Fragmenta
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hegesippus" aria-label="More works by Hegesippus">
—
⋯
Original / primary: Pg Scrape Grc
218.1
γράφων. Οἷς κενοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστὶ καὶ Ἀντίνοος δοῦλος Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ἐφ' ἡμῶν γενόμενος. καὶ γὰρ καὶ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου, καὶ προφήτας for. supplend. ex Hieronymo κατέστησεν ἐν τῷ ναῷ. vid. not. Haec ait, atque affert, Eusebius lib. iv. Hist. c. 8. De eodem Opere, Eusebius lib. iv. Hist. cap. 22. Καὶ ἕτερα δὲ πλεῖστα γράφει Hegisippus, ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι· ἔκ τε τοῦ καθ' Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ, καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι· καὶ ἄλλα δὲ ὡς ἂν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει· οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρηναῖος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς, πανάρετον σοφίαν τὰς Σολόμωνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρὸς τινῶν αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ.