Hermias Sozomenos
Historia ecclesiastica
Eccl 1.5.4
Choose a text
More by Hermias Sozomenos
—
Pg Scrape Grc
1.5.1
Οὐκ ἀγνοῶ δέ, ὡς῞ Ελληνες λέγουσι Κωνσταντῖνον ἀνελόντα τινὰς τῶν ἐγγυτάτω γένους καὶ τῷ θανάτῳ Κρίσπου τοῦ ἑαυτοῦ παιδὸς συμπράξαντα μεταμεληθῆναι καὶ περὶ καθαρμοῦ κοινώσασθαι Σωπάτρῳ τῷ φιλοσόφῳ κατ' ἐκεῖνο καιροῦ προεστῶτι τῆς Πλωτίνου διαδοχῆς· τὸν δὲ ἀποφήνασθαι μηδένα καθαρμὸν εἶναι τῶν τοιούτων ἁμαρτημάτων· ἀδημονοῦντα δὲ τὸν βασιλέα ἐπὶ τῇ ἀπαγορεύσει περιτυχεῖν ἐπισκόποις, οἳ μετανοίᾳ καὶ βαπτίσματι ὑπέσχοντο πάσης αὐτὸν ἁμαρτίας καθαίρειν, ἡσθῆναί τε τούτοις κατὰ σκοπὸν εἰρηκόσι καὶ θαυμάσαι τὸ δόγμα καὶ Χριστιανὸν γενέσθαι καὶ τοὺς ἀρχομένους
1.5.2
ἐπὶ τοῦτο ἀγαγεῖν. ἐμοὶ δὲ δοκεῖ ταῦτα πεπλάσθαι τοῖς σπουδάζουσι τὴν Χριστιανῶν θρησκείαν κακηγορεῖν. Κρίσπος μὲν γάρ, δι' ὅν φασι Κωνσταντῖνον καθαρμοῦ δεηθῆναι, τῷ εἰκοστῷ ἔτει ἐτελεύτησε τῆς τοῦ πατρὸς ἡγεμονίας, ἔτι περιὼν πολλοὺς σὺν αὐτῷ θέμενος νόμους ὑπὲρ Χριστιανῶν, ἅτε δὴ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας τετιμημένος καὶ Καῖσαρ ὤν, ὡς εἰσέτι νῦν μαρτυροῦσιν οἱ τοῖς νόμοις ὑποτεταγμένοι χρόνοι καὶ τῶν νομοθετῶν αἱ προσηγορίαι. Σώπατρον δὲ πρῶτον μὲν οὐκ εἰκὸς ἦν εἰς ὁμιλίαν ἐλθεῖν Κωνσταντίνῳ μόνης τῆς πρὸς τῷ ὠκεανῷ καὶ τῷ῾ Ρήνῳ μοίρας
1.5.3
ἡγουμένῳ. διὰ γὰρ τὴν πρὸς Μαξέντιον διαφορὰν ἐπὶ τῆς᾿ Ιταλίας διάγοντα ἐστασίαζε τὰ῾ Ρωμαίων· καὶ οὐκ εὐπετὲς ἦν τότε ἐπιδημεῖν Γαλάταις καὶ Βρεττανοῖς καὶ τοῖς τῇδε κατοικοῦσι, παρ' οἷς συνωμολόγηται τῆς τῶν Χριστιανῶν θρησκείας μετασχεῖν Κωνσταντῖνον, πρὶν ἐπὶ Μαξέντιον στρατεῦσαι καὶ παρελθεῖν ἐπὶ῾ Ρώμην καὶ᾿ Ιταλούς. καὶ μάρτυρες τούτου πάλιν οἱ χρόνοι
1.5.4
καὶ οἱ νόμοι οὓς ὑπὲρ τῆς θρησκείας ἔθετο. εἰ δὲ καὶ ῥᾳδίως ὡδίπως συγχωρήσομεν ἐντυχεῖν Σωπάτρῳ τὸν βασιλέα ἢ δι' ἐπιστολῆς αὐτοῦ πυθέσθαι περὶ ὧν ἠβούλετο, οὐ δήπου πιθανὸν ἦν τὸν φιλόσοφον ἀγνοεῖν, ὡς῾ Ηρακλῆς ὁ᾿ Αλκμήνης᾿ Αθήνῃσιν ἐκαθάρθη μετὰ τὴν τεκνοκτονίαν τοῖς Δήμητρος μυστηρίοις καὶ μετὰ τὸν᾿ Ιφίτου φόνον, ὃν ξένον τε ὄντα καὶ φίλον
1.5.5
ἀδίκως ἀνεῖλεν. ὡς μὲν οὖν οἱ῞ Ελληνες τῶν τοιούτων πλημμελημάτων καθαρμοὺς ἐπηγγέλλοντο, ἀπόχρη τὰ εἰρημένα καὶ ψεῦδος κατηγορεῖ τῶν ἐναντία ἀποφήνασθαι Σώπατρον πλασαμένων. οὐ γὰρ ἂν εἴποιμι ταῦτα ἠγνοηκέναι τὸν ἐπισημότατον τότε παρ'῞ Ελλησιν ἐπὶ παιδεύσει γεγενημένον.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).