Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Τὰ μὲν δὴ κατὰ Νίκαιαν μέχρι τούτου τέλος ἔσχε, καὶ τῶν ἱερέων ἕκαστος οἴκαδε ἐπανῆλθον. ὁ δὲ βασιλεὺς ὑπερφυῶς ἔχαιρε συμφωνοῦσαν ὁρῶν περὶ τὸ δόγμα τὴν καθόλου ἐκκλησίαν· χαριστήριά τε ἀνατιθεὶς τῷ θεῷ ὑπὲρ τῆς ὁμονοίας τῶν ἐπισκόπων, ὑπέρ τε αὐτοῦ καὶ παίδων καὶ τῆς βασιλείας, ᾠήθη δεῖν οἶκον εὐκτήριον τῷ θεῷ κατασκευάσαι ἐν῾ Ιεροσολύμοις
2.1.2
ἀμφὶ τὸν καλούμενον Κρανίου τόπον. περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ῾ Ελένη ἡ αὐτοῦ μήτηρ ἧκεν εἰς῾ Ιεροσόλυμα εὔξασθαί τε καὶ τοὺς ἐνθάδε ἱεροὺς ἱστορῆσαι τόπους. εὐλαβῶς δὲ περὶ τὸ δόγμα τῶν Χριστιανῶν διακειμένη περὶ πολλοῦ ἐποιεῖτο τοῦ σεβασμίου σταυροῦ τὸ ξύλον ἐξευρεῖν.
2.1.3
ἦν δὲ οὔτε τούτου οὔτε τοῦ θεσπεσίου τάφου ἡ εὕρεσις ῥᾳδία. οἱ γὰρ πάλαι τὴν ἐκκλησίαν διώξαντες῞ Ελληνες ἔτι φύεσθαι ἀρχομένην τὴν θρησκείαν πάσῃ μηχανῇ σπουδάσαντες ἐκτεμεῖν ὑπὸ πολλῷ χώματι τὸν τῇδε τόπον κατέκρυψαν καὶ εἰς ὕψος ἤγειραν βαθύτερον ὑπάρχοντα, ὡς καὶ νῦν φαίνεται. περιλαβόντες δὲ πέριξ πάντα τὸν τῆς ἀναστάσεως χῶρον καὶ τοῦ Κρανίου, διεκόσμησαν καὶ λίθῳ τὴν ἐπιφάνειαν κατέστρωσαν· καὶ᾿ Αφρο- δίτης ναὸν κατεσκεύασαν καὶ ζῴδιον ἱδρύσαντο, ὥστε τοὺς αὐτόθι τὸν Χριστὸν προσκυνοῦντας δόξαι τὴν᾿ Αφροδίτην σέβειν, καὶ τῷ χρόνῳ εἰς λήθην ἐλθεῖν τὴν ἀληθῆ αἰτίαν τοῦ περὶ τὸν τόπον σεβάσματος, ἅτε μήτε τῶν Χριστιανῶν ἀδεῶς εἰς τοῦτον φοιτᾶν ἢ ἑτέροις καταμηνύειν τολμώντων καὶ τοὐναντίον πιστουμένου τοῦ῾ Ελληνικοῦ ναοῦ καὶ τοῦ ἀγάλματος.
2.1.4
᾿ Εγένετό γε μὴν δῆλος ὁ τόπος καὶ ἐφωράθη ἡ σπουδασθεῖσα περὶ αὐτὸν πλάνη, ὡς μέν τινες λέγουσιν, ἀνδρὸς῾ Εβραίου τῶν ἀνὰ τὴν ἑῴαν οἰκούντων ἐκ πατρῴας γραφῆς καταμηνύσαντος, ὡς δὲ ἀληθέστερον ἐννοεῖν ἔστι, τοῦ θεοῦ ἐπιδείξαντος διὰ σημείων καὶ ὀνειράτων. οὐ γὰρ οἶμαι τὰ θεῖα δεῖσθαι τῆς παρ' ἀνθρώπων μηνύσεως, ἡνίκα ἂν δῆλα αὐτὰ τῷ θεῷ
2.1.5
δοκῇ γενέσθαι. τηνικαῦτα γοῦν κατὰ πρόσταξιν τοῦ βασιλέως τοῦ τῇδε
2.1.6
χώρου καθαρθέντος εἰς βάθος, ἐν μέρει τὸ τῆς ἀναστάσεως ἀνεφάνη ἄντρον, ἑτέρωθι δὲ περὶ τὸν αὐτὸν τόπον τρεῖς ηὑρέθησαν σταυροί, καὶ χωρὶς ἄλλο ξύλον ἐν τάξει λευκώματος ῥήμασι καὶ γράμμασιν῾ Εβραϊκοῖς῾ Ελληνικοῖς τε καὶ῾ Ρωμαϊκοῖς τάδε δηλοῦν·᾿ Ιησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν᾿ Ιουδαίων. καὶ ταῦτα μέν, ὡς ἡ ἱερὰ βίβλος τῶν εὐαγγελίων ἱστορεῖ, οὕτω συνέβη προγραφῆναι ὑπὲρ κεφαλῆς τοῦ Χριστοῦ, Πιλάτου τοῦτο προστά
2.1.6
ξαντος τοῦ τὴν᾿ Ιουδαίαν ἐπιτροπεύοντος. ἐργώδης δὲ ἔτι ἐτύγχανεν ἡ τοῦ θείου σταυροῦ διάκρισις, εἰ καὶ εὑρέθη, διερρυηκότος αὐτοῦ τοῦ γράμματος καὶ διερριμμένου, ἅμα δὲ καὶ τῶν τριῶν σταυρῶν χύδην διεσπαρμένων, ὥς γε εἰκὸς ἐν τῇ καθαιρέσει τῶν σταυρωθέντων σωμάτων συγχυθείσης τῆς τάξεως. ἐπεὶ γὰρ οἱ στρατιῶται νεκρὸν ἐν τῷ ξύλῳ εὑρήκασι, καθελόντες αὐτὸν πρῶτον ἀπέδοντο εἰς ταφὴν κατὰ τὴν ἱστορίαν· μετὰ δὲ ταῦτα τῶν ἑκατέρωθεν λῃστῶν ταχύναντες τὸν θάνατον, τὰ σκέλη κατέαξαν καὶ τὰ ξύλα ὅπῃ ἐπέτυχεν ἄλλο ἄλλῃ διέρριψαν. τί γὰρ καὶ ἐπιμελὲς ἦν αὐτοῖς ἐν τῇ προτέρᾳ τάξει ταῦτα ἐᾶν, ἑκάστου φθάσαι τὴν ἑσπέραν σπουδάζοντος καὶ ἀνδρῶν βίᾳ τετελευτηκότων περὶ σταυροὺς ἐνδιατρίβειν οὐκ ἀγαθὸν ἡγου
2.1.7
μένου. ταύτῃ οὖν ἀδήλου ἔτι τυγχάνοντος τοῦ θεσπεσίου ξύλου καὶ θειοτέρας ἢ κατὰ ἄνθρωπον δεομένου μηνύσεως, τοιόνδε τι συνέβη. γυνή τις ἦν τῶν ἐν῾ Ιεροσολύμοις ἐπισήμων, χαλεπωτάτῃ καὶ ἀνιάτῳ νόσῳ κάμνουσα. πρὸς ταύτην κειμένην ἦλθε Μακάριος ὁ τῆς αὐτόθι ἐκκλησίας ἐπίσκοπος, παραλαβὼν τὴν τοῦ βασιλέως μητέρα καὶ τοὺς ἀμφ' αὐτόν. εὐξάμενός τε πρότερον καὶ σύμβολον τάξας τοῖς ὁρῶσιν ἐκεῖνον εἶναι τὸν θεῖον σταυρόν, ὃς ἐπιτεθεὶς ἀπαλλάξει τῆς νόσου τὴν γυναῖκα, φέρων ἕκαστον αὐτῇ τῶν ξύλων προσήγαγεν. ἀλλὰ τῶν μὲν δύο ἐπιτεθέντων οὐδὲν ὅτι μὴ λῆρος καὶ γέλως ἔδοξεν εἶναι τὸ γινόμενον, θανάτου ἐν θύραις ὄντος τοῦ γυναίου. ἐπεὶ δὲ τὸ τρίτον ξύλον ὁμοίως προσήνεγκεν, ἐξαπίνης ἀνέβλεψε καὶ
2.1.8
τὰς δυνάμεις ἀθροίσασα παραχρῆμα τῆς στρωμνῆς ὑγιὴς ἀπεπήδησε. λέγεται δὲ καὶ νεκρὸν τῷ ἴσῳ τρόπῳ ἀναβιῶναι. τοῦ δὲ εὑρεθέντος θεσπεσίου ξύλου τὸ μὲν πλεῖστον ἐν ἀργυρᾷ θήκῃ μένον ἔτι καὶ νῦν ἐν῾ Ιεροσολύμοις 2. 1. φυλάττεται, μέρος δὲ ἡ βασιλὶς πρὸς Κωνσταντῖνον τὸν παῖδα διεκόμισεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἥλους οἷς τὸ σῶμα τοῦ Χριστοῦ διαπεπερόνητο. ἐκ τούτων δὲ ἱστοροῦσι τὸν βασιλέα περικεφαλαίαν κατασκευάσαι καὶ χαλινὸν ἵππειον κατὰ τὴν Ζαχαρίου προφητείαν, ᾧ δὴ προείρητο, ὡς ἐπὶ τοῦ παρόντος καιροῦ «ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντο
2.1.10
κράτορι». ὧδε γὰρ αὐταῖς λέξεσιν ὁ προφήτης φησί. ταῦτα πάλαι μὲν ἔγνωστο καὶ προείρητο τοῖς ἱεροῖς προφήταις, εἰς ὕστερον δὲ διὰ θαυμασίων ἐβεβαιοῦτο τῶν ἔργων, ὅτε ἐν καιρῷ δοκοῦν εἶναι τῷ θεῷ κατεφαίνετο. καὶ θαυμαστὸν οὔπω τοσοῦτον, ὅπου γε καὶ πρὸς αὐτῶν τῶν῾ Ελλήνων συνωμολόγηται Σιβύλλης εἶναι τοῦτο· ὦ ξύλον μακαριστὸν ἐφ' οὗ θεὸς ἐξετανύσθη. τοῦτο γὰρ καὶ σπουδάζων τις ἐναντίος εἶναι οὐκ ἂν ἀρνηθείη. προὐσήμαινεν
2.1.11
οὖν τὸ τοῦ σταυροῦ ξύλον καὶ τὸ περὶ αὐτοῦ σέβας. τάδε μὲν ἡμῖν, ὡς παρειλήφαμεν, ἱστόρηται ἀνδρῶν τε ἀκριβῶς ἐπισταμένων ἀκούσασιν, εἰς οὓς ἐκ διαδοχῆς πατέρων εἰς παῖδας τὸ μανθάνειν παρεγένετο, καὶ ὅσοι γε αὐτὰ δὴ ταῦτα συγγράψαντες, ὡς δυνάμεως εἶχον, τοῖς ἔπειτα καταλελοίπασιν.
2.2.1
᾿ Αμφὶ δὲ τοῦτον τὸν χῶρον προθέμενος ὁ βασιλεὺς ναὸν ἐγεῖραι τῷ θεῷ προσέταξε τοῖς τῇδε ἄρχουσι προνοεῖν ὡς ἂν μάλιστα μεγαλοφυὲς καὶ πολυτελὲς ἀποδειχθείη τὸ ἔργον. ἐν μέρει δὲ καὶ῾ Ελένη ἡ αὐτοῦ μήτηρ δύο ναοὺς ᾠκοδόμησε, τὸν μὲν ἐν Βηθλεὲμ ἀμφὶ τὸ τῆς γεννήσεως τοῦ Χριστοῦ σπήλαιον, τὸν δὲ πρὸς ταῖς ἀκρωρείαις τοῦ ὄρους τῶν᾿ Ελαιῶν, ὅθεν ἐπὶ τὸν οὐρανὸν ἀνελήφθη.
2.2.2
Ταύτης δὲ πολλὰ μὲν καὶ ἄλλα δείκνυσι τὴν εὐσέβειαν καὶ εὐλάβειαν, οὐχ ἥκιστα δὲ καὶ τόδε. λέγεται γὰρ αὐτὴν τότε ἐν῾ Ιεροσολύμοις διατρίβουσαν συγκαλέσαι πρὸς ἑστίασιν τὰς ἱερὰς παρθένους καὶ ὑπηρέτιν γενέσθαι περὶ τὸ δεῖπνον, παρατιθεῖσαν τὰ ὄψα καὶ ὕδωρ ταῖς χερσὶν ἐπιχέουσαν καὶ τἆλλα ποιοῦσαν, ἃ θέμις διακονεῖσθαι τοὺς τῶν δαιτυμόνων θεράποντας.
2.2.3
τηνικαῦτα δὲ τὰς πόλεις τῆς ἕω περιιοῦσα τὰς μὲν κατὰ πόλιν ἐκκλησίας ἀναθήμασι τοῖς προσήκουσιν ἐτίμησε, πολλοὺς δὲ οὐσιῶν ἐκπεπτωκότας πλουσίους ἐποίησε, πενομένοις δὲ τὰ ἐπιτήδεια ἀφθόνως διένειμε, τοὺς δὲ χρονίων δεσμῶν καὶ ὑπερορίας φυγῆς καὶ μετάλλων ἠλευθέρωσε. καί μοι δοκεῖ τού
2.2.4
των ἀξίας ἀπειληφέναι τὰς ἀμοιβάς· τὴν μὲν γὰρ ἐνταῦθα βιοτήν, ὡς οὐ πλέον ἐνεδέχετο, λαμπρῶς καὶ λίαν ἐπισήμως διήνυσε· Σεβαστή τε ἀνεκηρύχθη, καὶ εἰκόνι ἰδίᾳ χρυσοῦν νόμισμα κατεσήμανε, καὶ βασιλικῶν θησαυρῶν ἐξουσίαν παρὰ τοῦ παιδὸς λαβοῦσα κατὰ γνώμην ἐχρῆτο. ἐπεὶ δὲ ἔδει τὸν τῇδε καταλιπεῖν βίον, εὐκλεῶς ἐτελεύτησεν, ἔτη μὲν ἀμφὶ τὰ ὀγδοήκοντα γεγονυῖα, τὸν δὲ παῖδα καταλιποῦσα ἅμα Καίσαρσιν αὐτῆς ἐκγόνοις
2.2.5
πάσης τῆς῾ Ρωμαίων οἰκουμένης ἡγούμενον. εἰ δέ τίς ἐστι καὶ τούτων ὄνησις, οὐδὲ τελευτήσασαν ἡ λήθη ἐκάλυψεν· ἔχει δὲ αὐτῆς διηνεκοῦς μνήμης ἐνέχυρον ὁ μέλλων αἰὼν τὴν ἐπὶ Βιθυνίας πόλιν καὶ ἑτέραν παρὰ Παλαιστίνοις, ἀπ' αὐτῆς λαβούσας τὴν προσηγορίαν. ταῦτα μὲν ἡμῖν ὧδε περὶ῾ Ελένης εἰρήσθω.
2.3.1
῾ Ο δὲ βασιλεὺς ἀεί τι πονῶν εἰς εὐσέβειαν συνετέλει καὶ πανταχοῦ περικαλλεστάτους ναοὺς ἀνίστη τῷ Χριστῷ, διαφερόντως δὲ ἐν ταῖς μητροπόλεσιν, ὡς ἐπὶ τῆς Νικομηδέων τῆς Βιθυνῶν καὶ᾿ Αντιοχείας τῆς παρὰ τὸν᾿ Ορόντην ποταμὸν καὶ ἐπὶ τῆς Βυζαντίων πόλεως, ἣν ἴσα῾ Ρώμῃ κρατεῖν
2.3.2
καὶ κοινωνεῖν αὐτῇ τῆς ἀρχῆς κατεστήσατο. ἐπεὶ γὰρ κατὰ γνώμην αὐτῷ πάντα προὐχώρει, κατώρθωτο δὲ καὶ τὰ πρὸς τοὺς ἀλλοφύλους πολέμοις καὶ σπονδαῖς, ἔγνωκεν οἰκίσαι πόλιν ὁμώνυμον ἑαυτῷ καὶ τῇ῾ Ρώμῃ ὁμότιμον. καταλαβὼν δὲ τὸ πρὸ τοῦ᾿ Ιλίου πεδίον παρὰ τὸν῾ Ελλήσποντον ὑπὲρ τὸν Αἴαντος τάφον, οὗ δὴ λέγεται τὸν ναύσταθμον καὶ τὰς σκηνὰς ἐσχηκέναι τοὺς ἐπὶ Τροίαν ποτὲ στρατευσαμένους᾿ Αχαιούς, οἵαν ἐχρῆν καὶ ὅσην τὴν πόλιν διέγραψε· καὶ πύλας κατεσκεύασεν ἐν περιωπῇ, αἳ δὴ νῦν
2.3.3
ἔτι ἀπὸ θαλάσσης φαίνονται τοῖς παραπλέουσι. ταῦτα δὲ αὐτῷ πονοῦντι νύκτωρ ἐπιφανεὶς ὁ θεὸς ἔχρησεν ἕτερον ἐπιζητεῖν τόπον. καὶ κινήσας αὐτὸν εἰς τὸ Βυζάντιον τῆς Θρᾴκης πέραν Χαλκηδόνος τῆς Βιθυνῶν, ταύτην αὐτῷ οἰκίζειν ἀπέφηνε πόλιν καὶ τῆς Κωνσταντίνου ἐπωνυμίας ἀξιοῦν. ὁ δὲ τοῖς τοῦ θεοῦ λόγοις πεισθεὶς τὴν πρὶν Βυζάντιον προσαγορευομένην
2.3.4
εἰς εὐρυχωρίαν ἐκτείνας μεγίστοις τείχεσι περιέβαλεν. ἐπεὶ δὲ τοὺς αὐτόχθονας οὐχ ἱκανοὺς ἐνόμισεν εἶναι πολίτας τῷ μεγέθει τῆς πόλεως, μεγίστας οἰκίας ἀνὰ τὰς ἀγυιὰς σποράδην οἰκοδομήσας, ἄνδρας ἐν λόγῳ σὺν τοῖς οἰκείοις δεσπότας ποιήσας ἐν ταύταις κατῴκισε, τοὺς μὲν ἐκ τῆς πρεσ
2.3.5
βυτέρας῾ Ρώμης, τοὺς δὲ ἐξ ἑτέρων ἐθνῶν μετακαλεσάμενος. φόρους δὲ τάξας, τοὺς μὲν εἰς οἰκοδομὰς καὶ κάλλη τῆς πόλεως, τοὺς δὲ εἰς ἀποτροφὴν τῶν πολιτῶν, ἅπασί τε τοῖς ἄλλοις τὰ περὶ τὴν πόλιν διαθεὶς ἱπποδρόμῳ τε καὶ κρήναις καὶ στοαῖς καὶ λοιποῖς οἰκοδομήμασι φιλοτίμως κοσμήσας, Νέαν῾ Ρώμην Κωνσταντινούπολιν ὠνόμασε, καὶ βασιλίδα κατέστησε τῶν ὅσοι τὴν῾ Ρωμαίων ὑπήκοον γῆν οἰκοῦσι πρὸς ἄρκτον καὶ νότον καὶ ἥλιον ἀνίσχοντα καὶ τὰ ἐν μέσῳ πελάγη ἐκ τῶν περὶ τὸν῎ Ιστρον πόλεων καὶ᾿ Επιδάμνου τῶν πρὸς τῷ᾿ Ιονίῳ κόλπῳ μέχρι Κυρήνης καὶ τῶν
2.3.6
τῇδε Λιβύων παρὰ τὸ Βόρειον καλούμενον. βουλευτήριόν τε μέγα, ἣν σύγκλητον ὀνομάζουσιν, ἕτερον συνεστήσατο, τὰς αὐτὰς τάξας τιμὰς καὶ ἱερομηνίας, ᾗ καὶ῾ Ρωμαίοις τοῖς πρεσβυτέροις ἔθος. ἐν πᾶσι δὲ δεῖξαι σπουδάσας ἐφάμιλλον τῇ παρὰ᾿ Ιταλοῖς῾ Ρώμῃ τὴν ὁμώνυμον αὐτῷ πόλιν οὐ διή- μαρτεν. εἰς τοσοῦτον γάρ, σὺν θεῷ φάναι, ἐπέδωκεν, ὡς καὶ τοῖς σώμασι
2.3.7
καὶ τοῖς χρήμασι μείζονα συνομολογεῖσθαι. τούτου δὲ πρόφασιν ἡγοῦμαι τὸ τοῦ οἰκιστῆρος καὶ τὸ τῆς πόλεως θεοφιλὲς καὶ τῶν οἰκητόρων τὸν περὶ τοὺς ἐνδεεῖς ἔλεον καὶ φιλοτιμίαν. εἰς τοσοῦτον γὰρ τῆς εἰς Χριστὸν πίστεως ἐπαγωγός ἐστιν, ὡς πολλοὺς μὲν᾿ Ιουδαίους,῞ Ελληνας δὲ σχεδὸν ἅπαντας αὐτόθι χριστιανίζειν. ἀρξαμένη δὲ βασιλεύειν, καθ' ὃν συνέβη χρόνον καὶ τὴν θρησκείαν εἰς πλῆθος ἐπιδιδόναι, οὔτε βωμῶν οὔτε῾ Ελληνικῶν ναῶν ἢ θυσιῶν ἐπειράθη, πλὴν ὅσον παρὰ᾿ Ιουλιανοῦ τοῦ βασιλεύσαντος ὕστερον πρὸς ὀλίγον ἐπεχειρήθη καὶ αὐτίκα ἀπέσβη. ταύτην μὲν οὖν ὡσεί τινα νεοπαγῆ Χριστοῦ πόλιν καὶ ὁμώνυμον ἑαυτῷ γεραίρων Κωνσταντῖνος πολλοῖς καὶ μεγάλοις
2.3.8
ἐκόσμησεν εὐκτηρίοις οἴκοις. συνελαμβάνετο δὲ καὶ τὸ θεῖον τῇ προθυμίᾳ τοῦ βασιλέως καὶ ταῖς ἐπιφανείαις ἐπιστοῦτο ἁγίους καὶ σωτηρίους εἶναι τοὺς ἀνὰ τὴν πόλιν εὐκτηρίους οἴκους. ἐπισημοτάτην δὲ μάλιστα ξένοις τε καὶ ἀστοῖς ἐξ ἐκείνου γενέσθαι συνωμολόγηται τὴν ἐν ταῖς῾ Εστίαις ποτὲ καλουμέναις ἐκκλησίαν. τόπος δὲ οὗτος ὁ νῦν Μιχαήλιον ὀνομαζόμενος ἐν δεξιᾷ καταπλέοντι ἐκ Πόντου εἰς Κωνσταντινούπολιν, διεστὼς αὐτῆς πλωτῆρι μὲν ἀμφὶ τριάκοντα καὶ πέντε στάδια, ἑβδομήκοντα δὲ καὶ πρὸς κύκλῳ. οδεύοντι τὸν διὰ μέσου πορθμόν. ἔλαχε δὲ τὸ χωρίον τοῦτο τὴν νυνὶ κρατοῦσαν προσηγορίαν, καθότι πεπίστευται ἐνθάδε ἐπιφαίνεσθαι Μιχαὴλ τὸν θεῖον ἀρχάγγελον. τοῦτο δὲ κἀγὼ εὐεργετημένος τὰ μέγιστα ἀληθὲς εἶναι σύμφημι. δεικνύει δὲ τοῦθ' οὕτως ἔχειν καὶ ἀπὸ πολλῶν ἄλλων ἡ τῶν πραγμάτων πεῖρα· οἱ μὲν γὰρ περιπετείαις δειναῖς ἢ κινδύνοις ἀφύκτοις, οἱ δὲ νόσοις ἢ πάθεσιν ἀγνώστοις περιπεσόντες, εὐξάμενοι ἐνταῦθα τῷ θεῷ ἀπαλ
2.3.10
λαγὴν εὑρήκασιν τῶν συμφορῶν. ἀλλὰ τὰ μὲν καθ' ἕκαστον ὅπως συνέβη καὶ τίσι, μακρὸν ἂν εἴη λέγειν· οἷον δὲ᾿ Ακυλίνῳ ὑπῆρξεν, ἀνδρὶ εἰσέτι νῦν ἡμῖν συνδιατρίβοντι καὶ ἐν τοῖς αὐτοῖς δικαστηρίοις δίκας ἀγορεύοντι, τὰ μὲν παρ' αὐτοῦ ἀκούσας, τὰ δὲ καὶ θεασάμενος, ἀναγκαίως ἐρῶ. ἐπεὶ γὰρ λάβρος πυρετὸς ὑπὸ ξανθῆς χολῆς κινηθεὶς ἐπέλαβεν αὐτόν, ἐπίλυτόν τι φάρμακον δεδώκασιν αὐτῷ πιεῖν οἱ ἰατροί· καὶ τοῦτο ἐξήμεσεν, ἅμα δὲ τῷ ἐμέτῳ ἐκχυθεῖσα ἡ χολὴ πρὸς ὁμόχροον ἰδέαν ἔβαψε τὴν ἐπιφάνειαν· ἐκ τούτου δὲ πᾶν ὄψον καὶ ποτὸν ἐξήμει. ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ τοῦτο ὑπέμενε, μὴ ἠρεμούσης τε ἐν αὐτῷ τῆς τροφῆς ἠπόρει πρὸς τὸ πάθος ἡ
2.3.11
τῶν ἰατρῶν τέχνη, ἤδη ἡμιθανὴς ὢν παρεκελεύσατο τοῖς οἰκείοις φέρειν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἰσχυρισάμενος ἢ αὐτόθι ἀποθανεῖσθαι ἢ τῆς νόσου ἀπαλλαγήσεσθαι. κειμένῳ δὲ ἐνθάδε νύκτωρ ἐπιφανεῖσα θεία δύναμις προσέταξε τὰ ἐσθιόμενα πόματι βάπτειν τοιούτῳ, ὃ σύνθετον ἐκ μέλιτος καὶ οἴνου καὶ πεπέρεως ἀναμιγνυμένων ἅμα τὴν κατασκευὴν ἔχει. ὃ δὴ τῆς νόσου ἀπήλλαξε τὸν ἄνθρωπον· καίτοι γε τοῖς ἰατροῖς κατὰ λόγον τῆς τέχνης
2.3.12
ἐναντίον ἐδόκει παθήμασι ξανθῆς χολῆς πομάτων τὸ θερμότατον. ἐπυθόμην δὲ καὶ Προβιανόν, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις στρατευσαμένων ἰατρῶν, χαλεπῶς ὑπὸ πάθους ποδῶν ὀδυνώμενον ἐνθάδε τῶν ἀλγηδόνων ἀπαλλαγῆναι καὶ παραδόξου θείας ὄψεως ἀξιωθῆναι. ἑλληνίζοντι γὰρ αὐτῷ τὰ πρῶτα, ἐπεὶ χριστιανίζειν ἤρξατο, τὰ μὲν ἄλλα τοῦ δόγματος ἁμωσγέπως πιθανὰ ἐδόκει, τὸ δὲ τῆς πάντων σωτηρίας αἴτιον γενέσθαι τὸν θεῖον σταυρὸν οὐ
2.3.13
προσίετο. ὧδε δὴ ἔχοντι γνώμης θεία προφανεῖσα ὄψις ἔδειξέ τι σταυροῦ σύμβολον τῶν ἀνακειμένων ἐν τῷ θυσιαστηρίῳ τῆς ἐνθάδε ἐκκλησίας, καὶ διαρρήδην ἀπεφήνατο, ἀφ' οὗ ἐσταυρώθη ὁ Χριστός, τῶν ὅσα γέγονεν ἐπ' ὠφελείᾳ κοινῇ τοῦ ἀνθρωπείου γένους ἢ ἰδίᾳ τινῶν, ἄνευ τῆς τοῦ σεβασμίου σταυροῦ δυνάμεως μηδὲν κατορθῶσαι μήτε τοὺς θείους ἀγγέλους μήτε τοὺς εὐσεβεῖς καὶ ἀγαθοὺς ἀνθρώπους. ἀλλὰ ταῦτα μέν, ὅτι μὴ πάντα καταλέγειν καιρός, ἐξ ὧν ἔγνων συμβεβηκέναι ἐν τῷδε τῷ νεῷ εἰπεῖν προήχθην.
