Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hermias Sozomenos
Historia ecclesiastica
Eccl 2.6.3
Choose a text More by Hermias Sozomenos
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
2.6.1
Πληθυνούσης δὲ τῆς ἐκκλησίας τοῦτον τὸν τρόπον ἀνὰ πᾶσαν τὴν῾ Ρωμαίων οἰκουμένην, καὶ δι' αὐτῶν τῶν βαρβάρων ἡ θρησκεία ἐχώρει. ἤδη γὰρ τά τε ἀμφὶ τὸν῾ Ρῆνον φῦλα ἐχριστιάνιζον, Κελτοί τε καὶ οἳ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι, καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας῎ Ιστρου ποταμοῦ, πάλαι μετασχόντες τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο.
2.6.2
πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι῾ Ρωμαίοις καὶ τοῖς ἀλλοφύλοις ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ' αὐτὸν βασιλέων. ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν᾿ Ασίαν κατέδραμεν ἄλλοι τε ἀλλαχῇ βάρβαροι ταὐτὸν εἰργάσαντο τοὺς παρακειμένους῾ Ρωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι σὺν
2.6.3
αὐτοῖς ἦσαν. ὡς δὲ τοὺς αὐτόθι νοσοῦντας ἰῶντο καὶ τοὺς δαιμονῶντας ἐκάθαιρον Χριστὸν μόνον ὀνομάζοντες καὶ υἱὸν θεοῦ ἐπικαλούμενοι, προσέτι δὲ καὶ πολιτείαν ἄμεμπτον ἐφιλοσόφουν καὶ ταῖς ἀρεταῖς τὸν μῶμον ἐνίκων, θαυμάσαντες οἱ βάρβαροι τοὺς ἄνδρας τοῦ βίου καὶ τῶν παραδόξων ἔργων εὖ φρονεῖν συνεῖδον καὶ τὸν θεὸν ἵλεων ἔχειν, εἰ τοὺς ἀμείνους φανέντας μιμήσαιντο καὶ ὁμοίως αὐτοῖς τὸ κρεῖττον θεραπεύοιεν. προβαλλόμενοι οὖν αὐτοὺς τοῦ πρακτέου καθηγητὰς ἐδιδάσκοντο καὶ ἐβαπτίζοντο, καὶ ἀκολούθως ἐκκλησίαζον.

Intertext edge

Open linked passage

Note