Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lexicon in decem oratores Atticos
HarpocrationAtti q · perseus-grc2More by Harpocration
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/harpocration" aria-label="More works by Harpocration"> —
⋯
More
Original / primary: Perseus Grc2
q.thargelia.p626
q.thargelia.p626
Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου. ἑορτή ἐστι τὰ Θαργήλια, ἄγεται δὲ Θαργηλιῶνι μηνὶ, ὅς ἐστιν ἱερὸς Ἀπόλλωνος.
q.themenos.ta.opla.p627
q.themenos.ta.opla.p627
ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμενος Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. καὶ Ὅμηρος κρατὶ δ’ ἐπ’ ἰφθίμῳ κυνέην θέτο. καὶ Αἰσχίνης κατὰ Τιμάρχου φησὶν ἄνθρωπε, τῇ πόλει ὑπὲρ ἧς τὰ ὅπλα μὴ τίθεσαι.
q.themisteuein.p628
q.themisteuein.p628
ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος. ὅτι δὲ γέγονε τὸ ὄνομα ἀπὸ τοῦ Θέμιν ἐσχηκέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος Αἰσχύλος ἀρχόμενος τῶν Εὐμενίδων φησίν.
q.themison.p629
q.themison.p629
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ὄνομα κύριον. οὗτος ἐτυράννησεν.
q.theogeiton.p630
q.theogeiton.p630
Δημοσθένης ἐν τῷ αὐτῷ. ἔνιοι δὲ τοῦτον Θεογένην ὠνόμασαν, ὡς καὶ Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.
q.theognis.p631
q.theognis.p631
Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ’ Ἀθηναίοις λ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν β Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ᾽ ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν α Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι.
q.theoinion.p632
q.theoinion.p632
Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. τὰ κατὰ δήμους Διονύσια Θεοίνια ἐλέγετο, ἐν οἷς οἱ γεννῆται ἐπέθυον· τὸν γὰρ Διόνυσον θέοινον ἔλεγον, ὡς δηλοῖ Αἰσχύλος καὶ Ἴστρος ἐν α Συναγωγῶν.
q.theokrines.p633
q.theokrines.p633
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος λοιδορούμενος Αἰσχίνῃ φησὶ τραγικὸς Θεοκρίνης. βούλεται δὲ λέγειν αὐτὸν συκοφάντην, ἐπειδὴ ὁ Θεοκρίνης τοιοῦτος, ὡς ἔστι δῆλον ἐκ τοῦ κατὰ Θεοκρίνου, εἴτε Δημοσθένους ἐστὶν εἴτε Δεινάρχου οὗτος ὁ λόγος· τὸν γοῦν πάλαι μὲν ὑποκριτὴν τραγικὸν, ὕστερον δὲ συκοφάντην εἰκότως ὠνόμασε τραγικὸν Θεοκρίνην.
q.therapnai.p634
q.therapnai.p634
Ἰσοκράτης Ἑλένῃ. τόπος ἐστὶν ἐν Λακεδαίμονι Θεράπναι, οὗ μνημονεύει καὶ Ἀλκμὰν ἐν α.
q.therman.p635
q.therman.p635
Αἰσχίνης ἐν τῇ παραπρεσβείας ἀπολογίᾳ. Θρᾴκιον τοῦτό ἐστι πόλισμα, ὡς καὶ Θεόπομπος ἐν κβ φησίν.
q.thermopulai.p636
q.thermopulai.p636
Ἰσοκράτης Πανηγυρικῷ. ἔνιοι μὲν τὴν πόλιν ταύτην Πύλας καλοῦσι· Φιλέας δέ φησιν ἐν γῆς περιόδῳ Θερμοπύλας κληθῆναι, ἐπεὶ ἐκεῖ ἡ Ἀθηνᾶ θερμὰ λουτρὰ τῷ Ἡρακλεῖ ἐποίησε.
