Metaphrasis in Ecclesiasten Salamonis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-thaumaturgus" aria-label="More works by Gregory Thaumaturgus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ὤιμην γὰρ ἅπαντας τότε τῶν αὐτῶν ἀνθρώπους ἠξιῶσθαι· καὶ εἴ τέ τις σοφὸς, δικαιοσύνης μὲν ἐπεμελήθη, ἀδικίαν δὲ ἐξετράπη, καὶ ἔχθραν ἔφυγε πρὸς ἅπαντας δεξιὸς ὢν, ὅπερ ἐστὶν ἀρεστὸν Θεῷ, οὗτος ματαιοπονεῖν ἐφαίνετο. Τέλος δὲ ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκος, καὶ ὁ τέλεον ὅρκον ἐκτρεπόμενος, εἰς ταὐτὸ τέλος ἐλαύνειν ἠλπίζετο, κατάγνωσίς τέ τις ὕπεισι τοῦ εἰς ὅμοια τελευτᾷν ἅπαντας. Γινώσκω δὲ νῦν ὡς ἀφρόνων ταῦτα ἐνθυμήματα, καὶ πλάναι καὶ ἐξαπάται. Καὶ πολλὰ λέγουσιν, ὡς ὁ ἀποθανὼν οἴχεται τέλεον· καὶ προτι μητέον τὸν ζῶντα τοῦ τεθνηκότος, κᾶν ἐν σκότῳ κείμενος ᾖ, κἂν κυνὸς τρόπον, τὸν βίον διαπορεύηται, παρὰ τὸν λέοντα τὸν τεθνηκότα. Οἱ μὲν γὰρ ζῶντες τοῦτο γοῦν ἐπίστανται, ὅτι τεθνήξονται· οἱ δὲ νεκροὶ οὐδ' ὁτιοῦν γινώσκουσιν. Ἀμοιβαὶ δὲ οὐδενὸς πρό κεινται μετὰ τὸ ἀποπληρῶσαι τὸ χρεών. Ἥ τε ἔχθρα καὶ ἡ φιλία ἡ πρὸς τοὺς τεθνηκότας, τέλος ἔχει. Ἐκείνων γὰρ, εἴτε ζῆλος, ἐξέλιπεν· εἴτε βίος, ἠφά νισται. Μέτεστι δὲ οὐδενὸς τῷ ἅπαξ ἐντεῦθεν ἀπελ θόντι. Ταῦτα ἡ πλάνη ἐπᾴδουσα ἔτι, καὶ τοιαῦτα συμβουλεύει· Τί πράττεις, ὦ οὗτος, καὶ οὐ τρυφᾷς, οὐδὲ ἐμφορῇ μὲν ἐδεσμάτων παντοίων, οἴνου δὲ ὑπερ εμπίπλασαι; Οὐκ αἰσθάνῃ, ὡς ἐκ Θεοῦ ταυτὶ δέδοται πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον; Περιβαλοῦ ἐσθῆτα 1012 νεόπλυτον, καὶ μύρῳ τὴν κεφαλὴν χρισάμενος, ὅρα τὴν γυναῖκα ταύτην, κἀκείνην δὲ ματαίως τὸν μά ταιον πάρελθε βίον; Ἕτερον γὰρ οὐδὲν ὑπολεί πεταί σοι παρὰ ταῦτα, οὐκ ἐνθάδε, οὐδὲ μετὰ θάνατον. Ἀλλὰ πράττε τὰ προστυχόντα. Οὔτε γὰρ λογισμὸν σέ τις τούτων εἰσπράξεται· οὔθ' ὅλως γινώσκεται ἐκτὸς ἀνθρώπων τὰ ὑπ' ἀνθρώπων γινόμενα. Ἅιδης δὲ, ὅ τί ποτε καὶ ἔστιν, εἰς ὃν ἀπιέναι λεγόμεθα, σοφίας καὶ αἰσθήσεως ἀμοιρεῖ. Ταῦτα μὲν οἱ μά ταιοι. Ἐγὼ δὲ εὖ οἶδα, ὡς οὔτε οἱ κουφότατοι δο κοῦντες τὸν μέγαν δρόμον ἐκεῖνον ἀνύσουσιν, οὔτε οἱ δυνατοὶ καὶ φοβεροὶ παρὰ ἀνθρώποις δεδοξασμέ νοι, τὸν φοβερὸν πόλεμον νικήσουσιν. Ἀλλ' οὐδὲ ἐν ἐδωδῆς πλήθει φρόνησις δοκιμάζεται, οὐδὲ σύνεσις πλούτῳ κοινωνεῖν εἴωθεν. Οὐδὲ συγχαίρω τοῖς οἰο μένοις ἅπαντας τῶν ὁμοίων τεύξεσθαι. Πάνυ δὲ ὑπνώττειν ἐοίκασιν οἱ τὰ τοιαῦτα ἐνθυμούμενοι, καὶ μὴ λογιζόμενοι, ὡς δίκην ἰχθύων καὶ ὀρνέων ἀνάρ παστοι γινόμενοι, ἐν κακοῖς κατατριβήσονται, ἄφνω τῆς ἀξίας λαχόντες ἐπιτιμίας. Ἐγὼ δὲ σοφίαν οὕτω τι μέγα ἡγοῦμαι, ὡς καὶ πόλιν μικρὰν ὑπ' ὀλίγων μὲν οἰκουμένην, ὑπὸ δὲ μεγάλου πολιορκουμένην βα σιλέως χειρὶ, πολλὴν καὶ μεγάλην ἡγοῦμαι, εἰ καὶ ἕνα σοφὸν ἄνδρα πολίτην ἔχοι πένητα. Δύναιτο γὰρ ἂν οὗτος καὶ ἐκ τῶν πολεμίων, καὶ ἐκ τῶν χαρακω μάτων τὴν ἑαυτοῦ διασῶσαι πόλιν. Καὶ ἄλλοι μὲν τὸν σοφὸν ἐκεῖνον οὐ γινώσκουσι πένητα· ἐγὼ δὲ καὶ πάνυ προκρίνω τὴν ἐν σοφίᾳ ἰσχὺν ταύτης τῆς δη μώδους δυνάμεως. Ἀλλ' ἐνθάδε μὲν ἀτιμάζεται σοφία πενίᾳ συνοικοῦσα· ἀκουσθήσεται δὲ μετέ πειτα ὑπερφωνοῦσα δυνάστας καὶ τυράννους κακῶν ὀρεγομένους. Σοφία γὰρ καὶ σιδήρου δυνατωτέρα· Ἀφροσύνη τε ἑνὸς πολλοῖς κίνδυνον ἐργάζεται, κἂν πολλοῖς καταφρόνητος ᾖ.