Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Irrisio gentilium philosophorum
Hermias philosophusPhil 1.1 · spanish-geminiMore by Hermias philosophus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-philosophus" aria-label="More works by Hermias philosophus"> —
⋯
More

Original: Pg Scrape Grc

[[PG: 6: 1167]] διασυρμὸς τῶν ἔξω φιλοσόφων.*/ Παῦλος ὁ μακάριος ἀπόστολος τοῖς τὴν Ἑλλάδα τὴν Λακωνικὴν παροικοῦσι Κορινθίοις γράφων, ‘ὦ ἀγαπητοί,’ ἀπεφήνατο λέγων· ‘ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ θεῷ,’ οὐκ ἀσκόπως εἰπών· δοκεῖ γάρ μοι τὴν ἀρχὴν εἰληφέναι ἀπὸ τῆς τῶν ἀγγέλων ἀποστασίας. δι' ἣν αἰτίαν οὔτε σύμφωνα οὔτε ὁμόλογα οἱ φιλόσοφοι πρὸς ἀλλήλους λέγοντες ἐκτίθενται τὰ δόγματα. Oἱ μὲν γάρ φασιν αὐτῶν ψυχὴν εἶναι τὸ πῦρ, οἱ δὲ τὸν ἀέρα οἱ Στωικοί, οἱ δὲ τὸν νοῦν, οἱ δὲ τὴν κίνησιν, Ἡράκλειτος οἱ δὲ τὴν ἀναθυμίασιν, οἱ δὲ δύναμιν ἀπὸ τῶν ἄστρων· έουσαν, οἱ δὲ ἀριθμὸν κινητικόν Πυθαγόρας, οἱ δὲ ὕδωρ γονοποιόν Ἵππων, οἱ δὲ στοιχεῖον ἀπὸ στοιχείων οἱ δὲ ἁρμονίαν Δείναρχος, οἱ δὲ τὸ αἷμα Κριτίας, οἱ δὲ τὸ πνεῦμα, οἱ δὲ τὴν μονάδα Πυθαγόρας, καὶ οἱ παλαιοὶ τὰ ἐναντία. πόσοι λόγοι περὶ τούτων, ἐπιχειρήσεις πόσαι, πόσαι δίκαι σοφιστῶν ἐριζόντων μᾶλλον ἢ τἀληθὲς εὑρισκόντων; Ἀλλὰ γὰρ ἔστω· στασιάζουσι μὲν περὶ τῆς ψυχῆς*** τὰ δὲ λοιπὰ περὶ αὐτῆς ὁμονοοῦντες ἀπεφήναντο· καὶ ἄλλοι τὴν ἡδονὴν αὐτῆς ὁ μέν τις ἀγαθὸν καλεῖ, ὁ δέ τις κακόν, ὁ δ' αὖ μέσον ἀγαθοῦ καὶ κακοῦ, τὴν δὲ φύσιν αὐτῆς, οἱ μὲν ἀθάνατόν φασιν, οἱ δὲ θνητήν, οἱ δὲ πρὸς ὀλίγον ἐπιδιαμένουσαν, οἱ δὲ ἀποθηριοῦσιν αὐτήν, οἱ δὲ εἰς ἀτόμους διαλύουσιν, οἱ δὲ τρὶς ἐνσωματοῦσιν, οἱ δὲ τρισχιλίων ἐτῶν περιόδους αὐτῇ ὁρίζουσιν. καὶ γὰρ οἱ μηδὲ ἑκατὸν ἔτη ζῶντες περὶ τρισχιλίων ἐτῶν μελλόντων ἐπαγγέλλονται. Ταῦτα οὖν τί χρὴ καλεῖν; ὡς μὲν ἐμοὶ δοκεῖ, τερατείαν ἢ ἄνοιαν ἢ μανίαν ἢ στάσιν ἢ ὁμοῦ πάντα. εἰ μὲν τἀληθὲς εὑρήκασιν, ὁμονοησάτωσαν ἢ συγκατατιθέσθωσαν, κἀγὼ τότε ἄσμενος αὐτοῖς πεισθήσομαι, εἰ δὲ ἀντισπῶσι τὴν ψυχὴν καὶ ἀνθέλκουσιν ἄλλος εἰς ἄλλην φύσιν, ἕτερος δὲ εἰς ἑτέραν οὐσίαν, ὕλην δὲ ἐξ ὕλης μεταβάλλουσιν, ὁμολογῶ ὑπεράχθεσθαι τῇ παλιρροίᾳ τῶν πραγμάτων. νῦν μὲν ἀθάνατός εἰμι καὶ γέγηθα, νῦν δ' αὖ θνητὸς γίνομαι καὶ δακρύω· ἄρτι δὲ εἰς ἀτόμους διαλύομαι, ὕδωρ γίνομαι, καὶ ἀὴρ γίνομαι, πῦρ γίνομαι· εἶτα μετ' ὀλίγον οὔτε ἀὴρ οὔτε πῦρ, θηρίον με ποιεῖ, ἰχθύν με ποιεῖ, πάλιν οὖν ἀδελφοὺς ἔχω δελφῖνας. ὅταν δὲ ἐμαυτὸν ἴδω, φοβοῦμαι τὸ σῶμα καὶ οὐκ οἶδα ὅπως αὐτὸ καλέσω, ἄνθρωπον ἢ κύνα ἢ λύκον ἢ ταῦρον ἢ ὄρνιν ἢ ὄφιν ἢ δράκοντα ἢ χίμαιραν· εἰς πάντα γὰρ τὰ θηρία ὑπὸ τῶν φιλοσοφούντων μεταβάλλομαι, χερσαῖα ἔνυδρα πτηνὰ πολύμορφα ἄγρια τιθασσὰ ἄφωνα εὔφωνα ἄλογα λογικά· νήχομαι ἵπταμαι πέτομαι ἕρπω θέω καθίζω. ἔτι δὲ ὁ Ἐμπεδοκλῆς καὶ θάμνον με ποιεῖ. Ὅπου τοίνυν τὴν ἀνθρώπου ψυχὴν ὁμογνωμόνως εὑρεῖν οὐχ οἷόν τε τοῖς φιλοσοφοῦσι, σχολῇ γ' ἂν περὶ τῶν θεῶν ἢ περὶ κόσμου δύναιντο τἀληθὲς ἀποφήνασθαι. καὶ γὰρ ταύτην τὴν ἀνδρείαν ἔχουσιν, ἵνα μὴ τὴν ἐμπληξίαν εἴπω. οἱ γὰρ τὴν ἰδίαν ψυχὴν εὑρεῖν οὐ δυνάμενοι, οὐ ζητοῦσι τὴν τῶν θεῶν αὐτῶν, καὶ οἱ τὸ ἴδιον σῶμα οὐκ εἰδότες τὴν τοῦ κόσμου