερ ἐνῴκησε. Πάνυ δὲ χρὴ ἐπιμελῶς τοῖς τοῦ βασιλέως προσέχειν λόγοις, ὅρκον δὲ ἐκ παντὸς τρόπου φεύγειν, μάλιστα τὸν εἰς Θεοῦ ὄνομα γινό μενον. Ἐφίστασθαι δὲ ὅμως προσήκει λόγῳ πονηρῷ· ἀλλὰ φυλάσσεσθαι ἅπασαν τὴν εἰς τὸν Δεσπότην βλασφημίαν. Οὐ γὰρ δὴ ἐπάγοντός τι μέμφεσθαι ὑπάρξει, οὐδὲ ἀντιλέγειν τοῖς τοῦ μόνου δυνάστου καὶ βασιλέως δόγμασι. Βέλτιον δὲ, καὶ λυσιτελέστε ρον ἐμμένοντα ταῖς ἱεραῖς ἐντολαῖς, λόγων τῶν πο νηρῶν ἐκτὸς καθεστάναι. Σοφὸς γὰρ ἀνὴρ ἐπίσταται καὶ προγινώσκει τὴν εἰς καιρὸν κρίσιν, ὅτι δικαία ἔσται. Πάντα γὰρ τὰ ἐν τῷ βίῳ τῶν ἀνθρώπων πράγματα περιμένει τὴν ἄνωθεν κόλασιν· πλὴν ὅ γε πονηρὸς, οὐ λίαν γινώσκειν ἔοικεν, ὅτι πολλῆς ἐπ' αὐτῷ οὔσης προνοίας, οὐδὲν ὁτιοῦν εἰς τὸ μετέ πειτα λήσεται. Οὐ γὰρ οἶδε τὰ ἐπιόντα· οὐδὲν γὰρ αὐτῶν κατ' ἀξίαν τις ἀναγγεῖλαι δυνήσεται· ὅτι οὐχ οὕτως τις ἰσχυρὸς ὑπάρξει, ὡς τὸν ἀφαιρούμενον τὴν ψυχὴν αὐτοῦ ἄγγελον κωλῦσαι δύνασθαι, οὐδέ τις ὅλως μέθοδος εὑρεθείη ἂν τοῦ παραγράφασθαί πως τὸν καιρὸν τῆς τελευτῆς· ἀλλ' ὥσπερ ἐν πολέμῳ μέσῳ ληφθέντα, ἄφυκτα πανταχόθεν ἔστιν ὁρᾷν, ἀσέβεια δὲ πᾶσα ἀνθρώπου συνεξόλλυται. Καὶ ἐκπέπληγμαι δὲ, ὁπότ' ἂν ἀπίδω οἷα καὶ ὅσα εἰς βλάβην τῶν πέ λας ἄνθρωποι ἐπιτετηδεύκασιν. Ἐπίσταμαι δὲ προ αναρπαζομένους ἐνθένδε τοὺς ἀσεβεῖς καὶ γινομένους 1009 ἐκ ποδῶν, ἄνθ' ὧν ἑαυτοὺς ματαιότητι δεδώκεσαν. Ἐπειδὴ γὰρ οὐκ ἐφ' ἁπάντων μετέρχεται ἡ τοῦ Θεοῦ πρόνοια ὀξέως διὰ τὴν πολλὴν ἀνεξικακίαν, οὐδὲ παραυτίκα τιμωρεῖται ἐπὶ ταῖς πλημμελείαις, τούτου χάριν οἴεται δεῖν ὁ πονηρὸς ἀνὴρ ἁμαρτάνειν ἐπὶ πλεῖον, ὡς ἀθῶος ἀπαλλάξων· οὐ συνιεὶς, ὅτι καὶ μετὰ πάμπολυν χρόνον ἀδικήσας οὐ λήσεται· ἀγαθόν γε μὴν μέγιστον, εὐλαβεῖσθαι Θεόν· οὗπερ ἀσεβὴς ἐκπεσὼν, οὐ πολὺν χρόνον τῇ ἑαυτοῦ μωρίᾳ κατα χρήσεται. Χειρίστη δὲ καὶ ἐψευσμένη δόξα ἀνθρώπους ἐπινέμεται πολλάκις, περί τε δικαίων καὶ ἀδίκων. Ὑπολαμβάνουσι γὰρ περὶ ἑκατέρων τἀναντία· καὶ δίκαιός γε τὶς ὢν, οὐ τοιοῦτος ἔδοξε· καὶ πάλιν ἀσε βὴς, ἔμφρων ἐνομίσθη. Ταύτην ἔγωγε τὴν πλάνην χαλεπὴν ἐν τοῖς μάλιστα τίθεμαι. Ἔδοξα δέ ποτε τὸ μέγιστον τῶν ἀγαθῶν βρῶσιν εἶναι καὶ πόσιν· κἀ κεῖνον θεοφιλέστατον, ὃς ἂν τούτων ἀπολαύῃ παρὰ τὸν βίον, ὡς οἷόν τε μάλιστα· καὶ παραμυθίαν τῆς ζωῆς, τὴν τοιαύτην εὐθυμίαν μόνην ἡγησάμην· καὶ τοίνυν προσεῖχον οὐδενὶ ἑτέρῳ, ἢ τῇ οἰήσει ταύτῃ, ὡς μήτε νύκτωρ μήτε μεθημέραν ἁπάντων, ὅσα πρὸς τρυφὴν ἀνθρώποις εὕρηται, ἐμαυτὸν ἀπάγειν. Ἔγνων τε τοσοῦτον, ὅτι ἐν ἐκείνοις τὶς ἐμφύρων, οὐδαμῶς δυνήσεται, οὐδὲ πολλὰ μοχθήσας, εὑρεῖν τὸ ὄντως ἀγαθόν.

Intertext edge

Open linked passage

Note