q.thersandros.p637
q.thersandros.p637
Αἰσχίνης κατὰ Τιμάρχου. ὅτι παιδεραστὴς οὗτος σφοδρὸς καὶ Ἀριστογείτων ἐν τῷ κατὰ Τιμάρχου δηλοῖ.
q.thesthli.p638
q.thesthli.p638
ἀντὶ μὲν τοῦ ὑποθήκην λαβεῖν Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προσέσθαι καὶ κυρῶσαι νόμον Δημοσθένης· ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκε μὲν ὁ νομοθέτης, ἔθετο δὲ ὁ δῆμος· Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἐν μέντοι τῷ κατὰ Στεφάνου φησὶν ἑαυτῷ νόμους ἰδίους θέμενον, μήποτε ἀντὶ τοῦ θέντα.
q.thesmos.p639
q.thesmos.p639
ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα οὕτω κέκληκεν ὁ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.
q.thesmothetai.p640
q.thesmothetai.p640
Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. ἀρχή τίς ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ’ ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γ Νόμων. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν.
q.thetes.p641
q.thetes.p641
μήποτε θέτην λέγουσι τὸν ὑποθήκην τεθεικότα, οὐχ ὡς Δίδυμος τὸν εἰσποιησάμενον· θετοὺς γὰρ ἔλεγον, φησὶ, τοὺς εἰσποιητούς.
q.thettalos.p642
q.thettalos.p642
Λυσίας κατὰ Νικίδου. εἷς τῶν Κίμωνος παίδων Θετταλὸς ἐκαλεῖτο, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ περὶ ἀκροπόλεως.
q.theudosian.p643
q.theudosian.p643
Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. ἔστι δὲ χωρίον κείμενον ἐγγὺς Σκυθῶν, ὃ Σάτυρος πολιορκῶν ἐτελεύτησεν.
q.theorika.p644
q.theorika.p644
Δημοσθένης Φιλιππικῷ. θεωρικὰ ἦν τινὰ ἐν κοινῷ χρήματα, ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα· ταῦτα δὲ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικὰ, ὕστερον δὲ κατετίθετο εἴς τε τὰς δημοσίας κατασκευὰς καὶ διανομὰς, ὧν πρῶτος ἤρξατο Ἀγύρριος ὁ δημαγωγός. Φιλόχορος δὲ ἐν τῇ γ τῆς Ἀτθίδος φησὶ τὸ δὲ θεωρικὸν ἦν τὸ πρῶτον νομισθὲν δραχμὴ τῆς θέας, ὅθεν καὶ τοὔνομα ἔλαβε καὶ τὰ ἑξῆς. Φιλῖνος δὲ ἐν τῇ πρὸς Σοφοκλέους καὶ Εὐριπίδου εἰκόνας περὶ Εὐβούλου λέγων φησὶν ἐκλήθη δὲ θεωρικὸν, ὅτι τῶν Διονυσίων ὑπογύων ὄντων διένειμεν Εὔβουλος εἰς τὴν θυσίαν, ἵνα πάντες ἑορτάζωσι καὶ τῆς θεωρίας μηδεὶς τῶν πολιτῶν ἀπολείπηται δι’ ἀσθένειαν τῶν ἰδίων. ἄλλοτε μέντοι ἄλλως ὡρίσθη τὸ διδόμενον εἴς τε τὰς θέας καὶ εἰς τὰς θυσίας καὶ ἑορτὰς, ὡς ἔστι δῆλον ἐκ τοῦ α Φιλιππικῶν Δημοσθένους. ὅτι δὲ οὐκ ἐξῆν τοῖς ἀποδημοῦσι θεωρικὸν λαμβάνειν Ὑπερείδης δεδήλωκεν ἐν τῷ κατ̓ Ἀρχεστρατίδου. ἦν δὲ ἀρχή τις ἐπὶ τοῦ θεωρικοῦ, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος δεικνύει. ΘΕΩΡΟΙ μέντοι λέγονται οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεοὺς πεμπόμενοι, καὶ ὅλως τοὺς τὰ θεῖα φυλάττοντας ἢ τῶν θείων φροντίζοντας οὕτως ὠνόμαζον· ὤρην γὰρ ἔλεγον τὴν φροντίδα· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων τ’ ἀγορέων τε.
q.theoris.p645
q.theoris.p645
Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος, εἰ γνήσιος. μάντις ἦν ἡ Θεωρὶς, καὶ ἀσεβείας κριθεῖσα ἀπέθανεν, ὡς καὶ Φιλόχορος ἐν ς γράφει.
q.themakeus.p646
q.themakeus.p646
Ἀνδοκίδης ἐν τῷ περὶ μυστηρίων. δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος Θημακὸς, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν δήμων.
q.theramenes.p647
q.theramenes.p647
Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. ὃς ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λ.
q.theseion.p648
q.theseion.p648
Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τέμενός ἐστιν ἀνειμένον τῷ Θησεῖ.
q.thetes2.p649
q.thetes2.p649
ΘΗΤΕΣ καὶ ΘΗΤΙΚΟΝ· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ τούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν. εἰς τέσσαρα διῃρημένης παρ’ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που ὁ κωμικός φησιν.
q.thiasos.p650
q.thiasos.p650
Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν· Ξενοφῶν ἐν β Ἀπομνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ’ ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου.
q.thibron.p651
q.thibron.p651
Ἰσοκράτης Πανηγυρικῷ. Λακεδαιμόνιος οὗτος ἦν πεμφθεὶς εἰς τὴν Ἀσίαν ἁρμοστὴς μετὰ τὰ Πελοποννησιακά.
q.tholos.p652
q.tholos.p652
Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ὁ τόπος ἔνθα ἐδείπνουν οἱ πρυτάνεις οὕτως ἐκαλεῖτο παρ’ Ἀθηναίοις. Ἀμμώνιος γοῦν ἐν δ περὶ βωμῶν γράφει ταυτί ὁ δὲ τόπος ὅπου ἑστιῶνται οἱ πρυτάνεις καλεῖται θόλος, ὑπ’ ἐνίων δὲ σκιὰς, διὰ τὸ οὕτως ᾠκοδομῆσθαι αὐτὸν στρογγύλον παρόμοιον θολίᾳ.
q.thorai.p653
q.thorai.p653
δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Διόδωρος.
q.thorikos.p654
q.thorikos.p654
Ἰσαῖος ἐν τῷ κατὰ Ποσειδίππου. δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς ὁ αὐτὸς Διόδωρός φησιν ἐν τῷ περὶ τῶν δήμων.
q.thripedeston.p655
q.thripedeston.p655
Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου θριπήδεστον τὴν Ἑλλάδα εἶπεν ἀντὶ τοῦ διεφθαρμένην, ἀπὸ τῶν ὑπὸ θριπῶν κατεδηδεσμένων ξύλων.
q.thronion.p656
q.thronion.p656
Αἰσχίνης ἐν τῷ παραπρεσβείας. πόλις ἐστὶ τῆς Λοκρίδος Θρόνιον, ὡς Θεόπομπος ἐν τῇ %2 %2
q.thumaitadai.p657
q.thumaitadai.p657
δῆμος τῆς Ἱπποθωντίδος, ἀπὸ Θυμαίτου ἥρωος ὀνομασθεὶς, ὥς φησι Διόδωρος.
q.thurgonidai.p658
q.thurgonidai.p658
Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων μετετέθησάν φησιν ἐξ Αἰαντίδος Ἀφιδναῖοι, Περρίδαι, Τιτακίδαι, Θυργωνίδαι. φησὶ δὲ καὶ Δημήτριος ὁ Σκήψιος ἐν β Διακόσμου τῆς Πτολεμαΐδος φυλῆς τὸν δῆμον εἶναι.
q.thustion.p659
q.thustion.p659
Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτωλίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς α Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύτιον εὕρομεν γεγραμμένον.

Intertext edge

Open linked passage

Note