φύσιν περιεργάζονται. Πάνυ γοῦν περὶ τὰς ἀρχὰς τῆς φύσεως ἀνθίστανται ἀλλήλοις. ὅταν μὲν Ἀναξαγόρας παραλάβῃ με, ταῦτα παιδεύει· ἀρχὴ πάντων ὁ νοῦς καὶ οὗτος αἴτιος καὶ κύριος τῶν ὅλων καὶ παρέχει τάξιν τοῖς ἀτάκτοις καὶ κίνησιν τοῖς ἀκινήτοις καὶ διάκρισιν τοῖς μεμιγμένοις καὶ κόσμον τοῖς ἀκόσμοις. ταῦτα λέγων Ἀναξαγόρας ἐστί μοι φίλος καὶ τῷ δόγματι πείθομαι. ἀλλ' ἀνθίσταται τούτῳ Μέλισσος καὶ Παρμενίδης. ὅ γε μὴν Παρμενίδης καὶ ποιητικοῖς ἔπεσιν ἀνακηρύσσει τὴν οὐσίαν ἓν εἶναι καὶ ἀίδιον καὶ ἄπειρον καὶ ἀκίνητον καὶ πάντῃ ὅμοιον. πάλιν οὖν εἰς τοῦτο τὸ δόγμα οὐκ οἶδ' ὅπως μεταβάλλομαι· ὁ Παρμενίδης τὸν Ἀναξαγόραν τῆς ἐμῆς γνώμης ἐξήλασεν. Ἐπειδὰν δὲ ἡγήσωμαι δόγμα ἔχειν ἀκίνητον, Ἀναξιμένης ὑπολαβὼν ἀντικέκραγεν· ἀλλ' ἐγώ σοί φημι· τὸ πᾶν ἐστιν ἀήρ, καὶ οὗτος πυκνούμενος καὶ συνιστάμενος ὕδωρ καὶ γῆ γίνεται, ἀραιούμενος δὲ καὶ διαχεόμενος αἰθὴρ καὶ πῦρ, εἰς δὲ τὴν αὑτοῦ φύσιν ἐπανιὼν ἀήρ ἵἀραιός, εἰ δὲ καὶ πυκνωθῇ, φησίν, ἐξαλλάσσεται. καὶ πάλιν αὖ τούτῳ μεθαρμόζομαι καὶ τὸν Ἀναξιμένην φιλῶ. Ὁ δὲ Ἐμπεδοκλῆς ἄντικρυς ἕστηκεν ἐμβριμώμενος καὶ ἀπὸ τῆς Aἴτνης μέγα βοῶν· ἀρχαὶ τῶν πάντων ἔχθρα καὶ φιλία, ἡ μὲν συνάγουσα ἡ δὲ διακρίνουσα· καὶ τὸ νεῖκος αὐτῶν ποιεῖ τὰ πάντα. ὁρίζομαι δὲ αὐτὰ καὶ ὅμοια καὶ ἀνόμοια, καὶ ἄπειρα καὶ πέρας ἔχοντα, καὶ ἀίδια καὶ γινόμενα. Eὖ γε ὦ Ἐμπεδόκλεις, ἕπομαί σοι καὶ μέχρι τῶν κρατήρων τοῦ πυρός. Ἀλλ' ἐπὶ θάτερα Πρωταγόρας ἑστηκὼς ἀνθέλκει με φάσκων· ὅρος καὶ κρίσις τῶν πραγμάτων ὁ ἄνθρωπος καὶ τὰ μὲν ὑποπίπτοντα ταῖς αἰσθήσεσινἔστιν πράγματα, τὰ δὲ μὴ ὑποπίπτοντα οὐκ ἔστιν ἐν τοῖς εἴδεσι τῆς οὐσίας. τούτῳ τῷ λόγῳ κολακευόμενος ὑπὸ Πρωταγόρου τέρπομαι, ὅτι τὸ πᾶν ἢ τὸ πλεῖστον τῷ ἀνθρώπῳ νέμει. Ἀλλαχόθεν δέ μοι Θαλῆς τὴν ἀλήθειαν νεύει ὁριζόμενος ὕδωρ τοῦ παντὸς ἀρχήν. καὶ ἐκ τοῦ ὑγροῦ τὰ πάντα συνίσταται καὶ εἰς ὑγρὸν ἀναλύεται, καὶ ἡ γῆ ἐπὶ ὕδατος ὀχεῖται. διὰ τί τοίνυν μὴ πεισθῶ Θαλῇ τῷ πρεσβυτάτῳ τῶν Ἰώνων; ἀλλ' ὁ πολίτης αὐτοῦ Ἀναξίμανδρος τοῦ ὑγροῦ πρεσβυτέραν ἀρχὴν εἶναι λέγει τὴν ἀίδιον κίνησιν καὶ ταύτῃ τὰ μὲν γεννᾶσθαι, τὰ δὲ φθείρεσθαι. καὶ δὴ τοίνυν πιστὸς Ἀναξίμανδρος ἔστω. Καὶ μὴν οὐκ εὐδοκιμεῖ Ἀρχέλαος ἀποφαινόμενος τῶν ὅλων ἀρχὰς θερμὸν καὶ ψυχρόν; ἀλλὰ καὶ τούτῳ πάλιν ὁ μεγαλόφωνος Πλάτων οὐχ ὁμολογεῖ λέγων ἀρχὰς εἶναι θεὸν καὶ ὕλην καὶ παράδειγμα. νῦν μὲν καὶ δὴ πέπεισμαι. πῶς γὰρ οὐ μέλλω πιστεύειν φιλοσόφῳ τῷ τὸ Διὸς ἅρμα πεποιηκότι; κατόπιν δὲ αὐτοῦ μαθητὴς Ἀριστοτέλης ἕστηκε ζηλοτυπῶν τὸν διδάσκαλον τῆς ἁρματοποιίας. οὗτος ἀρχὰς ἄλλας ὁρίζεται τὸ ποιεῖν καὶ τὸ πάσχειν. καὶ τὸ μὲν ποιοῦν ἀπαθὲς εἶναι τὸν αἰθέρα, τὸ δὲ πάσχον ἔχειν ποιότητας τέσσαρας, ξηρότητα ὑγρότητα θερμότητα ψυχρότητα· τῇ γὰρ τούτων εἰς ἄλληλα μεταβολῇ πάντα γίνεται καὶ φθείρεται. Κεκμήκαμεν ἤδη μεταβαλλόμενοι ἄνω καὶ κάτω τοῖς δόγμασι. πλὴν ἐπί γε τῆς Ἀριστοτέλους γνώμης στήσομαι καὶ μηκέτι μοι μηδὲ εἷς λόγος ὀχλείτω. ἀλλὰ τί δῆτα πάθοιμ' ἄν; νευροσπαστοῦσι γάρ μου τὴν ψυχὴν ἀρχαιότεροι τούτων γέροντες. Φερεκύδης μὲν ἀρχὰς εἶναι λέγων Ζῆνα καὶ Χθονίην καὶ Κρόνον· Ζῆνα μὲν τὸν αἰθέρα, Χθονίην δὲ τὴν γῆν, Κρόνον δὲ τὸν χρόνον· ὁ μὲν αἰθὴρ τὸ ποιοῦν, ἡ δὲ γῆ τὸ πάσχον, ὁ δὲ χρόνος ἐν ᾧ τὰ γινόμενα. ζηλοτυπία τοίνυν τῶν γερόντων πρὸς ἀλλήλους. ταῦτα γάρ τοι πάντα ὁ Λεύκιππος λῆρον ἡγούμενος ἀρχὰς εἶναί φησι τὰ ἄπειρα καὶ ἀεικίνητα καὶ ἐλάχιστα· καὶ τὰ μὲν λεπτομερῆ ἄνω χωρήσαντα πῦρ καὶ ἀέρα γενέσθαι, τὰ δὲ παχυμερῆ κάτω ὑποστάντα ὕδωρ καὶ γῆν. Μέχρι ποῦ τὰ τοσαῦτα διδάσκομαι μηδὲν ἀληθὲς μανθάνων; πλὴν εἰ μή τί γε Δημόκριτος ἀπαλλάξει με τῆς πλάνης ἀποφαινόμενος ἀρχὰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ τὸ μὲν ὂν πλῆρες, τὸ δὲ μὴ ὂν κενόν. τὸ δὲ πλῆρες ἐν τῷ κενῷ τροπῇ ἢ· υθμῷ ποιεῖ τὰ πάντα· ἴσως ἂν πεισθείην τῷ καλῷ Δημοκρίτῳ καὶ βουλοίμην ἂν σὺν αὐτῷ γελᾶν, εἰ μὴ μεταπείθοι με Ἡράκλειτος κλαίων ὁμοῦ καὶ λέγων· ἀρχὴ τῶν ὅλων τὸ πῦρ, δύο δὲ αὐτοῦ πάθη ἀραιότης καὶ πυκνότης, ἡ μὲν ποιοῦσα ἡ δὲ πάσχουσα, ἡ μὲν συγκρίνουσα ἡ δὲ διακρίνουσα. ἱκανῶς ἔχει μοι καὶ ἤδη μεθύω ταῖς τοσαύταις ἀρχαῖς. Ἀλλά με παρακαλεῖ κἀκεῖθεν Ἐπίκουρος μηδαμῶς ὑβρίσαι τὸ καλὸν αὐτοῦ δόγμα τῶν ἀτόμων καὶ τοῦ κενοῦ. τῇ γὰρ τούτων συμπλοκῇ πολυτρόπῳ καὶ πολυσχηματίστῳ τὰ πάντα γίνεται καὶ φθείρεται. οὐκ ἀντιλέγω σοι βέλτιστε ἀνδρῶν Ἐπίκουρε· ἀλλ' ὁ Κλεάνθης ἀπὸ τοῦ φρέατος ἐπάρας τὴν κεφαλὴν καταγελᾷ σου τοῦ δόγματος καὶ αὐτὸς ἀνιμᾷ τὰς ἀληθεῖς ἀρχὰς θεὸν καὶ ὕλην. καὶ τὴν μὲν γῆν μεταβάλλειν εἰς ὕδωρ, τὸ δὲ ὕδωρ εἰς ἀέρα, τὸν δὲ ἀέρα ἄνω φέρεσθαι, τὸ δὲ πῦρ εἰς τὰ περίγεια χωρεῖν, τὴν δὲ ψυχὴν δι' ὅλου τοῦ κόσμου διήκειν, ἧς μέρος μετέχοντας ἡμᾶς ἐμψυχοῦσθαι. Τούτων τοίνυν τοσούτων ὄντων ἄλλο μοι πλῆθος ἀπὸ Λιβύης ἐπιρρεῖ, Καρνεάδης καὶ Κλειτόμαχος καὶ ὅσοι τούτων ὁμιληταὶ πάντα τὰ τῶν ἄλλων δόγματα καταπατοῦντες, αὐτοὶ δὲ ἀποφαινόμενοι διαρρήδην ἀκατάληπτα εἶναι τὰ πάντα καὶ ἀεὶ τῇ ἀληθείᾳ φαντασίαν ἀεὶ παρακεῖσθαι ψευδῆ. τί τοίνυν πάθω τοσούτῳ χρόνῳ ταλαιπωρήσας; πῶς δέ μου τῆς γνώμης ἐκχέω τὰ τοσαῦτα δόγματα; εἰ γὰρ μηδὲν εἴη καταληπτόν, ἀλήθεια μὲν ἐξ ἀνθρώπων οἴχεται, ἡ δὲ ὑμνουμένη φιλοσοφία σκιομαχεῖ μᾶλλον ἢ τὴν τῶν ὄντων ἐπιστήμην ἔχει. Ἄλλοι τοίνυν ἀπὸ τῆς παλαιᾶς φυλῆς Πυθαγόρας καὶ οἱ τούτου συμφυλέται σεμνοὶ καὶ σιωπηλοὶ παραδιδόασιν ἄλλα μοι δόγματα ὥσπερ μυστήρια, καὶ τοῦτο δὴ τὸ μέγα καὶ ἀπόρρητον τό αὐτὸς ἔφα· ἀρχὴ τῶν πάντων ἡ μονάς. ἐκ δὲ τῶν σχημάτων αὐτῆς καὶ ἐκ τῶν ἀριθμῶν τὰ στοιχεῖα γίνεται. καὶ τούτων ἑκάστου τὸν ἀριθμὸν καὶ τὸ σχῆμα καὶ τὸ μέτρον οὕτω πως ἀποφαίνεται· τὸ μὲν πῦρ ὑπὸ τεσσάρων καὶ εἴκοσι τριγώνων ὀρθογωνίων συμπληροῦται τέσσαρσιν ἰσοπλεύροις περιεχόμενον. ἕκαστον δὲ ἰσόπλευρον σύγκειται ἐκ τριγώνων ὀρθογωνίων ἕξ, ὅθεν δὴ καὶ πυραμίδι προσεικάζουσιν αὐτό. ὁ δὲ ἀὴρ ὑπὸ τεσσαράκοντα ὀκτὼ τριγώνων συμπληροῦται περιεχόμενον ἰσοπλεύροις ὀκτώ. εἰκάζεται δὲ ὀκταέδρῳ, ὃ περιέχεται ὑπὸ ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὧν ἕκαστον εἰς ἓξ ὀρθογώνια διαιρεῖται, ὥστε γίνεσθαι τεσσαράκοντα ὀκτὼ τὰ πάντα. τὸ δὲ ὕδωρ ὑπὸ ἑκατὸν εἴκοσι τριγώνων συμπληροῦται, ἴσοις καὶ ἰσοπλεύροις εἴκοσι περιεχόμενον, εἰκάζεται δὲ εἰκοσαέδρῳ, ὃ δὴ συνέστηκεν ἐξ ἴσων καὶ ἰσοπλεύρων τριγώνων εἴκοσι καὶ ἑκατόν. ὁ δὲ αἰθὴρ συμπληροῦται δώδεκα πενταγώνοις ἰσοπλεύροις καὶ ὅμοιός ἐστι δωδεκαέδρῳ. ἡ δὲ γῆ συμπληροῦται ἐκ τριγώνων μὲν ὀκτὼ καὶ τεσσαράκοντα περιέχεται δὲ καὶ τετραγώνοις ἰσοπλεύροις ἕξ. ἔστι δὲ ὁμοία κύβῳ. ὁ γὰρ κύβος ὑπὸ ἓξ τετραγώνων περιέχεται, ὧν ἕκαστον εἰς ὀκτὼ τρίγωνα διαιρεῖται, ὥστε γίνεσθαι τὰ πάντα ὀκτὼ καὶ τεσσαράκοντα. Τὸν μὲν δὴ κόσμον ὁ Πυθαγόρας μετρεῖ. ἐγὼ δὲ πάλιν ἐνθέως γενόμενος τῆς μὲν οἰκίας καὶ πατρίδος καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων καταφρονῶ καὶ τούτων οὐκέτι μοι μέλει. εἰς δὲ τὸν αἰθέρα αὐτὸν αὐτὸς ἀνέρχομαι καὶ τὸν πῆχυν παρὰ Πυθαγόρου λαβὼν μετρεῖν ἄρχομαι τὸ πῦρ. οὐ γὰρ ἀπόχρη μετρῶν ὁ Ζεύς, ἀλλ' εἰ μὴ καὶ τὸ μέγα ζῷον τὸ μέγα σῶμα ἡ μεγάλη ψυχὴ αὐτὸς εἰς τὸν οὐρανὸν ἀνέλθοιμι καὶ μετρήσαιμι τὸν αἰθέρα, οἴχεται ἡ τοῦ Διὸς ἀρχή. ἐπειδὰν δὲ μετρήσω καὶ ὁ Ζεὺς παρ' ἐμοῦ μάθῃ, πόσας γωνίας ἔχει τὸ πῦρ, πάλιν ἐξ οὐρανοῦ καταβαίνω καὶ φαγὼν ἐλαίας καὶ σῦκα καὶ λάχανα τὴν ταχίστην ἐπὶ τὸ ὕδωρ στέλλομαι καὶ κατὰ πῆχυν καὶ δάκτυλον καὶ ἡμιδάκτυλον μετρῶ τὴν ὑγρὰν οὐσίαν καὶ τὸ βάθος αὐτῆς ἀναμετρῶ, ἵνα καὶ τὸν Ποσειδῶνα διδάξω, πόσης ἄρχει αλάσσης. τὴν δὲ γῆν ἅπασαν ἡμέρᾳ μιᾷ περιέρχομαι συλλέγων αὐτῆς ζὸν ἀριθμὸν καὶ τὸ έτρον καὶ τὰ σχήματα. πέπεισμαι γὰρ ὅτι τοῦ κόσμου παντὸς οὐδὲ σπιθαμὴν παρήσω τοιοῦτος καὶ τηλικοῦτος ὤν. οἶδα δὲ σμου παντὸς οὐδὲ σπιθαμὴν παρήσω τοιοῦτος καὶ τηλικοῦτος ὤν. οἶδα δὲ ἐγὼ καὶ τῶν ἀστέρων τὸν ἀριθμὸν καὶ τῶν ἰχθύων καὶ τῶν θηρίων καὶ ζυγῷ τὸν κόσμον ἱστὰς εὐκόλως τὸν σταθμὸν αὐτοῦ δύναμαι μαθεῖν. Ἀμφὶ μὲν δὴ ταῦτα μέχρι νῦν ἐσπούδακεν ἡ ψυχή μου τῶν ὅλων ἄρχειν. προκύψας δέ μοί φησιν Ἐπίκουρος· σὺ μὲν δὴ κόσμον ἕνα με μέτρηκας, ὦ φιλότης, εἰσὶ δὲ κόσμοι πολλοὶ καὶ ἄπειροι. πάλιν οὖν ἀναγκάζομαι μετρεῖν οὐρανοὺς ἄλλους αἰθέρας ἄλλους, καὶ τούτους πολλούς. ἄγε δὴ μηκέτι μέλλων ἐπισιτισάμενος ὀλίγων ἡμερῶν εἰς τοὺς Ἐπικουρείους κόσμους ἀποδημήσω. τὰ μὲν οὖν πέρατα Τηθὺν καὶ Ὠκεανὸν εὐκόλως ὑπερίπταμαι. εἰσελθὼν δὲ εἰς κόσμον καινὸν καὶ ὥσπερ εἰς ἄλλην πόλιν μετρῶ τὰ πάντα ὀλίγαις ἡμέραις. κἀκεῖθεν ὑπερβαίνω πάλιν εἰς τρίτον κόσμον, εἶτα εἰς τέταρτον καὶ πέμπτον καὶ δέκατον καὶ ἑκατοστὸν καὶ χιλιοστὸν καὶ μέχρι ποῦ· ἤδη γάρ μοι σκότος ἀγνοίας ἀπαντᾷ καὶ ἀπάτη μέλαινα καὶ ἄπειρος πλάνη καὶ ἀτελὴς φαντασία καὶ ἀκατάληπτος ἄνοια. πλὴν τί μέλλω καὶ τὰς ἀτόμους αὐτὰς ἀριθμεῖν, ἐξ ὧν οἱ τοσοῦτοι κόσμοι γεγόνασιν, ἵνα μηδὲν ἀνεξέταστον παραλείπω μάλιστα τῶν οὕτως ἀναγκαίων καὶ ὠφελίμων, ἐξ ὧν οἶκος καὶ πόλις εὐδαιμονεῖ; Ταῦτα μὲν τοίνυν διεξῆλθον βουλόμενος δεῖξαι τὴν ἐν τοῖς δόγμασιν οὖσαν αὐτῶν ἐναντιότητα καὶ ὡς εἰς ἄπειρον αὐτοῖς καὶ ἀόριστον πρόεισιν ἡ ζήτησις τῶν πραγμάτων καὶ τὸ τέλος αὐτῶν ἀτέκμαρτον καὶ ἄχρηστον, ἔργῳ μηδενὶ προδήλῳ καὶ λόγῳ σαφεῖ βεβαιούμενον.

Spanish Gemini
1.1
