Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hermias Sozomenos
Historia ecclesiastica
Eccl 2.25.15
Choose a text More by Hermias Sozomenos
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
2.25.1
᾿ Αθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα
2.25.2
καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζον καὶ κατηγόρων ἐπήγειρον πλῆθος. παρ' ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου καὶ τοῦ Νικομηδείας καὶ τῶν ἀμφ' αὐτοὺς δείσας τὴν σκαιωρίαν. ἀλλὰ τότε μὲν καίτοι συνελθεῖν ἀναγκαζόμενος ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνε
2.25.2
βάλλετο· μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς ἧκεν εἰς Τύρον.῎ Ενθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ἐκέλευον
2.25.3
αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. κατηγόρουν δὲ αὐτοῦ τοῦ μέρους᾿ Ιωάννου Καλλίνικος ἐπίσκοπος καὶ᾿ Ισχυρίων τις ὡς μυστικὸν ποτήριον συνέτριψε καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον καὶ᾿ Ισχυρίωνα τοῦτον πρεσβύτερον ὄντα πολλάκις καθεῖρξε καὶ συκοφαντήσας πρὸς῾ Υγῖνον τὸν Αἰγύπτου ὕπαρχον, ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν
2.25.4
παρεσκεύασε, Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας καὶ μετὰ᾿ Αλεξάνδρου συναγόμενον καθεῖλεν, ὅτι γέ, φησι, παρητεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρῖφθαι ὑπονοουμένου μυστικοῦ ποτηρίου, Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν, αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰ
2.25.5
κισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. καὶ Εὔπλος δὲ καὶ Παχώμιος καὶ᾿ Ισαὰκ καὶ᾿ Αχιλλεὺς καὶ῾ Ερμαίων, τῶν ἀμφ'᾿ Ιωάννην ἐπίσκοποι
2.25.6
πληγῶν αὐτοῦ κατηγόρουν, κοινῇ δὲ πάντες, ὡς δι' ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, συνθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν· ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας τῆς πρὸς αὐτὸν κοινωνίας· τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς ἐμβαλεῖν.
2.25.7
᾿ Επὶ τούτοις τε καὶ τὰ κατὰ᾿ Αρσένιον ἀνεκινεῖτο. καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν᾿ Αλεξάνδρειαν λαῶν δι' αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων.
2.25.8
ὁ δὲ᾿ Αθανάσιος ἀπολογήσασθαι προσταχθείς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο, τῶν δὲ πρὸς ἐπίσκεψιν ὑπέρθεσιν ᾔτησεν. ἠπόρει δὲ λίαν καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους καὶ μάρτυρας πολλοὺς κατ' αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ᾿ Αρείου καὶ Μελιτίου φρονούντων καὶ τοὺς συκοφάντας, ἐφ' οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους, καὶ μάλιστα ἐπὶ τῇ κατὰ᾿ Αρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν, καὶ γυναῖκά τινα, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι καὶ νύκτωρ ἀκούσῃ. ναι ἐνεκαλεῖτο. ἑκατέρα γραφὴ γελοία ἐφωράθη καὶ συκοφαντίας ἀνάπλεως. ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνή, παρεστὼς᾿ Αθανασίῳ Τιμόθεος᾿ Αλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον «ἐγώ σε», ἔφη, «ἐβιασάμην, ὦ γύναι;»
2.25.10
ἡ δέ· «ἀλλ' οὐ σύ;» καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο.᾿ Αρσένιον δὲ εἰς μέσον παρήγαγε καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἐπέδειξε τοῖς δικασταῖς, καὶ ἐδεῖτο αὐτῶν εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. ἔτυχε γὰρ᾿ Αρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος ἤ, ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων᾿ Αθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δι' αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ καὶ πρὸ μιᾶς τοῦ
2.25.11
δικαστηρίου κατάρας εἰς Τύρον. ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνό
2.25.12
δου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις. πρὸς δὲ τὸ δεύτερον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις ἐπίσκοπος τῶν ὑπὸ᾿ Αθανάσιον κατὰ πρόσταξιν αὐτοῦ τὴν᾿ Αρσενίου οἰκίαν κατέφλεξε, καὶ κίονι προσδήσας καὶ ἱμᾶσιν αἰκισάμενος ἐν οἰκίσκῳ καθεῖρξε· διὰ θυρίδος δὲ ἀποδρᾶσαι τοῦτον καί, ἐπειδὴ ζητητέος ἦν, ἐπὶ χρόνον λαθεῖν κρυπτόμενον, μὴ φαινόμενον δὲ εἰκότως ἀποθανεῖν νομισθῆναι· καὶ οἷά γε ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν οἱ ἀμφὶ τὸν᾿ Ιωάννην ἐπίσκοποι ἐζήτουν αὐτὸν προσιόντες τοῖς ἄρχουσι.
2.25.13
Ταῦτ' οὖν λογιζόμενος᾿ Αθανάσιος περιδεὴς ἦν· ἅμα δὲ ὑφωρᾶτο, μὴ καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες λάθρα ἀνέλωσιν αὐτόν. μετὰ πολλὰς δὲ συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους πάσῃ μηχανῇ χρῆναι αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα καὶ βίαιον καὶ ἱερωσύνης ἀνάξιον, δείσαντες οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα, μή, ὡς εἰκὸς ἐν στάσει, καταδραμόντες αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα
2.25.14
αὐτὸν ὑπεξήγαγον τοῦ δικαστηρίου. ὁ δὲ λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων
2.25.15
παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. καταδικάζουσι δὲ αὐτοῦ ἐρήμην ἡ σύνοδος καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς· καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν᾿ Αλεξάνδρειαν οἰκεῖν, ἵνα μή, φησι, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται.᾿ Ιωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας ὡς οὐ δικαίως κακῶς παθόντας εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα
2.25.16
ἑκάστῳ διέδωκαν. δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ γράφουσι τοῖς πανταχῇ ἐπισκόποις μὴ μεταδοῦναι αὐτῷ κοινωνίας μήτε γράφειν μήτε γράμματα παρ' αὐτοῦ δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν καὶ διὰ
2.25.17
τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς ἐπὶ τοιαύτην προῆχθαι ψῆφον πρῶτον μὲν ὅσα χαλεπαίνοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν καὶ τῶν τοῦ κρα
2.25.18
τοῦντος προσταγμάτων καταφρονήσας. πλειόνων δὲ συνελθόντων εἰς Τύρον ἅμα πλήθει ἀφίκετο καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ, πῇ μὲν τὰς ἀπολογίας παρακρουόμενος, πῇ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων, ἄλλοτε δὲ καλούμενος ὑπ' αὐτῶν μὴ ὑπακούων, ποτὲ δὲ κρίνεσθαι
2.25.3
μὴ ἀξιῶν. περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τούτῳ προϊσχόμενοι Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Μάριν τὸν Χαλκηδόνος καὶ Θεόδωρον τὸν῾ Ηρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον· οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην, ἔνθα συντετρῖφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. τοιαῦτα ἔγραψαν, καθ' ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες. 2. 25. οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. λέγεται γοῦν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς ἐξαναστῆσαι Μάξιμον τὸν῾ Ιεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων ὁμολογητὰς αὐτοὺς ὄντας καὶ δι' εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους καὶ τὰς ἀγκύλας πεπηρωμένους.

Intertext edge

Open linked passage

Note