2.4.1
᾿ Αναγκαῖον δὲ διεξελθεῖν καὶ τὰ περὶ τὴν δρῦν τὴν Μαμβρῆ καλουμένην βεβουλευμένα Κωνσταντίνῳ τῷ βασιλεῖ. τόπος δὲ οὗτος, ὃν νῦν Τερέβινθον προσαγορεύουσιν, ἀπὸ δέκα καὶ πέντε σταδίων γείτονα τὴν Χεβρὼν πρὸς μεσημβρίαν ἔχων,῾ Ιεροσολύμων δὲ διεστὼς ἀμφὶ διακόσια καὶ πεντή
2.4.2
κοντα στάδια. οὗ δὴ λόγος ἐστὶν ἀληθὴς ἅμα τοῖς κατὰ Σοδομιτῶν ἀποσταλεῖσιν ἀγγέλοις καὶ τὸν υἱὸν τοῦ θεοῦ φανῆναι τῷ᾿ Αβραὰμ καὶ προειπεῖν αὐτῷ τοῦ παιδὸς τὴν γέννησιν. ἐνταῦθα δὲ λαμπρὰν εἰσέτι νῦν ἐτήσιον πανήγυριν ἄγουσιν ὥρᾳ θέρους οἱ ἐπιχώριοι καὶ οἱ προσωτέρω Παλαιστῖνοι
2.4.3
καὶ Φοίνικες καὶ᾿ Αράβιοι· συνίασι δὲ πλεῖστοι καὶ ἐμπορείας ἕνεκα πωλήσοντες καὶ ἀγοράσοντες. πᾶσι δὲ περισπούδαστος ἡ ἑορτή,᾿ Ιουδαίοις μὲν καθότι πατριάρχην αὐχοῦσι τὸν᾿ Αβραάμ,῞ Ελλησι δὲ διὰ τὴν ἐπιδημίαν τῶν ἀγγέλων, τοῖς δ' αὖ Χριστιανοῖς ὅτι καὶ τότε ἐπεφάνη τῷ εὐσεβεῖ ἀνδρὶ ὁ χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους διὰ τῆς παρθένου φανερῶς ἑαυτὸν ἐπιδείξας. προσφόρως δὲ ταῖς θρησκείαις τιμῶσι τοῦτον τὸν χῶρον, οἱ μὲν εὐχόμενοι τῷ πάντων θεῷ, οἱ δὲ τοὺς ἀγγέλους ἐπικαλούμενοι καὶ οἶνον σπένδοντες καὶ λίβανον θύοντες ἢ βοῦν ἢ τράγον ἢ πρόβατον
2.4.4
ἢ ἀλεκτρυόνα. ὃ γὰρ ἕκαστος ἐσπουδασμένον καὶ καλὸν εἶχε, διὰ παντὸς τοῦ ἔτους ἐπιμελῶς τρέφων, καθ' ὑπόσχεσιν εἰς εὐωχίαν τῆς ἐνθάδε ἑορτῆς ἐφύλαττεν ἑαυτῷ τε καὶ τοῖς οἰκείοις. τιμῶντες δὲ τὸν τόπον πάντες ἢ διὰ θεομηνίας κακῶς παθεῖν φυλαττόμενοι οὔτε γυναιξὶν ἐνθάδε συνουσιάζουσιν, ὡς ἐν ἑορτῇ κάλλους καὶ κόσμου πλείονος ἐπιμελουμέναις καὶ ᾗ ἔτυχε φαινομέναις τε καὶ προϊούσαις, οὔτε ἄλλως ἀκολασταίνουσι, καὶ ταῦτα ὡς ἐπίπαν ὁμοῦ τὰς σκηνὰς ἔχοντες καὶ ἀναμὶξ καθεύδοντες.
2.4.5
αἴθριος γὰρ καὶ ἀρόσιμός ἐστιν ὁ χῶρος καὶ οὐκ ἔχων οἰκήματα ἢ μόνον τὰ παρ' αὐτὴν τὴν δρῦν πάλαι τοῦ᾿ Αβραὰμ γενόμενα καὶ τὸ φρέαρ τὸ παρ' αὐτοῦ κατασκευασθέν· περὶ δὲ τὸν καιρὸν τῆς πανηγύρεως οὐδεὶς ἐντεῦθεν ὑδρεύετο. νόμῳ γὰρ῾ Ελληνικῷ οἱ μὲν λύχνους ἡμμένους ἐνθάδε ἐτίθεσαν, οἱ δὲ οἶνον ἐπέχεον ἢ πόπανα ἔρριπτον, ἄλλοι δὲ νομίσματα ἢ μύρα ἢ θυμιάματα. καὶ διὰ τοῦτο, ὥς γε εἰκός, ἀχρεῖον τὸ ὕδωρ ἐγίνετο τῇ μετουσίᾳ
2.4.6
τῶν ἐμβαλλομένων. ταῦτα δὲ τὸν εἰρημένον τρόπον ἡδέως ᾗ θέμις῞ Ελλησιν ἐπιτελούμενα παραγενομένη ποτὲ ἐνθάδε κατ' εὐχὴν ἡ τῆς γαμετῆς Κωνσταντίνου μήτηρ τῷ βασιλεῖ κατήγγειλεν. ὁ δὲ πυθόμενος οὐ μετρίως ᾐτιᾶτο τοὺς ἐπισκόπους Παλαιστίνης ὡς τοῦ προσήκοντος ὀλιγωρήσαντας καὶ τὸν τόπον ἅγιον ὄντα ὑπεριδόντας σπονδαῖς καὶ θύμασι βεβήλοις μιαί
2.4.7
νεσθαι. δείκνυσι δὲ αὐτοῦ τὴν εὐσεβῆ μέμψιν ἡ περὶ τούτου γραφεῖσα ἐπιστολὴ Μακαρίῳ τῷ῾ Ιεροσολύμων ἐπισκόπῳ καὶ Εὐσεβίῳ τῷ Παμφίλου καὶ τοῖς ἄλλοις Παλαιστίνων ἐπισκόποις· οὓς κατὰ ταὐτὸν συνελθεῖν προσέταξε τοῖς ἐκ Φοινίκης ἐπισκόποις, ὥστε πρότερον τοῦ ἐνθάδε βωμοῦ ἀνακαθαιρομένου ἐκ βάθρων πυρί τε τῶν ξοάνων παραδιδομένων ἐκκλησίαν αὐτόθι διαγράψαι τῆς τοῦ τόπου ἀρχαιότητος καὶ σεμνότητος ἀξίαν, καὶ τοῦ λοιποῦ προνοεῖν ἐλεύθερον σπονδῶν καὶ θυμάτων τοῦτον εἶναι, ὥστε μηδὲν ἕτερον πράττεσθαι ἢ τὸν θεὸν θρησκεύειν κατὰ τὸν τῆς ἐκκλησίας νόμον.
2.4.8
εἰ δὲ τὰ πρότερόν τις ἐπιχειρῶν ἁλοίη, τοὺς ἐπισκόπους μηνύειν, ὥστε αὐτῷ μεγίστην τιμωρίαν ἐπαγαγεῖν. κατὰ ταύτην τὴν βασιλέως ἐπιστολὴν ἄρχοντες καὶ ἱερεῖς Χριστοῦ ἔργῳ τὰ προστεταγμένα παρέδοσαν.
2.5.1
᾿ Επειδὴ δὲ πολλοὶ δῆμοι καὶ πόλεις ἀνὰ πᾶσαν τὴν ὑπήκοον, εἰσέτι δεῖμα καὶ σέβας ἔχοντες τῆς περὶ τὰ ξόανα φαντασίας, ἀπεστρέφοντο τὸ δόγμα τῶν Χριστιανῶν, ἀρχαιότητός τε ἐπεμελοῦντο καὶ τῶν πατρίων ἐθῶν καὶ πανηγύρεων, ἀναγκαῖον αὐτῷ ἐφάνη παιδεῦσαι τοὺς ἀρχομένους ἀμελεῖν τῶν θρησκευομένων. εἶναι δὲ τοῦτο εὐπετές, εἰ πρῶτον αὐτοὺς ἐθίσειε
2.5.2
καταφρονεῖν τῶν ναῶν καὶ τῶν ἐν αὐτοῖς ἀγαλμάτων. ἐννοηθέντι δὲ ταῦτα στρατιωτικῆς χειρὸς οὐκ ἐδέησεν, ἀλλ' ἄνδρες Χριστιανοὶ ἐν τοῖς βασιλείοις ἐπετέλουν τὰ δόξαντα διαβάντες τὰς πόλεις ἅμα γράμμασι βασιλικοῖς. οἱ μὲν γὰρ δῆμοι περὶ αὐτῶν καὶ παίδων καὶ γυναικῶν δεδιότες, μή τι κακὸν πάθωσιν ἐναντιούμενοι, ἡσυχίαν ἦγον. γυμνωθέντες δὲ τῆς τοῦ πλήθους ῥοπῆς οἱ νεωκόροι καὶ οἱ ἱερεῖς προὔδωκαν τὰ παρ' αὐτοῖς τιμιώτατα καὶ τὰ διοπετῆ καλούμενα, καὶ δι' ἑαυτῶν ταῦτα προῆγον ἐκ τῶν
2.5.3
ἀδύτων καὶ τῶν ἐν τοῖς ναοῖς κρυφίων μυχῶν. βατά τε λοιπὸν ἦν τοῖς θέλουσι τὰ πρὶν ἄβατα καὶ μόνοις ἱερεῦσιν ἐγνωσμένα· τῶν δ' αὖ ξοάνων τὰ ὄντα τιμίας ὕλης καὶ τῶν ἄλλων, ὅσον ἐδόκει χρήσιμον εἶναι, πυρὶ διεκρίνετο καὶ δημόσια ἐγίνετο χρήματα, τὰ δὲ ἐν χαλκῷ θαυμασίως εἰργασμένα πάντοθεν εἰς τὴν ἐπώνυμον πόλιν τοῦ αὐτοκράτορος μετεκομίσθη πρὸς
2.5.4
κόσμον· καὶ εἰσέτι νῦν δημοσίᾳ ἵδρυνται κατὰ τὰς ἀγυιὰς καὶ τὸν ἱππόδρομον καὶ τὰ βασίλεια τὰ μὲν τοῦ Πυθίασι μαντικοῦ᾿ Απόλλωνος καὶ Μοῦσαι αἱ῾ Ελικωνιάδες καὶ οἱ ἐν Δελφοῖς τρίποδες καὶ ὁ Πὰν ὁ βοώμενος, ὃν Παυσανίας ὁ Λακεδαιμόνιος καὶ αἱ῾ Ελληνίδες πόλεις ἀνέθεντο μετὰ τὸν πρὸς Μήδους πόλεμον. νεῶν δὲ οἱ μὲν θυρῶν, οἱ δὲ ὀρόφων ἐγυμνώθησαν,
2.5.5
οἱ δὲ καὶ ἄλλως ἀμελούμενοι ἠρείποντό τε καὶ διεφθείροντο. κατεσκάφησαν δὲ τότε καὶ ἄρδην ἠφανίσθησαν ὁ ἐν Αἰγαῖς τῆς Κιλικίας᾿ Ασκληπιοῦ ναὸς καὶ ὁ ἐν᾿ Αφάκοις τῆς᾿ Αφροδίτης παρὰ τὸν Λίβανον τὸ ὄρος καὶ῎ Αδωνιν τὸν ποταμόν. ἄμφω δὲ ἐπισημοτάτω νεὼ ἐγενέσθην καὶ σεβασμίω τοῖς πάλαι, καθότι Αἰγεᾶται μὲν ηὔχουν τοὺς κάμνοντας τὰ σώματα νόσων ἀπαλλάττεσθαι παρ' αὐτοῖς, ἐπιφαινομένου νύκτωρ καὶ ἰωμένου τοῦ δαίμονος· ἐν᾿ Αφάκοις δὲ κατ' ἐπίκλησίν τινα καὶ ῥητὴν ἡμέραν ἀπὸ τῆς ἀκρωρείας τοῦ Λιβάνου πῦρ διαΐσσον καθάπερ ἀστὴρ εἰς τὸν παρακείμενον ποταμὸν ἔδυνεν. ἔλεγον δὲ τοῦτο τὴν Οὐρανίαν εἶναι, ὡδὶ τὴν᾿ Αφροδίτην καλοῦν
2.5.6
τες. τούτων οὕτω συμβάντων κατὰ σκοπὸν προὐχώρει τῷ βασιλεῖ τὸ σπουδαζόμενον. οἱ μὲν γὰρ τὰ πρὶν σεμνὰ καὶ φοβερὰ εἰκῇ ἐρριμμένα καὶ καλάμης καὶ φορυτοῦ ἔνδοθεν βεβυσμένα ὁρῶντες εἰς καταφρόνησιν ἦλθον τῶν προτέρων σεβασμίων καὶ πλάνην τοῖς προγόνοις ἐμέμφοντο, οἱ δὲ ζηλώσαντες τοὺς Χριστιανοὺς τῆς παρὰ τῷ βασιλεῖ τιμῆς ἀναγκαῖον ᾠήθησαν τὰ τοῦ κρατοῦντος ἤθη μιμήσασθαι. ἄλλοι δὲ καθέντες ἑαυτοὺς εἰς διάσκεψιν τοῦ δόγματος ἢ σημείοις ἢ ὀνείρασιν ἢ ἐπισκόπων ἢ μοναχῶν συνου
2.5.7
σίαις ἐδοκίμασαν ἄμεινον εἶναι χριστιανίζειν. ἐξ ἐκείνου τε δῆμοι καὶ πόλεις ἑκοντὶ τῆς προτέρας μετέθεντο γνώμης· ἡνίκα δὴ τὸ ἐπίνειον τῆς Γαζαίων πόλεως, ὃ Μαϊουμᾶν προσαγορεύουσιν, εἰσάγαν δεισιδαιμονοῦν καὶ τὰ ἀρχαῖα πρὸ τούτου θαυμάζον εἰς Χριστιανισμὸν ἀθρόον πανδημεὶ
2.5.8
μετέβαλεν. ἀμειβόμενος δὲ αὐτοὺς τῆς εὐσεβείας ὁ βασιλεὺς πλείστης τιμῆς ἠξίωσε καὶ πόλιν οὐ πρότερον ὂν τὸ χωρίον ἀπέφηνε, καὶ Κωνστάντιαν ἐπωνόμασε, τῷ τιμιωτάτῳ τῶν παίδων γεραίρων τὸν τόπον διὰ τὴν θρησκείαν. ἐκ τοιαύτης δὲ αἰτίας καὶ Κωνσταντίναν τὴν παρὰ Φοίνιξιν ἔγνων. σθαι τὴν τοῦ βασιλέως ἐπωνυμίαν. ἀλλὰ γὰρ ἕκαστα συγγράφειν οὐκ εὐχερές· πλεῖσται γὰρ δὴ καὶ ἄλλαι πόλεις τηνικαῦτα πρὸς τὴν θρησκείαν ηὐτομόλησαν καὶ αὐτόματοι βασιλέως μηδὲν ἐπιτάττοντος τοὺς παρ' αὐτοῖς ναοὺς καὶ ξόανα καθεῖλον καὶ εὐκτηρίους οἴκους ᾠκοδόμησαν.
2.6.1
Πληθυνούσης δὲ τῆς ἐκκλησίας τοῦτον τὸν τρόπον ἀνὰ πᾶσαν τὴν῾ Ρωμαίων οἰκουμένην, καὶ δι' αὐτῶν τῶν βαρβάρων ἡ θρησκεία ἐχώρει. ἤδη γὰρ τά τε ἀμφὶ τὸν῾ Ρῆνον φῦλα ἐχριστιάνιζον, Κελτοί τε καὶ οἳ Γαλατῶν ἔνδον τελευταῖοι τὸν ὠκεανὸν προσοικοῦσι, καὶ Γότθοι, καὶ ὅσοι τούτοις ὅμοροι τὸ πρὶν ἦσαν ἀμφὶ τὰς ὄχθας῎ Ιστρου ποταμοῦ, πάλαι μετασχόντες τῆς εἰς Χριστὸν πίστεως ἐπὶ τὸ ἡμερώτερον καὶ λογικὸν μεθηρμόσαντο.
2.6.2
πᾶσι δὲ βαρβάροις σχεδὸν πρόφασις συνέβη πρεσβεύειν τὸ δόγμα τῶν Χριστιανῶν οἱ γενόμενοι κατὰ καιρὸν πόλεμοι῾ Ρωμαίοις καὶ τοῖς ἀλλοφύλοις ἐπὶ τῆς Γαλλιήνου ἡγεμονίας καὶ τῶν μετ' αὐτὸν βασιλέων. ἐπεὶ γὰρ τότε πλῆθος ἄφατον μιγάδων ἐθνῶν ἐκ τῆς Θρᾴκης περαιωθὲν τὴν᾿ Ασίαν κατέδραμεν ἄλλοι τε ἀλλαχῇ βάρβαροι ταὐτὸν εἰργάσαντο τοὺς παρακειμένους῾ Ρωμαίους, πολλοὶ τῶν ἱερέων τοῦ Χριστοῦ αἰχμάλωτοι γενόμενοι σὺν
2.6.3
αὐτοῖς ἦσαν. ὡς δὲ τοὺς αὐτόθι νοσοῦντας ἰῶντο καὶ τοὺς δαιμονῶντας ἐκάθαιρον Χριστὸν μόνον ὀνομάζοντες καὶ υἱὸν θεοῦ ἐπικαλούμενοι, προσέτι δὲ καὶ πολιτείαν ἄμεμπτον ἐφιλοσόφουν καὶ ταῖς ἀρεταῖς τὸν μῶμον ἐνίκων, θαυμάσαντες οἱ βάρβαροι τοὺς ἄνδρας τοῦ βίου καὶ τῶν παραδόξων ἔργων εὖ φρονεῖν συνεῖδον καὶ τὸν θεὸν ἵλεων ἔχειν, εἰ τοὺς ἀμείνους φανέντας μιμήσαιντο καὶ ὁμοίως αὐτοῖς τὸ κρεῖττον θεραπεύοιεν. προβαλλόμενοι οὖν αὐτοὺς τοῦ πρακτέου καθηγητὰς ἐδιδάσκοντο καὶ ἐβαπτίζοντο, καὶ ἀκολούθως ἐκκλησίαζον.
2.7.1
᾿ Επὶ δὲ τῆς προκειμένης βασιλείας λέγεται τοὺς῎ Ιβηρας τὸν Χριστὸν ἐπιγνῶναι. ἔθνος δὲ τοῦτο βάρβαρον μέγα τε καὶ μαχιμώτατον, οἰκεῖ δὲ τῆς᾿ Αρμενίων ἐνδότερον πρὸς ἄρκτον. παρεσκεύασε δὲ αὐτοὺς τῆς πατρῴας θρησκείας ὑπεριδεῖν Χριστιανὴ γυνὴ αἰχμάλωτος· ἣ δὴ πιστοτάτη καὶ θεοσεβὴς ἄγαν οὖσα οὐδὲ παρὰ τοῖς ἀλλοφύλοις καθυφῆκε τῆς συνήθους πολιτείας. φίλον δέ τι αὐτῇ χρῆμα ἐτύγχανε νηστεία καὶ νύκτωρ καὶ μεθ' ἡμέραν εὔχεσθαι καὶ τὸν θεὸν εὐλογεῖν. οἱ δὲ βάρβαροι ἐπυνθάνοντο μὲν ὅτου χάριν τοῦτο ὑπομένοι· τῆς δὲ ἁπλούστερον λεγούσης οὕτω χρῆναι σέβειν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ξένον αὐτοῖς ἐδόκει καὶ τοῦ θρησκευο
2.7.2
μένου τὸ ὄνομα καὶ τῆς θρησκείας ὁ τρόπος. συμβὰν δὲ μειράκιον ἐνταῦθα δεινῶς ἀσθενεῖν, περιφέρουσα καθ' ἕκαστον οἶκον ἡ μήτηρ ἐπεδείκνυ· ἔθος γὰρ῎ Ιβηρσι τοῦτο ποιεῖν, ἵν' εἴ τις εὑρεθείη τοῦ νοσήματος ἰατρός, εὐπό
2.7.3
ριστος γένηται τοῖς κάμνουσιν ἡ τοῦ πάθους ἀπαλλαγή. ἐπεὶ δὲ μηδαμοῦ θεραπευθὲν καὶ παρὰ τὴν αἰχμάλωτον ἐκομίσθη τὸ παιδίον, «φαρμάκων μέν», ἔφη, «οὔτε χριστῶν οὔτε ἐπιπλάστων εἴδησιν ἢ πεῖραν ἔχω· πιστεύω δὲ τὸν Χριστὸν ὃν σέβω, τὸν ἀληθινὸν καὶ μέγαν θεόν, σωτῆρα τοῦ σοῦ παιδὸς γενέσθαι, ὦ γύναι.» παραχρῆμά τε ὑπὲρ αὐτοῦ εὐξαμένη τῆς
2.7.4
νόσου ἀπήλλαξεν αὐτὸν ὅσον οὔπω τεθνήξεσθαι προσδοκώμενον. οὐ πολλῷ δὲ ὕστερον καὶ τὴν γαμετὴν τοῦ κρατοῦντος τοῦ ἔθνους ἀνιάτῳ πάθει διόλλυσθαι μέλλουσαν τῷ ἴσῳ τρόπῳ διέσωσε, καὶ τὴν τοῦ Χριστοῦ γνῶσιν ἐπαίδευσεν, ὑγείας ταμίαν καὶ ζωῆς καὶ βασιλείας καὶ πάντων κύριον αὐτὸν εἰσηγουμένη. καὶ ἡ μὲν τῇ πείρᾳ τοῦ ἐπ' αὐτῇ συμβεβηκότος ἀληθεῖς εἶναι πιστεύσασα τοὺς τῆς αἰχμαλώτου λόγους, τὴν Χριστιανῶν θρησκείαν ἐπρέ
2.7.5
σβευε καὶ διὰ πολλῆς τιμῆς εἶχε τὴν ἄνθρωπον. ὁ δὲ βασιλεὺς θαυμάσας τὸ ταχὺ καὶ παράδοξον τῆς πίστεως καὶ ἰάσεως ἔμαθε τὴν αἰτίαν παρὰ τῆς γαμετῆς καὶ δώροις ἐκέλευσεν ἀμείβεσθαι τὴν αἰχμάλωτον. «ἀλλὰ τούτων», ἔφη ἡ βασιλίς, «ὀλίγος αὐτῇ λόγος, κἂν πάνυ τίμια νομίζηται· μόνην δὲ περὶ πολλοῦ ποιεῖται τὴν εἰς τὸν ἴδιον θεὸν θεραπείαν. ἢν οὖν αὐτῇ χαριεῖσθαι βουλοίμεθα καὶ ἀσφαλῶς πράττειν καὶ καλῶς σπουδάζοιμεν, ἄγε δὴ καὶ ἡμεῖς τοῦτον σεβώμεθα, κραταιὸν θεὸν ὄντα καὶ σωτῆρα καὶ βασιλέας, ἢν βούληται, ἐν οἷς εἰσι διαμένειν ποιοῦντα, πάλιν τ' αὖ ἱκανὸν ῥᾳδίως τοὺς μεγάλους μικροὺς ἀποφαίνειν καὶ τοὺς ἀδόξους ἐπιφανεῖς καὶ τοὺς
2.7.6
ἐν δεινοῖς ὄντας σῴζειν.» τοιαῦτα πολλάκις εὖ λέγειν δοκούσης τῆς γυναικὸς ἀμφίβολος ἦν ὁ τῆς᾿ Ιβηρίας ἡγούμενος καὶ οὐ πάνυ ἐπείθετο, τοῦ πράγματος τὸ νεώτερον ὑπονοῶν καὶ τὴν πατρῴαν θρησκείαν αἰδούμενος. μετ' οὐ πολὺ δὲ ἅμα τοῖς ἀμφ' αὐτὸν εἰς ὕλην ἐλθὼν ἐθήρα. ἐξαπίνης οὖν ἀχλὺς πυκνοτάτη καὶ παχὺς ἀὴρ ἐπιχυθεὶς αὐτοῖς πάντοθεν τὸν οὐρανὸν καὶ τὸν ἥλιον ἐκάλυψε· νὺξ δὲ βαθεῖα καὶ σκότος πολὺ τὴν ὕλην κατεῖχεν.
2.7.7
ἐνταῦθα δὲ περὶ ἑαυτῷ δείσας ἕκαστος διεσκεδάσθησαν ἀλλήλων. ὁ δὲ βασιλεὺς μόνος ἀλώμενος, οἷα φιλεῖ συμβαίνειν τοῖς ἀνθρώποις ἀμηχανοῦσιν ἐν τοῖς δεινοῖς, ἐνενοήθη τὸν Χριστόν· καὶ θεὸν αὐτὸν ἡγεῖσθαι καὶ τοῦ λοιποῦ σέβειν κατὰ νοῦν ἐδοκίμασεν, εἰ τὸ παρὸν διαφύγοι κακόν. ἔτι δὲ αὐτοῦ ταῦτα ἐνθυμουμένου παραχρῆμα διελύθη ἡ ἀχλὺς καὶ ὁ ἀὴρ εἰς αἰθρίαν
2.7.8
μετέβαλεν, ἐμβαλούσης τε τῆς ἀκτῖνος τῇ ὕλῃ διεσώθη ἐνθάδε. καὶ τὸ συμβὰν τῇ γαμετῇ κοινωσάμενος μετεπέμψατο τὴν αἰχμάλωτον καὶ τίνα τρόπον προσήκει τὸν Χριστὸν θρησκεύειν ἐκέλευσε διδάσκειν. τῆς δὲ ὅσα γυναικὶ θέμις λέγειν τε καὶ ποιεῖν εἰσηγησαμένης ἀγείρας τοὺς ὑπηκόους ἐκεῖνος τὰς συμβάσας αὐτῷ τε καὶ τῇ γαμετῇ θείας εὐεργεσίας εἰς κοινὸν ἐξήγγειλε· μήπω δὲ μυηθεὶς τὰ περὶ τοῦ δόγματος μετέδωκε τοῖς ἀρχομένοις· καὶ τὸν Χριστὸν πανδημεὶ σέβειν πείθουσιν, αὐτὸς μὲν τοὺς ἄνδρας, 2. 7. ἡ δὲ βασίλισσα ἅμα τῇ αἰχμαλώτῳ τὰς γυναῖκας. καὶ ἐν τάχει κοινῇ συνθήκῃ παντὸς τοῦ ἔθνους φιλοτιμότατα παρεσκευάσαντο ἐκκλησίαν οἰκοδομεῖν. ἐπεὶ δὲ κύκλῳ τοῦ νεὼ τὸν περίβολον ἤγειραν, στήσαντες μηχανὰς ἀνίμων τοὺς κίονας καὶ ἐπὶ τῶν βάσεων ἐστήριζον. λέγεται δὲ τοῦ τε πρώτου καὶ δευτέρου ὀρθωθέντος ἐργώδη γενέσθαι τοῦ τρίτου κίονος τὴν στάσιν καὶ μήτε τέχνῃ τῶν ἐπιστημόνων κατορθωθῆναι μήτε ἰσχύι βιασθῆναι,
2.7.10
καίπερ πολλῶν ὄντων τῶν ἑλκόντων. ἑσπέρας δὲ ἐπιγενομένης μόνη ἡ αἰχμάλωτος αὐτόθι διενυκτέρευεν ἱκετεύουσα τὸν θεὸν εὐπετῆ γενέσθαι τῶν κιόνων τὴν διόρθωσιν, οἱ δὲ ἄλλοι πάντες ἀνεχώρησαν δυσφοροῦντες καὶ μάλιστα ὁ βασιλεύς· ὀρθωθεὶς γὰρ μέχρι τοῦ μέσου ὁ κίων ἐγκάρσιος ἔμενε καὶ τῷ ἐδάφει ἐμπαγεὶς ἐκ τῆς κάτωθεν ἀρχῆς ἀκίνητος ἦν. ἔμελλε δὲ διὰ τοῦτο ἢ τὰ πρὸ τούτου παράδοξα βεβαιοτέρους καὶ περὶ τὸ θεῖον ποιήσειν
2.7.11
τοὺς῎ Ιβηρας. περὶ γὰρ τὴν ἕω παραγενομένων αὐτῶν εἰς τὴν ἐκκλησίαν– θαυμάσιόν τι χρῆμα καὶ ὀνείρῳ προσεοικός– ὀρθὸς ἐφάνη ὁ τῇ προτεραίᾳ ἀκίνητος κίων ἀπὸ μικροῦ διαστήματος ἐπὶ τῆς ἰδίας βάσεως αἰωρούμενος. καταπλαγέντων δὲ πάντων καὶ μόνον εἶναι θεὸν ἀληθινὸν συνομολογούντων τὸν Χριστόν, θεωμένων πάντων ἡσυχῇ διολισθήσας αὐτομάτως ὡς ἀπὸ τέχνης τῇ βάσει προσηρμόσθη. μετὰ δὲ ταῦτα εὐπετῶς οἱ ἄλλοι ὠρθώθησαν,
2.7.12
καὶ προθυμότερον οἱ῎ Ιβηρες τὰ λοιπὰ ἐπετέλουν. σπουδῇ δὲ τῆς ἐκκλησίας οἰκοδομηθείσης, ὑποθεμένης τῆς αἰχμαλώτου πέμπουσι πρέσβεις πρὸς Κωνσταντῖνον τὸν βασιλέα῾ Ρωμαίων συμμαχίαν καὶ σπονδὰς φέροντας, ἀντὶ δὲ τούτων ἱερέας τῷ ἔθνει ἀποσταλῆναι δεομένους. διεξελθόντων δὲ τῶν πρέσβεων, οἷα παρ' αὐτοῖς συνέβη, καὶ ὡς τὸ πᾶν ἔθνος ἐν ἐπιμελείᾳ πολλῇ σέβει τὸν Χριστόν, ἥσθη τῇ πρεσβείᾳ ὁ῾ Ρωμαίων βασιλεύς, καὶ πάντα κατὰ γνώμην πράξαντας τοὺς πρέσβεις ἀπέπεμψεν. ὧδε μὲν῎ Ιβηρες τὸν Χριστὸν ἐπέγνωσαν, καὶ εἰσέτι νῦν ἐπιμελῶς σέβουσιν.
2.8.1
[᾿ Εφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκεν.]᾿ Αρμενίους δὲ πάλιν πρότερον ἐπυθόμην χριστιανίσαι. λέγεται γὰρ Τηριδάτην τὸν ἡγούμενον τότε τοῦ ἔθνους ἔκ τινος παραδόξου θεοσημείας συμβάσης περὶ τὸν αὐτοῦ οἶκον ἅμα τε Χριστιανὸν γενέσθαι καὶ πάντας τοὺς ἀρχομένους ὑφ' ἑνὶ κηρύγματι προστάξαι ὁμοίως θρησκεύειν.
2.8.2
᾿ Εφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκε. καὶ Περσῶν δὲ χριστιανίσαι τὴν ἀρχὴν ἡγοῦμαι, ὅσοι προφάσει τῆς᾿ Οσροηνῶν καὶ᾿ Αρμενίων ἐπιμιξίας, ὡς εἰκός, τοῖς αὐτόθι θείοις ἀν- δράσιν ὡμίλησαν καὶ τῆς αὐτῶν ἀρετῆς ἐπειράθησαν. 2.. 1᾿ Επεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο καὶ ἐκκλησιάζειν ἤρξαντο καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς μάγους, οἳ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν. ἐλύπει δὲ καὶ᾿ Ιουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους. καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα Συμεώνην τὸν ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων ὡς φίλον ὄντα τῷ 2.. 2 Καίσαρι῾ Ρωμαίων καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα. πεισθεὶς δὲ ταῖς διαβολαῖς ὁ Σαβώρης τὰ μὲν πρῶτα φόροις ἀμέτροις ἐπέτριβε τοὺς Χριστιανούς, καθότι τοὺς πλείστους ἔγνω ἀκτημοσύνην ἀσκεῖν, καὶ χαλεποῖς ἀνδράσιν ἐπέτρεψε τὴν εἴσπραξιν, ὥστε ἐνδείᾳ χρημάτων καὶ ἀπηνείᾳ τῶν εἰσπρακτόρων βιαζομένους ὑπεριδεῖν τὴν οἰκείαν θρησκείαν· τοῦτο γὰρ αὐτῷ ἐσπουδάζετο. μετὰ δὲ ταῦτα τοὺς ἱερέας καὶ λειτουργοὺς τοῦ θεοῦ ἀναιρεθῆναι ξίφει προσέταξε, τὰς δὲ ἐκκλησίας κατασκαφῆναι καὶ τὰ κειμήλια δημόσια γενέσθαι, τὸν δὲ Συμεώνην ἄγεσθαι, ὡς προδότην τῆς 2.. 3 Περσῶν βασιλείας καὶ θρησκείας γεγενημένον. οἱ μὲν οὖν μάγοι, συλλαμβανομένων αὐτοῖς τῶν᾿ Ιουδαίων, σπουδῇ τοὺς εὐκτηρίους οἴκους καθεῖλον. Συμεώνης δὲ συλληφθεὶς σιδηροδεσμώτης ὡς βασιλέα ἤχθη· ἔνθα δὴ γίνεται ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος. ἐπεὶ γὰρ βασανίσων αὐτὸν εἰσάγεσθαι προσέταξεν 2.. 4 ὁ Σαβώρης, οὔτε ἔδεισεν οὔτε προσεκύνησεν. ἐφ' ᾧ σφόδρα χαλεπήνας ὁ βασιλεὺς ἐπύθετο· «τί δή ποτε νῦν οὐ προσεκύνησας, πρότερον τοῦτο ποιῶν;» «ὅτι πρότερον», ἔφη ὁ Συμεώνης, «οὐ δεσμώτης ἠγόμην ἐπὶ προδοσίᾳ τοῦ ἀληθοῦς θεοῦ, καὶ μηδὲν διαφερόμενος τὰ νενομισμένα περὶ τὴν βασιλείαν ἐπλήρουν· νῦν δέ μοι οὐ θέμις τοῦτο ποιεῖν· ἥκω γὰρ ἀγωνιούμενος ὑπὲρ 2.. 5 τῆς εὐσεβείας καὶ τοῦ ἡμετέρου δόγματος.» τοιαῦτα εἰπόντα παρεκελεύσατο ὁ βασιλεὺς προσκυνῆσαι τὸν ἥλιον, καὶ πειθομένῳ μὲν πολλὰ δῶρα δώσειν ὑπισχνεῖτο καὶ ἐν τιμῇ ἕξειν, ἀπειθοῦντα δὲ ἀπολέσειν ἠπείλησεν αὐτόν τε καὶ πᾶν τὸ Χριστιανῶν φῦλον. ἐπεὶ δὲ οὔτε ταῖς ἀπειλαῖς κατεκτύπει τὸν Συμεώνην οὔτε ταῖς ἐπαγγελίαις ἐμάλασσεν, ἀλλ' ἀνδρείως ἔμενεν ἰσχυριζόμενος μήποτε προσκυνήσειν τὸν ἥλιον μηδὲ προδότης φανήσεσθαι τῆς αὐτοῦ θρησκείας, προσέταξεν αὐτὸν τέως ἐν 2.. 6 δεσμοῖς εἶναι, λογισάμενος ὡς εἰκὸς αὐτὸν μεταμεληθήσεσθαι. ἀπαγόμενον δὲ εἰς τὸ δεσμωτήριον ἰδὼν Οὐσθαζάδης πρεσβύτης τις εὐνοῦχος, τροφεὺς Σαβώρου καὶ μείζων τῆς βασιλέως οἰκίας, προσεκύνησεν αὐτὸν ἀναστάς· ἔτυχε γὰρ πρὸ τῶν βασιλείων θυρῶν καθήμενος. ὁ δὲ Συμεώνης ὑβριστικῶς ἐπετίμησεν αὐτῷ καὶ θυμωθεὶς ἀνεβόησε καὶ ἀποστραφεὶς παρήμειψε· Χριστιανὸς γὰρ ὢν οὐ πρὸ πολλοῦ ἐβιάσθη 2.. 7 προσκυνῆσαι τὸν ἥλιον. αὐτίκα δὲ δακρύσας μετ' οἰμωγῆς ὁ εὐνοῦχος, ἣν μὲν ἠμφίεστο λαμπρὰν ἐσθῆτα ἀπέθετο, οἷα δὲ πενθῶν μέλαιναν περιβαλλόμενος πρὸ τῆς βασιλέως οἰκίας ἐκαθέζετο κλαίων καὶ στένων «οἴμοι ἐγώ», λέγων, «οἷον χρὴ προσδοκᾶν εἶναι περὶ ἐμὲ ὃν ἠρνησάμην θεόν; ὅπου γε τούτου χάριν ἐντεῦθεν ἤδη πάλαι μοι συνήθης γεγονὼς Συμεώνης, οὐδὲ λόγου μεταδούς, ὧδέ με ἀπεστράφη καὶ παρέδραμεν.» ἐπεὶ δὲ ἔγνω ταῦτα Σαβώρης, μετακαλεσάμενος αὐτὸν ἐπυνθάνετο τὴν αἰτίαν τοῦ πένθους, καὶ 2.. 8 εἰ συμφορᾷ τινι περὶ τὸν οἶκον ἐχρήσατο. ὑπολαβὼν δὲ Οὐσθαζάδης εἶπεν· «ὦ βασιλεῦ, οὐδὲν περὶ τὸν ἐνθάδε οἶκον ἠτύχησα· εἴθε γὰρ ἀντὶ τοῦ συμβεβηκότος μοι παντοδαπαῖς ἀλλοίαις περιπέπτωκα συμφοραῖς, καὶ ῥᾷον ἦν. πενθῶ δὲ νῦν ὅτι ζῶ καὶ πάλαι τεθνάναι ὀφείλων ὀρῶ τὸν ἥλιον, ὃν σοὶ χαριζόμενος, οὐκ ἀπὸ γνώμης, προσεκύνησα τῷ δοκεῖν, ὥστε κατ' ἀμφότερον δίκαιον εἶναί με ἀποθανεῖν, προδότην Χριστοῦ γεγενημένον καὶ περὶ σὲ ἀπατεῶνα.» καὶ ὁ μὲν τοιάδε εἰπὼν ὤμοσεν οὐρανοῦ καὶ γῆς δημιουργὸν 2.. μὴ μεταθήσεσθαι λοιπὸν τῆς γνώμης. Σαβώρης δὲ πρὸς τὸ παράδοξον τῆς μεταβολῆς τοῦ εὐνούχου τεθηπὼς ἔτι μᾶλλον ἐχαλέπαινε τοῖς Χριστιανοῖς ὡς γοητείαις τὰ τοιαῦτα κατορθοῦσι. φειδοῖ δὲ τῇ περὶ τὸν πρεσβύτην πῇ μὲν πρᾶος, πῇ δὲ ἀπηνὴς φαινόμενος παντὶ σθένει μεταπείθειν αὐτὸν ἐπει2.. 10 ρᾶτο. ὡς δὲ οὐδὲν ἤνυεν, ἰσχυριζομένου Οὐσθαζάδου μήποτε τοσοῦτον εὐήθη ἔσεσθαι, ὡς ἀντὶ τοῦ πάντων δημιουργοῦ θεοῦ τὰ πρὸς αὐτοῦ δεδημιουργημένα σέβειν, τότε δὴ πρὸς ὀργὴν κινηθεὶς προσέταξεν αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀποτμηθῆναι. ἐπὶ τοῦτο δὲ ἀγόμενος παρὰ τῶν δημίων, ἐπι2.. 11 σχεῖν μικρὸν αὐτῶν ἐδεήθη, ὡς περί του βασιλεῖ δηλώσων. καὶ προσκαλεσάμενός τινα τῶν πιστοτάτων εὐνούχων ἐκέλευσε τάδε εἰπεῖν Σαβώρῃ· «ἣν μὲν ἐκ νέου μέχρι τοῦ νῦν εὔνοιαν ἔσχον, ὦ βασιλεῦ, περὶ τὸν ὑμέτερον οἶκον, πατρί τε σῷ καὶ σοὶ σπουδῇ τῇ προσηκούσῃ διακονούμενος, οὔ μοι δοκεῖ μαρτύρων παρὰ σοὶ εὖ ταῦτα ἐπισταμένῳ δεῖσθαι. ἀντὶ πάντων δὲ ὧν πώποτε κεχαρισμένος ὑμῖν ἐγενόμην, ἀπόδος μοι ταύτην τὴν ἀμοιβήν, τὸ μὴ δόξαι τοῖς ἀγνοοῦσι τιμωρίαν ὑπέχειν ὡς ἄπιστον περὶ τὴν βασιλείαν ἢ 2.. 12 ἄλλως κακοῦργον ἁλόντα. καὶ ὥστε δῆλον τοῦτο γενέσθαι, κῆρυξ βοῶν σημανεῖ πᾶσιν ὅτι Οὐσθαζάδης τὴν κεφαλὴν ἀποτέμνεται μοχθηρὸς μὲν οὐδαμῶς ἔν τινι ἐν τοῖς βασιλείοις φανείς, Χριστιανὸς δὲ ὢν καὶ τὸν ἴδιον 2.. 13 θεὸν ἀπαρνεῖσθαι τῷ βασιλεῖ μὴ πειθόμενος.» καὶ ὁ μὲν εὐνοῦχος ἤγγειλε ταῦτα. Σαβώρης δὲ κατὰ τὴν αἴτησιν Οὐσθαζάδου κήρυκα βοῆσαι προσέταξεν. ᾤετο γὰρ τοὺς ἄλλους ἑτοίμως παύεσθαι χριστιανίζειν, εἰ κατὰ νοῦν λάβοιεν ὡς οὐδενὸς Χριστιανοῦ φείσεται πρεσβύτην τροφέα καὶ οἰκεῖον εὔνουν ἀνελών. Οὐσθαζάδης δὲ ἐσπούδαζεν ἀνακηρυχθῆναι τὴν αἰτίαν τῆς αὐτοῦ τιμωρίας, λογισάμενος ὡς, ἡνίκα εὐλαβηθεὶς προσεκύνησε τὸν ἥλιον, πολλοὺς Χριστιανῶν εἰς δέος κατέστησε, νυνὶ δὲ εἰ μάθοιεν αὐτὸν ὑπὲρ τῆς θρησκείας ἀναιρεθέντα, μιμητὰς πολλοὺς ποιήσει τῆς οἰκείας ἀνδρείας.
2.10.1
῟ Ωδε μὲν Οὐσθαζάδης ἐνδοξότατα τὴν ἐνθάδε βιοτὴν κατέλιπε· Συμεώνης δὲ μαθὼν ἐν τῷ δεσμωτηρίῳ εὐχαριστήρια περὶ αὐτοῦ τῷ θεῷ ηὔξατο. τῇ δὲ ἑξῆς ἡμέρᾳ (ἔτυχε δὲ ἕκτην τῆς ἑβδομάδος εἶναι, καθ' ἣν πρὸ τῆς ἀναστασίμου πανηγύρεως ἡ ἐτήσιος τοῦ σωτηρίου πάθους ἀνάμνησις ἐπιτελεῖται) καὶ τὸν Συμεώνην ἐψηφίσατο ὁ βασιλεὺς ξίφει ἀναιρεθῆναι. προαχθεὶς γὰρ αὖθις ἐκ τοῦ δεσμωτηρίου εἰς τὰ βασίλεια γενναίως μάλα προσδιελέχθη Σαβώρῃ περὶ τοῦ δόγματος καὶ οὔτε αὐτὸν οὔτε τὸν ἥλιον προσκυ
2.10.2
νῆσαι ἠνέσχετο. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁμοίως ἀναιρεθῆναι προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες, τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην τὸν πάντων θάνατον θεασάμενον. ἦσαν δὲ τούτων οἱ μὲν ἐπίσκοποι, οἱ δὲ πρεσβύτεροι καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων.
2.10.3
ὡς δὲ πάντες τὴν ἐπὶ θάνατον ἤγοντο, παραγενόμενος ὁ μέγας ἀρχίμαγος ἤρετο αὐτούς, εἰ βούλοιντο ζῆν καὶ βασιλεῖ παραπλησίως θρησκεύειν καὶ τὸν ἥλιον σέβειν. οὐδενὸς δὲ τὴν ἐπὶ τούτοις ζωὴν ἑλομένου, ὡς εἰς τὸν τόπον ἤχθησαν οὗ κτείνεσθαι ἔμελλον, οἱ μὲν δήμιοι ἔργου εἴχοντο καὶ περὶ
2.10.4
τὴν σφαγὴν τῶν μαρτύρων ἐπόνουν, Συμεώνης δὲ παρεστὼς αὐτοῖς ἀναιρουμένοις παρεκελεύετο θαρρεῖν, καὶ περὶ θανάτου καὶ περὶ ἀναστάσεως καὶ περὶ εὐσεβείας διελέγετο· καὶ ἐκ τῶν ἱερῶν γραφῶν πιστούμενος ἐδείκνυ ζωὴν μὲν ἀληθῶς εἶναι τὸ ὧδε ἀποθανεῖν, τὸ δὲ διὰ δειλίαν προδοῦναι θεὸν ὁμολογουμένως θάνατον· μετ' οὐ πολὺ γὰρ καὶ μηδενὸς ἀποκτέννοντος αὐτομάτως τεθνήξονται· τοῦτο γὰρ ἄφυκτον παντὶ τικτομένῳ τέλος. τὰ μετὰ ταῦτα δὲ διηνεκῆ ὄντα οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἀπαντήσει, ἀλλ' ὡς ἀπὸ στάθμης τινὸς ἀκριβῆ λόγον δώσουσι τῆς ἐνθάδε βιοτῆς. καὶ ἀθανάτους ὧν ἕκαστος εὖ ἐποίησε τὰς ἀμοιβὰς λήψεται καὶ τὰς εὐθύνας τῶν ἐναντίων ὑφέξει. μεῖζον δὲ πάντων ἐν ἀγαθοῖς καὶ μακαριώτατον ὑπὲρ θεοῦ ἑλέσθαι
2.10.5
ἀποθανεῖν. τοιαῦτα Συμεώνου διεξιόντος, οἷα παιδοτρίβου παρακελευομένου ἐν τοῖς ἀγῶσιν ὃν χρὴ τρόπον ἐλθεῖν, ἕκαστος ἐπαΐων προθύμως ἐπὶ τὴν σφαγὴν ἐχώρει. ἐπεὶ δὲ τοὺς ἑκατὸν διῆλθεν ὁ δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε καὶ᾿ Αβεδεχαλάαν καὶ᾿ Αννίναν. ἀμφότεροι δὲ γηραλέοι πρεσβύτεροι τῆς ὑπ' αὐτὸν ἐκκλησίας ἅμα αὐτῷ συνελήφθησαν καὶ ἐν δεσμοῖς ἦσαν.
2.11.1
Τηνικαῦτα δὲ Πουσίκης, ὃς πάντων ἦρχε τῶν τοῦ βασιλέως τεχνιτῶν, αὐτόθι ἑστώς, ἰδὼν᾿ Αννίναν τρέμοντα ὡς ηὐτρεπίζετο ἐπὶ τὴν σφαγήν, «πρὸς βραχύ», ἔφη, «ὦ γέρον, μῦσον τοὺς ὀφθαλμούς σου καὶ θάρρει· αὐτίκα γὰρ ὄψει τοῦ Χριστοῦ τὸ φῶς.» ἅμα δὲ τοῦτο εἰπὼν συνελήφθη καὶ ὡς βασιλέα
2.11.2
ἤχθη. καὶ Χριστιανὸς εἶναι ὁμολογήσας, καθότι ἐλευθεροστομῶν ὑπὲρ τοῦ δόγματος καὶ τῶν μαρτύρων προσδιελέχθη τῷ βασιλεῖ, ὡς οὐ δέον παρρησιασάμενον παραξένῳ καὶ ὠμοτάτῳ τρόπῳ ἀποθανεῖν προσέταξεν. περὶ γὰρ τὸν τένοντα διορύξαντες αὐτοῦ τὸν αὐχένα οἱ δήμιοι τῇδε αὐτοῦ τὴν γλῶτταν ἐξείλκυσαν· ἐκ διαβολῆς δέ τινων καὶ θυγάτηρ αὐτοῦ παρθένος ἱερὰ συλληφθεῖσα τότε ἀνῃρέθη.
2.11.3
Τοῦ δὲ ἐπιγενομένου ἔτους κατὰ τὴν ἡμέραν, ᾗ τοῦ μὲν πάθους τοῦ Χριστοῦ ἡ ἀνάμνησις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀναστάσεως ἡ πανήγυρις προσεδοκᾶτο, ὠμοτάτη Σαβώρου πρόσταξις ἀνὰ πᾶσαν τὴν Περσῶν γῆν ἐφοίτα καταδικάζουσα θάνατον τῶν ἑαυτοὺς Χριστιανοὺς εἶναι ὁμολογούντων· ἡνίκα δὴ λέγεται ἀριθμοῦ κρείττονα πληθὺν Χριστιανῶν ὑπὸ ξίφους πε
2.11.4
σεῖν. οἵ τε γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρων τοὺς λανθάνοντας, οἱ δὲ καὶ αὐτόματοι μηδενὸς ἄγοντος ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ τῇ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι. ἀφειδῶς δὲ πάντων Χριστιανῶν κτιννυμένων πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν καὶ᾿ Αζάδης
2.11.5
ὁ εὐνοῦχος, τὰ μάλιστα βασιλεῖ κεχαρισμένος ὤν. ὃν ἐπείπερ ἀποθανεῖν ὁ Σαβώρης ἐπύθετο, περίλυπος εἰσάγαν ἐγένετο, καὶ τὴν δημώδη ταύτην σφαγὴν ἔστησε, μόνους δὲ τοὺς καθηγητὰς τῆς θρησκείας ἀναιρεῖσθαι προσέταξε.
2.12.1
Κατ' ἐκεῖνο δὲ καιροῦ νόσῳ περιπεσούσης τῆς βασιλίδος συλλαμβάνεται ἡ Συμεώνου τοῦ ἐπισκόπου ἀδελφή, Ταρβούλα τοὔνομα, ἱερὰ παρθένος, σὺν θεραπαίνῃ τὸν αὐτὸν μετιούσῃ βίον καὶ ἀδελφῇ μετὰ θάνατον ἀνδρὸς γάμῳ ἀπαγορευσάσῃ καὶ ὁμοίως ἀγομένῃ. ἐγένετο δὲ αὐτῶν ἡ σύλληψις ἐκ διαβολῆς τῶν᾿ Ιουδαίων, ἐπαιτιωμένων ὡς φαρμάκοις τῇ κρατούσῃ ἐπεβού
2.12.2
λευσαν διὰ τὸν Συμεώνου θάνατον μηνιῶσαι. ἡ δὲ βασιλίς (φιλεῖ γάρ πως τὸ νοσοῦν τοῖς ἀπευκταίοις παρέχειν τὴν ἀκοήν) ὑπέλαβεν ἀληθῆ εἶναι τὴν διαβολὴν καὶ μάλιστα παρὰ᾿ Ιουδαίων γεγενημένην, ἐπεὶ τὰ αὐτῶν ἐφρόνει καὶ᾿ Ιουδαϊκῶς ἐβίω καὶ ἀψευδεῖς αὐτοὺς ἡγεῖτο καὶ εὔνους αὐτῇ. παραλαβόντες δὲ οἱ μάγοι Ταρβούλαν καὶ τὰς ἄλλας καταδικάζουσιν αὐτῶν θάνατον· καὶ πρίονι διχῇ τεμόντες ἀνεσκολόπισαν, καὶ ὡς ἀποτρόπαιον νόσου
2.12.3
διὰ μέσου τῶν σκολόπων τὴν βασιλίδα παρελθεῖν ἐποίησαν. λέγεται δὲ Ταρβούλαν ταύτην εὐπρεπῆ καὶ μάλα καλὴν τὸ εἶδος γενέσθαι, ἐρασθῆναί τε αὐτῆς τινας τῶν μάγων καὶ περὶ συνουσίας λάθρα προσπέμψασθαι μισθὸν ἐπαγγειλαμένους, εἰ πεισθείη, σωτηρίαν αὐτῇ καὶ ταῖς συνούσαις· τὴν δὲ μήτε ἀσελγοῦς ἀκοῆς ἀνασχομένην ἐνυβρίσαι μὲν αὐτοῖς καὶ ἀκολασίαν ὀνειδίσαι, προθυμότατα δὲ μᾶλλον ἑλέσθαι ἀποθανεῖν ἢ τὴν παρθενίαν προδοῦναι.
2.12.4
Κρατήσαντος δὲ κατὰ τὴν Σαβώρου πρόσταξιν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, τοὺς ἄλλους ἐᾶν, μόνους δὲ συλλαμβάνεσθαι τοὺς ἱερέας καὶ τοὺς ὑφηγητὰς τοῦ δόγματος, περιιόντες μάγοι τε καὶ ἀρχίμαγοι ἀνὰ τὴν Περσῶν γῆν ἐπιμελῶς ἐκακούργουν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, καὶ μάλιστα κατὰ τὴν᾿ Αδιαβηνῶν χώραν· κλίμα δὲ τοῦτο Περσικὸν ὡς ἐπίπαν χριστιανίζον.
2.13.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον καὶ᾿ Ακεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο καὶ πολλοὺς τῶν ὑπ' αὐτὸν κληρικῶν. ἐπιλογισάμενοι δὲ τῇ ἄγρᾳ τοῦ ἡγουμένου ἠρκέσθησαν, τοὺς δὲ ἄλλους ἀφῆκαν τὰς οὐσίας αὐτῶν ἀφελόμενοι.
2.13.2
᾿ Ιάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ᾿ Ακεψιμᾷ, καὶ δεηθεὶς τῶν μάγων ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν· καὶ οἷα γηραλέῳ προθύμως ὑπηρετεῖτο καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε. μετ' οὐ πολὺ δὲ τῆς συλλήψεως ἱμᾶσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ μάγοι βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον· ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν
2.13.3
ἐν δεσμοῖς εἶχον. κατ' ἐκεῖνο δὲ καιροῦ καὶ᾿ Αειθαλᾶς καὶ᾿ Ιάκωβος πρεσβύτεροι,᾿ Αζαδάνης τε καὶ᾿ Αβδιησοῦς διάκονοι διὰ τὸ δόγμα δεσμωτή- ριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν μάγων μαστιγωθέντες. χρόνου δὲ πολλοῦ παρελθόντος ἐκοινώσατο περὶ αὐτῶν βασιλεῖ ὁ μέγας ἀρχίμαγος. καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτούς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι,
2.13.4
δήλην τοῖς ἐν τῷ δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν. ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο μήποτε σφᾶς προδότας φανήσεσθαι τοῦ Χριστοῦ μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε. καὶ᾿ Ακεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρεῖος διαμείνας ἐτελεύτησε. τινὲς δὲ τῶν ἐξ᾿ Αρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα ἀνε
2.13.5
λόμενοι ἔθαψαν. οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων· καὶ μὴ μεταθέμενοι τῆς γνώμης πάλιν ἐν δεσμοῖς ἐγένοντο. σὺν αὐτοῖς δὲ ἦν καὶ᾿ Αειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας καὶ νεκρὰς καὶ μόνον ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν.
2.13.6
᾿ Επὶ ταύτης τῆς ἡγεμονίας μαρτυρίᾳ τοῦ βίου περιέστησαν πρεσβυτέρων τε καὶ διακόνων καὶ μοναχῶν καὶ ἱερῶν παρθένων καὶ τῶν ἄλλως περὶ τὰς ἐκκλησίας ὑπηρετουμένων καὶ περὶ τὸ δόγμα διακειμένων πλῆθος ἀναρίθ
2.13.7
μητον, ἐπίσκοποι δὲ ὧν ἐπυθόμην Βαρβασύμης καὶ Παῦλος καὶ Γαδδιάβης καὶ Σαβῖνος καὶ Μαρέας καὶ Μώκιμος καὶ᾿ Ιωάννης καὶ῾ Ορμίσδας καὶ Βουλιδᾶς, Πάπας τε καὶ᾿ Ιάκωβος καὶ῾ Ρώμας καὶ Μαάρης καὶ῎ Αγαςκαὶ Βόχρης καὶ᾿ Αβδᾶς καὶ᾿ Αβδιησοῦς,᾿ Ιωάννης τε καὶ᾿ Αβράμιος και᾿ Αβδελᾶς καὶ Σαβώρης καὶ᾿ Ισαὰκ καὶ Δαυσᾶς, ὃς αἰχμάλωτος μὲν ἦν γενόμενος ὑπὸ Περσῶν ἀπὸ Ζαβδαίου χωρίου ὧδε προσαγορευομένου, κατ' ἐκεῖνο δὲ καιροῦ ὑπὲρ τοῦ δόγματος τέθνηκεν ἅμα Μαρεάβῃ χωρεπισκόπῳ καὶ κληρικοῖς τῶν ὑπ' αὐτὸν ἀμφὶ διακοσίοις πεντήκοντα, οἳ παρὰ Περσῶν αἰχμάλωτοι σὺν αὐτῷ συνελήφθησαν.
2.14.1
῾ Υπὸ τοῦτον τὸν χρόνον καὶ Μίλης ἐμαρτύρησεν· ὃς τὰ μὲν πρῶτα παρὰ Πέρσαις ἐστρατεύετο, μετὰ δὲ ταῦτα καταλιπὼν τὴν στρατείαν τὴν ἀποστολικὴν πολιτείαν ἐζήλωσε. λέγεται δὲ πόλεως Περσικῆς ἐπίσκοπος χειροτονηθεὶς πολλὰ πολλάκις παθεῖν καὶ πληγὰς ὑπομεῖναι καὶ ἑλκυσμούς. ὡς δὲ οὐδένα ἔπεισε χριστιανίσαι, χαλεπῶς ἐνεγκὼν κατηράσατο τῇ πόλει καὶ
2.14.2
ἀνεχώρησε. μετ' οὐ πολὺ δὲ τῶν ἐνθάδε πρωτευόντων ἐξαμαρτόντων εἰς βασιλέα παραγενομένη στρατιὰ μετὰ τριακοσίων ἐλεφάντων τὴν πόλιν κατέ
2.14.3
στρεψαν καὶ οἷα ἄρουραν γεωργήσαντες ἔσπειραν. Μίλης δὲ μόνον πήραν ἐπιφερόμενος, ἐν ᾗ τὴν ἱερὰν βίβλον τῶν εὐαγγελίων εἶχεν, εἰς῾ Ιεροσόλυμα ἀπῆλθεν εὐξόμενος, κἀκεῖθεν εἰς Αἴγυπτον ἐπὶ θέᾳ τῶν αὐτόθι μοναχῶν. οἵων δὲ τοῦτον τὸν ἄνδρα θεσπεσίων καὶ παραδόξων ἔργων δημιουργὸν γενέσθαι παρειλήφαμεν, μαρτυροῦσι Σύρων παῖδες, οἳ τὰς αὐτοῦ πράξεις
2.14.4
καὶ τὸν βίον ἀνεγράψαντο. ἐμοὶ δὲ ἀρκεῖν ἡγοῦμαι ταῦτα τέως περὶ αὐτοῦ διεξελθεῖν καὶ τῶν ἐν Περσίδι μαρτυρησάντων ἐπὶ τῆς Σαβώρου βασιλείας. σχολῇ γὰρ ἄν τις ἅπαντα τὰ ἐπ' αὐτοῖς γεγενημένα ἀπαριθμήσαι, τίνες τε ἦσαν καὶ πόθεν ἢ πῶς τὴν μαρτυρίαν ἐπετέλεσαν καὶ ποίας τιμωρίας ὑπέμειναν· παντοδαποὶ γὰρ τῶν τοιούτων τρόποι παρὰ Πέρσαις εἰς ὠμότητα
2.14.5
φιλοτιμουμένοις. ὡς ἔνι δὲ συλλήβδην εἰπεῖν, λέγεται τῶν τότε μαρτύρων τοὺς ὀνομαστὶ φερομένους, ἄνδρας τε καὶ γυναῖκας, εἶναι εἰς μυρίους ἑξακισχιλίους, τὴν δὲ ἐκτὸς τούτων πληθὺν κρείττω ἀριθμοῦ, καὶ διὰ τοῦτο ἐργῶδες φανῆναι τὰς αὐτῶν προσηγορίας ἀπαριθμήσασθαι Πέρσαις τε καὶ Σύροις καὶ τοῖς ἀνὰ τὴν῎ Εδεσσαν οἰκοῦσιν, οἳ πολλὴν τούτου ἐπιμέλειαν ἐποιήσαντο.
2.15.1
᾿ Επεὶ δὲ ὧδε πολεμεῖσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς ἔγνω Κωνσταντῖνος ὁ῾ Ρωμαίων βασιλεύς, ἤσχαλλέ τε καὶ σφόδρα ἐδυσφόρει. καὶ βοηθεῖν αὐτοῖς σπουδάζων ἠπόρει ὅ τι ποιήσοι, ὡς ἂν καὶ αὐτοὶ βεβαίως διάγοιεν. καὶ συμβὰν κατ' ἐκεῖνο καιροῦ πρέσβεις παρ' αὐτὸν ἐλθεῖν τοῦ Περσῶν βασιλέως, ἐπινεύσας τοῖς αἰτουμένοις κατὰ γνώμην πράξαντας ἀπέπεμψεν.
2.15.2
εὔκαιρον δὲ τότε νομίσας παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανούς, ἔγραψε πρὸς αὐτόν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χάριν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ' αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας· ἐπεὶ καὶ τῷ τρόπῳ, φησί, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἔστιν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν θεοῦ ἀρκοῦνται. οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις, μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ, ὥστε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας.
2.15.3
ἔπειτα δὲ τῇ περὶ τὸ δόγμα προνοίᾳ ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεὸν ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν. αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος τὴν πᾶσαν῾ Ρωμαίων οἰκουμένην ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους μαχόμενος· καὶ μὴ δεηθῆναι σφαγίων ἢ μαντείων τινῶν, ἀλλ' ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον τῶν οἰκείων στρα
2.15.4
τευμάτων προηγούμενον καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου. ὁ δὲ Οὐαλλεριανός, ἐφ' ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν· ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε, παρ' ὧν αἰχμάλωτος ληφθεὶς
2.15.5
ἐλεεινῶς τὸν βίον κατέπαυσε. τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ. πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανούς,῾ Ρωμαίους καὶ ἀλλοφύλους.
2.16.1
Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου῎ Αρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἀνεκλήθη,᾿ Αλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο. ἀμέλει τοι ὕστερον ἡ εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη, ὡς ἐν καιρῷ
2.16.2
λελέξεται. οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε ὁ Νικομηδείας,᾿ Αμφίωνα τὸν ἀντ' αὐτοῦ χειροτονηθέντα ἐκβαλών, καὶ Θεόγνιος δὲ ὁ Νικαίας, Χρῆστον. ἀνεκλήθησαν δὲ μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις ἐπιδόντες·
2.16.3
«῎ Ηδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν," 7ὠφείλομεν σιωπᾶν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν. ἀλλ' ἐπειδὴ" 7ἄτοπον καθ' ἑαυτῶν δοῦναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ," 7τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν καὶ τὴν" 7ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, μηδαμοῦ
2.16.4
" 7τῇ αἱρέσει ἐξακολουθήσαντες. ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλη" 7σιῶν, ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορηθέντες καὶ πληρο" 7φορήσαντες τοὺς δι' ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημηνάμεθα τῇ πίστει·" 7τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες," 7ἀλλ' ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς" 7ἡμᾶς παρ' αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πε
2.16.5
" 7πληροφορημένοι μὴ τοιοῦτον εἶναι. εἰ δὲ ἐπείσθη ἡ ἁγία ὑμῶν σύνοδος," 7οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παρ' ὑμῶν κεκριμένοις καὶ διὰ" 7τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως
2.16.6
" 7φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι. εἰ γὰρ κατ" 7αξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμ" 7ψύχους, ἀκολουθοῦντας τοῖς παρ' ὑμῖν κεκριμένοις, καὶ μάλιστα ὅτε αὐτὸν" 7τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύσασθαι
2.16.7
" 7καὶ ἀνακαλέσασθαι. ἄτοπον δὲ τοῦ δοκοῦντος εἶναι ὑπευθύνου ἀνα" 7κεκλημένου καὶ ἀπολογησαμένου, ἐφ' οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾶν καθ'" 7ἑαυτῶν διδόντας τὸν ἔλεγχον. καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλο" 7χρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι καὶ" 7τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα" 7ἐφ' ἡμῖν.»῟ Ωδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον.
2.17.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον μέλλων τὸν βίον μεταλλάσσειν᾿ Αλέξανδρος᾿ Αλεξανδρείας ἐπίσκοπος διάδοχον αὐτοῦ κατέλιπεν᾿ Αθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ' αὐτὸν ἐνέγκας τὴν ψῆφον· ἐπεὶ τόν γε᾿ Αθανάσιόν φασιν ἀποφυγεῖν πειραθῆναι καὶ ἄκοντα βιασθῆναι πρὸς᾿ Αλεξάνδρου
2.17.2
τὴν ἐπισκοπὴν ὑποδέξασθαι. καὶ μαρτυρεῖ᾿ Απολινάριος ὁ Σύρος ὧδε λέγων· «Οὐκ ὤκνει δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια, ἀλλὰ πρῶτον μὲν" 7ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὡπλίζετο, ᾧ καὶ οὗτος παρῆν συν" 7ήγορος ὡς πατρὶ παῖς, ἔπειτα καὶ ἐπ' αὐτόν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς" 7διαδοχήν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος, κατὰ θεὸν δὲ ἀνευρεθείς, ὡς" 7καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις
2.17.3
" 7δηλώσεσιν οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον. ἐκαλεῖτο μὲν γὰρ" 7ἐκ τοῦ βίου· ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων᾿ Αθανάσιον ὀνομαστὶ μὴ" 7παρόντα ἐκάλει. καὶ ὡς ὁ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν" 7τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν. αὖθις δὲ ἐχρῆτο τῇ κλήσει· καὶ" 7ὡς ταὐτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν ὁ παρών, ἐδηλοῦτο δὲ ὁ μὴ" 7παρών. καὶ προφητικῶς ἔλεγεν ὁ μακάριος᾿ Αλέξανδρος· «᾿ Αθανάσιε, νο-" 7μίζεις ἐκπεφευγέναι· οὐκ ἐκφεύξῃ δέ», δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο.»
2.17.4
Ταῦτα μὲν᾿ Απολινάριος γράφει περὶ᾿ Αθανασίου. οἱ δὲ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως λέγουσιν, ὡς᾿ Αλεξάνδρου τελευτήσαντος ἐκοινώνουν ἀλ- λήλοις οἱ τὰ᾿ Αλεξάνδρου καὶ Μελιτίου φρονοῦντες, συνελθόντες τε ἐκ Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι ἐνωμότως συνέθεντο κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν· ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν᾿ Αθανασίου χειροτονίαν, καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν.
2.17.5
᾿ Εγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν, οἵου μάλιστα ὁ κατ' αὐτὸν ἐδεῖτο καιρός. ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα καὶ περὶ τὸ ἱερᾶσθαι ἐπιτηδειότατος, ἐκ νέου, ὡς εἰπεῖν, αὐτοδίδακτος
2.17.6
τοιοῦτος φανείς. ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ τόδε φασὶν ἐπ' αὐτῷ συμβεβηκέναι. δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν᾿ Αλεξανδρεῖς τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παρ' αὐτοῖς ἐπισκόπου. ταύτην τε ἐπιτελῶν᾿ Αλέξανδρος ὁ τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα
2.17.7
αὐτῷ μέλλοντας ἀριστᾶν. καθ' ἑαυτὸν δὲ διάγων τοὺς ὀφθαλμοὺς εἶχεν ἐπὶ τὴν θάλασσαν. ἰδὼν δὲ πόρρωθεν παρὰ τὸν αἰγιαλὸν παῖδας παίζοντας καὶ ἐπίσκοπον μιμουμένους καὶ τὰ τῆς ἐκκλησίας ἔθη, ἐφ' ὅσον ἀκίνδυνον ἑώρα τὴν μίμησιν, ἥδετο τῇ θέᾳ καὶ τοῖς γινομένοις ἔχαιρεν. ἐπεὶ δὲ καὶ τῶν ἀπορρήτων ἥψαντο, ἐταράχθη· καὶ μετακαλεσάμενος τοὺς ἐν τέλει τοῦ κλήρου ἐπέδειξε τοὺς παῖδας, καὶ συλληφθέντας αὐτοὺς ἀχθῆναι κελεύσας ἐπυνθάνετο, τίς αὐτοῖς ἦν ἡ παιδιὰ καὶ ποδαποὶ οἱ ἐπὶ ταύτῃ λόγοι καὶ
2.17.8
πράξεις. οἱ δὲ δείσαντες τὰ πρῶτα ἠρνοῦντο, ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν᾿ Αθανάσιον, 2. 17. βαπτισθῆναι δὲ παρ' αὐτοῦ τινας τῶν ἀμυήτων παίδων. οὓς ἐπιμελῶς ἀνέκρινεν᾿ Αλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς, τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ' αὐτοῖς φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ' αὐτὸν ἱερεῦσι βουλευσάμενος μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας· τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, ἃ θέμις
2.17.10
μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας ἐπιτελεῖν.᾿ Αθανάσιον δὲ καὶ τοὺς ἄλλους παῖδας, οἳ πρεσβύτεροι καὶ διάκονοι ἐν τῷ παίζειν ἐτύγχανον, ὑπὸ μάρτυρι τῷ θεῷ τοῖς οἰκείοις παρέδωκεν ἀναθρέψαι τῇ ἐκκλησίᾳ καὶ ἀγαγεῖν ἐφ' ὃ ἐμιμήσαντο. μετ' οὐ πολὺ δὲ ὁμοδίαιτον καὶ ὑπογραφέα τὸν᾿ Αθανάσιον εἶχεν. εὖ δὲ ἀχθείς, γραμματικοῖς τε καὶ ῥήτορσι φοιτήσας, ἤδη εἰς ἄνδρας τελῶν, καὶ πρὸ τῆς ἐπισκοπῆς πεῖραν ἔδωκε τοῖς ὁμιλήσασιν
2.17.11
αὐτῷ σοφοῦ καὶ ἐλλογίμου ἀνδρός. ἐπεὶ δὲ ἐτελεύτησεν᾿ Αλέξανδρος διάδοχον αὐτὸν καταλιπών, ἔτι μᾶλλον ἐπέδωκεν ἡ περὶ αὐτοῦ δόξα βεβαιουμένη ταῖς οἰκείαις ἀρεταῖς καὶ τῇ μαρτυρίᾳ᾿ Αντωνίου τοῦ μεγάλου μοναχοῦ. μετακαλουμένου γὰρ αὐτοῦ ὑπήκουε καὶ ταῖς πόλεσιν ἐφοίτα καὶ εἰς τὰς ἐκκλησίας συνῄει καὶ οἷς ἐδόξαζε περὶ θεοῦ συνεψηφίζετο, καὶ φίλον ἐν πᾶσιν εἶχεν αὐτὸν καὶ τοὺς ἐναντιουμένους ἢ ἀπεχθανομένους αὐτῷ ἀπεστρέφετο.
2.18.1
Μάλιστα δὲ ἐνδοξότατον αὐτὸν κατέστησαν οἱ τὰ᾿ Αρείου καὶ Μελιτίου φρονοῦντες, ἀεὶ μὲν ἐπιβουλεύσαντες, οὐδέποτε δὲ δικαίως αὐτὸν ἑλεῖν δό
2.18.2
ξαντες. τὰ μὲν οὖν πρῶτα δι' ἐπιστολῆς ἐπειράθη αὐτοῦ Εὐσέβιος δέχεσθαι τοὺς περὶ῎ Αρειον· εἰ δὲ ἀπειθήσει, κακῶς αὐτὸν ποιήσειν ἀγράφως ἠπείλει. ὡς δὲ οὐκ εἶξε, μὴ δεκτοὺς εἶναι ἐνιστάμενος τοὺς ἐπὶ νεωτερισμῷ τῆς ἀληθείας αἵρεσιν εὑρόντας καὶ παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀποκηρυχθέντας, ἐσπούδαζεν ὅπως αὐτὸς ὁ βασιλεὺς προσδέξηται τὸν῎ Αρειον καὶ κάθοδον αὐτῷ παράσχῃ. ἀλλὰ ταῦτα μὲν ὡς ἐγένετο, οὐκ εἰς μακρὰν ἐρῶ.
2.18.3
ἐν δὲ τῷ τότε πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα. οἱ μὲν γὰρ τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας, οἱ δ' αὖ πάλιν ὡς῾ Ελληνιστὰς τοὺς ἑτέρους ἐξετρέ-
2.18.4
ποντο καὶ πολυθεΐας εἰσάγειν διέβαλλον. κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα Εὐσέβιός τε ὁ Παμφίλου καὶ Εὐστάθιος ὁ᾿ Αντιοχεύς. ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν, ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαΐοντες ἀλλήλους διέβαλλον. καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο Εὐσέβιον εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα, ὁ δὲ ταῦτα μὲν ἐπαινεῖν φησιν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν.
2.1.2
Συνόδου δὲ ἐν᾿ Αντιοχείᾳ γενομένης ἀφαιρεῖται Εὐστάθιος τὴν᾿ Αντι- οχέων ἐκκλησίαν, τὸ μὲν ἀληθές, ὡς ὁ πολὺς ἔχει λόγος, καθότι τὴν ἐν Νικαίᾳ πίστιν ἐπῄνει καὶ τοὺς ἀμφὶ τὸν Εὐσέβιον καὶ Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, ὧν τῇ γνώμῃ οἱ ἀνὰ τὴν ἕω ἱερεῖς εἵποντο, οἷά γε τὰ᾿ Αρείου φρονοῦντας ἀπεστρέφετο καὶ φανερῶς διέβαλλε, πρόφασιν δέ, ὡς οὐχ ὁσίαις πράξεσι τὴν ἱερωσύνην αἰσχύνας
2.1.3
ἐφωράθη. μεγίστη δὲ διὰ τὴν αὐτοῦ καθαίρεσιν ἀνεκινήθη στάσις κατὰ τὴν᾿ Αντιόχειαν, ὡς μικροῦ δεῖν ξιφῶν ἅψασθαι τὸ πλῆθος καὶ πᾶσαν κινδυνεῦσαι τὴν πόλιν. ἔβλαψε δὲ αὐτὸ τοῦτο οὐ μετρίως αὐτὸν πρὸς βασιλέα. ὡς γὰρ ἔγνω ταῦτα συμβεβηκέναι καὶ τὸν λαὸν τῆς ἐκκλησίας εἰς δύο διῃρῆσθαι, σφόδρα ἐχαλέπαινε καὶ ἐν ὑπονοίᾳ αὐτὸν εἶχεν ὡς αἴτιον τῆς στάσεως. πέμπει δὲ ὅμως τινὰ τῶν ἀμφ' αὐτὸν λαμπρῶς στρατευομένων, ἐντειλάμενος εἰς δέος καταστῆσαι τὸ πλῆθος καὶ δίχα ταραχῆς καὶ βλάβης
2.1.4
καταπαῦσαι τὴν στάσιν. λογισάμενοι δὲ οἱ καθελόντες Εὐστάθιον, οἳ δὴ τούτου χάριν εἰς᾿ Αντιόχειαν συνηγμένοι ἐτύγχανον, ὡς εἰ τῶν ὁμοδόξων αὐτοῖς προστήσαιντό τινα τῆς ἐνθάδε ἐκκλησίας βασιλεῖ γνώριμον καὶ ἐπὶ λόγων ἐπιστήμῃ εὐδόκιμον, ῥᾳδίως ἕξουσι πειθομένους τοὺς ἄλλους, εὖ ἔχειν ἐνόμισαν ἐπιτρέψαι τὸν᾿ Αντιοχέων θρόνον Εὐσεβίῳ τῷ Παμφίλου. καὶ γράφουσι περὶ τούτου τῷ βασιλεῖ δηλώσαντες καὶ τῷ λαῷ ὑπερφυῶς τοῦτο κεχαρισμένον εἶναι. ὧδε γὰρ ἐξῄτησαν καὶ ὅσοι τοῦ κλήρου καὶ τοῦ
2.1.5
πλήθους ἀπεχθῶς εἶχον πρὸς Εὐστάθιον. ὅ γε μὴν Εὐσέβιος ἔγραψε βασιλεῖ παραιτούμενος. ἐπαινέσας δὲ αὐτοῦ τὴν παραίτησιν ὁ βασιλεύς (νόμος γὰρ ἐκκλησιαστικὸς ἐκώλυε τὸν ἅπαξ ἡγησάμενον ἐκκλησίας ἐπισκοπὴν ἄλλην μὴ μετιέναι) ἔγραψε [δὲ καὶ τῷ λαῷ] καὶ αὐτῷ Εὐσεβίῳ ἀποδεχόμενος αὐτὸν τῆς γνώμης καὶ μακάριον ἀποκαλῶν ὡς οὐ μιᾶς πόλεως, ἀλλὰ πάσης
2.1.7
τῆς οἰκουμένης ἄξιον ὄντα ἐπισκοπεῖν. ἔγραψε δὲ καὶ τῷ λαῷ τῆς᾿ Αντιοχέων ἐκκλησίας περί τε ὁμονοίας καὶ τοῦ μὴ δεῖν ἐφίεσθαι τοῦ παρ' ἄλλοις ἐπισκοποῦντος, ὡς οὐκ ἀγαθοῦ ὄντος τῶν ἀλλοτρίων ἐπιθυμεῖν.
2.1.7
ἰδίᾳ δὲ παρὰ ταύτας ἄλλην ἐπιστολὴν τῇ συνόδῳ διεπέμψατο· καὶ Εὐσέβιον μὲν ὁμοίως τῆς παραιτήσεως ἐθαύμαζεν ἐν τοῖς πρὸς αὐτοὺς γράμμασιν, ὡς δοκίμους δὲ τὴν πίστιν εἶναι πυθόμενος Εὐφρόνιον Καππαδόκην πρεσβύτερον καὶ Γεώργιον᾿ Αρεθούσιον, ἐκέλευσε τούτων, ὃν ἂν κρίνωσιν, ἢ ἕτερον, ὃς ἄξιος, φησί, φανείη, χειροτονῆσαι τῆς᾿ Αντιοχέων ἐκκλησίας προστάτην.᾿ Επεὶ δὲ τὰ βασιλέως ἐδέξαντο γράμματα, Εὐφρόνιον ἐχειροτόνησαν.
2.1.8
Εὐστάθιος δέ, ὡς ἐπυθόμην, ἡσυχῇ τὴν συκοφαντίαν ἤνεγκεν ὧδέ πῃ κρίνας εἶναι ἄμεινον, ἀνὴρ τά τε ἄλλα καλὸς καὶ ἀγαθὸς καὶ ἐπὶ εὐγλωττίᾳ δικαίως θαυμαζόμενος, ὡς ἐκ τῶν φερομένων αὐτοῦ λόγων συνιδεῖν ἔστιν ἀρχαιότητι φράσεως καὶ σωφροσύνῃ νοημάτων καὶ ὀνομάτων κάλλει καὶ χάριτι ἀπαγγελίας εὐδοκιμούντων. 2.. 1῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον᾿ Ιούλιος μέν, Μάρκου μετὰ Σίλβεστρον ἐπ' ὀλίγῳ χρόνῳ ἐπισκοπήσαντος, τὸν ἐν῾ Ρώμῃ διεῖπε θρόνον, Μάξιμος δὲ μετὰ Μακάριον τὸν῾ Ιεροσολύμων. τοῦτον δὲ λόγος ἐπίσκοπον ὑπὸ Μακαρίου χειροτονηθῆναι τῆς ἐν Διοσπόλει ἐκκλησίας, ἐπισχεθῆναι δὲ παρὰ τῶν ἐν῾ Ιεροσολύμοις κατοικούντων· ὁμολογητὴς γὰρ ὢν καὶ ἄλλως ἀγαθὸς τῇ δοκιμασίᾳ τοῦ λαοῦ ὑποψήφιος ἦν μετὰ τὴν Μακαρίου τελευτὴν εἰς τὴν ἐνθάδε 2.. 2 ἐπισκοπήν. ἐπεὶ δὲ χαλεπῶς τὸ πλῆθος ἔφερεν οὗ τῆς ἀρετῆς ἐπειράθη ἀποστερούμενον, καὶ στάσις ἠπειλεῖτο, ἔδοξεν εὖ ἔχειν Διοσπολίταις μὲν ἕτερον αἱρεῖσθαι ἐπίσκοπον, Μάξιμον δὲ ἐν῾ Ιεροσολύμοις μεῖναι καὶ Μακαρίῳ συνιερᾶσθαι, μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν ἡγεῖσθαι τῆς ἐκκλησίας. ἰστέον μέντοι ὡς οἱ τάδε ἠκριβωκότες κατὰ γνώμην Μακαρίου γενέσθαι τε καὶ σπουδασθῆναι τῷ πλήθει ταῦτα ἰσχυρίζονται· φασὶ γὰρ αὐτὸν μεταμεληθῆναι ἐπὶ τῇ Μαξίμου χειροτονίᾳ, ἐπιλογισάμενον ὡς ὀρθῶς περὶ θεοῦ δοξάζων καὶ διὰ τὴν ὁμολογίαν τῷ λαῷ κεχαρισμένος ἀναγκαίως φυλακτέος 2.. 3 ἐστὶν εἰς τὴν αὐτοῦ διαδοχήν. ἐδεδίει γάρ, μὴ τελευτήσαντος αὐτοῦ καιρὸν εὑρόντες οἱ ἀμφὶ τὸν Εὐσέβιον καὶ Πατρόφιλον, οἱ δὴ τὰ᾿ Αρείου φρονοῦντες, ὁμοδόξῳ τὸν ἐνθάδε θρόνον ἐπιτρέψουσιν· ἐπεὶ καὶ Μακαρίου περιόντος νεωτερίσαι ἐπεχείρησαν, ἀφορισθέντες δὲ παρ' αὐτοῦ διὰ τοῦτο ἡσυχίαν ἦγον.
2.21.1
᾿ Εν τούτῳ δὲ Αἰγυπτίοις οὔπω τέλος εἶχεν ἡ ἐξ ἀρχῆς αὐτοῖς πρὸς ἀλλήλους κινηθεῖσα φιλονικία. ἐπεὶ γὰρ ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἡ μὲν᾿ Αρειανὴ αἵρεσις παντάπασιν ἀπεκηρύχθη, οἱ δὲ τὰ Μελιτίου φρονοῦντες ἐπὶ τοῖς εἰρημένοις ἐδέχθησαν, ἐπανελθόντι᾿ Αλεξάνδρῳ εἰς Αἴγυπτον παρέδωκε Μελίτιος τὰς ἐκκλησίας, ἃς παρανόμως ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ
2.21.2
ἐν τῇ Λυκῷ διῆγε. μετ' οὐ πολὺ δὲ μέλλων τὸν βίον τελευτᾶν᾿ Ιωάννην τινὰ τῶν αὐτῷ συνήθων παρὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου κατέστησεν
2.21.3
ἀντ' αὐτοῦ καὶ πάλιν αἴτιος ἀταξίας ταῖς ἐκκλησίαις ἐγένετο. ἰδόντες δὲ οἱ᾿ Αρείου τοὺς Μελιτίου νεωτερίζοντας συνετάραττον καὶ αὐτοὶ τὰς ἐκκλησίας. οἷα γὰρ φιλεῖ ἐν ταῖς τοιαύταις ταραχαῖς, οἱ μὲν τὴν᾿ Αρείου δόξαν ἐθαύμαζον, οἱ δὲ ἐδικαίουν τοὺς ὑπὸ Μελιτίου χειροτονηθέντας χρῆναι τῶν ἐκκλησιῶν ἡγεῖσθαι, καὶ τούτοις προσετίθεντο. πρότερον δὲ διαφερόμενοι πρὸς ἑαυτοὺς ἑκάτεροι, ὡς εἶδον τὸ πλῆθος ἑπόμενον τοῖς ἱερεῦσι τῆς καθό
2.21.4
λου ἐκκλησίας, εἰς φθόνον κατέστησαν. καὶ πρὸς ἀλλήλους ἐσπείσαντο καὶ κοινὴν τὴν ἔχθραν ἀνεδέξαντο πρὸς τὸν κλῆρον᾿ Αλεξανδρείας. ἐπιμίξ τε πρὸς οὓς διελέγοντο τὰ ἐγκλήματα προέφερον καὶ τὰς ἀπολογίας ἐποιοῦντο ἐπὶ τοσοῦτον, ὡς προϊόντος τοῦ χρόνου Μελιτιανοὺς ἐν Αἰγύπτῳ παρὰ τῶν πολλῶν ὀνομάζεσθαι τοὺς τὰ᾿ Αρείου φρονοῦντας· καίτοι γε προστασίας μόνης ἕνεκεν ἐκκλησιῶν διεφέροντο,᾿ Αρειανοὶ δὲ ὁμοίως᾿ Αρείῳ περὶ θεοῦ
2.21.5
ἐδόξαζον. ἀλλ' ὅμως ἰδίᾳ τὰ παρ' ἀλλήλων ἀναινόμενοι, ὑποκρίνεσθαι σφᾶς παρὰ γνώμην καὶ συμφωνεῖν ὑπέμενον ἐν τῇ κοινωνίᾳ τῆς ἔχθρας, ἕκαστοι προσδοκῶντες ῥᾳδίως κρατήσειν ὧν ἐβούλοντο. τῷ δὲ χρόνῳ, ὡς εἰκός, ἐκ τῶν περὶ ταῦτα διαλέξεων ἕξιν λαβόντες τῶν᾿ Αρείου δογμάτων ὁμοίως περὶ θεοῦ ἐδόξαζον. ἐντεῦθέν τε πάλιν εἰς τὴν προτέραν ταραχὴν ἐπανῆλθε τὰ κατὰ τὸν῎ Αρειον, καὶ λαοὶ καὶ κλῆροι τῆς πρὸς ἀλλήλους ἀπεσχίζοντο κοινωνίας.
2.21.6
Οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλαις πόλεσιν καὶ μάλιστα παρὰ Βιθυνοῖς καὶ῾ Ελλησποντίοις καὶ ἐν τῇ Κωνσταντινουπόλει αὖθις ἀνερριπίζετο τὰ περὶ τῶν᾿ Αρείου δογμάτων. ἀμέλει τοι λέγεται, ὡς Εὐσέβιος ὁ Νικομηδείας ἐπίσκοπος καὶ Θεόγνιος ὁ Νικαίας παραπείσαντες τὸν ὑπὸ τοῦ βασιλέως ἐπιτραπέντα φυλάττειν τὴν γραφὴν τῆς ἐν Νικαίᾳ συνόδου ἀπήλειψαν τὰς ἑαυτῶν ὑπογραφὰς καὶ εἰς τὸ φανερὸν ἐπεχείρουν διδάσκειν μὴ χρῆναι
2.21.7
ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν δοξάζειν. περὶ δὲ τούτου ἐγκαλούμενον Εὐσέβιον ὧδε ἄντικρυς πρὸς βασιλέα παρρησιάσασθαι καὶ εἰπεῖν ἐπιδείξαντά τι ὧν ἠμφίεστο, ὡς «εἰ τοῦτο τὸ ἱμάτιον ἐμοῦ θεωμένου διαιρεθείη, οὔποτε ἂν φαίην τῆς αὐτῆς οὐσίας ἑκάτερον». ἐπὶ τούτοις δὲ χαλεπῶς ἄγαν ἔφερεν ὁ βασιλεύς· οἰόμενος γὰρ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πεπαῦσθαι
2.21.8
τὰς τοιαύτας ζητήσεις, παρ' ἐλπίδας αὖθις ἀνακινουμένας ἑώρα. οὐχ ἥκιστα δὲ αὐτὸν ἐλύπησεν Εὐσέβιος καὶ Θεόγνιος᾿ Αλεξανδρεῦσί τισι κοινωνήσαντες, οὓς εἰς μεταμέλειαν ἡ σύνοδος τετηρήκει ὡς μὴ ὀρθῶς δοξάζοντας, αὐτὸς δὲ ὡς αἰτίους τῆς διχονοίας καὶ ἐπὶ τούτῳ τῆς πατρίδος ἐκδημοῦντας ἐκπεμφθῆναι προσέταξεν. ἐκ ταύτης δὲ τῆς αἰτίας εἰσὶν οἳ λέγουσιν ὀργισθέντα τὸν βασιλέα καταδικάσαι φυγὴν Εὐσεβίου καὶ Θεογνίου. ἀλλὰ περὶ μὲν τούτου ἐν τοῖς πρόσθεν ἔγραψα, ἅπερ παρὰ ἀκριβῶς ἐπισταμένων ἀκήκοα.
2.22.1
᾿ Αθανασίῳ δὲ τῶν ἐπιγενομένων δυσχερῶν πρῶτοι γεγόνασιν αἴτιοι. πλείστην γὰρ ἔχοντες παρὰ βασιλεῖ παρρησίαν καὶ δύναμιν τὸν῎ Αρειον μὲν ὡς ὁμόδοξον καὶ φίλον κατάγειν εἰς τὴν᾿ Αλεξάνδρειαν ἐσπούδαζον, τὸν δὲ τῆς ἐκκλησίας ἐκβαλεῖν ὡς ἐναντίον αὐτοῖς γινόμενον. διαβάλλουσιν οὖν αὐτὸν πρὸς Κωνσταντῖνον ὡς στάσεων καὶ θορύβων αἴτιον τῇ ἐκκλησίᾳ γενόμενον καὶ εἴργοντα τοὺς βουλομένους εἰς τὴν ἐκκλησίαν εἰσιέναι, ἐξὸν πάντας
2.22.2
ὁμονοεῖν, εἰ τοῦτο μόνον συγχωρηθείη. ἐπιστοῦντο δὲ ἀληθεῖς εἶναι τὰς κατ' αὐτοῦ διαβολὰς πολλοὶ τῶν μετὰ᾿ Ιωάννου ἐπισκόπων καὶ κληρικῶν, συνεχῶς βασιλεῖ προσιόντες ὀρθοδόξους τε σφᾶς εἶναι λέγοντες καὶ φόνων δὲ καὶ δεσμῶν καὶ πληγῶν ἀδίκων καὶ τραυμάτων καὶ ἐμπρησμῶν
2.22.3
ἐκκλησιῶν κατηγοροῦντες αὐτοῦ καὶ τῶν ὑπ' αὐτὸν ἐπισκόπων. ἐπεὶ δὲ καὶ᾿ Αθανάσιος ἐδήλωσε τῷ βασιλεῖ, παρανόμους χειροτονίας ἐγκαλῶν τοῖς ἀμφὶ τὸν᾿ Ιωάννην καὶ νεωτερισμὸν τῶν ἐν Νικαίᾳ δοξάντων καὶ πίστιν οὐχ ὑγιᾶ καὶ στάσεις καὶ ὕβρεις κατὰ τῶν ὀρθῶς περὶ θεοῦ δοξαζόντων, οὐκ
2.22.4
εἶχε λοιπὸν ὅτῳ πιστεύσειεν ὁ Κωνσταντῖνος. τοιαῦτα δὲ αὐτῶν ἐγκαλούντων ἀλλήλοις καὶ πολλάκις πολλῶν κατηγόρων ἑκατέρωθεν ὀχλούντων, ἐπεὶ σφόδρα αὐτῷ ἔμελε τῆς ὁμονοίας τῶν λαῶν, γράφει᾿ Αθανασίῳ μηδένα τῆς ἐκκλησίας εἴργεσθαι· εἰ δὲ τοῦτο καὶ εἰς ὕστερον μηνυθείη, πέμπειν ἀμελλητὶ τὸν ἐξελάσοντα αὐτὸν τῆς᾿ Αλεξανδρέων πόλεως. εἴ τῳ δὲ φίλον καὶ αὐτῇ τῇ τοῦ βασιλέως ἐντυχεῖν ἐπιστολῇ, ὧδε ἔχει τὸ περὶ τούτου μέρος·
2.22.5
«῎ Εχων τοίνυν τῆς ἐμῆς βουλήσεως τὸ γνώρισμα πᾶσι τοῖς βουλομένοις" 7εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον παράσχου τὴν εἴσοδον. ἐὰν γὰρ" 7γνῶ, ὡς κεκώλυκας αὐτῶν τινας τῆς ἐκκλησίας μεταποιουμένους ἢ ἀπεῖρξας" 7τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύ" 7σεως καὶ τῶν τόπων μεταστήσοντα.»
2.22.6
᾿ Επεὶ δὲ γράφων᾿ Αθανάσιος καὶ τὸν βασιλέα ἔπειθε μὴ μεταδοτέον κοινωνίας τοῖς᾿ Αρείου πρὸς τὴν καθόλου ἐκκλησίαν, συνιδὼν Εὐσέβιος ὡς οὐκ ἐπιτεύξεται τοῦ σκοποῦ,᾿ Αθανασίου τἀναντία σπουδάζοντος, ᾠήθη δεῖν πάσῃ μηχανῇ ἐκποδὼν αὐτὸν ποιῆσαι. πρόφασιν δὲ μὴ ἔχων ἱκανὴν πρὸς τοσαύτην ἐπιβουλήν, ὑπέσχετο τοῖς Μελιτίου συλλαμβάνεσθαι πρὸς βασιλέα τοὺς ἀμφ' αὐτὸν δυναμένους, ἢν ἐθέλωσιν᾿ Αθανασίου κατη
2.22.7
γορεῖν. ἐντεῦθέν τε πρώτην ὑπομένει γραφὴν ὡς χιτωνίων λινῶν φόρον ἐπιθεὶς Αἰγυπτίοις καὶ παρὰ τῶν κατηγόρων τοιοῦτον δασμὸν εἰσπραξάμενος. παρατυχόντες αὐτόθι῎ Απις καὶ Μακάριος, πρεσβύτεροι τῆς᾿ Αλεξανδρέων ἐκκλησίας, ψευδῆ τὴν κατηγορίαν ἐσπούδασαν διελέγξαι.
2.22.8
ἐκ ταύτης τε τῆς αἰτίας μετακληθέντα᾿ Αθανάσιον πάλιν ἐγράψαντο, ὡς ἐπιβουλεύων τῷ κρατοῦντι λάρνακα χρυσίου Φιλουμενῷ τινι πέπομφεν. ἐπεὶ δὲ συκοφαντίαν κατέγνω τῶν κατηγόρων ὁ βασιλεύς, ἐπέτρεψεν᾿ Αθανασίῳ ἐπανελθεῖν οἴκαδε· καὶ τῷ λαῷ τῆς᾿ Αλεξανδρείας ἔγραψε μαρ- τυρήσας αὐτῷ πολλὴν ἐπιείκειαν καὶ πίστιν ὀρθήν, ἀσμένως τε αὐτῷ συντετυχηκέναι καὶ θεῖον εἶναι ἄνδρα πεπεῖσθαι· φθόνου τε χάριν τὴν γραφὴν 2. 22. ὑπομείναντα κρείττω φανῆναι τῶν αὐτοῦ κατηγόρων. πυθόμενός τε πολλοὺς ἔτι ἀπὸ τῶν Αἰγυπτίων ζυγομαχεῖν ἐκ τῆς᾿ Αρείου καὶ Μελιτίου προφάσεως, διὰ τῆς αὐτοῦ ἐπιστολῆς παρεκάλεσε τὸ πλῆθος εἰς θεὸν ἀπιδεῖν καὶ τὴν παρ' αὐτοῦ κρίσιν εἰς νοῦν λαβεῖν, εὐνοεῖν τε ἀλλήλοις καὶ τοὺς ἐπιβουλεύοντας τῇ αὐτῶν ὁμονοίᾳ παντὶ σθένει διώκειν. καὶ ὁ μὲν βασιλεὺς ὧδέ πῃ γράφων εἰς τὸ κοινόν, πάντας εἰς ὁμόνοιαν ἐκάλει, καὶ μὴ διασπᾶσθαι τὴν ἐκκλησίαν ἐσπούδαζε.
2.23.1
Μελιτιανοὶ δὲ τῆς προτέρας ἀποτυχόντες πείρας ἑτέρας ὕφαινον κατὰ᾿ Αθανασίου γραφάς, τὴν μὲν ὡς ποτήριον ἱερὸν συνέτριψε, τὴν δὲ ὡς᾿ Αρσέ- νιόν τινα κτείνας ἐξέτεμεν αὐτοῦ τὸν βραχίονα καὶ παρ' ἑαυτῷ ἔχει γοητείας ἕνεκεν. οἷα δὲ κληρικὸς ἐλέγετο ὁ᾿ Αρσένιος οὗτος ἁμαρτήματι περιπεσὼν κρύπτεσθαι· δίκην γὰρ ὑφωρᾶτο δώσειν παρὰ τῷ ἐπισκόπῳ εὐθυνόμενος.
2.23.2
τὸ δὲ συμβὰν οὕτως εἰς ἐσχάτην διαβολὴν διεσκεύασαν οἱ ἐπιβουλεύοντες᾿ Αθανασίῳ. καὶ τὸν μὲν᾿ Αρσένιον ἐπιμελῶς ἀναζητήσαντες εὗρον, καὶ φιλο- φρονησάμενοι καὶ πᾶσαν εὔνοιαν καὶ ἀσφάλειαν παρέξειν αὐτῷ ὑποσχόμενοι ἄγουσι λάθρα πρός τινα τῶν αὐτοῖς συνήθων καὶ τὰ αὐτὰ σπουδαζόντων· Πρίνης ὄνομα αὐτῷ ἦν, πρεσβύτερος μοναστηρίου· ἐνταῦθά τε τὸν᾿ Αρσένιον κρύψαντες σπουδῇ περιῄεσαν κατὰ τὰς ἀγορὰς καὶ τοὺς συλλόγους τῶν ἐν τέλει λογοποιοῦντες τοῦτον πεφονεῦσθαι παρὰ᾿ Αθανασίου. παρεσκεύαστο δὲ πρὸς τοιαύτην κατηγορίαν καὶ᾿ Ιωάννης μοναχός τις ὁ
2.23.3
᾿ Αρχὰφ λεγόμενος. ταύτης δὲ τῆς αἰσχρᾶς φήμης εἰς πολλοὺς διασπαρείσης ἐπὶ τοσοῦτον, ὡς καὶ βασιλέως ἀκοὰς φθάσαι, ὁρῶν᾿ Αθανάσιος ὡς, εἰ συμβαίη αὐτὸν καὶ ἐπὶ ταύτῃ τῇ αἰτίᾳ γραφὴν ὑπομεῖναι, χαλεπόν ἐστιν ἀπολογήσασθαι παρὰ δικασταῖς τοιαύταις φήμαις προκατειλημμένοις, ἀντεστρατήγει ταῖς τῶν ἐναντίων τέχναις, καὶ ὡς ἐνεδέχετο πάντας πιστού
2.23.4
μενος ἐπόνει μὴ καλύπτεσθαι τὴν ἀλήθειαν ταῖς αὐτῶν διαβολαῖς. ἦν δὲ ἄρα τοὺς πολλοὺς πείθειν ἐργῶδες᾿ Αρσενίου μὴ φαινομένου. λογισάμενος οὖν ὡς οὐκ ἂν ἄλλως ἑαυτὸν καθάροι τῆς ὑπονοίας, εἰ μὴ ζῆν ἀπελέγξειε τὸν τεθνάναι λεγόμενον, πέμπει τῶν ἀμφ' αὐτὸν πιστότατόν τινα διάκονον ἀναζητήσοντα τοῦτον. ὁ δὲ παραγενόμενος εἰς Θηβαΐδα ἐξαγγειλάντων τινῶν μοναχῶν ἔγνω ὅπου διῆγεν. ἐπεὶ δὲ ἧκε πρὸς Πρίνην, παρ' ᾧ ἐκρύπτετο, αὐτὸν μὲν᾿ Αρσένιον οὐ καταλαμβάνει· προμαθόντες γὰρ τὴν
2.23.5
ἄφιξιν τοῦ διακόνου μετέστησαν τοῦτον εἰς τὴν κάτω Αἴγυπτον. παραλαβὼν δὲ τὸν Πρίνην ἤγαγεν εἰς᾿ Αλεξάνδρειαν, ἅμα δὲ καὶ᾿ Ηλίαν, ἕνα τῶν αὐτῷ συνόντων, ὃς ἐλέγετο τὸν᾿ Αρσένιον ἑτέρωθι μεταστῆσαι. ἄμφω τε προσαχθέντες τῷ ἄρχοντι τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων ὡμολόγησαν ἐν ζῶσιν εἶναι᾿ Αρσένιον, λαθεῖν δὲ παρ' αὐτοῖς πρότερον
2.23.6
κρυπτόμενον, καὶ νῦν ἐν Αἰγύπτῳ διάγειν. ταῦτα οὕτω συμβάντα δῆλα γενέσθαι Κωνσταντίνῳ ἐσπούδασεν᾿ Αθανάσιος. τῷ δὲ βασιλεὺς ἀντέγραψεν ἔχεσθαι τῆς ἱερωσύνης ἐπιμελῶς καὶ τῆς τοῦ λαοῦ εὐταξίας καὶ εὐσεβείας προνοεῖν, παρ' οὐδὲν δὲ ἡγεῖσθαι τὰς τῶν Μελιτιανῶν ἐπιβουλάς, ὡς καὶ αὐτοῦ εὖ εἰδότος φθόνον αὐτοὺς ἐγείρειν εἰς τοιαύτας ψευδεῖς καὶ
2.23.7
πεπλασμένας γραφὰς καὶ τοὺς κατὰ τῆς ἐκκλησίας θορύβους. αὐτόν τε τοῦ λοιποῦ μὴ συγχωρεῖν τὰ τοιαῦτα, ἀλλὰ δικαστὴν ἔσεσθαι κατὰ τοὺς πολιτικοὺς νόμους, εἰ μὴ ἡσυχίαν ἄγοιεν, καὶ δίκην λαβεῖν παρ' αὐτῶν ὡς οὐ μόνον ἀδίκως τοῖς ἀθῴοις ἐπιβουλευόντων, ἀλλ' ἀδίκως τῇ εὐταξίᾳ τῆς ἐκκλησίας καὶ τῇ εὐσεβείᾳ λυμαινομένων. τοιαῦτα γράψας ὁ βασιλεὺς᾿ Αθανασίῳ προσέταξεν εἰς τὸ κοινὸν ἀναγνωσθῆναι τὴν ἐπιστολήν, ἵν' εἰδέναι
2.23.8
πάντες ἔχοιεν τὴν αὐτοῦ προαίρεσιν. τὸ δὲ ἐξ ἐκείνου περιδεεῖς γενόμενοι οἱ τὰ Μελιτίου φρονοῦντες τέως ἠρέμουν ὑφορώμενοι τὴν τοῦ κρατοῦντος ἀπειλήν. εἰρηνευομένη δὲ ἡ κατὰ πᾶσαν Αἴγυπτον ἐκκλησία καὶ ὑπὸ τοσούτου ἱερέως προστασίᾳ ἰθυνομένη πολυπλασίων ὁσημέραι ἐγίνετο, πολλῶν προστιθεμένων ἐκ τοῦ῾ Ελληνικοῦ πλήθους καὶ τῶν ἄλλων αἱρέσεων.
2.24.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον παρειλήφαμεν καὶ τοὺς ἔνδον τῶν καθ' ἡμᾶς᾿ Ινδῶν, ἀπειράτους μείναντας τῶν Βαρθολομαίου κηρυγμάτων, μετασχεῖν τοῦ δόγματος ὑπὸ Φρουμεντίῳ, ἱερεῖ καὶ καθηγητῇ γενομένῳ παρ' αὐτοῖς τῶν ἱερῶν μαθημάτων. ἵνα δὲ γνοίημεν καὶ ἐν τῷ παραδόξῳ τοῦ συμβάντος περὶ τοὺς᾿ Ινδοὺς οὐκ ἐξ ἀνθρώπων, ὥς τισι τερατολογεῖσθαι δοκεῖ, τὴν σύστασιν λαβεῖν τὸ τῶν Χριστιανῶν δόγμα, ἀναγκαῖον καὶ τὴν αἰτίαν τῆς
2.24.2
Φρουμεντίου χειροτονίας διεξελθεῖν· ἔχει δὲ ὧδε. περὶ πολλοῦ τοῖς παρ'῞ Ελλησιν εὐδοκιμωτάτοις φιλοσόφοις ἐγίνετο πόλεις καὶ τόπους ἀγνῶτας ἱστορεῖν. οὕτω γοῦν Πλάτων ὁ Σωκράτους ἑταῖρος Αἰγυπτίοις ἐνεδήμησε τὰ παρ' αὐτοῖς μαθησόμενος, ἔπλευσε δὲ καὶ εἰς Σικελίαν ἐπὶ θέᾳ τῶν αὐτόθι κρατήρων, ἐν οἷς ἀεὶ μὲν ὡς ἀπὸ πηγῆς ἀναδιδόμενον αὐτόματον παφλάζει πῦρ, πολλάκις δὲ ὑπερχέον ποταμοῦ δίκην ῥεῖ καὶ τὴν γείτονα γῆν ἐπιβόσκεται τοσοῦτον, ὡς ἔτι νῦν πολλοὺς ἀγροὺς φαίνεσθαι κατακεκαυμένους καὶ μήτε σπόρον δέχεσθαι μήτε φυτείαν δένδρων, οἷά γε περὶ τῆς Σοδομιτῶν
2.24.3
χώρας καταγγέλλουσι. τούτους δὲ τοὺς κρατῆρας καὶ᾿ Εμπεδοκλῆς ἱστόρησεν, ἀνὴρ λαμπρῶς παρ'῞ Ελλησι φιλοσοφήσας καὶ ἐν ἔπεσιν ἡρῴοις τὴν ἐπιστήμην πραγματευσάμενος· διαπορούμενος δὲ περὶ τῆς ἀναδόσεως τοῦ πυρός, ἢ τούτῳ τῷ τρόπῳ ἄμεινον ἀποθανεῖν δοκιμάσας, ἤ– τό γε ἀληθέστερον εἰπεῖν– οὐδὲ αὐτὸς ἴσως εἰδὼς οὗ χάριν πρὸ καιροῦ τὴν τοιαύτην
2.24.4
εὗρεν ἑαυτῷ τοῦ βίου ἀπαλλαγήν, ἥλατο εἰς τὸ πῦρ καὶ διεφθάρη. οὐ μὴν ἀλλὰ καὶ Δημόκριτος ὁ Κῷος πλείστας ἱστόρησε πόλεις, ἀέρα τε καὶ χώρας καὶ ἔθνη· καὶ ἐπὶ ἔτεσιν ὀγδοήκοντα διαγαγεῖν ἐπὶ ξένης αὐτός που περὶ ἑαυτοῦ φησιν. ἄλλοι τε ἐπὶ τούτοις μυρίοι τῶν παρ'῞ Ελλησι σοφῶν,
2.24.5
ἀρχαῖοι καὶ νεώτεροι, τοῦτο ἐσπούδασαν. οὓς ζηλώσας Μερόπιός τις φιλόσοφος Τύριος τῆς Φοινίκης παρεγένετο εἰς᾿ Ινδούς. εἵποντο δὲ αὐτῷ παῖδες δύο, Φρουμέντιός τε καὶ᾿ Εδέσιος, ἄμφω δὲ γένει αὐτῷ προσήκοντες· οὓς διὰ λόγων ἦγε καὶ ἐλευθερίως ἐπαίδευεν. ἱστορήσας δὲ τῆς᾿ Ινδικῆς ὅσα γε αὐτῷ ἐξεγένετο, τῆς ἐπανόδου εἴχετο νηὸς ἐπιτυχὼν στελλομένης εἰς Αἴγυπτον. συμβὰν δὲ κατὰ χρείαν ὕδατος ἢ τῶν ἄλλων ἐπιτηδείων εἰς ὅρμον τινὰ προσσχεῖν τὴν ναῦν, καταδραμόντες οἱ τῇδε᾿ Ινδοὶ κτείνουσι πάντας καὶ τὸν Μερόπιον· ἔτυχον γὰρ τότε λύσαντες τὰς πρὸς῾ Ρωμαίους σπονδάς.
2.24.6
τοὺς δὲ παῖδας νέους ὄντας οἰκτείραντες ἐζώγρησαν καὶ βασιλεῖ τῷ ἑαυτῶν προσήγαγον. ὁ δὲ τὸν μὲν νεώτερον οἰνοχόον κατέστησε, μείζονα δὲ τῆς αὐτοῦ οἰκίας τὸν Φρουμέντιον καὶ τῶν χρημάτων ἐπίτροπον· ἔγνω γὰρ αὐτὸν ἐχέφρονα καὶ διοικεῖν ἱκανώτατον. ἐπὶ πολὺν δὲ χρόνον χρησίμους σφᾶς καὶ πιστοὺς παρασχομένους, τελευτῶν ἐπὶ παιδὶ καὶ γαμετῇ, ἐλευθερίᾳ τῆς εὐ
2.24.7
νοίας αὐτοὺς ἠμείψατο καὶ ᾗ βούλοιντο διάγειν ἐπέτρεψε. καὶ οἱ μὲν εἰς Τύρον πρὸς τοὺς οἰκείους ἐπανελθεῖν ἐσπούδαζον· ἔτι δὲ τοῦ βασιλέως υἱοῦ νέου κομιδῇ ὄντος ἐδεήθη ἡ τούτου μήτηρ ἐπ' ὀλίγον χρόνον περιμεῖναι ἄμφω τὴν βασιλείαν ἐπιτροπεύοντας, ἄχρις ἂν ὁ παῖς ἀνδρωθείη. ἀντιβολοῦσαν δὲ τὴν βασιλίδα ᾐδέσθησαν, καὶ τὰ βασίλεια καὶ τὴν ἡγεμονίαν
2.24.8
᾿ Ινδῶν διῴκουν. ὁ δὲ Φρουμέντιος θείαις ἴσως προτραπεὶς ἐπιφανείαις ἢ καὶ αὐτομάτως τοῦ θεοῦ κινοῦντος ἐπυνθάνετο, εἴ τινες εἶεν Χριστιανοὶ παρ'᾿ Ινδοῖς ἢ῾ Ρωμαῖοι τῶν εἰσπλεόντων ἐμπόρων. ἐπιμελῶς δὲ τούτους ἀναζητῶν μετεκαλεῖτο πρὸς ἑαυτόν· ἀμφαγαπάζων τε καὶ φιλοφρονούμενος εὐχῆς ἕνεκεν συνιέναι ἐποίει καὶ ᾗ῾ Ρωμαίοις ἔθος ἐκκλησιάζειν, καὶ διὰ πάντων προὐτρέπετο τὸ θεῖον πρεσβεύειν, εὐκτηρίους οἴκους οἰκοδομήσας. 2. 24. ἤδη δὲ τοῦ βασιλέως υἱοῦ εἰς ἐφήβους τελοῦντος, παραιτησάμενοι αὐτὸν καὶ τὴν βασιλίδα οὐκ ἀνεκτὸν ἡγουμένους χωρίζεσθαι σφῶν, πείσαντες καὶ φίλοι ἀπαλλαγέντες, παρεγένοντο εἰς τὴν῾ Ρωμαίων ὑπήκοον. καὶ᾿ Εδέσιος μὲν τοὺς οἰκείους ὀψόμενος εἰς Τύρον ἦλθεν, ἔνθα δὴ μετὰ ταῦτα πρεσβυτερίου ἠξιώθη. Φρουμέντιος δὲ τὴν ἐπὶ Φοινίκην ὁδὸν τέως ἀναβαλλόμενος ἀφίκετο εἰς᾿ Αλεξάνδρειαν· ἔδοξε γὰρ αὐτῷ οὐ καλῶς ἔχειν πατρίδος καὶ γένους δευ
2.24.10
τερεύειν τὴν περὶ τὰ θεῖα σπουδήν. συντυχὼν δὲ᾿ Αθανασίῳ τῷ προϊσταμένῳ τῆς᾿ Αλεξανδρέων ἐκκλησίας τὰ κατ'᾿ Ινδοὺς διηγήσατο καὶ ὡς ἐπι- σκόπου δέοι αὐτοῖς τῶν αὐτόθι Χριστιανῶν ἐπιμελησομένου. ὁ δὲ᾿ Αθανάσιος τοὺς ἐνδημοῦντας ἱερέας ἀγείρας ἐβουλεύσατο περὶ τούτου· καὶ χειροτονεῖ αὐτὸν τῆς᾿ Ινδικῆς ἐπίσκοπον, λογισάμενος ἐπιτηδειότατον εἶναι τοῦτον καὶ ἱκανὸν πολλὴν ποιῆσαι τὴν θρησκείαν, παρ' οἷς πρῶτος αὐτὸς ἔδειξε τὸ Χριστιανῶν ὄνομα καὶ σπέρμα παρέσχετο τῆς τοῦ δόγματος μετουσίας.
2.24.11
ὁ δὲ Φρουμέντιος πάλιν εἰς᾿ Ινδοὺς ὑποστρέψας λέγεται τοσοῦτον εὐκλεῶς τὴν ἱερωσύνην μετελθεῖν, ὡς ἐπαινεθῆναι παρὰ πάντων τῶν αὐτοῦ πειραθέντων, οὐχ ἧττον ἢ τοὺς ἀποστόλους θαυμάζουσι, καθότι καὶ ἐπισημότατον αὐτὸν ὁ θεὸς ἀπέφηνε, πολλὰς καὶ παραδόξους ἰάσεις καὶ σημεῖα καὶ τέρατα δι' αὐτοῦ δημιουργήσας. ἡ μὲν δὴ παρ'᾿ Ινδοῖς ἱερωσύνη ταύτην ἔσχεν ἀρχήν.
2.25.1
᾿ Αθανασίῳ δὲ πάλιν αἱ τῶν ἐναντίων ἐπιβουλαὶ ἀνεκίνουν πράγματα
2.25.2
καὶ μῖσος παρὰ τῷ βασιλεῖ κατεσκεύαζον καὶ κατηγόρων ἐπήγειρον πλῆθος. παρ' ὧν ὀχλούμενος ὁ βασιλεὺς σύνοδον γενέσθαι προσέταξεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. εἰς ἣν κληθεὶς οὐχ ὑπήκουσεν, Εὐσεβίου τοῦ τῇδε ἐπισκόπου καὶ τοῦ Νικομηδείας καὶ τῶν ἀμφ' αὐτοὺς δείσας τὴν σκαιωρίαν. ἀλλὰ τότε μὲν καίτοι συνελθεῖν ἀναγκαζόμενος ἀμφὶ τοὺς τριάκοντα μῆνας ἀνε
2.25.2
βάλλετο· μετὰ δὲ ταῦτα σφοδρότερον βιασθεὶς ἧκεν εἰς Τύρον.῎ Ενθα δὴ συνελθόντες πολλοὶ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ἐκέλευον
2.25.3
αὐτὸν τὰς εὐθύνας ὑπέχειν τῶν κατηγορουμένων. κατηγόρουν δὲ αὐτοῦ τοῦ μέρους᾿ Ιωάννου Καλλίνικος ἐπίσκοπος καὶ᾿ Ισχυρίων τις ὡς μυστικὸν ποτήριον συνέτριψε καὶ ἐπισκοπικὸν καθεῖλε θρόνον καὶ᾿ Ισχυρίωνα τοῦτον πρεσβύτερον ὄντα πολλάκις καθεῖρξε καὶ συκοφαντήσας πρὸς῾ Υγῖνον τὸν Αἰγύπτου ὕπαρχον, ὡς βασιλικὰς εἰκόνας λιθάσαντα, δεσμωτήριον οἰκεῖν
2.25.4
παρεσκεύασε, Καλλίνικον δὲ ὡς ἐπίσκοπον ὄντα ἐν Πηλουσίῳ τῆς καθόλου ἐκκλησίας καὶ μετὰ᾿ Αλεξάνδρου συναγόμενον καθεῖλεν, ὅτι γέ, φησι, παρητεῖτο κοινωνεῖν αὐτῷ, εἰ μὴ πεισθείη περὶ τοῦ συντετρῖφθαι ὑπονοουμένου μυστικοῦ ποτηρίου, Μάρκῳ δέ τινι πρεσβυτερίου ἀφῃρημένῳ τὴν Πηλουσίου ἐκκλησίαν ἐπέτρεψεν, αὐτὸν δὲ Καλλίνικον στρατιωτικῆς φρουρᾶς καὶ αἰ
2.25.5
κισμῶν καὶ δικαστηρίων πειραθῆναι ἐποίησε. καὶ Εὔπλος δὲ καὶ Παχώμιος καὶ᾿ Ισαὰκ καὶ᾿ Αχιλλεὺς καὶ῾ Ερμαίων, τῶν ἀμφ'᾿ Ιωάννην ἐπίσκοποι
2.25.6
πληγῶν αὐτοῦ κατηγόρουν, κοινῇ δὲ πάντες, ὡς δι' ἐπιορκίας τινῶν εἰς τὴν ἐπισκοπὴν παρῆλθεν, συνθεμένων πάντων μηδένα χειροτονεῖν, πρὶν τὰ ἐν αὐτοῖς ἐγκλήματα διαλύσωσιν· ἀποστῆναι δὲ διὰ τοῦτο αὐτοὺς ἀπατηθέντας τῆς πρὸς αὐτὸν κοινωνίας· τὸν δὲ μὴ ἀξιῶσαι πεῖσαι, ἀλλὰ βιάζεσθαι, καὶ δεσμωτηρίοις αὐτοὺς ἐμβαλεῖν.
2.25.7
᾿ Επὶ τούτοις τε καὶ τὰ κατὰ᾿ Αρσένιον ἀνεκινεῖτο. καὶ οἷα φιλεῖ ἐν σπουδαζομέναις ἐπιβουλαῖς, ἀπροσδόκητοι καὶ τῶν νομιζομένων φίλων ἀνεφύοντο κατήγοροι. καὶ γραμματεῖον ἀνεγινώσκετο δημοτικῶν ἐκβοήσεων, ὡς τῶν ἀνὰ τὴν᾿ Αλεξάνδρειαν λαῶν δι' αὐτὸν ἐκκλησιάζειν μὴ ἀνεχομένων.
2.25.8
ὁ δὲ᾿ Αθανάσιος ἀπολογήσασθαι προσταχθείς, προελθὼν πολλάκις εἰς τὸ δικαστήριον τὰ μὲν τῶν ἐγκλημάτων ἀπελύσατο, τῶν δὲ πρὸς ἐπίσκεψιν ὑπέρθεσιν ᾔτησεν. ἠπόρει δὲ λίαν καὶ τοὺς κατηγόρους τοῖς δικασταῖς ὁρῶν κεχαρισμένους καὶ μάρτυρας πολλοὺς κατ' αὐτοῦ παρεσκευασμένους ἐκ τῶν τὰ᾿ Αρείου καὶ Μελιτίου φρονούντων καὶ τοὺς συκοφάντας, ἐφ' οἷς ἐγκλήμασιν ἐκράτει, συγγνώμης ἀξιουμένους, καὶ μάλιστα ἐπὶ τῇ κατὰ᾿ Αρσένιον γραφῇ, οὗ γοητείας ἕνεκα κατηγορεῖτο τὸν βραχίονα ἐκτεμεῖν, καὶ γυναῖκά τινα, ᾗ δῶρα ἐπὶ ἀσελγείᾳ δεδωκέναι καὶ νύκτωρ ἀκούσῃ. ναι ἐνεκαλεῖτο. ἑκατέρα γραφὴ γελοία ἐφωράθη καὶ συκοφαντίας ἀνάπλεως. ἐπεὶ γὰρ συνειλεγμένων ἐπισκόπων κατηγόρει ταῦτα ἡ γυνή, παρεστὼς᾿ Αθανασίῳ Τιμόθεος᾿ Αλεξανδρεὺς πρεσβύτερος, ὡς αὐτοῖς λάθρα συνεδόκει, ὑπολαβὼν πρὸς τὸ γύναιον «ἐγώ σε», ἔφη, «ἐβιασάμην, ὦ γύναι;»
2.25.10
ἡ δέ· «ἀλλ' οὐ σύ;» καιρὸν λέγουσα καὶ τόπον ἐν ᾧ δῆθεν βεβίαστο.᾿ Αρσένιον δὲ εἰς μέσον παρήγαγε καὶ ἀμφοτέρας ἀρτίους αὐτοῦ χεῖρας ἐπέδειξε τοῖς δικασταῖς, καὶ ἐδεῖτο αὐτῶν εὐθύνας ὑπέχειν τοὺς κατηγόρους οὗ ἐπεφέροντο βραχίονος. ἔτυχε γὰρ᾿ Αρσένιος οὗτος, ἢ θειόθεν ἐλαυνόμενος ἤ, ὡς λέγεται, ὑπὸ τῶν ἐπιβούλων᾿ Αθανασίου κρυπτόμενος, ἀναγγείλαντός του δι' αὐτὸν κινδυνεύειν τὸν ἐπίσκοπον, ἀποδρὰς νύκτωρ καὶ πρὸ μιᾶς τοῦ
2.25.11
δικαστηρίου κατάρας εἰς Τύρον. ἑκατέρου δὲ ἐγκλήματος ὧδε λυθέντος, ὡς μηδὲν ἀπολογίας προσδεηθῆναι, τὸ μὲν πρῶτον, ὡς οἶμαι, ἐπὶ προφάσει δῆθεν τοῦ μὴ χρῆναι οὕτως αἰσχρὸν καὶ γελοιῶδες πρᾶγμα ἐπὶ συνό
2.25.12
δου ἀναγράφεσθαι, οὐκ ἐμφέρεται τοῖς πεπραγμένοις. πρὸς δὲ τὸ δεύτερον ἤρκεσεν εἰς ἀπολογίαν τοῖς κατηγόροις εἰπεῖν, ὡς Πλουσιανός τις ἐπίσκοπος τῶν ὑπὸ᾿ Αθανάσιον κατὰ πρόσταξιν αὐτοῦ τὴν᾿ Αρσενίου οἰκίαν κατέφλεξε, καὶ κίονι προσδήσας καὶ ἱμᾶσιν αἰκισάμενος ἐν οἰκίσκῳ καθεῖρξε· διὰ θυρίδος δὲ ἀποδρᾶσαι τοῦτον καί, ἐπειδὴ ζητητέος ἦν, ἐπὶ χρόνον λαθεῖν κρυπτόμενον, μὴ φαινόμενον δὲ εἰκότως ἀποθανεῖν νομισθῆναι· καὶ οἷά γε ἐπιφανῆ ἄνδρα καὶ ὁμολογητὴν οἱ ἀμφὶ τὸν᾿ Ιωάννην ἐπίσκοποι ἐζήτουν αὐτὸν προσιόντες τοῖς ἄρχουσι.
2.25.13
Ταῦτ' οὖν λογιζόμενος᾿ Αθανάσιος περιδεὴς ἦν· ἅμα δὲ ὑφωρᾶτο, μὴ καιρὸν εὑρόντες οἱ ἐπιβουλεύοντες λάθρα ἀνέλωσιν αὐτόν. μετὰ πολλὰς δὲ συνόδους, θορύβου καὶ ταραχῆς ἐμπλησθέντος τοῦ συλλόγου, κεκραγότων τε τῶν κατηγόρων καὶ τοῦ περὶ τὸ δικαστήριον πλήθους πάσῃ μηχανῇ χρῆναι αὐτὸν ἐκποδὼν ποιεῖν ὡς γόητα καὶ βίαιον καὶ ἱερωσύνης ἀνάξιον, δείσαντες οἱ παρὰ τοῦ βασιλέως προστεταγμένοι παρεῖναι τῇ συνόδῳ εὐταξίας ἕνεκα, μή, ὡς εἰκὸς ἐν στάσει, καταδραμόντες αὐτόχειρες αὐτοῦ γένωνται, λάθρα
2.25.14
αὐτὸν ὑπεξήγαγον τοῦ δικαστηρίου. ὁ δὲ λογισάμενος οὐκ ἀκίνδυνον αὐτῷ διατρίβειν ἐν Τύρῳ οὔτε ἀσφαλὲς δικάσασθαι πρὸς πλῆθος κατηγόρων
2.25.15
παρὰ δικασταῖς ἐχθροῖς, φεύγει εἰς Κωνσταντινούπολιν. καταδικάζουσι δὲ αὐτοῦ ἐρήμην ἡ σύνοδος καὶ καθαιροῦσι τῆς ἐπισκοπῆς· καὶ ψηφίζονται αὐτὸν μηκέτι τὴν᾿ Αλεξάνδρειαν οἰκεῖν, ἵνα μή, φησι, θορύβους καὶ στάσεις παρὼν ἐργάζηται.᾿ Ιωάννην δὲ καὶ τοὺς σὺν αὐτῷ πάντας ὡς οὐ δικαίως κακῶς παθόντας εἰς κοινωνίαν προσίενται, καὶ τὸ ἐν τῷ κλήρῳ ἀξίωμα
2.25.16
ἑκάστῳ διέδωκαν. δηλοῦσι δὲ τὰ πεπραγμένα τῷ βασιλεῖ καὶ γράφουσι τοῖς πανταχῇ ἐπισκόποις μὴ μεταδοῦναι αὐτῷ κοινωνίας μήτε γράφειν μήτε γράμματα παρ' αὐτοῦ δέχεσθαι, ὡς ἐληλεγμένου ἐν οἷς διήκουσαν καὶ διὰ
2.25.17
τῆς φυγῆς καὶ ἐπὶ ταῖς μὴ ἀγωνισθείσαις γραφαῖς ἁλόντος. ἐδήλουν δὲ διὰ τῆς ἐπιστολῆς ἐπὶ τοιαύτην προῆχθαι ψῆφον πρῶτον μὲν ὅσα χαλεπαίνοντες, καθότι τοῦ βασιλέως προστάξαντος ἐν τῷ παρελθόντι ἐνιαυτῷ συνελθεῖν αὐτοῦ χάριν εἰς Καισάρειαν τοὺς ἀνὰ τὴν ἕω ἐπισκόπους οὐκ ἀπήντησεν, ἐπὶ μακρῷ χρόνῳ ταλαιπωρουμένην τὴν σύνοδον ἰδὼν καὶ τῶν τοῦ κρα
2.25.18
τοῦντος προσταγμάτων καταφρονήσας. πλειόνων δὲ συνελθόντων εἰς Τύρον ἅμα πλήθει ἀφίκετο καὶ ταραχὰς καὶ θορύβους ἐνεποίει τῇ συνόδῳ, πῇ μὲν τὰς ἀπολογίας παρακρουόμενος, πῇ δὲ τῶν ἐπισκόπων ἕκαστον προπηλακίζων, ἄλλοτε δὲ καλούμενος ὑπ' αὐτῶν μὴ ὑπακούων, ποτὲ δὲ κρίνεσθαι
2.25.3
μὴ ἀξιῶν. περιφανῶς δὲ πεφωρᾶσθαι αὐτὸν ἐπὶ τοῦ μυστικοῦ ποτηρίου τῇ συντριβῇ κατήγγελλον, μάρτυρας ἐπὶ τούτῳ προϊσχόμενοι Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Μάριν τὸν Χαλκηδόνος καὶ Θεόδωρον τὸν῾ Ηρακλείας, Οὐάλεντά τε καὶ Οὐρσάκιον καὶ Μακεδόνιον· οὓς ἀπέστειλαν εἰς Αἴγυπτον, ὥστε παραγενομένους εἰς τὴν κώμην, ἔνθα συντετρῖφθαι τὸ ποτήριον ἐλέγετο, τὸ ἀληθὲς ἀνευρεῖν. τοιαῦτα ἔγραψαν, καθ' ἕκαστον ἔγκλημα δικανικῶς ἐφαψάμενοι καὶ οἷον ἐκ τέχνης τινὸς διαβολὴν κατασκευάσαι σπουδάζοντες. 2. 25. οὐχ ὑγιῶς δὲ ταύτην τὴν κρίσιν ἔχειν καὶ πολλοῖς τῶν παρόντων ἱερέων κατεφαίνετο. λέγεται γοῦν Παφνούτιον τὸν ὁμολογητὴν τῇ συνόδῳ ταύτῃ παραγενόμενον, λαβόμενον τῆς χειρὸς ἐξαναστῆσαι Μάξιμον τὸν῾ Ιεροσολύμων ἐπίσκοπον, ὡς οὐ δέον συλλόγου κοινωνεῖν πονηρῶν ἀνθρώπων ὁμολογητὰς αὐτοὺς ὄντας καὶ δι' εὐσέβειαν τοὺς ὀφθαλμοὺς αὐτῶν κεκομμένους καὶ τὰς ἀγκύλας πεπηρωμένους.