Diatriba contra los filósofos paganos. El bienaventurado apóstol Pablo, escribiendo a los corintios que habitan la Grecia laconia, declaró:«¡ Oh, amados!», diciendo:« La sabiduría de este mundo es necedad ante Dios», y no lo dijo sin motivo; pues me parece que esto tuvo su origen en la apostasía de los ángeles. Por esta razón, los filósofos, al exponer sus doctrinas, no dicen cosas concordantes ni coherentes entre sí. Unos dicen que el alma es fuego; los estoicos, que es aire; otros, que es el intelecto; otros, que es el movimiento; Heráclito, que es la exhalación; otros, que es una fuerza proveniente de los astros; otros, que es un número móvil, como Pitágoras; otros, que es agua generadora, como Hipón; otros, que es un elemento compuesto de elementos; otros, que es armonía, como Deinarcus; otros, que es sangre, como Critias; otros, que es el espíritu; otros, que es la mónada, como Pitágoras; y los antiguos, lo contrario.¡ Cuántos discursos sobre esto, cuántas argumentaciones, cuántos pleitos de sofistas que más bien disputan que buscan la verdad! Pero sea; aunque discrepan sobre el alma, sobre el resto de sus propiedades se han pronunciado de forma unánime. Algunos llaman a su placer un bien, otros un mal, y otros un punto medio entre el bien y el mal; en cuanto a su naturaleza, unos dicen que es inmortal, otros que es mortal, otros que perdura solo un poco, otros la degradan a la condición de bestia, otros la disuelven en átomos, otros la encarnan tres veces, y otros le asignan periodos de tres mil años. Pues incluso aquellos que no viven ni cien años prometen cosas sobre los tres mil años venideros.¿ Cómo debemos llamar a esto? A mi parecer, prodigio, insensatez, locura, discordia, o todo ello a la vez. Si han hallado la verdad, que se pongan de acuerdo o que se den la razón, y entonces yo les creeré con gusto; pero si desgarran el alma y la arrastran, uno hacia una naturaleza, otro hacia otra esencia, y transforman materia de materia, confieso que me siento abrumado por el reflujo de los acontecimientos. Ahora soy inmortal y me alegro, y ahora me vuelvo mortal y lloro; hace un momento me disolvía en átomos, me convierto en agua, me convierto en aire, me convierto en fuego; luego, al poco tiempo, ni aire ni fuego, me convierte en bestia, me convierte en pez, así que vuelvo a tener hermanos delfines. Y cuando me miro a mí mismo, temo al cuerpo y no sé cómo llamarlo: hombre, perro, lobo, toro, ave, serpiente, dragón o quimera; pues por los filósofos soy transformado en todas las bestias: terrestres, acuáticas, aladas, polimorfas, salvajes, domésticas, mudas, elocuentes, irracionales, racionales; nado, vuelo, planeo, me arrastro, corro, me siento. Y además, Empédocles me convierte incluso en arbusto. Por tanto, donde no es posible para los filósofos encontrar un consenso sobre el alma humana, difícilmente podrían pronunciar la verdad sobre los dioses o sobre el cosmos. Pues tienen esa audacia, por no decir esa temeridad. Porque quienes no pueden encontrar su propia alma, no buscan la de los dioses mismos, y quienes no conocen su propio cuerpo, se entrometen en la naturaleza del cosmos. Ciertamente, se oponen unos a otros respecto a los principios de la naturaleza. Cuando Anaxágoras me toma, me enseña esto: el principio de todas las cosas es el intelecto, y este es causa y señor del todo, y proporciona orden a lo desordenado, movimiento a lo inmóvil, distinción a lo mezclado y cosmos a lo que no tiene orden. Al decir esto, Anaxágoras es mi amigo y me convenzo de su doctrina. Pero se le oponen Meliso y Parménides. Parménides, incluso en versos poéticos, proclama que la esencia es una, eterna, infinita, inmóvil y en todo semejante. De nuevo, no sé cómo, me convierto a esta doctrina; Parménides expulsó a Anaxágoras de mi opinión. Y cuando creo tener una doctrina inamovible, Anaxímenes, interviniendo, grita en contra:«¡ Pero yo te digo que el todo es aire, y este, al condensarse y consolidarse, se convierte en agua y tierra, y al enrarecerse y disiparse, en éter y fuego, y al volver a su propia naturaleza, es aire; si es enrarecido, y si se condensa, dice, se transforma!». Y de nuevo me adapto a esto y amo a Anaxímenes. Pero Empédocles está de pie frente a mí, enfurecido, gritando fuertemente desde el Etna:« Los principios de todas las cosas son el odio y el amor, uno que reúne y otro que separa; y la lucha entre ellos crea todas las cosas». Y los defino como iguales y desiguales, infinitos y limitados, eternos y generados. Bien, oh Empédocles, te sigo hasta los cráteres del fuego. Pero por otro lado, Protágoras, de pie, me arrastra diciendo:« El hombre es la medida y el juicio de las cosas; las que caen bajo los sentidos son cosas, y las que no caen bajo ellos no existen en las formas de la esencia». Halagado por este discurso de Protágoras, me complazco de que atribuya el todo, o la mayor parte, al hombre. Pero desde otro lado, Tales me señala la verdad definiendo el agua como principio del todo. Y del líquido se componen todas las cosas y en líquido se disuelven, y la tierra flota sobre el agua.¿ Por qué, pues, no habría de creer a Tales, el más anciano de los jonios? Pero su conciudadano Anaximandro dice que el principio más antiguo que el líquido es el movimiento eterno, y por este unas cosas nacen y otras perecen. Y así, pues, que Anaximandro sea digno de crédito.¿ Y acaso no goza de prestigio Arquelao al declarar que los principios del todo son lo caliente y lo frío? Pero a esto, de nuevo, el grandilocuente Platón no está de acuerdo, diciendo que los principios son Dios, la materia y el modelo. Ahora sí que estoy convencido.¿ Cómo no voy a creer a un filósofo que ha construido el carro de Zeus? Detrás de él, su discípulo Aristóteles está de pie, celoso del maestro de la construcción de carros. Este define otros principios: el actuar y el padecer. Y el agente es el éter, que es impasible, mientras que el paciente tiene cuatro cualidades: sequedad, humedad, calor y frío; pues por la transformación de estas entre sí, todas las cosas nacen y perecen. Ya estamos cansados de transformarnos arriba y abajo con las doctrinas. Pero al menos me detendré en la opinión de Aristóteles y que ningún otro discurso me moleste. Pero,¿ qué podría pasarme? Pues ancianos más antiguos que estos manejan mi alma como a una marioneta. Ferecides, al decir que los principios son Zeus, Ctonia y Cronos; Zeus es el éter, Ctonia la tierra y Cronos el tiempo; el éter es el agente, la tierra el paciente y el tiempo aquel en el que ocurren las cosas. Celos, pues, de los ancianos entre sí. Pues Leucipo, considerando todo esto como una tontería, dice que los principios son los infinitos, siempre móviles y mínimos; y que los de partes sutiles, al ir hacia arriba, se convirtieron en fuego y aire, y los de partes densas, al asentarse abajo, en agua y tierra.¿ Hasta cuándo se me enseñarán tantas cosas sin aprender nada verdadero? A menos que Demócrito me libre del error al declarar que los principios son el ser y el no ser, y que el ser es lo lleno y el no ser lo vacío. Y lo lleno en lo vacío, por giro o ritmo, crea todas las cosas; tal vez me dejaría convencer por el buen Demócrito y querría reír con él, si no me hiciera cambiar de opinión Heráclito, llorando a la vez y diciendo:« El principio del todo es el fuego, y dos son sus afecciones: la rareza y la densidad, una que actúa y otra que padece, una que reúne y otra que separa». Ya es suficiente para mí y ya estoy ebrio de tantos principios. Pero Epicuro me invita desde allí a no insultar de ninguna manera su hermosa doctrina de los átomos y el vacío. Pues por la combinación múltiple y multiforme de estos, todas las cosas nacen y perecen. No te contradigo, el mejor de los hombres, Epicuro; pero Cleantes, sacando la cabeza del pozo, se ríe de tu doctrina y él mismo extrae los verdaderos principios: Dios y la materia. Y que la tierra se transforma en agua, el agua en aire, el aire se eleva, el fuego va hacia las regiones periféricas y el alma atraviesa todo el cosmos, de cuya parte participamos nosotros al ser vivificados. Siendo tantos estos, otra multitud fluye hacia mí desde Libia: Carnéades, Clitómaco y cuantos son sus discípulos, pisoteando todas las doctrinas de los demás, declarando ellos mismos explícitamente que todas las cosas son incomprensibles y que a la verdad siempre se le opone una representación falsa.¿ Qué debo hacer, pues, tras haber sufrido tanto tiempo?¿ Cómo vaciar de mi mente tantas doctrinas? Pues si nada fuera comprensible, la verdad habría desaparecido de entre los hombres, y la tan celebrada filosofía lucha más contra sombras que posee la ciencia de los seres. Otros, pues, de la antigua estirpe, Pitágoras y sus correligionarios, solemnes y silenciosos, me transmiten otras doctrinas como si fueran misterios, y este gran y secreto« él mismo lo dijo»: el principio de todas las cosas es la mónada. Y de sus formas y de los números nacen los elementos. Y de cada uno de estos, el número, la forma y la medida los declara de esta manera: el fuego se completa con veinticuatro triángulos rectángulos contenidos por cuatro equiláteros. Y cada equilátero se compone de seis triángulos rectángulos, de donde lo comparan con una pirámide. El aire se completa con cuarenta y ocho triángulos contenidos por ocho equiláteros. Se compara con un octaedro, que está contenido por ocho triángulos equiláteros, cada uno de los cuales se divide en seis rectángulos, de modo que el total es cuarenta y ocho. El agua se completa con ciento veinte triángulos, contenidos por veinte iguales y equiláteros, y se compara con un icosaedro, que consta de ciento veinte triángulos iguales y equiláteros. El éter se completa con doce pentágonos equiláteros y es semejante a un dodecaedro. La tierra se completa con cuarenta y ocho triángulos y está contenida por seis cuadrados equiláteros. Es semejante a un cubo. Pues el cubo está contenido por seis cuadrados, cada uno de los cuales se divide en ocho triángulos, de modo que el total es cuarenta y ocho. Pitágoras mide el cosmos. Yo, a mi vez, poseído por un entusiasmo divino, desprecio mi casa, mi patria, mi mujer y mis hijos, y ya no me preocupo por ellos. Subo al éter mismo y, tomando la vara de medir de Pitágoras, empiezo a medir el fuego. Pues no basta con que Zeus lo mida, sino que, a menos que yo mismo suba al cielo y mida el éter, el gran ser, el gran cuerpo, la gran alma, el principio de Zeus desaparece. Y cuando mido y Zeus aprende de mí cuántos ángulos tiene el fuego, bajo de nuevo del cielo y, tras comer aceitunas, higos y verduras, me dirijo lo más rápido posible al agua y mido la sustancia líquida por codos, dedos y medios dedos, y mido su profundidad, para enseñar también a Poseidón cuánta mar gobierna. Recorro toda la tierra en un día, recogiendo su número, su medida y sus formas. Pues estoy convencido de que no dejaré ni un palmo de todo el cosmos siendo tal y tan grande. Conozco también el número de las estrellas, de los peces y de las bestias, y pesando el cosmos en una balanza, puedo conocer fácilmente su peso. En esto, pues, se ha esforzado mi alma hasta ahora, en gobernar el todo. Pero Epicuro, asomándose, me dice:« Tú, ciertamente, has medido un solo cosmos, oh amigo, pero hay muchos e infinitos cosmos». De nuevo, pues, me veo obligado a medir otros cielos, otros éteres, y estos, muchos. Vamos, pues, sin más demora, habiéndome provisto de víveres para unos pocos días, partiré hacia los cosmos epicúreos. Cruzo fácilmente los límites, Tetis y el Océano. Y al entrar en un cosmos nuevo, como en otra ciudad, mido todo en pocos días. Y desde allí paso de nuevo a un tercer cosmos, luego a un cuarto, a un quinto, a un décimo, a un centésimo, a un milésimo,¿ y hasta dónde? Pues ya me sale al encuentro la oscuridad de la ignorancia, el engaño negro, el error infinito, la representación incompleta y la insensatez incomprensible. Pero,¿ por qué demoro incluso en contar los átomos mismos de los que han nacido tantos cosmos, para no dejar nada sin examinar, especialmente de lo tan necesario y útil, de lo cual la casa y la ciudad prosperan? He expuesto esto queriendo mostrar la contradicción que existe en sus doctrinas y cómo la búsqueda de las cosas avanza hacia lo infinito e indeterminado para ellos, y que su fin es inescrutable e inútil, sin ser confirmado por ninguna obra evidente ni por un discurso claro.

Intertext edge

Open linked passage

Note