2.26.1
᾿ Εν τούτῳ δὲ ἀμφὶ τὴν τρίτην δεκάδα τῆς Κωνσταντίνου ἡγεμονίας ἐξεργασθέντος τοῦ ἐν῾ Ιεροσολύμοις νεὼ περὶ τὸν Κρανίου χῶρον, ὃ μέγα μαρτύριον προσαγορεύεται, παραγενόμενος εἰς Τύρον Μαριανός, ἀνὴρ τῶν ἐν ἀξίᾳ, βασιλικὸς ταχυγράφος, ἀπέδωκε τῇ συνόδῳ βασιλέως ἐπιστολὴν παρακελευομένην ἐν τάχει τὰ῾ Ιεροσόλυμα καταλαβεῖν καὶ τὸν νεὼ καθ
2.26.2
ιερῶσαι. τοῦτο δὲ καὶ πρὶν βεβουλευμένος ἀναγκαῖον ἐνόμισε πρότερον ἐν Τύρῳ συνελθόντας τοὺς ἐπισκόπους διαθεῖναι τὰς πρὸς ἀλλήλους διαφοράς, οὕτω τε κεκαθαρμένους διχονοίας καὶ λύπης ἐπὶ τὴν ἀφιέρωσιν τοῦ νεὼ χωρῆσαι· πρόσφορον γὰρ εἶναι τῇ τοιαύτῃ πανηγύρει τὴν ὁμόνοιαν τῶν
2.26.3
ἱερέων. καὶ οἱ μὲν ἧκον εἰς῾ Ιεροσόλυμα καὶ τὸν ναὸν καθιέρωσαν καὶ τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα κειμήλιά τε καὶ ἀναθήματα, ἃ εἰσέτι νῦν ἐν τῷδε τῷ ἱερῷ οἴκῳ ἀνάκεινται καὶ πολὺ παρέχει θαῦμα τοῖς θεω
2.26.4
μένοις πολυτελείας τε καὶ μεγέθους ἕνεκα. ἐξ ἐκείνου δὲ ἐτήσιον ταύτην τὴν ἑορτὴν λαμπρῶς μάλα ἄγει ἡ῾ Ιεροσολύμων ἐκκλησία, ὡς καὶ μυήσεις ἐν αὐτῇ τελεῖσθαι, καὶ ὀκτὼ ἡμέρας ἐφεξῆς ἐκκλησιάζειν, συνιέναι τε πολλοὺς σχεδὸν ἐκ πάσης τῆς ὑφ' ἥλιον, οἳ καθ' ἱστορίαν τῶν ἱερῶν τόπων πάντοθεν συντρέχουσι κατὰ τὸν καιρὸν ταύτης τῆς πανηγύρεως.
2.27.1
Τηνικαῦτα δὲ καιροῦ λαβόμενοι οἱ τὰ᾿ Αρείου φρονοῦντες τῶν ἐπισκόπων ἐσπούδασαν γενέσθαι ἐν῾ Ιεροσολύμοις σύνοδον καὶ κοινωνίας αὐτῷ μεταδοῦναι καὶ Εὐζωίῳ· ἐθάρρησαν δὲ ταῦτα κατὰ πρόφασιν τοιάνδε.
2.27.2
πρεσβύτερός τις ἦν συνήθης τῇ ἀδελφῇ τοῦ βασιλέως, ἐπαινέτης τῶν᾿ Αρείου δογμάτων. καὶ ὅτι τάδε ἐφρόνει, τὰ πρῶτα ἐλάνθανεν. ὡς δὲ πολλοῖς προελθὼν χρόνοις οἰκειότερον ἑαυτὸν κατέστησε Κωνσταντίᾳ (τοῦτο γὰρ ὄνομα ἦν τῇ ἀδελφῇ Κωνσταντίνου), ἀδείας λαβόμενος ἐπαρρησιάσατο πρὸς αὐτήν, καὶ κατεμέμφετο μὴ δικαίως῎ Αρειον τὴν πατρίδα φεύγειν καὶ τῆς ἐκκλησίας ἐκβεβλῆσθαι, διὰ φθόνον καὶ ἰδίας ἔχθρας ἐκβληθέντα παρὰ᾿ Αλεξάνδρου τοῦ ἐπιτροπεύσαντος τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν· εὐδοκι-
2.27.3
μοῦντα γάρ, ἔφη, παρὰ τῷ πλήθει ὁρῶν αὐτὸν ἐζηλοτύπησεν. ἀληθῆ δὲ ταῦτα πεισθεῖσα Κωνσταντία, ἐν ᾧ μὲν περιῆν, οὐδὲν ἔφθασε νεωτερίσαι τῶν ἐν Νικαίᾳ δοξάντων· ἐπεὶ δὲ νόσῳ περιέπεσε, καθυφωρᾶτο τελευτᾶν· καὶ παραγενόμενον ὡς αὐτὴν τὸν ἀδελφὸν ἐκέλευσε τελευταίαν αὐτῇ δοῦναι χάριν, ἣν ἂν αἰτήσειεν. ἐδεῖτο δὲ οἰκεῖον ἔχειν τὸν εἰρημένον πρεσβύτερον καὶ ὡς ὀρθῶς δοξάζοντι περὶ τὸ θεῖον πείθεσθαι· ἑαυτὴν μὲν γάρ, ἔφη, οἴχεσθαι καὶ λοιπὸν τῆς ἐνταῦθα βιοτῆς μηδὲν φροντίζειν· περὶ αὐτοῦ δὲ ὀρρωδεῖν, μή τι πάθοι ὑπὸ θεομηνίας ἢ αὐτὸς κακῶς πράξας ἢ τὴν ἡγεμονίαν αἰσχρῶς ἀποβαλών, ἐπεὶ δικαίους, ἔφη, καὶ ἀγαθοὺς ἄνδρας ἀδίκως πεισθείς
2.27.4
τισιν ἀιδίῳ φυγῇ ἐζημίωσεν. ἐντεῦθεν ὁ βασιλεὺς οἰκειότατα διετέθη περὶ τὸν πρεσβύτερον τοῦτον· καὶ παρρησίας αὐτῷ μεταδοὺς καὶ κοινωσάμενος περὶ ὧν ἐνετείλατο ἡ ἀδελφή, ᾠήθη χρῆναι πάλιν πειραθῆναι τῶν κατὰ τὸν῎ Αρειον, ὡς εἰκὸς ὑποτοπήσας ἀληθεῖς εἶναι τὰς διαβολὰς ἢ τῇ ἀδελφῇ χαριζόμενος. οὐκ εἰς μακράν τε μετεκαλέσατο῎ Αρειον ἀπὸ τῆς
2.27.5
φυγῆς, καὶ γραφὴν ἐκέλευσεν ἐκδοῦναι ὧν πιστεύει περὶ θεοῦ. ὁ δὲ τὸ καινὸν ἐκκλίνας ὧν πρότερον εὗρεν ὀνομάτων, ἑτέραν ὕφανεν ἔκθεσιν ἁπλοῖς ῥητοῖς καὶ ἐγνωσμένοις ταῖς ἱεραῖς βίβλοις χρησάμενος, καὶ ὅρκον ὤμοσεν ἦ μὴν ὧδε πιστεύειν καὶ κατὰ νοῦν ταῦτα φρονεῖν καὶ μηδὲν ἕτερον ἐννοεῖν παρὰ ταῦτα. ἔχει δὲ ὧδε·
2.27.6
«Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν βασιλεῖ Κωνσταντίνῳ῎ Αρειος καὶ Εὐζώιος πρεσβύτεροι." 7Καθὼς προσέταξεν ἡ θεοφιλής σου εὐσέβεια, δέσποτα βασιλεῦ, ἐκτι" 7θέμεθα τὴν ἑαυτῶν πίστιν ἐγγράφως ὁμολογοῦμεν ἐπὶ θεοῦ οὕτως" 7πιστεύειν, καὶ αὐτοὶ πάντες οἱ σὺν ἡμῖν, ὡς ὑποτέτακται.
2.27.7
" 7Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς κύριον᾿ Ιησοῦν" 7Χριστὸν τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ πρὸ πάντων τῶν αἰώνων γεγεννη" 7μένον θεὸν λόγον, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς" 7γῆς, τὸν ἐλθόντα καὶ σάρκα ἀναλαβόντα καὶ παθόντα καὶ ἀναστάντα καὶ" 7ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ" 7νεκρούς. καὶ εἰς ἅγιον πνεῦμα καὶ σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν τοῦ" 7μέλλοντος αἰῶνος, καὶ εἰς βασιλείαν οὐρανῶν, καὶ εἰς μίαν ἐκκλησίαν καθο" 7λικὴν τοῦ θεοῦ τὴν ἀπὸ περάτων ἕως περάτων.
2.27.8
" 7Ταύτην δὲ τὴν πίστιν παρειλήφαμεν ἐκ τῶν ἁγίων εὐαγγελίων λέ" 7γοντος τοῦ κυρίου τοῖς ἑαυτοῦ μαθηταῖς «πορευθέντες μαθητεύσατε πάντα" 7τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ 2. 27." 7τοῦ ἁγίου πνεύματος.» εἰ δὲ μὴ ταῦτα οὕτως πιστεύομεν καὶ ἀποδεχό" 7μεθα ἀληθῶς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ὡς πᾶσα ἡ καθολικὴ" 7ἐκκλησία καὶ αἱ ἅγιαι γραφαὶ διδάσκουσιν, αἷς κατὰ πάντα πιστεύομεν,
2.27.10
" 7κριτὴς ἡμῶν ἔσται ὁ θεὸς καὶ νῦν καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ. διὸ" 7παρακαλοῦμέν σου τὴν εὐσέβειαν, θεοφιλέστατε ἡμῶν βασιλεῦ, ἐκκλη" 7σιαστικοὺς ἡμᾶς ὄντας καὶ τὴν πίστιν καὶ τὸ φρόνημα τῆς ἐκκλησίας καὶ" 7τῶν ἁγίων γραφῶν ἔχοντας ἑνοῦσθαι ἡμᾶς διὰ τῆς εἰρηνοποιοῦ σου καὶ" 7θεοσεβοῦς εὐσεβείας τῇ μητρὶ ἡμῶν, τῇ ἐκκλησίᾳ δηλαδή, περιῃρημένων" 7τῶν ζητημάτων καὶ τῶν ἐκ τῶν ζητημάτων περισσολογιῶν, ἵνα καὶ ἡμεῖς" 7καὶ ἡ ἐκκλησία μετ' ἀλλήλων εἰρηνεύσαντες τὰς συνήθεις εὐχὰς ὑπὲρ τῆς" 7εἰρηνικῆς σου καὶ εὐσεβοῦς βασιλείας καὶ παντὸς τοῦ γένους σου κοινῇ" 7πάντες ποιώμεθα.»
2.27.11
Ταύτης τῆς πίστεως τὴν γραφὴν οἱ μὲν ἔλεγον τεχνικῶς συγκεῖσθαι καὶ τῷ δοκεῖν τοῖς ῥητοῖς διαλλάσσειν, συμφέρεσθαι δὲ καὶ οὕτως τοῖς᾿ Αρείου δόγμασι κατὰ τὴν ἐκδοχὴν τῶν ὀνομάτων, ἄδειαν παρεχόντων
2.27.12
ἐπαμφοτερίζειν καὶ πρὸς ἑκατέραν διάνοιαν ταῦτα ἐκλαμβάνειν. ὑπολαβὼν δὲ ὁ βασιλεὺς παραπλήσια δοξάζειν῎ Αρειόν τε καὶ Εὐζώιον τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν ἥσθη τῷ πράγματι. οὐ μὴν ἑαυτῷ ἐπέτρεψεν εἰς κοινωνίαν αὐτοὺς δέξασθαι πρὸ κρίσεως καὶ δοκιμασίας τῶν τούτου κυρίων
2.27.13
κατὰ τὸν νόμον τῆς ἐκκλησίας. πέμπει δὲ αὐτοὺς πρὸς τοὺς ἐν῾ Ιεροσολύμοις τότε συνελθόντας ἐπισκόπους, γράψας σκοπηθῆναι αὐτῶν τὴν ἔκθεσιν τῆς πίστεως, φιλάνθρωπον δὲ ψῆφον ἐνεγκεῖν ἐπ' αὐτοῖς τὴν σύνοδον, ἤν τε ὀρθῶς φανεῖεν δοξάζοντες καὶ φθόνου χάριν ἐπιβουλευθέντες ἤν τε μηδὲν ἔχοντες μέμφεσθαι τοῖς ἤδη ἐπ' αὐτοῖς κεκριμένοις μεταμεληθεῖεν.
2.27.14
καιροῦ δὲ λαβόμενοι οἱ ταῦτα πάλαι σπουδάζοντες προφάσει τῶν βασιλέως γραμμάτων ἐδέξαντο αὐτοὺς εἰς κοινωνίαν. καὶ ὅτε τοῦτο ἐποίησαν, αὐτῷ τε τῷ βασιλεῖ ἔγραψαν καὶ τῇ ἐκκλησίᾳ᾿ Αλεξανδρείας καὶ τοῖς ἀνὰ τὴν Αἴγυπτον καὶ Θηβαΐδα καὶ Λιβύην ἐπισκόποις καὶ κληρικοῖς, παρακελευσάμενοι προθύμως αὐτοὺς δέξασθαι, ὡς καὶ τοῦ βασιλέως μαρτυρήσαντος ὀρθὴν εἶναι τὴν αὐτῶν πίστιν, ἣν καὶ τῇ οἰκείᾳ ἐπιστολῇ ὑπέταξαν, καὶ τῆς συνόδου ἐπιψηφισαμένης τῇ τοῦ βασιλέως κρίσει. καὶ τὰ μὲν ὧδε ἐν῾ Ιεροσολύμοις ἐσπουδάζετο.
2.28.1
᾿ Αθανάσιος δὲ φεύγων ἐκ Τύρου εἰς Κωνσταντινούπολιν ἦλθε, καὶ προσελθὼν Κωνσταντίνῳ τῷ βασιλεῖ, ἃ πέπονθεν ἀπωδύρετο παρόντων τῶν καταδικασάντων αὐτοῦ ἐπισκόπων, καὶ ἐδεῖτο τῶν ἐν Τύρῳ κεκριμένων γενέσθαι τὴν ἐξέτασιν ἐπὶ αὐτοῦ βασιλέως. Κωνσταντῖνος δὲ εὔλογον εἶναι δοκιμάσας τὴν αἴτησιν τάδε ἔγραψε τοῖς ἐν Τύρῳ συνελθοῦσιν ἐπισκόποις·
2.28.2
«᾿ Εγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ θορύβου" 7καὶ χειμῶνος κριθέντα, δοκεῖ δέ πως ὑπό τινος ταραχώδους ἀταξίας ἡ" 7ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πέλας ἐρεσχελίαν,
2.28.3
" 7ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ θεῷ ἀρέσκοντα μὴ συνορώντων. ἀλλὰ" 7ἔσται τῆς θείας προνοίας ἔργον καὶ τὰ τῆς φιλονικίας ταύτης κακὰ φανε" 7ρῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην ἐπιδεῖξαι, εἴ τινα τῆς ἀλη" 7θείας αὐτόθι συνελθόντες ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκριμένα χωρίς
2.28.4
" 7τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν ἠπειγμένως πάντας" 7ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, ἵνα τὴν τῶν πεπραγμένων
2.28.5
" 7ὑμῖν ἀκρίβειαν καὶ ἡμῶν αὐτῶν παραστήσητε. τίνος δὲ ἕνεκεν" 7ταῦτα γράψαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ ὑμᾶς πρὸς ἐμαυτὸν διὰ τοῦ γράμ" 7ματος καλῶ, ἐκ τῶν ἑπομένων γνώσεσθε. ἐπιβαίνοντί μοι λοιπὸν τῆς" 7ἐπωνύμου ἡμῶν καὶ πανευδαίμονος πατρίδος τῆς Κωνσταντινουπόλεως" 7 (συνέβαινε δέ με τηνικαῦτα ἐφ' ἵππου ὀχεῖσθαι) ἐξαίφνης᾿ Αθανάσιος ὁ" 7ἐπίσκοπος ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν, οὓς περὶ αὐτὸν εἶχεν," 7ἀπροσδοκήτως οὕτω προσῆλθεν, ὡς καὶ παρασχεῖν ἐκπλήξεως ἀφορμήν.
2.28.6
" 7μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὡς οὐδὲ ἐπιγνῶναι αὐτὸν ὅστις" 7ἦν καὶ τὴν ἀδικίαν ἣν πέπονθε, πυνθανομένοις, ὥσπερ εἰκός, ἀπήγ
2.28.7
" 7γειλαν ἡμῖν. ἐγὼ μὲν οὖν οὐ διειλέχθην αὐτῷ κατ' ἐκεῖνο καιροῦ οὔτε" 7ὁμιλίας ἐκοινώνησα. ὡς δὲ ἐκεῖνος μὲν ἠξίου, ἐγὼ δὲ παρῃτούμην καὶ" 7μικροῦ δεῖν ἀπελαύνεσθαι αὐτὸν ἐκέλευον, μετὰ πλείονος παρρησίας οὐδὲν" 7ἕτερον παρ' ἡμῶν ᾔτει ἢ τὴν ὑμετέραν ἄφιξιν, ἠξίωσεν ὑπάρξαι," 7ἵν' ὑμῶν παρόντων, ἃ πέπονθεν, ἀναγκαίως ἀποδύρασθαι δυνηθείη.
2.28.8
" 7ὅπερ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον κατεφαίνετο, ἀσμένως" 7ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες, ὅσοι τὴν σύνοδον τὴν" 7ἐν Τύρῳ γενομένην ἐπληρώσατε, ἀνυπερθέτως εἰς τὸ στρατόπεδον τῆς" 7ἡμετέρας ἡμερότητος ἐπειχθῆτε τοῖς ἔργοις αὐτοῖς ἐπιδείξοντες τὸ τῆς" 7ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ' ἐμοῦ, ὃν τοῦ θεοῦ 2. 28." 7γνήσιον εἶναι θεράποντα οὐκ ἂν ἀρνηθείητε. τοιγαροῦν διὰ τῆς ἐμῆς" 7πρὸς τὸν θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται, καὶ τῶν βαρβάρων" 7αὐτῶν τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλογούντων, οἳ μέχρι νῦν τὴν ἀλήθειαν" 7ἠγνόουν· δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν ἀγνοῶν οὐδὲ τὸν θεὸν ἐπιγινώσκει.
2.28.10
" 7πλὴν ὅμως, καθὰ προείρηται, καὶ οἱ βάρβαροι νῦν δι' ἐμὲ τὸν τοῦ θεοῦ" 7θεράποντα γνήσιον ἐπέγνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμάθηκαν, ὃν" 7ὑπερασπίζειν μου πανταχοῦ καὶ προνοεῖσθαι τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο·" 7ὅθεν μάλιστα καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον
2.28.11
" 7εὐλαβοῦνται, ἡμεῖς δὲ οἱ τὰ μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες" 7προβάλλεσθαι (οὐδὲ γὰρ ἂν εἴποιμι φυλάττειν), ἡμεῖς, φημί, οὐδὲν πράττο" 7μεν ἢ τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καί, ἁπλῶς εἰπεῖν, τὰ πρὸς
2.28.12
" 7ὄλεθρον τοῦ ἀνθρωπίνου γένους ἔχοντα τὴν ἀναφοράν. ἀλλ' ἐπείχθητε," 7καθὰ προείρηται, καὶ πρὸς ἡμᾶς σπεύσατε πάντες ᾗ τάχος, πεπεισμένοι" 7ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ τοῦ θεοῦ" 7ταῦτα ἐξαιρέτως φυλάττωνται, οἷς οὔτε ψόγος οὔτε κακοδοξία τις δυνή" 7σεται προσπλακῆναι, διασκεδασθέντων δηλαδὴ καὶ συντριβέντων ἄρδην καὶ" 7παντελῶς ἀφανισθέντων τῶν ἐχθρῶν τοῦ νόμου, οἵτινες ἐπὶ προσχήματι" 7τοῦ ὀνόματος ποικίλας καὶ διαφόρους βλασφημίας παρέχουσι.»
2.28.13
Τάδε τοῦ βασιλέως γράψαντος οἱ μὲν ἄλλοι δείσαντες οἴκαδε ἀνεχώρησαν, οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον παραγενόμενοι πρὸς βασιλέα δίκαια ψηφίσασθαι ἐπὶ᾿ Αθανασίῳ τὴν ἐν Τύρῳ σύνοδον διισχυρίζοντο. καὶ μάρτυρας παραγαγόντες εἰς μέσον Θεόγνιον καὶ Μάριν καὶ Θεόδωρον, Οὐάλεντά τε καὶ Οὐρσάκιον ἔπεισαν ὡς μυστικὸν ποτήριον
2.28.14
συνέτριψεν, ἄλλα τε πολλὰ λοιδορησάμενοι ἐκράτησαν ταῖς διαβολαῖς. ὁ δὲ βασιλεὺς ἢ ἀληθῆ τάδε πιστεύσας ἢ λοιπὸν ὁμονοεῖν τοὺς ἐπισκόπους ὑπολαβών, εἰ ἐκποδὼν γένηται᾿ Αθανάσιος, προσέταξεν αὐτὸν ἐν Τριβέρει τῶν πρὸς δύσιν Γαλατῶν οἰκεῖν. καὶ ὁ μὲν ἀπήχθη.
2.2.2
Μετὰ δὲ τὴν ἐν῾ Ιεροσολύμοις σύνοδον ἧκεν῎ Αρειος εἰς Αἴγυπτον. μὴ κοινωνούσης δὲ αὐτῷ τῆς᾿ Αλεξανδρέων ἐκκλησίας πάλιν ἦλθεν εἰς Κωνσταντινούπολιν. ἐπίτηδες δὲ συνδραμόντων τῶν τὰ αὐτὰ φρονούντων ἰδίᾳ καὶ τῶν πειθομένων Εὐσεβίῳ τῷ Νικομηδείας ἐπισκόπῳ, καὶ σύνοδον ποιῆσαι παρασκευαζομένων, αἰσθόμενος τῆς αὐτῶν σπουδῆς᾿ Αλέξανδρος ὁ τότε τὸν ἐν Κωνσταντινουπόλει διέπων θρόνον ἐπειράθη διαλῦσαι τὴν σύνο
2.2.3
δον. ὡς δὲ τοῦτο οὐκ ἐξεγένετο, ἄντικρυς ἀπηγόρευε ταῖς πρὸς῎ Αρειον σπονδαῖς, μὴ θεμιτὸν μηδὲ ἐκκλησιαστικὸν εἶναι λέγων σφῶν αὐτῶν τὴν ψῆφον ἄκυρον ποιεῖν καὶ τῶν ἅμα αὐτοῖς ἐκ πάσης σχεδὸν τῆς ὑφ' ἥλιον συνεληλυθότων εἰς Νίκαιαν. οἱ δὲ ἀμφὶ τὸν Εὐσέβιον, ὡς τὰ πρῶτα λόγοις οὐκ ἔπειθον τὸν᾿ Αλέξανδρον, ἐμπαροινήσαντες αὐτῷ μετὰ ἀπειλῆς διεμαρτύραντο, εἰ μὴ προσδέξεται τὸν῎ Αρειον εἰς ῥητὴν ἡμέραν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν ἐκβληθέντα τῆς ἐκκλησίας,᾿ Αρείῳ δὲ κοινωνήσειν τὸν μετ'
2.2.4
αὐτόν. ἐπὶ τούτοις τε ἀπηλλάγησαν τότε ἀλλήλων, οἱ μὲν τῇ προθεσμίᾳ περιμένοντες ἐπιτελέσαι τὰς ἀπειλάς, ὁ δὲ᾿ Αλέξανδρος προσευχόμενος μὴ εἰς ἔργον ἐκβῆναι τοὺς Εὐσεβίου λόγους. μάλιστα δὲ αὐτὸν περιδεᾶ ἐποίει καὶ ὁ βασιλεὺς ἐνδιδόναι τρόπον τινὰ συμπεισθείς. τῇ δὲ πρὸ τῆς προθεσμίας ἡμέρᾳ εἰσδὺς ὑπὸ τὸ θυσιαστήριον παννύχιος ἔκειτο πρηνὴς τοῦ θεοῦ
2.2.5
δεόμενος ἐμποδισθῆναι τὸ τέλος τῶν κατ' αὐτοῦ βεβουλευμένων. κατὰ δὲ ταύτην τὴν ἡμέραν ἀπιών που περὶ δείλην ὀψίαν῎ Αρειος, ἐξαπίνης ἀνακινησάσης αὐτὸν τῆς γαστρός, τοῦ κατεπείγοντος ἐγίνετο καὶ εἰς δημόσιον τόπον πρὸς τοιαύτην χρείαν ἀφωρισμένον ἦλθεν. ὡς δὲ ἐπὶ πολλῷ οὐκ ἐξῄει, εἰσελθόντες τινὲς τῶν ἔξω προσδεχομένων αὐτὸν καταλαμβάνουσι νεκρὸν
2.2.6
ἐπὶ τῆς καθέδρας κείμενον. ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο, οὐ ταὐτὰ πάντες ἐνόμιζον περὶ τῆς αὐτοῦ τελευτῆς. ἐδόκει δὲ τοῖς μὲν ἀθρόᾳ νόσῳ ληφθεὶς περὶ τὴν καρδίαν, ἢ πάρεσιν ὑπομείνας ὑφ' ἡδονῆς τῶν κατὰ γνώμην ἀπαντησάντων πραγμάτων, αὐθωρὸν τεθνάναι, τοῖς δὲ ὡς δυσσεβήσας δεδωκέναι δίκην. οἱ δὲ τὰ αὐτοῦ φρονοῦντες γοητείαις ἐλογοποίουν ἀνῃρῆσθαι τὸν ἄνδρα. οὐκ ἄτοπον δὲ τὰ περὶ αὐτοῦ εἰρημένα᾿ Αθανασίῳ τῷ ἐπισκόπῳ᾿ Αλεξανδρείας εἰς μέσον ἀγαγεῖν· ἔχει δὲ ὧδε·
2.30.1
«Καὶ γὰρ καὶ αὐτὸς῎ Αρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ" 7κοινωνός, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου" 7Κωνσταντίνου τοῦ Αὐγούστου, ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ" 7πίστιν, ἔγραψεν ὁ δόλιος κρύπτων τὰς ἀναιδεῖς τῆς δυσσεβείας λέξεις," 7ὑποκρινόμενος καὶ αὐτὸς ὡς ὁ διάβολος τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ
2.30.2
" 7ὥς ἐστι γεγραμμένα. εἶτα λέγοντος τοῦ μακαρίου Κωνσταντίνου «εἰ μηδὲν" 7ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμυ" 7νεῖται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος», ὤμοσεν ὁ ἄθλιος μήτ' ἔχειν" 7μήτ' ἄλλα παρὰ τὰ νῦν γραφέντα φρονεῖν, κἂν εἰρῆσθαι πώποτε εἴη παρ'" 7αὐτοῦ. ἀλλ' εὐθὺς ἐξελθὼν ὥσπερ δίκην δοὺς κατέπεσε «καὶ πρηνὴς γενό
2.30.3
" 7μενος ἐλάκησε μέσος». πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος
2.30.4
" 7θάνατός ἐστιν, καὶ οὐ δεῖ τινος ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας," 7ἀδήλου ὄντος, μὴ ἕως ἑσπέρας καὶ αὐτὸν τοῦτο καταλάβῃ. τὸ δὲ τέλος" 7᾿ Αρείου, ἐπειδὴ οὐχ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεώς ἐστιν ἄξιον.
2.30.4
" 7τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν," 7ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως᾿ Αλέξανδρος ἀντέλεγεν. ὁ δὲ" 7῎ Αρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν," 7καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι· πολὺς δὲ καὶ νῦν ἀγὼν ἦν ἐκείνων" 7μὲν ἀπειλούντων,᾿ Αλεξάνδρου δὲ εὐχομένου. ἀλλ' ὁ κύριος κριτὴς γενό" 7μενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. οὔπω γὰρ ὁ ἥλιος ἔδυ, καὶ χρείας" 7αὐτὸν ἑλκυσάσης εἰς τόπον ἐκεῖ κατέπεσε, καὶ ἀμφοτέρων, τῆς τε κοινωνίας
2.30.5
" 7καὶ τοῦ ζῆν, εὐθὺς ἐστερήθη. καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος" 7ἀκούσας ἐθαύμασεν εἰδὼς ἐλεγχθέντα τοῦτον ἐπίορκον, πᾶσι δὲ τότε γέγονε" 7φανερόν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ καὶ ἡ ἐλπὶς δὲ" 7᾿ Αρείου ματαία γέγονεν. ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ σωτῆρος ἀκοινώ" 7νητος γέγονεν ἡ᾿ Αρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ «τῶν πρωτοτόκων ἐν" 7οὐρανοῖς ἐκκλησίᾳ». τίς οὖν οὐ θαυμάσειεν ὁρῶν τούτους δικαιῶσαι φιλο" 7νικοῦντας, ὃν ὁ κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν" 7αἵρεσιν, οὓς ἀκοινωνήτους ἤλεγξεν ὁ κύριος, μὴ ἀφεὶς τὸν αὐτῆς ἔξαρχον" 7εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν.»
2.30.6
῟ Ωδε μὲν῎ Αρειον ἀποθανεῖν παρειλήφαμεν. λόγος οὖν ἐπὶ πολλῷ χρό- νῳ μηδένα χρήσασθαι τῇ καθέδρᾳ ἐφ' ᾗ τέθνηκεν· οἷα δὲ εἰς δημόσιον χῶρον διὰ τὴν χρείαν ὀχλουμένων, ὡς φιλεῖ ἐν πλήθει γίνεσθαι, καὶ παρακελευομένων ἀλλήλοις τῶν εἰσιόντων φυλάττεσθαι τὴν καθέδραν, ἀποτρόπαιος ἦν καὶ τοῖς μετὰ ταῦτα ὁ τόπος, ὡς ἀσεβείας ποινὰς αὐτόθι δεδωκότος
2.30.7
᾿ Αρείου. χρόνῳ δὲ ὕστερον τῶν τὰ αὐτοῦ φρονούντων τις πλούσιός τε ἐν δυνάμει σπουδῇ χρησάμενος ἐπρίατο τοῦτον τὸν τόπον παρὰ τοῦ δημοσίου καὶ οἰκίαν κατεσκεύασε καθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ καὶ μὴ τῇ διαδοχῇ τῆς τοιαύτης ἀναμνήσεως τὸν᾿ Αρείου θάνατον κωμῳδεῖσθαι.
2.31.1
᾿ Αλλὰ γὰρ οὐδὲ τούτου τελευτήσαντος τέλος ἔσχεν ἡ ζήτησις ὧν ηὗρεν δογμάτων, οὐδὲ ἐπαύσαντο οἱ τὰ αὐτοῦ φρονοῦντες τοῖς τἀναντία δοξάζουσιν
2.31.2
ἐπιβουλεύοντες. ἀμέλει τοι καὶ τοῦ᾿ Αλεξανδρέων δήμου συνεχῶς ἐκβοῶντος καὶ ἐν λιταῖς ἱκετεύοντος περὶ τῆς᾿ Αθανασίου καθόδου καὶ᾿ Αντω- νίου τοῦ μεγάλου μοναχοῦ πολλάκις περὶ αὐτοῦ γράψαντος καὶ ἀντιβολοῦντος μὴ πείθεσθαι τοῖς Μελιτιανοῖς, ἀλλὰ συκοφαντίας ἡγεῖσθαι τὰς αὐτῶν κατηγορίας, οὐκ ἐπείσθη ὁ βασιλεύς, ἀλλὰ τοῖς μὲν᾿ Αλεξανδρεῦσιν ἔγραψεν ἄνοιαν καὶ ἀταξίαν ἐγκαλῶν, κληρικοῖς δὲ καὶ ταῖς ἱεραῖς παρθένοις ἡσυχίαν ἐπιτάττων· καὶ μὴ μετατεθήσεσθαι τῆς γνώμης ἰσχυρίζετο μηδὲ μετακαλεῖσθαι τὸν᾿ Αθανάσιον, ὡς στασιώδη καὶ ἐκκλησιαστικῇ καταδεδικασμένον
2.31.3
κρίσει.᾿ Αντωνίῳ δὲ ἀντεδήλωσε μὴ οἷός τε εἶναι τῆς συνόδου ὑπεριδεῖν τὴν ψῆφον. εἰ γὰρ καὶ ὀλίγοι, φησί, πρὸς ἀπέχθειαν ἢ χάριν ἐδίκασαν, οὐ δήπου πιθανὸν τοσαύτην πληθὺν ἐλλογίμων καὶ ἀγαθῶν ἐπισκόπων τῆς ὁμοίας γενέσθαι γνώμης· τὸν γὰρ᾿ Αθανάσιον ὑβριστήν τε εἶναι καὶ ὑπερήφανον καὶ διχονοίας καὶ στάσεων αἴτιον. οἱ γὰρ ἐναντίως ἔχοντες πρὸς αὐτὸν περὶ ταῦτα μάλιστα διέβαλλον αὐτόν, καθότι ὑπερφυῶς τοὺς τοιούτους
2.31.4
ὁ βασιλεὺς ἀπεστρέφετο. τότε γοῦν πυθόμενος διχῇ μεμερίσθαι τὴν ἐκκλησίαν καὶ τοὺς μὲν᾿ Αθανάσιον, τοὺς δὲ᾿ Ιωάννην θαυμάζειν, σφόδρα ἠγανάκτησε καὶ αὐτὸν᾿ Ιωάννην ἐξώρισεν. ἦν δὲ οὗτος ὁ Μελίτιον διαδεξάμενος καὶ παρὰ τῆς ἐν Τύρῳ συνόδου προσταχθεὶς τῇ ἐκκλησίᾳ κοινωνεῖν καὶ τὰς τιμὰς τῶν ἰδίων κλήρων ἔχειν αὐτός τε καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες.
2.31.5
καίτοι γε παρὰ γνώμην τοῦτο ἀπέβη τοῖς᾿ Αθανασίου ἐχθροῖς, ἀλλ' ὅμως ἐγένετο, καὶ οὐδὲν ὤνησεν᾿ Ιωάννην τὰ δεδογμένα τοῖς ἐν Τύρῳ συνεληλυθόσι. κρείττων γὰρ ἦν ὁ βασιλεὺς ἱκεσίας καὶ παντοδαπῆς παραιτήσεως πρὸς τὸν ὑπονοούμενον εἰς στάσιν ἢ διχόνοιαν ἐγείρειν τὰ πλήθη τῶν Χριστιανῶν.
2.32.1
Τὸ δὲ᾿ Αρείου δόγμα, εἰ καὶ πολλοῖς ἐν ταῖς διαλέξεσιν ἐσπουδάζετο, οὔπω εἰς ἴδιον διεκέκριτο λαὸν ἢ ὄνομα τοῦ εὑρόντος, ἀλλὰ πάντες ἅμα ἐκκλησίαζον καὶ ἐκοινώνουν, πλὴν Ναυατιανῶν καὶ τῶν ἐπικαλουμένων Φρυγῶν, Οὐαλεντίνων τε καὶ Μαρκιωνιστῶν καὶ Παυλιανῶν, καὶ εἴ τινες
2.32.2
ἕτεροι ἑτέρας ἤδη ηὑρημένας αἱρέσεις ἐπλήρουν. κατὰ τούτων δὲ πάντων νόμον θέμενος ὁ βασιλεὺς προσέταξεν ἀφαιρεθῆναι αὐτῶν τοὺς εὐκτηρίους οἴκους καὶ ταῖς ἐκκλησίαις συνάπτεσθαι, καὶ μήτε ἐν οἰκίαις ἰδιωτῶν μήτε δημοσίᾳ ἐκκλησιάζειν. κάλλιον δὲ τῇ καθόλου ἐκκλησίᾳ κοινωνεῖν εἰσηγεῖτο καὶ εἰς ταύτην συνιέναι συνεβούλευε. διὰ τοῦτον δὲ τὸν νόμον τούτων τῶν
2.32.3
αἱρέσεων οἶμαι τὴν πολλὴν ἀφανισθῆναι μνήμην. ἐπὶ μὲν γὰρ τῶν πρὶν βασιλέων, ὅσοι τὸν Χριστὸν ἔσεβον, εἰ καὶ ταῖς δόξαις διεφέροντο, πρὸς τῶν῾ Ελληνιστῶν οἱ αὐτοὶ ἐνομίζοντο καὶ κακῶς ὁμοίως ἔπασχον. σφᾶς δὲ αὐτοὺς πολυπραγμονεῖν διὰ τὰς κοινὰς συμφορὰς οὐκ ἠδύναντο, καὶ διὰ τοῦτο ῥᾳδίως καθ' ἑαυτοὺς ἕκαστοι συνιόντες ἐκκλησίαζον καὶ συνεχῶς
2.32.4
ὁμιλοῦντες ἀλλήλοις, εἰ καὶ ὀλίγοι ἦσαν, οὐ διελύθησαν. μετὰ δὲ τοῦτον τὸν νόμον οὔτε δημοσίᾳ ἐκκλησιάζειν ἠδύναντο κωλυόμενοι οὔτε λάθρα τῶν κατὰ πόλιν ἐπισκόπων καὶ κληρικῶν παρατηρούντων. ἐντεῦθεν δὲ περιδεεῖς οἱ πλείους γενόμενοι τῇ καθόλου ἐκκλησίᾳ προσέθεντο. οἱ δὲ καὶ ἐπὶ τῆς αὐτῆς μείναντες γνώμης οὐκέτι διαδόχους τῆς αὐτῶν αἱρέσεως καταλιπόντες ἐτελεύτησαν, ὡς μήτε εἰς ταὐτὸν συνιέναι συγχωρούμενοι μήτε ἀδεῶς ὁμοδόξους ἐκδιδάσκειν δυνάμενοι. ἐπεὶ καὶ τὴν ἀρχὴν αἱ μὲν ἄλλαι αἱρέσεις ὀλίγους τοὺς ζηλώσαντας ἔσχον ἢ διὰ σκαιότητα δογμάτων ἢ φαυλότητα
2.32.5
τῶν εὑρόντων καὶ καθηγητῶν τούτων γενομένων. οἱ δὲ τὰ Ναυάτου φρονοῦντες, ὡς ἀγαθῶν ἡγεμόνων ἐπιτυχόντες καὶ τὰ αὐτὰ περὶ τὸ θεῖον τῇ καθόλου ἐκκλησίᾳ δοξάζοντες, πολλοί τε ἦσαν ἐξ ἀρχῆς καὶ διέμειναν, οὐδὲν μέγα βλαβέντες ὑπὸ τούτου τοῦ νόμου. ὡς γὰρ οἶμαι, καὶ ὁ βασιλεὺς ἑκὼν καθυφίει, φοβῆσαι μόνον, οὐ λυμήνασθαι τοὺς ὑπηκόους προθέμενος. καὶ᾿ Ακέσιος δὲ ὁ τότε ἐν Κωνσταντινουπόλει τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπος, βασιλεῖ κεχαρισμένος ὢν διὰ τὸν βίον, ὡς εἰκός, ἐβοήθει τῇ ὑπ' αὐτὸν
2.32.6
ἐκκλησίᾳ. Φρύγες δὲ κατὰ τὴν ἄλλην ἀρχομένην παραπλήσια τοῖς ἄλλοις ὑπέμειναν, πλὴν Φρυγίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν ἐκ γειτόνων, ἔνθα δὴ ἐκ τῶν κατὰ Μοντανὸν χρόνων πλῆθος ἀρξάμενοι καὶ νῦν εἰσι.
2.32.7
Περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὸν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον καὶ Θεόγνιον τὸν Νικαίας ἐγγράφως ἤρξαντο νεωτερίζειν περὶ τὴν ἔκθεσιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων. καὶ ἀναφανδὸν μὲν ἐκβάλλειν τὸ ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱὸν οὐκ ἐθάρρησαν· ᾔδεσαν γὰρ βασιλέα
2.32.8
ὧδε δοξάζοντα. ἑτέραν δὲ ἐκθέμενοι γραφὴν ἐπὶ ῥηταῖς ἑρμηνείαις καταδεδέχθαι τὰ ὀνόματα τοῦ ἐν Νικαίᾳ δόγματος ἐμήνυσαν τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. ἐκ τούτου δὲ τοῦ ῥητοῦ καὶ διανοίας εἰς διάλεξιν πεσοῦσα ἡ προτέρα ζήτησις καὶ δόξασα πεπαῦσθαι πάλιν ἀνεκινεῖτο.
2.33.1
᾿ Εν δὲ τῷ τότε καὶ Μάρκελλον τὸν᾿ Αγκύρας ἐπίσκοπον τῆς Γαλατῶν, ὡς καινῶν δογμάτων εἰσηγητὴν καὶ τὸν υἱὸν τοῦ θεοῦ λέγοντα ἐκ Μαρίας τὴν ἀρχὴν εἰληφέναι καὶ τέλος ἕξειν τὴν αὐτοῦ βασιλείαν, καὶ γραφήν τινα περὶ τούτου συντάξαντα, συνελθόντες ἐν Κωνσταντινουπόλει καθεῖλον καὶ τῆς ἐκκλησίας ἐξέβαλον· καὶ Βασιλείῳ δεινῷ λέγειν καὶ ἐπὶ παιδεύσει ὑπειλημμένῳ ἐπιτρέπουσι τὴν ἐπισκοπὴν τῆς Γαλατῶν παροικίας. καὶ ταῖς αὐτόθι ἐκκλησίαις ἔγραψαν ἀναζητῆσαι τὴν Μαρκέλλου βίβλον καὶ ἐξαφα
2.33.2
νίσαι καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας, εἴ τινας εὕροιεν, μεταβάλλειν. καὶ διὰ μὲν τὸ πολύστιχον τῆς γραφῆς μὴ τὸ πᾶν ὑποτάξαι βιβλίον ἐδήλωσαν, ῥητὰ δέ τινα ἐνέθηκαν τῇ αὐτῶν ἐπιστολῇ πρὸς ἔλεγχον τοῦ δοξάζειν αὐτὸν τάδε. ἐλέγετο δὲ πρός τινων ταῦτα ὡς ἐν ζητήσει εἰρῆσθαι Μαρκέλλῳ καὶ ὡς ὡμολογημένα διαβεβλῆσθαι καὶ αὐτῷ τῷ βασιλεῖ παρὰ τῶν ἀμφὶ τὸν Εὐσέβιον, καθότι ὑπερφυῶς ἐχαλέπαινον αὐτῷ μήτε ἐν τῇ κατὰ Φοινίκην συνόδῳ συντεθειμένῳ τοῖς ὑπ' αὐτῶν ὁρισθεῖσι μήτε ἐν῾ Ιεροσολύμοις ἐπὶ᾿ Αρείῳ μήτε τῆς ἀφιερώσεως τοῦ μεγάλου μαρτυρίου μετασχόντι δι' ἀπο
2.33.3
φυγὴν τῆς πρὸς αὐτοὺς κοινωνίας. ἀμέλει τοι γράφοντες περὶ αὐτοῦ τῷ βασιλεῖ καὶ ταῦτα εἰς διαβολὴν προὔφερον, ὡς καὶ αὐτοῦ ὑβρισμένου ὑπ' αὐτοῦ μὴ ἀξιώσαντος τὴν ἀφιέρωσιν τιμῆσαι τοῦ ἐν῾ Ιεροσολύμοις νεὼ οἰκο
2.33.4
δομηθέντος. πρόφασις δὲ γέγονε Μαρκέλλῳ ταύτης τῆς γραφῆς᾿ Αστέριός τις ἐκ Καππαδοκίας σοφιστής, ὃς καὶ περὶ τοῦ δόγματος λόγους συγγράφων τῇ᾿ Αρείου δόξῃ συμφερομένους περιιὼν τὰς πόλεις ἐπεδείκνυτο καὶ τοῖς ἐπισκόποις καὶ ταῖς γινομέναις συνόδοις ὡς ἐπίπαν παρεγίνετο. ἀντιλέγων γὰρ αὐτῷ Μάρκελλος ἢ ἑκὼν ἢ οὐχ οὕτω νοήσας εἰς τὴν Παύλου τοῦ Σαμοσατέως ἐξεκυλίσθη δόξαν. ἀλλ' ὁ μὲν τῇ ἐν Σαρδοῖ συνόδῳ ὕστερον τὴν ἐπισκοπὴν ἀνείληφε μὴ φρονεῖν ὧδε λογισάμενος.
2.34.1
῾ Ο δὲ βασιλεὺς ἤδη πρότερον εἰς τοὺς παῖδας Καίσαρας ὄντας τὴν ἀρχὴν διελών, καὶ Κωνσταντίνῳ μὲν καὶ Κώνσταντι τὰ πρὸς δύσιν ἀπονείμας, Κωνσταντίῳ δὲ τὰ πρὸς ἕω, μαλακισθεὶς τὸ σῶμα ὡς αὐτομάτοις λουτροῖς χρησόμενος ἧκεν εἰς῾ Ελενόπολιν Βιθυνῶν. χαλεπώτερον δὲ διατεθεὶς διεκομίσθη εἰς Νικομήδειαν, ἔνθα δὴ ἐν προαστείῳ διάγων ἐμυήθη τὴν ἱερὰν
2.34.2
βάπτισιν· ἐπὶ τούτῳ τε σφόδρα ἡσθεὶς χάριν ὡμολόγει τῷ θεῷ. διαθήκην τε ποιήσας τοῖς μὲν παισὶ διένειμε τὴν ἀρχὴν ὡς πρότερον, πρεσβεῖα δὲ τὰ μὲν τῇ πρεσβυτέρᾳ῾ Ρώμῃ, τὰ δὲ τῇ ἐπωνύμῳ αὐτοῦ καταλιπὼν ἔδωκε τὴν διαθήκην τῷ πρεσβυτέρῳ, ὃν ἐπαινέτην ὄντα᾿ Αρείου, ἀγαθὸν δὲ τῷ βίῳ, παρέθετο αὐτῷ τελευτῶσα Κωνσταντία ἡ ἀδελφή, καὶ ὅρκον προσθεὶς ἐνετείλατο Κωνσταντίῳ δοῦναι ἐπειδὰν ἀφίκηται· οὔτε γὰρ οὗτος οὔτε ἄλλος
2.34.3
τῶν Καισάρων παρῆν τῷ πατρὶ τελευτῶντι. καὶ ὁ μὲν ταῦτα ἐντειλάμενος ὀλίγας ἐπεβίω ἡμέρας· καὶ ἐτελεύτησεν ἀμφὶ πέντε καὶ ἑξήκοντα ἔτη γεγονώς, ἐν τούτοις δὲ τριάκοντα καὶ ἓν βασιλεύσας, ἀνὴρ ἐς τὰ μάλιστα τῆς Χριστιανῶν θρησκείας ἐπαινέτης, ὡς καὶ πρῶτος βασιλέων ἄρξαι τῆς περὶ
2.34.4
τῆς ἐκκλησίας σπουδῆς καὶ εἰς ἄκρον ἀγαγεῖν ἐπιδόσεως, ἐπιτευκτικὸς δὲ ὡς οὐκ οἶδ' εἴ τις ἕτερος ἐν οἷς ἐπεχείρησεν· ἄνευ γὰρ θεοῦ, ἐμοὶ δοκεῖν, οὐκ ἐπεχείρει, ὅς γε πολέμων τε τῶν ἐπ' αὐτῷ συμβάντων πρός τε Γότθους καὶ Σαυρομάτας περιεγένετο καὶ τὴν πολιτείαν πρὸς τὸ δόξαν αὐτῷ οὕτω ῥᾳδίως μετεσχημάτισεν, ὡς ἑτέραν καταστῆσαι βουλὴν καὶ βασιλίδα πόλιν τὴν ἐπώνυμον αὐτοῦ, τὴν δὲ῾ Ελληνικὴν θρησκείαν ἅμα τε ἐπεχείρησε καὶ ἐν ὀλίγῳ καθεῖλεν ὑπό τε ἀρχόντων καὶ ἀρχομένων ἐκ τοσούτου χρόνου σπουδα
2.34.5
σθεῖσαν. ἐπεὶ δὲ ἐτελεύτησε, διεκομίσθη αὐτοῦ τὸ σῶμα εἰς Κωνσταντινούπολιν ἐν λάρνακι χρυσῇ καὶ ἐπὶ βήματός τινος ἐν τοῖς βασιλείοις ἀπετέθη. τιμὴ δὲ καὶ τάξις ὥσπερ εἰς ζῶντα ἡ αὐτὴ ἐγένετο παρὰ τῶν ἐν τοῖς βασιλείοις. ὡς δὲ τὴν τοῦ πατρὸς τελευτὴν θᾶττον αὐτῷ μηνυθεῖσαν ἔγνω Κωνστάντιος ἐν τῇ ἕῳ διατρίβων, σπουδῇ τὴν Κωνσταντινούπολιν κατέλαβε· καὶ βασιλικῶς κηδεύσας αὐτὸν ἔθαψεν ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ, ἔνθα δὴ περιὼν αὐτὸς Κωνσταντῖνος ἑαυτῷ τάφον κατεσκεύασεν,
2.34.6
ἀπὸ τούτου δὲ ὡς ἔκ τινος ἀρχῆς ἔθους γενομένου καὶ οἱ μετὰ ταῦτα τελευτήσαντες ἐν Κωνσταντινουπόλει βασιλεῖς Χριστιανοὶ κεῖνται, οὐ μὴν ἀλλὰ καὶ ἐπίσκοποι, ὡς καὶ τῆς ἱερωσύνης ὁμοτίμου οἶμαι τῇ βασιλείᾳ οὔσης, μᾶλλον μὲν οὖν ἐν τοῖς ἱεροῖς τόποις καὶ τὰ πρῶτα ἐχούσης. 3. τ. 1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΤΡΙΤΟΣ