Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica
Hermias SozomenosEccl 3 · pg-scrape-grcMore by Hermias Sozomenos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Τὰ μὲν δὴ κατὰ τὴν Κωνσταντίνου βασιλείαν συμβάντα ταῖς ἐκκλησίαις ὧδε ἔσχε. τελευτήσαντος δὲ αὐτοῦ πάλιν εἰς ζήτησιν ἤγετο τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα· τοῦτο γὰρ εἰ καὶ μὴ πάντες ἀπεδέχοντο, Κωνσταν
3.1.2
τίνου ἔτι περιόντος τῷ βίῳ οὐδεὶς περιφανῶς ἐκβαλεῖν ἐτόλμησεν. ὡς δὲ ἐτελεύτησε, πολλοὶ ταύτης τῆς δόξης ἀπέστησαν· οὗτοι δὲ ἦσαν οἱ καὶ πρὶν ἐπὶ προδοσίᾳ ταύτης ὕποπτοι· πάντων δὲ μάλιστα πλείστην ἐποιοῦντο σπου
3.1.3
δὴν τὴν᾿ Αρείου δόξαν κρατεῖν Εὐσέβιος καὶ Θεόγνιος οἱ ἐκ Βιθυνίας. ᾤοντο δὲ τοῦτο κατορθώσειν ῥᾳδίως, εἰ τὴν ἐκ τῆς ὑπερορίας κάθοδον᾿ Αθανασίῳ ἀνέλοιεν, ὁμοδόξῳ δὲ αὐτοῖς τὰς κατ' Αἴγυπτον ἐκκλησίας παραδοῖεν. καὶ οἱ μὲν τάδε ἐπόνουν ὑπουργὸν ἔχοντες τὸν πρεσβύτερον, ὃς αἴτιος ἐπὶ Κωνσταντίνου ἐγένετο τῆς᾿ Αρείου ἀνακλήσεως. ἐτύγχανε γὰρ καὶ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος, καθότι τὴν πατρῴαν αὐτῷ διαθήκην ἀπέσωσεν.
3.1.4
οἷά τε πιστὸς παρρησίαν λαβὼν μέχρι τῆς βασιλέως γαμετῆς, καὶ τῶν ἐν δυνάμει θαλαμηπόλων εὐνούχων συνήθης ἐγένετο· προειστήκει δὲ τότε τῆς βασιλικῆς οἰκίας Εὐσέβιος, ὃς ἐπαινέτης τῆς᾿ Αρείου δόξης γενόμενος ὁμόφρονας ἑαυτῷ τὴν βασιλίδα καὶ πολλοὺς τῶν περὶ τὰ βασίλεια κατεστή
3.1.5
σατο. ἐντεῦθέν τε πάλιν περὶ τοῦ δόγματος ἰδίᾳ τε καὶ δημοσίᾳ συχναὶ διαλέξεις ἐγίνοντο, σὺν ταύταις τε καὶ ὕβρεις καὶ ἀπέχθειαι. καὶ τὸ πρᾶγμα τοῖς ἀμφὶ Θεόγνιον κατὰ γνώμην προὐχώρει.
3.2.1
᾿ Εν τούτῳ δὲ᾿ Αθανάσιος ἐκ τῆς πρὸς δύσιν Γαλατίας ἐπανῆλθεν εἰς᾿ Αλεξάνδρειαν. τοῦτον δὲ καὶ Κωνσταντῖνος περιὼν μετακαλεῖσθαι προῄρητο· λέγεται δὲ καὶ ἐν ταῖς αὐτοῦ διαθήκαις ἐθελῆσαι τοῦτο· ἐπεὶ δὲ φθάσας ἐτελεύτησεν, ὁ ὁμώνυμος αὐτῷ παῖς, ὃς καὶ τῶν πρὸς ἑσπέραν Γαλατῶν ἦρχεν, ἐπέτρεψεν αὐτῷ τὴν κάθοδον, γράμματα δοὺς πρὸς τὸν᾿ Αλεξαν
3.2.2
δρέων λαόν. ταῦτα δὲ ἐκ τῆς῾ Ρωμαίων μεταβληθέντα φωνῆς εὑρών, ὡς ηὗρον καὶ παρέθηκα· ἔχει δὲ ὧδε·
3.2.3
«Κωνσταντῖνος Καῖσαρ λαῷ τῆς καθολικῆς ἐκκλησίας᾿ Αλεξανδρείας πόλεως." 7Οὐδὲν τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι" 7διὰ τοῦτο᾿ Αθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν" 7εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ" 7καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ
3.2.4
" 7ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ. πρὸς τὸ δια" 7παῖξαι τοίνυν ταύτην ἀφῃρέθη τῶν φαρύγγων τῶν ἐπικειμένων αὐτῷ" 7ἀνδρῶν καὶ ὑπ' ἐμοὶ διάγειν κεκέλευσται οὕτως, ὡς ἐν ταύτῃ τῇ πόλει ἐν" 7ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμπλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ" 7ἡ ἀοίδιμος ἀρετὴ ταῖς θείαις πεποιθυῖα βοηθείαις καὶ τὰ τῆς τραχυτέρας
3.2.5
" 7 ἄχθη ἐξουθενεῖ· τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλε" 7στάτην ὑμῶν θεοσέβειαν ὁ δεσπότης ἡμῶν, ὁ τῆς μακαρίας μνήμης Κων" 7σταντῖνος ὁ Σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ" 7παρασχεῖν προῄρητο, ὅμως ἐπειδὴ ἀνθρωπίνῳ κλήρῳ προληφθεὶς πρὸ" 7τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν" 7τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι. ὅστις ἐπειδὰν τῆς" 7ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ' ἐμοῦ αἰδοῦς τετύχηκε, γνώσεσθε.
3.2.6
" 7οὐ γὰρ θαυμαστόν, εἴ τι δ' ἂν ὑπὲρ αὐτοῦ πεποίηκα· καὶ γὰρ τὴν ἐμὴν ψυχὴν" 7ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν καὶ τὸ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο" 7ἐκίνει καὶ προέτρεπεν. ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.»
3.2.7
Κατὰ ταύτην τὴν τοῦ βασιλέως γραφὴν τῆς καθόδου τυχὼν᾿ Αθανάσιος τὰς κατ' Αἴγυπτον ἐκκλησίας διεῖπεν. ὅσοι δὲ τὰ᾿ Αρείου ἐφρόνουν, δεινὸν τοῦτο ἐποιοῦντο καὶ ἠρεμεῖν οὐκ ἠνείχοντο. ἐντεῦθέν τε συνεχεῖς ἀνεκινοῦντο στάσεις, ὃ δὴ πρόφασιν πάλιν κατὰ᾿ Αθανασίου παρέσχεν ἑτέρων
3.2.8
ἐπιβουλῶν. οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον σπουδῇ πρὸς βασιλέα διέβαλλον αὐτὸν ὡς στασιώδη καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἑαυτῷ τὴν κάθοδον ἐπιτρέψαντα δίχα κρίσεως ἐπισκόπων. ἀλλ' ὅπως μὲν ἐκ τῆς τούτων ἐπιβουλῆς αὖθις ἐξηλάθη τῆς᾿ Αλεξανδρείας, αὐτίκα δὴ κατὰ τὴν οἰκείαν ἐρῶ τάξιν. 3. 2. Περὶ δὲ τοῦτον τὸν χρόνον Εὐσεβίου τοῦ Παμφίλου τελευτήσαντος διαδέχεται τὴν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐπισκοπὴν᾿ Ακάκιος. ὃς πρὸς αὐτὸν Εὐσέβιον τὸν ζῆλον ἔχων καὶ ὑπ' αὐτῷ τοὺς ἱεροὺς παιδευθεὶς λόγους ἱκανός τε νοεῖν καὶ φράζειν ἀστεῖος ἐγένετο, ὡς καὶ πολλὰ συγγράμματα
3.2.10
λόγου ἄξια καταλιπεῖν. οὐκ εἰς μακρὰν δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς πόλεμον ἐπαγαγὼν Κώνσταντι τῷ ἰδίῳ ἀδελφῷ, περὶ᾿ Ακυλίαν κτίννυται παρὰ τῶν αὐτοῦ ἡγεμόνων. περιίσταται δὲ τῆς῾ Ρωμαίων ἀρχῆς τὰ μὲν πρὸς δύσιν εἰς Κώνσταντα, τὰ δὲ πρὸς ἕω εἰς Κωνστάντιον.
3.3.1
᾿ Εν τούτῳ δὲ᾿ Αλεξάνδρου τετελευτηκότος διεδέξατο Παῦλος τὴν Κωνσταντινουπόλεως ἱερωσύνην, ὡς μὲν λέγουσιν οἱ τὰ᾿ Αρείου καὶ Μακε- δονίου φρονοῦντες, ἑαυτῷ ταύτην πραγματευσάμενος παρὰ γνώμην Εὐσεβίου τοῦ Νικομηδείας ἐπισκόπου καὶ Θεοδώρου τοῦ ἐν Θρᾴκῃ῾ Ηρα
3.3.2
κλείας, οἷς ὡς γείτοσιν ἡ χειροτονία διέφερεν· ὡς δὲ πολὺς ἔχει λόγος, μαρτυρίᾳ᾿ Αλεξάνδρου, ὃν διεδέξατο, ἐχειροτονήθη παρὰ τῶν ἐνδημούντων τῇ πόλει ἐπισκόπων. ἤδη γὰρ ὀκτὼ καὶ ἐνενήκοντα ἄγων ἐνιαυτοὺς ὁ᾿ Αλέξανδρος, ἐκ τούτων δὲ εἴκοσι τρεῖς ἐν τῇ ἐπισκοπῇ ἀνδρείως διαγενόμενος, ἐπειδὴ τελευτᾶν ἔμελλε, πυνθανομένων αὐτοῦ τῶν κληρικῶν, τίνι μετ' αὐτὸν ἐπιτρεπτέον τὴν ἐκκλησίαν, «εἰ μὲν ἀγαθὸν τὰ θεῖα διδακτικόν τε ἅμα ἐπιζητεῖτε», ἔφη, «Παῦλον ἔχετε· εἰ δὲ πρὸς τὰ ἔξω πράγματα καὶ τὰς
3.3.3
συνουσίας τῶν ἀρχόντων, ἀμείνων Μακεδόνιος.» ἀλλ' ἑκάτερον μεμαρτυρῆσθαι παρὰ᾿ Αλεξάνδρου καὶ οἱ Μακεδονίου ἐπαινέται συνομολογοῦσι, περὶ δὲ πράγματα καὶ λόγους δεινὸν γεγενῆσθαι λέγουσι τὸν Παῦλον, τὴν δὲ περὶ τοῦ βίου μαρτυρίαν Μακεδονίῳ ἀνατιθέασι, Παῦλον δὲ περὶ τρυφὴν
3.3.4
καὶ βίον ἀδιάφορον ἐσχολακέναι διαβάλλουσι. φαίνεται γοῦν ἐκ τῆς πάντων ὁμολογίας ἐλλόγιμον ἄνδρα γεγενῆσθαι τὸν Παῦλον καὶ ἐπὶ ἐκκλησίας διδάξαι λαμπρόν, πρὸς δὲ τὰς περιπετείας τοῦ βίου καὶ τὰς ὁμιλίας τῶν ἐν δυνάμει φαύλως αὐτὸν ἐσχηκέναι μαρτυρεῖ τὰ πράγματα· οὐδεμίαν γὰρ ἐπιβουλὴν τῶν ἐπαναστάντων αὐτῷ, ὡς εἰκὸς τοὺς περὶ ταῦτα δεινούς, διέλυσεν.
3.3.5
ἀλλὰ καὶ ὑπὸ τοῦ πλήθους ὑπερφυῶς φιλούμενος κακῶς ἔπαθε σκαιωρίᾳ τῶν τότε ἀναινομένων τὸ ἐν Νικαίᾳ κρατῆσαν δόγμα. καὶ τὰ μὲν πρῶτα, ὡς οὐκ εὖ βεβιωκὼς γραφὴν ὑπομείνας, ἐξεβλήθη τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, τελευτῶν δὲ καὶ ὑπερορίαν οἰκεῖν κατεδικάσθη, ᾗ καὶ τεθνάναι ἐλεεινῶς δι' ἀγχόνης λέγεται μηχανησαμένων αὐτῷ φόνον τῶν ἐπιβούλων. ἀλλὰ τάδε μὲν ὕστερον συνέβη.
3.4.1
᾿ Εν δὲ τῷ νῦν διὰ ταύτην τὴν χειροτονίαν μεγίστη ταραχὴ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἔσχεν. ἐν ᾧ γὰρ περιῆν᾿ Αλέξανδρος, οὐ πολλὴν παρ- ρησίαν ἦγον ὅσοι τὰ᾿ Αρείου ἐφρόνουν· καὶ πρὸς αὐτὸν ὁ λαὸς βλέπων ἤγοντο καὶ τὸ θεῖον ἐδόξαζον, καὶ μάλιστα μετὰ τὴν ἀδόκητον᾿ Αρείου συμφοράν, ὃν οὕτως ἀποθανεῖν, ὡς εἴρηται, κατὰ θεομηνίαν ἐπίστευον ταῖς
3.4.2
᾿ Αλεξάνδρου ἀραῖς. ἐπεὶ δὲ ἐτελεύτησε, διχῇ διακριθὲν τὸ πλῆθος εἰς ἔριδας δογμάτων εἰς τὸ φανερὸν καθίσταντο καὶ μάχην. σπουδὴ δὲ ἐγένετο τοῖς μὲν τὰ᾿ Αρείου ζηλοῦσι Μακεδόνιον χειροτονεῖσθαι, τοῖς δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζουσι Παῦλον ἐπισκοπεῖν· καὶ τοῦτο ἐκράτει. μετὰ δὲ τὴν Παύλου χειροτονίαν παραγενόμενος ὁ βασιλεύς (ἔτυχε γὰρ τότε ἀπό
3.4.3
δημος) ἐχαλέπαινεν ὡς ἀναξίῳ τῆς ἐπισκοπῆς ἐπιτραπείσης. ἐξ ἐπιβουλῆς τε τῶν πρὸς Παῦλον ἀπεχθανομένων σύνοδον καθίσας, τὸν μὲν ἀπεώσατο τῆς ἐκκλησίας, Εὐσεβίῳ δὲ τῷ Νικομηδείας ἐπισκόπῳ τὸν Κωνσταντινουπόλεως θρόνον παρέδωκε.
3.5.1
Καὶ ὁ μὲν τάδε πράξας εἰς᾿ Αντιόχειαν τῆς Συρίας ἧκεν. ἤδη δὲ ἐξεργασθείσης τῆς ἐνθάδε ἐκκλησίας, ἣν μεγέθει καὶ κάλλει ὑπερφυᾶ ἔτι περιὼν Κωνσταντῖνος, ὑπουργῷ χρησάμενος Κωνσταντίῳ τῷ παιδί, οἰκοδομεῖν ἤρξατο, εἰς καιρὸν ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐσέβιον πάλαι τοῦτο σπουδάζουσι
3.5.2
σύνοδον γενέσθαι. οἳ δὴ τότε καὶ ἕτεροι τῶν τὰ αὐτὰ φρονούντων αὐτοῖς εἰς ἐνενήκοντα καὶ ἑπτὰ τελοῦντες ἐπισκόπους πολλαχόθεν εἰς᾿ Αντιόχειαν συνῆλθον, προφάσει μὲν ἐπὶ ἀφιερώσει τῆς νεουργοῦ ἐκκλησίας, ὡς δὲ τὸ ἀποβὰν ἔδειξεν, ἐπὶ μεταποιήσει τῶν ἐν Νικαίᾳ δοξάντων. ἡγεῖτο δὲ τηνικαῦτα τῆς᾿ Αντιοχέων ἐκκλησίας Πλάκητος μετὰ Εὐφρόνιον, πέμπτον δὲ
3.5.3
ἔτος ἠνύετο ἀπὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου τελευτῆς. ἐπεὶ δὲ πάντες οἱ ἐπίσκοποι συνῆλθον, παρῆν δὲ καὶ ὁ βασιλεὺς Κωνστάντιος, ἠγανάκτουν οἱ πλείους καὶ δεινῶς᾿ Αθανάσιον ἐπῃτιῶντο ὡς ἱερατικὸν ὑπεριδόντα θεσμόν, ὃν αὐτοὶ ἔθεντο, καὶ πρὶν ἐπιτραπῆναι παρὰ συνόδου τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν ἀπολαβόντα. ἐκ τούτου δὲ καὶ θανάτου πολιτῶν αἴτιον αὐτὸν ἔλεγον ὡς, ἡνίκα εἰς τὴν πόλιν εἰσῄει, στάσεως κινηθείσης καὶ πολλῶν
3.5.4
μὲν ἀναιρεθέντων, τῶν δὲ δικαστηρίοις παραδοθέντων. μεγίστης τε διαβολῆς ὑπὸ τοιούτων λόγων κατὰ᾿ Αθανασίου ὑφανθείσης ἐψηφίσαντο Γρηγόριον τῆς᾿ Αλεξανδρέων ἐκκλησίας προστατεῖν.
3.5.5
᾿ Εκ τούτου δὲ μεταβάντες εἰς τὴν περὶ τοῦ δόγματος ζήτησιν τοῖς μὲν ἐν Νικαίᾳ δόξασιν οὐδὲν ἐμέμψαντο, γράμματα δὲ διεπέμψαντο τοῖς κατὰ πόλιν ἐπισκόποις, οἷς ἐδήλωσαν, ὡς ἐπίσκοποι ὄντες οὐκ ἠκολούθησαν᾿ Αρείῳ (πῶς γὰρ πρεσβυτέρῳ ὄντι;), δοκιμασταὶ δὲ γενόμενοι τῆς πίστεως αὐτοῦ μᾶλλον αὐτὸν προσήκαντο, πιστεύειν δὲ σφᾶς κατὰ τὴν ἐξ ἀρχῆς παραδο
3.5.6
θεῖσαν πίστιν. εἶναι δὲ ταύτην ἣν ὑπέταξαν τῇ αὐτῶν ἐπιστολῇ, οὐσίας μὲν πατρὸς ἢ υἱοῦ ἢ τοῦ ὁμοουσίου ὀνόματος μηδαμῶς μεμνημένην, ἐπαμφοτερίζουσαν δὲ ταῖς ἐννοίαις, ὡς μήτε τοὺς τὰ᾿ Αρείου φρονοῦντας μήτε τοὺς ἑπομένους τῇ ἐν Νικαίᾳ συνόδῳ δύνασθαι τῇ συντάξει τῶν ῥημάτων ἐπισκήπ
3.5.7
τειν ὡς ἀγνώστων ταῖς ἱεραῖς γραφαῖς. παραλιπόντες γάρ, ἅπερ ἑκάτεροι οὐ προσίεντο, τὰ παρ' ἑκατέρων ὁμολογούμενα τεθείκασιν ὀνόματα ταύτῃ τῇ γραφῇ· συνεῖναι μὲν γὰρ τὸν υἱὸν τῷ πατρὶ καὶ μονογενῆ καὶ θεὸν εἶναι καὶ πρὸ πάντων ὑπάρχειν, σάρκα τε ἀνειληφέναι καὶ τὴν πατρῴαν πεπληρωκέναι βουλήν, καὶ τὰ ἄλλα ὁμοίως συνωμολόγησαν· πότερον δὲ
3.5.8
συναΐδιος καὶ ὁμοούσιός ἐστι τῷ πατρὶ ἢ τοὐναντίον, οὐκ ἐνέγραψαν. με
3.5.9
ταμεληθέντες δὲ ὡς ἔοικεν ἐπὶ ταύτῃ τῇ γραφῇ, πάλιν ἑτέραν παρὰ ταύτην ἐξέθεντο, τὰ μὲν ἄλλα, ὡς οἶμαι, συνᾴδουσαν τῷ δόγματι τῶν ἐν Νικαίᾳ συνελθόντων, εἰ μή τις ἐμοὶ ἄδηλος διάνοια τοῖς ῥητοῖς ἀφανῶς ἔγκειται· οὐκ οἶδα δὲ ἀνθ' ὅτου ὁμοούσιον εἰπεῖν τὸν υἱὸν παραιτησάμενοι ἄτρεπτόν τε καὶ ἀναλλοίωτον τῆς θεότητος ἀπεφήναντο, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτον εἰκόνα καὶ πρωτότοκον πάσης κτίσεως. 3. 5. ἔλεγον δὲ ταύτην τὴν πίστιν ὁλόγραφον εὑρηκέναι Λουκιανοῦ τοῦ ἐν Νικομηδείᾳ μαρτυρήσαντος, ἀνδρὸς τά τε ἄλλα εὐδοκιμωτάτου καὶ τὰς ἱερὰς γραφὰς εἰς ἄκρον ἠκριβωκότος· πότερον δὲ ἀληθῶς ταῦτα ἔφασαν ἢ τὴν ἰδίαν γραφὴν σεμνοποιοῦντες τῷ ἀξιώματι τοῦ μάρτυρος, λέγειν οὐκ ἔχω.
3.5.10
Μετέσχον δὲ ταύτης τῆς συνόδου οὐ μόνον Εὐσέβιος, ὃς μετὰ Παῦλον ἐκβεβλημένον ἐκ Νικομηδείας μεταστὰς τὸν Κωνσταντινουπόλεως εἶχε θρόνον, ἀλλὰ καὶ᾿ Ακάκιος ὁ Εὐσεβίου τοῦ Παμφίλου διάδοχος καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Θεόδωρος ὁ῾ Ηρακλείας τῆς πρὶν Περίνθου ὀνομαζομένης, Εὐδόξιός τε ὁ Γερμανικείας, ὃς ὕστερον μετὰ Μακεδόνιον τὴν Κωνσταντινουπόλεως ἐπετράπη ἐκκλησίαν, καὶ Γρηγόριος ὁ τῆς᾿ Αλεξαν- δρέων ἐκκλησίας αἱρεθεὶς προστατεῖν, οἳ δὴ τότε τὰ αὐτὰ φρονεῖν ἀλλήλοις ὡμολόγηντο, ἀλλὰ γὰρ καὶ Διάνιος ὁ τῆς παρὰ Καππαδόκαις Καισαρείας ἐπίσκοπος καὶ Γεώργιος ὁ Λαοδικείας τῆς παρὰ Σύροις, ἄλλοι τε πολλοὶ μητροπολιτικὰς καὶ ἄλλως ἐπισήμους ἐκκλησίας ἐπισκοποῦντες.
3.6.1
Σὺν αὐτοῖς δὲ καὶ Εὐσέβιος ὁ ἐπίκλην᾿ Εμεσηνός· ὃς τὸ μὲν γένος ἐξ᾿ Εδέσσης τῆς᾿ Οσροηνῶν εὐπατρίδης ὑπῆρχεν, ἐκ νέου δὲ κατὰ πάτριον ἔθος τοὺς ἱεροὺς ἐκμαθὼν λόγους μετὰ ταῦτα καὶ τὰ παρ'῞ Ελλησιν ἐξε
3.6.2
διδάχθη παιδεύματα, διδασκάλοις τοῖς ἐνθάδε τότε οὖσι φοιτήσας, ὕστερον δὲ ἐξηγηταῖς Εὐσεβίῳ τῷ Παμφίλου καὶ Πατροφίλῳ τῷ προϊσταμένῳ Σκυθοπόλεως τὰς θείας βίβλους ἠκρίβωσε. παραγενόμενός τε εἰς᾿ Αντιόχειαν, ἐπεὶ συνέβη Εὐστάθιον καθαιρεθῆναι διὰ τὴν Κύρου κατηγορίαν, Εὐφρονίῳ τῷ μετ' αὐτὸν συνῆν. φεύγων δὲ ἱερᾶσθαι ἀφίκετο εἰς᾿ Αλεξάνδρειαν, φιλοσόφοις τοῖς τῇδε φοιτήσας καὶ τὰ ἐκείνων ἀσκηθεὶς μαθήματα ἐπανῆλθεν εἰς᾿ Αντιόχειαν καὶ Πλακήτῳ πάλιν τῷ μετὰ Εὐφρόνιον συνδιέτριβεν.
3.6.3
ὡς δὲ συνέβη ταύτην ἐνθάδε συγκροτεῖσθαι σύνοδον, ἐπὶ τὸν᾿ Αλεξανδρείας προεβλήθη θρόνον ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου· ᾤετο γὰρ αὐτὸν εὖ μάλα πολιτευόμενον καὶ λέγειν κράτιστον ὄντα ῥᾳδίως μεταστῆ
3.6.4
σαι τοὺς Αἰγυπτίους τῆς περὶ᾿ Αθανάσιον εὐνοίας. ἐπεὶ δὲ ταύτην παρητήσατο τὴν χειροτονίαν, λογισάμενος ὡς εὐτρεπὲς εὑρήσει μῖσος παρὰ᾿ Αλεξανδρεῦσιν οὐκ ἀνεχομένοις ἕτερον ἀντὶ᾿ Αθανασίου ἰδεῖν, ἐπιτρέπεται
3.6.5
Γρηγόριος τὴν τῶν᾿ Αλεξανδρέων, αὐτὸς δὲ τὴν᾿ Εμέσης ἐκκλησίαν. ἐν- ταῦθά τε στάσιν ὑπομείνας (διεβάλλετο γὰρ ἀσκεῖσθαι τῆς ἀστρονομίας ὃ μέρος ἀποτελεσματικὸν καλοῦσι) φυγὰς ἦλθεν εἰς Λαοδίκειαν πρὸς Γεώργιον τὸν ἐνθάδε ἐπίσκοπον, ἐπιτήδειον ὄντα. ὁ δὲ εἰς᾿ Αντιόχειαν αὐτῷ συνελθὼν πρὸς Πλάκητον καὶ Νάρκισσον τοὺς ἐπισκόπους, ἐπανελθεῖν εἰς
3.6.6
῎ Εμεσαν παρεσκεύασεν. ἐγένετο δὲ Κωνσταντίῳ τῷ βασιλεῖ κεχαρισμένος· ἀμέλει τοι, ἡνίκα Πέρσαις ἐπιστρατεύειν ἔμελλεν, αὐτὸν ἐπήγετο· λέγεται γὰρ πολλὰ δι' αὐτοῦ θαυματουργῆσαι τὸ θεῖον, ὡς μαρτυρεῖ Γεώρ
3.6.7
γιος ὁ Λαοδικεύς, ταῦτα καὶ ἕτερα περὶ αὐτοῦ διεξελθών. ἀλλ' ὁ μὲν καίπερ τοιοῦτος ὢν οὐ διέφυγε τὸν φθόνον τῶν ἀνιᾶσθαι πεφυκότων ἐπὶ ταῖς ἄλλων ἀρεταῖς. ὑπέμεινε δὲ καὶ αὐτὸς μέμψιν ὡς τὰ Σαβελλίου φρονῶν. ἐν δὲ τῷ νῦν τὰ αὐτὰ τοῖς ἐν᾿ Αντιοχείᾳ συνελθοῦσιν ἐψηφίσατο.
3.6.8
Μάξιμον μέντοι τὸν῾ Ιεροσολύμων ἐπίσκοπον ἐπίτηδες λέγεται ταύτην ἀποφυγεῖν τὴν σύνοδον, μεταμεληθέντα καθότι ἀπατηθεὶς σύμψηφος ἐγένετο τοῖς᾿ Αθανάσιον καθελοῦσιν. οὐ μὴν οὐδὲ ὁ τὸν῾ Ρωμαίων διέπων θρόνον οὐδὲ τῶν ἄλλων᾿ Ιταλῶν ἢ τῶν ἐπέκεινα῾ Ρωμαίων οὐδεὶς ἐνθάδε συνῆλθεν. 3. 6.᾿ Εν τούτῳ δὲ Φράγκων μὲν τοὺς πρὸς δύσιν Γαλάτας δῃούντων, τῆς δὲ πρὸς ἕω ἀρχομένης ὑπὸ μεγίστων σεισμῶν τινασσομένης καὶ μάλιστα τῆς᾿ Αντιοχέων πόλεως, μετὰ τὴν ἐνθάδε σύνοδον ἧκε Γρηγόριος εἰς᾿ Αλεξάν- δρειαν σὺν πλήθει στρατιωτῶν, οἳ προνοεῖν προσετάχθησαν ὡς ἂν ἀστασίαστος καὶ ἀσφαλὴς αὐτῷ ἡ εἴσοδος γένοιτο. συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ τὰ᾿ Αρείου φρονοῦντες περί τε ταῦτα καὶ ὅπως᾿ Αθανάσιον ἐξελάσωσιν.
3.6.10
ὁ δὲ ἐδεδίει, μή τι δι' αὐτὸν ὁ λαὸς πάθοι. καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἐκκλησίαζεν, ἤδη τε τῶν στρατιωτῶν καταλαβόντων τὴν ἐκκλησίαν εὐχὴν ἐπιτελέσας πρότερον ψαλμὸν ῥηθῆναι παρεκελεύσατο. συμφώνου δὲ τῆς ψαλμῳδίας γενομένης οἱ στρατιῶται τέως ἡσύχαζον, ὡς οὐκ εὔκαιρον ὂν ἐπι
3.6.11
θέσθαι τότε. ἐν τούτῳ δὲ διαδὺς ὑπὸ τοὺς ψάλλοντας ἔλαθεν ἐξελθὼν καὶ εἰς τὴν῾ Ρώμην ἀνήχθη. Γρηγόριος δὲ τὸν᾿ Αλεξανδρέων κατέσχε θρόνον· ὁ δὲ λαὸς χαλεπήνας τὴν ἐπώνυμον Διονυσίου τοῦ τῇδε ἐπισκοπήσαντος ἐκκλησίαν ἐνέπρησαν.
3.7.1
῟ Ωδε μὲν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως τὰ βεβουλευμένα κατώρθωτο καθῃρημένων τῶν σπουδῇ προϊσταμένων ἀνὰ τὴν ἕω τοῦ ἐν Νικαίᾳ βεβαιωθέντος δόγματος. προκατειλημμένων τε τῶν ἐπισημοτάτων θρόνων,᾿ Αλεξανδρείας τῆς κατ' Αἴγυπτον καὶ᾿ Αντιοχείας τῆς ἐν Συρίᾳ καὶ τῆς παρὰ τὸν῾ Ελλήσποντον βασιλίδος πόλεως, πειθομένους εἶχον τοὺς ἀνὰ τόδε τὸ ὑπή
3.7.2
κοον ἐπισκόπους. ὁ δὲ τὴν῾ Ρωμαίων ἐκκλησίαν ἐπιτροπεύων καὶ οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς ὕβριν οἰκείαν ταῦτα ἡγοῦντο. ἐφ' ἅπασι γὰρ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐξ ἀρχῆς τὴν ψῆφον ἐπαινέσαντες εἰσέτι νῦν οὐ διέλιπον ὧδε φρονοῦντες· ἀφικόμενόν τε ὡς αὐτοὺς᾿ Αθανάσιον φιλοφρόνως
3.7.3
ἐδέξαντο καὶ πρὸς αὑτοὺς τὴν κατ' αὐτὸν εἷλκον δίκην. ἐπὶ τούτοις δὲ χαλεπῶς φέρων Εὐσέβιος ἔγραψεν᾿ Ιουλίῳ, ὥστε αὐτὸν γενέσθαι κριτὴν τῶν ἐπὶ᾿ Αθανασίῳ δοξάντων ἐν Τύρῳ. ἀλλ' ὁ μέν, πρὶν μαθεῖν τὴν᾿ Ιου- λίου γνώμην, οὐ πολλῷ ὕστερον τῆς ἐν᾿ Αντιοχείᾳ γενομένης συνόδου ἐτε
3.7.4
λεύτησεν. οἱ δὲ ἐν Κωνσταντινουπόλει τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ δόξαν ζηλώσαντες εἰς τὴν ἐκκλησίαν ἤγαγον Παῦλον. ἐν τῷ αὐτῷ δὲ συλλαμβανομένων τῶν ἀπὸ τοῦ ἐναντίου πλήθους ἐν ἑτέρᾳ ἐκκλησίᾳ συνελθόντες οἱ ἀμφὶ Θεόγνιον τὸν Νικαίας ἐπίσκοπον καὶ Θεόδωρον τὸν῾ Ηρακλείας, ἕτεροί τε οἱ τὰ τούτων φρονοῦντες, οἳ ἔτυχον ἐνδημοῦντες, Μακεδόνιον ἐχειροτόνη
3.7.5
σαν Κωνσταντινουπόλεως ἐπίσκοπον. ἐντεῦθέν τε συχναὶ κατὰ τὴν πόλιν ἐγίνοντο στάσεις πολέμοις ἐμφερεῖς· εἰς ἑαυτὸ γὰρ ἑκατέρωθεν τοῦ πλήθους συμπίπτοντος πλεῖστοι διώλλυντο. καὶ ταραχῆς ἡ πόλις ἀνάπλεως ἦν, ὡς καὶ βασιλέα τότε ἐν᾿ Αντιοχείᾳ ὄντα τάδε μαθεῖν καὶ πρὸς ὀργὴν κινηθέντα
3.7.6
προστάξαι πάλιν ἀπελαύνεσθαι Παῦλον. διηκονεῖτο δὲ τοῖς βασιλέως προστάγμασιν῾ Ερμογένης ὁ τὴν ἱππικὴν δύναμιν ἐπιτετραμμένος στρατηγός, ὃς ἐπὶ Θρᾴκην τότε ἀποσταλείς, παριὼν διὰ Κωνσταντινουπόλεως, ἐβιάζετο Παῦλον διὰ στρατιωτῶν ἐξελάσαι τῆς ἐκκλησίας. ἐπεὶ δὲ τὸ πλῆθος οὐ συνεχώρει, πῇ δὲ καὶ ἠμύνετο, βιαιότερόν τε ἐπεχείρουν οἱ στρατιῶται ἐπιτελεῖν τὸ προσταχθέν, καταλαβόντες τὴν῾ Ερμογένους οἰκίαν οἱ στασιῶται ἐνέπρησαν καὶ αὐτὸν ἀναιροῦσι, καὶ σχοινίον ἐξάψαντες εἷλκον διὰ τῆς
3.7.7
πόλεως. ἀκούσας δὲ ὁ βασιλεὺς ἱππεὺς ἐλάσας ἧκεν εἰς Κωνσταντινούπολιν ὡς κακῶς δράσων τὸ πλῆθος. ἀλλὰ τῶν μὲν ἐφείσατο, δεδακρυμένους αὐτῷ ἰδὼν ὑπαντωμένους καὶ ἀντιβολοῦντας, ἀμφὶ δὲ τὸ ἥμισυ τοῦ σίτου τὴν πόλιν ἀφείλετο, ὃν ὁ πατὴρ αὐτοῦ Κωνσταντῖνος ἑκάστου ἔτους ἀπὸ τοῦ δημοσίου τοῖς πολίταις ἐδωρήσατο ἐκ τῶν Αἰγυπτίων φόρων, ὑπολαβὼν ἴσως ὑπὸ τρυφῆς καὶ ῥᾳστώνης τοὺς πολλοὺς ἀργοῦντας ἑτοίμους εἰς στάσεις
3.7.8
εἶναι. τρέπει δὲ τὴν ὀργὴν ἐπὶ Παῦλον καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταξεν αὐτόν. οὐ μὴν ἀλλὰ καὶ πρὸς Μακεδόνιον ἐχαλέπαινεν ὡς τῆς ἀναιρέσεως τοῦ στρατηγοῦ καὶ ἄλλων πολλῶν αἴτιον, καὶ ὅτι, πρὶν αὐτὸν ἐπιτρέψαι, ἐχειροτονήθη. οὔτε δὲ ἐπιψηφισάμενος τῇ αὐτοῦ χειροτονίᾳ οὔτε 3. 7. ἀποχειροτονήσας καταλιπὼν οὕτως ἀνέστρεψεν εἰς᾿ Αντιόχειαν. ἐν τούτῳ δὲ οἱ τῆς᾿ Αρείου δόξης σπουδασταὶ μετέστησαν Γρηγόριον ὡς ἀμελῆ πρὸς σύστασιν τοῦ οἰκείου δόγματος καὶ᾿ Αλεξανδρεῦσιν ἀκαταθύμιον διὰ τὰ συμβάντα τῇ πόλει χαλεπὰ περὶ τὴν αὐτοῦ εἴσοδον καὶ τὸν ἐμπρησμὸν τῆς ἐκκλησίας. ἀντὶ δὲ τούτου πέμπεται Γεώργιος, ὃς τὸ μὲν γένος ἦν Καππαδόκης, ὡς δραστήριος δὲ ἐθαυμάζετο καὶ περὶ τοῦτο τὸ δόγμα σπουδαῖος.
3.8.1
᾿ Αθανάσιος δὲ φεύγων ἐκ τῆς᾿ Αλεξανδρείας εἰς῾ Ρώμην ἀφίκετο. κατ' αὐτὸ δὲ συνέβη καὶ Παῦλον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον συνδραμεῖν καὶ Μάρκελλον τὸν᾿ Αγκύρας καὶ᾿ Ασκληπᾶν τὸν Γάζης, ὃς ἐναντίος ὢν τοῖς᾿ Αρείου γραφὴν ὑπομείνας πρὸς ἑτεροδόξων τινῶν ὡς θυσιαστήριον ἀνατρέψας καθῃρέθη. ἀλλ' ἀντὶ τούτου μὲν ἐπιτρέπεται τὴν Γαζαίων ἐκκλησίαν Κυντιανός. καὶ Λούκιος δὲ ὁ᾿ Αδριανουπόλεως ἐπίσκοπος ἐπ' ἄλλῳ κατηγορηθεὶς καὶ τῆς ὑπ' αὐτὸν ἐκκλησίας ἀφαιρεθεὶς ἐν῾ Ρώμῃ διῆγε.
3.8.2
μαθὼν δὲ ὁ῾ Ρωμαίων ἐπίσκοπος τὰ ἑκάστου ἐγκλήματα, ἐπειδὴ πάντας ὁμονοοῦντας εὗρε περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, ὡς ὁμοδόξους αὐτοὺς εἰς κοινωνίαν προσήκατο. οἷα δὲ τῆς πάντων κηδεμονίας αὐτῷ προσηκούσης
3.8.3
διὰ τὴν ἀξίαν τοῦ θρόνου, ἑκάστῳ τὴν ἰδίαν ἐκκλησίαν ἀπέδωκε. καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε μεμφόμενος ὡς οὐκ ὀρθῶς βουλευσαμένοις περὶ τοὺς ἄνδρας καὶ τὰς ἐκκλησίας ταράττουσι τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασιν. ὀλίγους δὲ ἐκ πάντων εἰς ῥητὴν ἡμέραν παρεῖναι ἐκέλευσε διελέγξοντας δικαίαν ἐπ' αὐτοῖς ἐνηνοχέναι τὴν ψῆφον· ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι ἠπείλησεν, εἰ μὴ παύσοιντο νεωτερίζοντες.
3.8.4
Καὶ ὁ μὲν τάδε ἔγραψεν. οἱ δὲ ἀμφὶ τὸν᾿ Αθανάσιον καὶ Παῦλον ἕκαστος τὸν ἑαυτοῦ κατείληφε θρόνον καὶ τὰς᾿ Ιουλίου ἐπιστολὰς διεπέμψαντο τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις. οἱ δὲ ἐπὶ ταύταις χαλεπῶς ἤνεγκαν· καὶ συλλεγέντες ἐν᾿ Αντιοχείᾳ ἀντέγραψαν᾿ Ιουλίῳ κεκαλλιεπημένην τινὰ καὶ δικανικῶς συντεταγμένην ἐπιστολήν, εἰρωνείας τε πολλῆς ἀνάπλεων καὶ
3.8.5
ἀπειλῆς οὐκ ἀμοιροῦσαν δεινοτάτης. φέρειν μὲν γὰρ πᾶσι φιλοτιμίαν τὴν῾ Ρωμαίων ἐκκλησίαν ἐν τοῖς γράμμασιν ὡμολόγουν, ὡς ἀποστόλων φροντιστήριον καὶ εὐσεβείας μητρόπολιν ἐξ ἀρχῆς γεγενημένην, εἰ καὶ ἐκ τῆς ἕω ἐνεδήμησαν αὐτῇ οἱ τοῦ δόγματος εἰσηγηταί. οὐ παρὰ τοῦτο δὲ τὰ δευτερεῖα φέρειν ἠξίουν, ὅτι μὴ μεγέθει ἢ πλήθει ἐκκλησίας πλεονεκτοῦσιν, ὡς
3.8.6
ἀρετῇ καὶ προαιρέσει νικῶντες. εἰς ἐγκλήματα δὲ προφέροντες᾿ Ιουλίῳ τὸ κοινωνῆσαι τοῖς ἀμφὶ τὸν᾿ Αθανάσιον ἐχαλέπαινον ὡς ὑβρισμένης αὐτῶν τῆς συνόδου καὶ τῆς ἀποφάσεως ἀναιρεθείσης· καὶ τὸ γενόμενον ὡς ἄδικον
3.8.7
καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀπᾷδον διέβαλλον. ἐπὶ τούτοις δὲ ὡδίπως μεμψάμενοι καὶ δεινὰ πεπονθέναι μαρτυράμενοι, δεχομένῳ μὲν᾿ Ιουλίῳ τὴν καθαίρεσιν τῶν πρὸς αὐτῶν ἐληλαμένων καὶ τὴν κατάστασιν τῶν ἀντ' αὐτῶν χειροτονηθέντων εἰρήνην καὶ κοινωνίαν ἐπηγγέλλοντο, ἀνθισταμένῳ δὲ τοῖς δεδογμένοις τἀναντία προηγόρευσαν· ἐπεὶ καὶ τοὺς πρὸ αὐτῶν ἀνὰ τὴν ἕω ἱερέας οὐδὲν ἀντειπεῖν ἰσχυρίζοντο, ἡνίκα Ναυάτος τῆς῾ Ρωμαίων ἐκκλη
3.8.8
σίας ἠλάθη. περὶ δὲ τῶν πεπραγμένων παρὰ τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν οὐδὲν αὐτῷ ἀντέγραψαν, πολλὰς μὲν αἰτίας ἔχειν εἰς παραίτησιν ἀναγκαίαν τῶν γεγενημένων δηλώσαντες, ἀπολογεῖσθαι δὲ νῦν ὑπὲρ τούτων περιττὸν εἰπόντες ὡς ἅπαξ ὁμοῦ ἐπὶ πᾶσιν ἀδικεῖν ὑπονοηθέντες. 3.. 1᾿ Ιουλίῳ μὲν οὖν τοιάδε ἔγραψαν. πρὸς δὲ βασιλέα Κωνστάντιον διέβαλλον αὖθις τοὺς πρὸς αὐτῶν καθῃρημένους. ὁ δὲ ἐν᾿ Αντιοχείᾳ τότε διατρίβων γράφει Φιλίππῳ τῷ ὑπάρχῳ ἐν Κωνσταντινουπόλει ὄντι, πάλιν Μακε3.. 2 δονίῳ τὴν ἐκκλησίαν ἀποδοῦναι, Παῦλον δὲ ἐξελάσαι τῆς πόλεως. δείσας δὲ τὴν τοῦ πλήθους κίνησιν ὁ ὕπαρχος, πρὶν ἔκπυστον γενέσθαι τὴν βασιλέως πρόσταξιν, προσελθὼν εἰς δημόσιον λουτρὸν ᾧ ὄνομα Ζεύξιππος (περιφανὲς δὲ τοῦτο καὶ μέγιστον) ὡς περὶ κοινῶν πραγμάτων κοινωσόμενος μετεκαλέσατο Παῦλον. παραγενομένῳ δὲ εὐθὺς τοῦ βασιλέως ἐπέδειξε τὸ γράμμα· λάθρα τε διὰ τῶν βασιλείων τῷ λουτρῷ παρακειμένων ἐπὶ θάλασσαν αὐτὸν ἀχθῆναι προστάξας εἰς πλοῖον ἐπεβίβασε καὶ εἰς Θεσσαλονίκην ἔπεμψεν, 3.. 3 ὅθεν καὶ τοὺς προγόνους ἔχειν ἐλέγετο. παντελῶς τε τὴν κατὰ τὴν ἕω ἀρχομένην φεύγειν κατεδίκασεν αὐτόν,᾿ Ιλλυριῶν δὲ καὶ τῆς ἐπέκεινα γῆς ἐπιβαίνειν οὐκ ἐκώλυσεν. ἐξελθὼν δὲ ἐκ τοῦ δικαστηρίου, συνοχούμενον αὐτῷ Μακεδόνιον ἔχων, ἐπὶ τὴν ἐκκλησίαν ᾔει. τὸ δὲ πλῆθος (ἤδη γὰρ τούτων γενομένων ἄφατοι συνελέγησαν) εὐθὺς τὴν ἐκκλησίαν ἐπλήρωσαν· ἕκαστοι γὰρ αὐτήν, οἵ τε ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως οἵ τε Παῦλον ἐπαινοῦντες, 3.. 4 προκαταλαβεῖν ἐσπούδασαν. ἐπεὶ δὲ πρὸς ταῖς θύραις τῆς ἐκκλησίας ἐγένετο ὁ ὕπαρχος, σὺν αὐτῷ δὲ καὶ Μακεδόνιος, τὸ δὲ πλῆθος, ὅπως αὐτοῖς πάροδος γένηται πρὸς τῶν στρατιωτῶν ὠθούμενον, ὑποχωρεῖν οὐκ ἠδύνατο, τοῦ πρόσω σεσαγμένου, ὑπολαβόντες οἱ στρατιῶται ἑκοντὶ μὴ εἴκειν τὸν ὄχλον πολλοὺς τοῖς ξίφεσι διεχειρίσαντο, πολλοὶ δὲ καὶ ὑπ' ἀλλήλων πατούμενοι διεφθάρησαν. τὸ δὲ βασιλεῖ δόξαν οὕτως ἐγένετο, καὶ τὰς ἐκκλησίας παρέλαβε Μακεδόνιος. 3.. 5῾ Ο μὲν δὴ Παῦλος ἀδοκήτως ὧδε τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀφῃρέθη.᾿ Αθανάσιος δὲ φεύγων ἀφανὴς ἦν, δείσας τὴν Κωνσταντίου τοῦ βασιλέως ἀπειλήν· θανάτῳ γὰρ αὐτὸν ζημιοῦν ἠπείλησεν, αἰτιωμένων τῶν ἑτεροδόξων, ὡς στάσεις ἐργάζοιτο καὶ εἰσιόντος αὐτοῦ πολλοὶ τεθνήκασι· τὸ δὲ μάλιστα πρὸς ὀργὴν τὸν βασιλέα κινῆσαν ἦν, ὅτι καὶ σιτηρέσιον ἔλεγον αὐτὸν πωλοῦντα ἀποκερδαίνειν, ὃ ὁ βασιλεὺς Κωνσταντῖνος τοῖς ἐν᾿ Αλεξανδρείᾳ πτωχοῖς ἐδωρήσατο.
3.10.1
Τῶν δὲ ἐξ Αἰγύπτου ἐπισκόπων ψευδῆ ταῦτα εἶναι γραψάντων μαθὼν᾿ Ιούλιος, ὡς οὐκ ἀσφαλὲς᾿ Αθανασίῳ τέως ἐν Αἰγύπτῳ διάγειν, τὸν μὲν πρὸς αὑτὸν μετεκαλέσατο, τοῖς δὲ ἐν᾿ Αντιοχείᾳ συνελθοῦσιν (ἔτυχε γὰρ τηνικαῦτα τὴν τούτων δεξάμενος ἐπιστολήν) ἔγραψεν ἐγκαλῶν, ὡς λάθρα περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου νεωτερίζουσι καὶ παρὰ τοὺς νόμους τῆς ἐκκλησίας αὐτὸν εἰς τὴν σύνοδον οὐ κεκλήκασιν· εἶναι γὰρ νόμον ἱερατικόν, ὃς ἄκυρα ἀποφαίνει τὰ παρὰ γνώμην πραττόμενα τοῦ῾ Ρωμαίων ἐπισκόπου.
3.10.2
τὰ δὲ ἐν Τύρῳ καὶ ἐν τῷ Μαρεώτῃ μὴ ἐν δίκῃ πεπρᾶχθαι κατὰ᾿ Αθανασίου· κατηγόρει δὲ τῶν μὲν τὴν κατὰ᾿ Αρσένιον συκοφαντίαν, τῶν δὲ ἐν τῷ Μαρεώτῃ τὴν᾿ Αθανασίου ἀπουσίαν, ἐφ' ἅπασι δὲ τὸ αὔθαδες τῶν γραμ- μάτων ἐμέμφετο.
3.10.3
Καὶ ἐκ τούτων δὲ καὶ ἐκ πάντων ἀνελογίζετο χρῆναι βοηθεῖν᾿ Αθανασίῳ καὶ Παύλῳ· μετ' οὐ πολὺ γὰρ καὶ αὐτὸς εἰς᾿ Ιταλίαν παραγενόμενος τὰ κατ' αὐτὸν ἀπωδύρετο. ἐπεὶ δὲ ἐξ ὧν ἔγραφε περὶ αὐτῶν τοῖς ἀνὰ τὴν ἕω ἱερεῦσιν οὐδὲν ἤνυε, δῆλα τὰ κατ' αὐτοὺς ἐποίησε Κώνσταντι τῷ βασιλεῖ.
3.10.4
ὁ δὲ Κωνσταντίῳ τῷ βασιλεῖ καὶ ἀδελφῷ ἔγραψε πέμψαι τινὰς τῶν ἀπὸ τῆς ἕω ἐπισκόπων ἀπολογησομένους περὶ τῆς αὐτῶν καθαιρέσεως. καὶ αἱροῦνται ἐπὶ τούτῳ τρεῖς, Νάρκισσος ὁ Εἰρηνοπόλεως τῆς Κιλικίας ἐπίσκοπος καὶ Θεόδωρος ὁ῾ Ηρακλείας τῆς Θρᾴκης καὶ Μᾶρκος ὁ᾿ Αρεθούσης
3.10.5
τῆς Συρίας. καὶ παραγενόμενοι εἰς᾿ Ιταλίαν τοῖς ὑπ' αὐτῶν πεπραγμένοις ἰσχυρίζοντο καὶ τὸν βασιλέα πείθειν ἐπειρῶντο δικαίαν εἶναι τῆς ἀνατολικῆς συνόδου τὴν κρίσιν. ἀπαιτούμενοι δὲ λέγειν, ὅπως πιστεύσωσι, τὴν μὲν ἐκτεθεῖσαν παρ' αὐτῶν ἐν᾿ Αντιοχείᾳ ἀπεκρύψαντο, ἑτέραν δὲ ἔγγραφον ὁμολογίαν ἐκδεδώκασι, καὶ οὕτως ἀπᾴδουσαν τῆς ἐν Νικαίᾳ δοκιμασθείσης.
3.10.6
συνιδὼν δὲ Κώνστας, ὡς ἀδίκως ἐπεβούλευσαν τοῖς ἀνδράσιν, οὐκ ἐγκλημάτων ἕνεκεν οὐδὲ βίου ἀποστρεφόμενοι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς αἱ καθαιρέσεις εἶχον, ἀλλὰ τῆς περὶ τὸ δόγμα διαφωνίας, ἀπέπεμψε τούτους μὴ πείσαντας περὶ ὧν ἐληλύθεσαν.
3.11.1
Τριῶν δὲ ἤδη διαγενομένων ἐνιαυτῶν πάλιν οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι τοῖς ἀνὰ τὴν δύσιν ἑτέραν διεπέμψαντο γραφήν, ἣν μακρόστιχον ἔκθεσιν ὀνομάζουσιν, ὡς διὰ πλειόνων ῥημάτων τε καὶ νοημάτων παρὰ τὰς προτέρας συγκειμένην. καὶ οὐσίας μὲν ἐν ταύτῃ θεοῦ μνήμην οὐκ ἐποιήσαντο, τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ
3.11.2
ἐκ θεοῦ, καὶ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀπεκήρυττον. Εὐδοξίου δέ, ὃς ἔτι Γερμανικείας ἐπίσκοπος ἦν, Μαρτυρίου τε καὶ Μακεδονίου διακομισάντων ταύτην τὴν γραφὴν οὐ προσεδέξαντο οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς· ἀρκεῖσθαι γὰρ ἔφασαν τοῖς ἐν Νικαίᾳ δόξασι, καὶ περὶ ταῦτα πολυπραγμονεῖν οὐδὲν λοιπὸν ᾤοντο δεῖν.
3.11.3
᾿ Επεὶ δὲ Κώνστας ὁ βασιλεὺς ᾔτει χάριν τὸν ἀδελφόν, ὥστε τοὺς ἀμφὶ τὸν᾿ Αθανάσιον τοὺς οἰκείους ἀπολαβεῖν θρόνους, καὶ γράφων οὐδὲν ἤνυεν ἀντιπραττόντων τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως, οἱ δὲ περὶ τὸν᾿ Αθανάσιον καὶ Παῦλον προσιόντες αὐτῷ γενέσθαι σύνοδον ἐζήτουν ὡς ἐπὶ καθαιρέσει τῶν ὀρθῶν δογμάτων ἐπιβουλευθέντες, ἔδοξε γνώμῃ τῶν βασιλέων τοὺς ἀφ' ἑκατέρας ἀρχομένης ἐπισκόπους εἰς ῥητὴν ἡμέραν καταλαβεῖν τὴν
3.11.4
Σαρδώ (πόλις δὲ αὕτη᾿ Ιλλυριῶν). συνελθόντες δὲ πρῶτον εἰς Φιλιππούπολιν τῆς Θρᾴκης οἱ ἀπὸ τῆς ἕω γράφουσι τοῖς ἀπὸ τῆς δύσεως ἤδη ἐν Σαρδικῇ συνεληλυθόσιν, ἀπώσασθαι τοῦ συνεδρίου καὶ τῆς κοινωνίας τοὺς ἀμφὶ τὸν᾿ Αθανάσιον ὡς καθῃρημένους· ἄλλως δὲ μὴ συνιέναι ἔφασαν. μετὰ δὲ ταῦτα καὶ εἰς Σαρδικὴν παραγενόμενοι ἰσχυρίζοντο μὴ ἐμβαλεῖν
3.11.5
τῇ ἐκκλησίᾳ συνιόντων τῶν πρὸς αὐτῶν καθῃρημένων. πρὸς ταῦτα δὲ οἱ ἀπὸ τῆς δύσεως ἀντέγραψαν, ὡς οὐδέποτε τῆς πρὸς αὐτοὺς κοινωνίας ἀπέστησαν οὔτε νῦν ταύτης ἀναχωρήσουσι, καὶ μάλιστα᾿ Ιουλίου τοῦ῾ Ρω- μαίων ἐπισκόπου τὰ κατ' αὐτοὺς ἐξετάσαντος καὶ μὴ καταγνόντος· παρεῖναι δὲ αὐτοὺς καὶ ἑτοίμως ἔχειν δικάζεσθαι καὶ αὖθις ἀπελέγξειν τὰς ἐπαχθεί
3.11.6
σας αὐτοῖς αἰτίας. ὡς δὲ παρὰ σφᾶς τοιαῦτα δηλοῦντες οὐδὲν ἤνυον, ἤδη καὶ ὑπερημέρου τῆς κυρίας γενομένης, ἐν ᾗ κρίνειν ἔδει περὶ ὧν συνεληλύθεσαν, τὸ τελευταῖον τοιαῦτα ἔγραψαν ἀλλήλοις, ἐξ ὧν εἰς μείζονα τῆς προτέρας δυσμένειαν κατέστησαν. καὶ καθ' ἑαυτοὺς συνελθόντες ψήφους ἐναντίας
3.11.7
ἤνεγκαν. οἱ μὲν γὰρ ἀπὸ τῆς ἀνατολῆς τὰ ἤδη αὐτοῖς δόξαντα ἐπὶ᾿ Αθανασίῳ καὶ Παύλῳ καὶ Μαρκέλλῳ καὶ᾿ Ασκληπᾷ κυρώσαντες καθεῖλον᾿ Ιού- λιον τὸν῾ Ρώμης ἐπίσκοπον ὡς ἄρξαντα τῆς πρὸς αὐτοὺς κοινωνίας,῞ Οσιόν τε τὸν ὁμολογητὴν καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ ὅτι φίλος ἐγένετο Παυλίνῳ καὶ Εὐσταθίῳ τοῖς ἡγησαμένοις τῆς᾿ Αντιοχέων ἐκκλησίας, καὶ Μαξιμῖνον τὸν Τριβέρεως ὡς πρῶτον Παύλῳ κοινωνήσαντα καὶ αἴτιον αὐτῷ γενόμενον τῆς εἰς Κωνσταντινούπολιν καθόδου καὶ τοὺς εἰς Γαλλίαν ἀπὸ τῆς ἕω παρα
3.11.8
γενομένους ἐπισκόπους ἀποκηρύξαντα. ἐπὶ τούτοις καθεῖλον καὶ Πρωτογένην τὸν Σαρδικῆς ἐπίσκοπον καὶ Γαυδέντιον, τὸν μὲν ὡς Μαρκέλλου ὑπερμαχοῦντα πρότερον αὐτοῦ καταψηφισάμενον, τὸν δὲ Γαυδέντιον ὡς ἐναντία σπουδάζοντα Κυριακῷ, ὃν διεδέξατο, καὶ περὶ πολλοῦ ποιούμενον τοὺς πρὸς αὐτῶν καθῃρημένους. ταῦτα ψηφισάμενοι τοῖς πανταχῇ ἐπισκόποις δῆλα ἐποίησαν, ὥστε μήτε προσίεσθαι εἰς κοινωνίαν μήτε γράφειν αὐτοῖς 3. 11. μήτε τὰ παρ' αὐτῶν γραφόμενα δέχεσθαι. περὶ δὲ τοῦ θεοῦ δοξάζειν ἐκέλευον, ὃν τρόπον ὑφηγεῖτο ἡ τῇ αὐτῶν ἐπιστολῇ ὑποτεταγμένη γραφή, ὁμοουσίου μὲν μνήμην μὴ ποιουμένη, ἀποκηρύττουσα δὲ τοὺς λέγοντας τρεῖς εἶναι θεούς, ἢ τὸν Χριστὸν μὴ εἶναι θεόν, ἢ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, ἢ ἀγέννητον τὸν υἱόν, ἢ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν.
3.12.1
᾿ Εν μέρει τε καὶ οἱ ἀμφὶ τὸν῞ Οσιον συνελθόντες ἀθῴους ἀπέφηναν᾿ Αθανάσιον μὲν ὡς ἀδίκως ἐπιβουλευθέντα παρὰ τῶν ἐν Τύρῳ συνελθόντων, Μάρκελλον δὲ ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα ἃ διεβάλλετο,᾿ Ασκληπᾶν δὲ ὡς Εὐσεβίου τοῦ Παμφίλου καὶ πολλῶν ἄλλων δικαστῶν ψήφῳ τὴν ἐπισκοπὴν ἀπολαβόντα καί, ὅτι τάδε ἀληθῆ εἴη, ὑπόμνημα τῆς δίκης ἐπι
3.12.2
δείξαντα, Λούκιον δὲ ὡς τῶν αὐτοῦ κατηγόρων φυγόντων. καὶ πρὸς τὴν ἑκάστου παροικίαν ἔγραψαν αὐτοὺς ἔχειν ἐπισκόπους καὶ προσδοκᾶν, Γρηγόριον δὲ τὸν ἐν᾿ Αλεξανδρείᾳ καὶ Βασίλειον τὸν ἐν᾿ Αγκύρᾳ καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ κοινωνίαν τινὰ πρὸς αὐτοὺς
3.12.3
ἔχειν μηδὲ Χριστιανοὺς ἡγεῖσθαι. καθεῖλον δὲ τῆς ἐπισκοπῆς Θεόδωρον τὸν Θρᾷκα καὶ Νάρκισσον τὸν Εἰρηνοπόλεως ἐπίσκοπον καὶ᾿ Ακάκιον τὸν Καισαρείας τῆς Παλαιστίνης καὶ Μηνόφαντον τὸν᾿ Εφέσου καὶ Οὐρσάκιον τὸν Σιγγιδώνου τῆς Μυσίας καὶ Οὐάλεντα τὸν Μουρσῶν τῆς Παννονίας καὶ Γεώργιον τὸν Λαοδικείας, εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς
3.12.4
ἀπὸ τῆς ἕω ἐπισκόποις. ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας ὡς τὸν υἱὸν χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν᾿ Αρείου αἵρεσιν δεξαμένους καὶ εἰς ἀξιώματα μείζω
3.12.5
λειτουργίας θεοῦ προαγαγόντας. διὰ ταῦτά τε αὐτοὺς ἀποκηρύξαντες καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ψηφισάμενοι ἔγραψαν τοῖς πανταχῇ ἐπισκόποις ἐπιψηφίσασθαι τοῖς παρ' αὐτῶν κεκριμένοις καὶ ὁμοφρονεῖν αὐτοῖς περὶ τὸ δόγμα. ἐξέθεντο δὲ καὶ αὐτοὶ τηνικαῦτα πίστεως γραφὴν ἑτέραν, πλατυτέραν μὲν τῆς ἐν Νικαίᾳ, φυλάττουσαν δὲ τὴν αὐτὴν διάνοιαν
3.12.6
καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν τῶν ἐκείνης ῥημάτων. ἀμέλει῞ Οσιος καὶ Πρωτογένης, οἳ τότε ὑπῆρχον ἄρχοντες τῶν ἀπὸ τῆς δύσεως ἐν Σαρδικῇ συνεληλυθότων, δείσαντες ἴσως, μὴ νομισθεῖέν τισι καινοτομεῖν τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ, ἔγραψαν᾿ Ιουλίῳ καὶ ἐμαρτύραντο κύρια τάδε ἡγεῖσθαι, κατὰ χρείαν δὲ σαφηνείας τὴν αὐτὴν διάνοιαν πλατῦναι, ὥστε μὴ ἐγγενέσθαι τοῖς τὰ᾿ Αρείου φρονοῦσιν ἀποκεχρημένοις τῇ συντομίᾳ τῆς γραφῆς εἰς ἄτοπον
3.12.7
ἕλκειν τοὺς ἀπείρους διαλέξεως. ταῦτα πράξαντες ἑκάτεροι διέλυσαν τὸν σύλλογον καὶ εἰς τὰ οἰκεῖα ἕκαστος ἐπανῆλθε. συνέστη δὲ αὕτη ἡ σύνοδος῾ Ρουφίνου καὶ Εὐσεβίου ὑπατευόντων· ἑνδέκατον δὲ τοῦτο ἔτος ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς. συνῆλθον δὲ ἐκ μὲν τῶν πρὸς δύσιν πόλεων ἀμφὶ τριακόσιοι ἐπίσκοποι, ἐκ δὲ τῆς ἕω ἓξ καὶ ἑβδομήκοντα· σὺν τούτοις δὲ καὶ᾿ Ισχυρίων, ἐπιτραπεὶς τὴν τοῦ Μαρεώτου ἐπισκοπὴν πρὸς τῶν᾿ Αθανασίῳ ἀπεχθανομένων.
3.13.1
Μετὰ ταύτην δὲ τὴν σύνοδον οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο οὐδὲ ἐκοινώνουν, οἱ μὲν ἀνὰ τὴν δύσιν μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες, οἱ δὲ ἀνὰ τὴν ἕω μέχρις᾿ Ιλλυριῶν· τὰ δὲ τῶν ἐκκλησιῶν ὡς εἰκὸς ἐν διχονοίαις
3.13.2
συγκέχυτο καὶ ἐν διαβολαῖς ἦν. εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ' οὖν ἀλλήλοις συγκοινωνοῦντες οὐ μέγα τὸ κακὸν ἐποίουν καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο· ὡς ἐπίπαν γὰρ ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων ἔριδός τε
3.13.3
καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν᾿ Αρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, προϊσταμένου τοῦ῾ Ρωμαίων θρόνου καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθανόντων καὶ τὰς βλάστας ἐκκο
3.13.4
πτόντων τῆς τοιαύτης αἱρέσεως. τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν᾿ Αντιοχείᾳ σύνοδον καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθές, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν καὶ ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὸν υἱὸν συνωμολόγει, ἐριστικῶς δὲ
3.13.5
πρὸς τὴν ὁμοούσιον λέξιν τινὲς ἀπεμάχοντο. οἱ μὲν γὰρ τὴν ἀρχὴν τῷ ὀνόματι ἐναντιωθέντες, ὡς συμβάλλω, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, αἰσχύνην ἡγοῦντο δόξαι νενικῆσθαι. οἱ δὲ καὶ ὑπὸ ἕξεως τῶν περὶ ταῦτα συχνῶν διαλέξεων ἐπὶ τὸ ὧδε δοξάζειν περὶ θεοῦ τραπέντες ἀμεταθέτως λοιπὸν εἶχον. οἱ δέ, εἰδότες ὡς οὐ δέον φιλονικοῦσι, πρὸς τὸ κεχαρισμένον ἑκατέροις ὑπεκλίνοντο διὰ δύναμιν ἢ οἰκειότητα ἢ ἄλλας αἰτίας, ὑφ' ὧν ἄνθρωποι προάγονται τὰ μὴ προσήκοντα χαρίζεσθαι ἢ παρρησίαν μὴ ἄγειν ἐφ' οἷς χρὴ διελέγχειν. πολλοὶ δὲ λῆρον ἡγοῦντο τρίβεσθαι περὶ τὰς τοιαύτας ἔριδας τῶν λόγων, ἡσυχῇ δὲ τῆς γνώμης εἴχοντο τῶν ἐν Νικαίᾳ συνελθόντων.
3.13.6
ἐῴκεσαν δὲ παρὰ πάντας τοὺς ἀνὰ τὴν ἕω εἰς τὸ φανερὸν ἀπρὶξ ἔχεσθαι τῶν ἐν Νικαίᾳ δοξάντων Παῦλος ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος καὶ᾿ Αθανάσιος ὁ᾿ Αλεξανδρείας καὶ σύμπαν τὸ μοναχικὸν πλῆθος,᾿ Αντώνιόςτε ὁ μέγας ἔτι περιὼν καὶ οἱ συγγενόμενοι αὐτῷ καὶ ἄλλοι πλεῖστοι ἀνὰ τὴν Αἴγυπτον καὶ ἀλλαχῇ τῆς῾ Ρωμαίων γῆς. τούτων δὲ ἐπείπερ ἐπεμνήσθην, ὅσους περιφανεῖς κατ' αὐτὴν τὴν ἡγεμονίαν παρείληφα ἐπιδραμοῦμαι τῷ λόγῳ.
3.14.1
῎ Αρξομαι δὲ ἐξ Αἰγύπτου καὶ Μακαρίων τῶν δύο, τῶν ἀοιδιμωτάτων ἡγεμόνων τῆς Σκήτεως καὶ τοῦ τῇδε ὄρους. τούτοιν δὲ ὁ μὲν Αἰγύπτιος, ὁ δὲ πολιτικὸς ὡς ἀστὸς ὠνομάζετο· ἦν γὰρ τῷ γένει᾿ Αλεξανδρεύς. ἄμφω δὲ ὅτι μάλιστα θεσπεσίω ἐγενέσθην καὶ θείαν πρόγνωσιν καὶ φιλοσοφίαν, καὶ δαίμοσι φοβερὼ πολλῶν τε καὶ παραδόξων πραγμάτων καὶ ἰαμάτων
3.14.2
δημιουργώ. τὸν δὲ Αἰγύπτιον λόγος, ὡς καὶ νεκρὸν ζῆν ἐποίησεν, ἵν' ἑτερόδοξον πείσῃ νεκρῶν ἀνάστασιν ἔσεσθαι. διεβίω δὲ ἀμφὶ τὰ ἐνενήκοντα ἔτη, ἑξήκοντα δὲ ἐκ τούτων ἐν ταῖς ἐρήμοις διέτριβεν. αὐτίκα τε φιλοσοφεῖν ἀρχόμενος ἔτι νέος ὢν διέπρεπεν, ὡς παιδαριογέροντα παρὰ τῶν μοναχῶν ὀνομάζεσθαι καὶ τεσσαράκοντα ἔτη γεγονότα χειροτονηθῆναι πρεσβύτερον.
3.14.3
ὁ δὲ ἕτερος χρόνῳ μὲν ὕστερον πρεσβύτερος ἐγένετο, παντοδαπῆς δὲ σχεδὸν ἀσκήσεως ἐπειράθη, τὰ μὲν αὐτὸς περινοῶν, ἃ δὲ παρ' ἄλλοις ἤκουεν ἐκ παντὸς τρόπου κατορθῶν, ὡς ὑπὸ τοῦ ἄγαν κατεσκληκέναι μὴ φύειν τοῦ γενείου τὰς τρίχας.
3.14.4
᾿ Εν τούτῳ δὲ περὶ τὸν αὐτὸν χῶρον ἐφιλοσόφουν Παμβώ τε καὶ῾ Ηρα- κλείδης καὶ Κρόνιος καὶ Παφνούτιος καὶ Πουτουβάστης καὶ᾿ Αρσίσιος καὶ Σεραπίων ὁ μέγας καὶ Πιτυρίων, ὃς παρὰ Θηβαίοις τὴν διατριβὴν εἶχε, καὶ
3.14.5
Παχώμιος, ὃς ἀρχηγὸς ἐγένετο τῶν καλουμένων Ταβεννησιωτῶν. σχῆμα δὲ τούτοις ἦν καὶ πολιτεία ἔν τισι παρηλλαγμένη τῆς ἄλλης μοναχικῆς, πρὸς ἀρετὴν μέντοι ὁρῶσα καὶ τὴν ψυχὴν προσεθίζουσα τῶν ἐπὶ γῆς καταφρονεῖν, ἄνω δὲ ὁρᾶν, ἵν' εὐμαρῶς ἐπὶ τὰ οὐράνια χωροίη, ἡνίκα τοῦ σώματος ἀπαλ
3.14.6
λαγείη· διφθέρας δὲ ἀμφιέννυσθαι κατὰ μίμησιν᾿ Ηλίου τοῦ Θεσβίτου, ἐμοὶ δοκεῖν, ὥστε ἐκ τοῦ περικειμένου δέρματος εἰς ἀνάμνησιν ἀεὶ λαμβάνοντας τὴν ἀρετὴν τοῦ προφήτου, ἀνδρείως πρὸς τὰς ἐπιθυμίας τῶν ἀφροδισίων συντετάχθαι καὶ ζήλῳ τῷ πρὸς αὐτὸν καὶ ἐλπίδι ὁμοίων ἀμοιβῶν προθυ
3.14.7
μότερον σωφρονεῖν. λόγος δὲ καὶ τὰ ἄλλα ἐνδύματα τῶν ἐν Αἰγύπτῳ μοναχῶν συλλαμβάνεσθαι εἰς ὑπόδειγμα φιλοσοφίας τινός, μηδὲ ὡς ἔτυχε παραλλάσσειν τῶν ἄλλων. καὶ τοὺς μὲν χιτῶνας ἀχειριδώτους ἐνδιδύσκεσθαι, παιδεύοντας μὴ ἑτοίμους ἔχειν τὰς χεῖρας εἰς ὕβριν, τὸ δὲ ἐπὶ τῆς κεφαλῆς σκέπασμα, ὃ κουκούλλιον καλοῦσιν, ὥστε ἐπίσης ἀκεραίως καὶ καθαρῶς βιοῦν τοῖς γάλακτι τρεφομένοις παισίν, οἷς αἱ τοιαῦται τιᾶραι ἐπίκεινται τὸ
3.14.8
ἡγεμονικὸν σκέπουσαί τε καὶ περιθάλπουσαι. ζώνη δὲ καὶ ἀναβολεύς, ἡ μὲν τὴν ὀσφὺν περισφίγγουσα, ὁ δὲ τοὺς ὤμους καὶ τοὺς βραχίονας ἀνέχων, ἑτοίμους εἶναι εἰς διακονίαν θεοῦ καὶ ἐργασίαν ὧν δεῖ παρακελεύεται. οὐκ ἀγνοῶ δὲ ὡς περὶ τούτων ἄλλοι ἀλλοίους ἀποδεδώκασι λόγους· ἐμοὶ δὲ ἀπόχρη τοσοῦτον εἰπεῖν. 3. 14. Τόν γε μὴν Παχώμιόν φασι μόνον ἐν σπηλαίῳ τὰ πρῶτα φιλοσοφῆσαι. προφανέντα δὲ αὐτῷ θεῖον ἄγγελον παρακελεύσασθαι νέους ἀθροῖσαι μοναχοὺς καὶ συνεῖναι αὐτοῖς· εὖ γὰρ τὰ κατ' αὐτὸν ἐν φιλοσοφίᾳ κατωρθωκέναι καὶ χρῆναι συνοικιῶν ἡγούμενον ὠφελεῖν πολλούς, ἄγειν δὲ αὐτοὺς νόμοις
3.14.10
οἷς ἂν δοίη· δεδωκέναι δὲ αὐτῷ δέλτον, ἣν ἔτι φυλάττουσιν. ἡ ἐνοῦσα δὲ ταύτῃ γραφὴ προσέταττε συγχωρεῖν ἑκάστῳ, ὡς ἂν οἷός τε ᾖ, φαγεῖν καὶ πιεῖν καὶ ἐργάζεσθαι, νηστεύειν τε καὶ μή, τοῖς μέντοι ῥωμαλεωτέροις ἐσθίουσι τὰ ἐπιπονώτερα τῶν ἔργων ἐπιτρέπειν, τὰ δὲ εὐχερῆ τοῖς ἀσκου
3.14.11
μένοις. οἰκήματα δὲ μικρὰ κατασκευάσαι πολλά, καὶ καθ' ἕκαστον οἴκημα τρεῖς καταμένειν· ὑπὸ ἕνα δὲ οἶκον πάντας τροφῆς μεταλαμβάνειν· σιγῇ τε ἐσθίειν, καὶ καθῆσθαι παρὰ τὰς τραπέζας ἐπικεκαλυμμένους τὰ πρόσωπα, ὡς μήτε ἀλλήλους ὁρᾶν μήτε ἄλλο τι πλὴν τῆς τραπέζης καὶ τῶν προκει
3.14.12
μένων. ξένον δὲ μὴ συνεσθίειν αὐτοῖς, μόνον εἰ μὴ παροδεύων ἐπιξενωθείη· τὸν δὲ συνοικεῖν αὐτοῖς βουλόμενον πρότερον ἐπὶ τριετίαν τὰ χαλεπώ
3.14.13
τερα τῶν ἔργων πονεῖν καὶ οὕτως μετέχειν τῆς αὐτῶν συνοικίας. διφθέρας δὲ ἀμφιέννυσθαι καὶ τιάραις ἐρίναις τὰς κεφαλὰς σκέπεσθαι, κατασημαίνεσθαι δὲ ταύτας τὰς τιάρας οἱονεὶ κέντροις πορφυροῖς προσέταξε. χιτῶσι δὲ λινοῖς καὶ ζώναις κεχρῆσθαι καὶ ἐζωσμένους σὺν τοῖς χιτωνίοις καὶ ταῖς διφθέραις καθεύδειν, καθημένους ἐν οἰκοδομητοῖς θρόνοις ἑκατέρωθεν περι
3.14.14
πεφραγμένοις, ὥστε τὴν ἑκάστου συνέχειν στρωμνήν. τῇ δὲ πρώτῃ καὶ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος ἐπὶ κοινωνίᾳ τῶν θείων μυστηρίων τῷ θυσιαστηρίῳ προσιόντας τὰς ζώνας λύειν καὶ τὰς διφθέρας ἀποτίθεσθαι· δωδέκατον δὲ πάσης τῆς ἡμέρας εὔχεσθαι καὶ πρὸς ἑσπέραν ὁμοίως, τοσαυτάκις δὲ καὶ νύκτωρ, ἐννάτῃ δὲ ὥρᾳ τρίτον. ἡνίκα δὲ μέλλοιεν ἐσθίειν, ἑκάστης
3.14.15
εὐχῆς προᾴδειν ψαλμόν. πᾶσαν δὲ τὴν συνοικίαν εἰς εἰκοσιτέσσαρα τάγματα διελεῖν καὶ ἐπονομάσαι ταῦτα τοῖς῾ Ελλήνων στοιχείοις, καὶ ὅπως ἔχοι βίου καὶ ἤθους ἑκάστῳ τάγματι τὴν προσηγορίαν ἐφαρμόσαι, οἷον ἁπλουστέρους μὲν ἰῶτα ἀποκαλοῦντας, σκολιοὺς δὲ ξ καὶ ἄλλους ἄλλως, καθὼς ἐκλαμβάνειν εὐστόχως ἔστι πρὸς τὸ σχῆμα τοῦ γράμματος τὴν προ
3.14.16
αίρεσιν τοῦ τάγματος. κατὰ τούτους τοὺς νόμους τοὺς ἰδίους μαθητὰς ἦγεν ὁ Παχώμιος, ἀνὴρ τὰ μάλιστα φιλάνθρωπος καὶ θεοφιλὴς εἰσάγαν, ὡς προειδέναι τὰ ἐσόμενα καὶ θείοις ἀγγέλοις ὁμιλεῖν πολλάκις. διέτριβε δὲ ἐν Ταβεννήσῳ τῆς Θηβαΐδος, ὅθεν Ταβεννησιῶται εἰσέτι νῦν ὀνομάζονται.
3.14.17
ὑπὸ δὲ τούτους τοὺς νόμους πολιτευόμενοι ὀνομαστότατοι ἐγένοντο καὶ εἰς πλῆθος τῷ χρόνῳ ἐπέδοσαν, ὡς εἰς ἑπτακισχιλίους ἄνδρας συντελεῖν. ἡ μὲν γὰρ ἐν Ταβεννήσῳ συνοικία, μεθ' ὧν αὐτὸς Παχώμιος διέτριβεν, ἀμφὶ τοὺς χιλίους καὶ τριακοσίους εἶχεν· οἱ δὲ κατὰ τὴν Θηβαΐδα καὶ τὴν ἄλλην Αἴγυπτον οἰκοῦσι. μία δὲ καὶ ἡ αὐτὴ ἀγωγὴ πᾶσι, καὶ κοινὰ τὰ πανταχῇ πάντων· καθάπερ δὲ μητέρα τὴν ἐν Ταβεννήσῳ συνοικίαν ἡγοῦνται, πατέρας δὲ καὶ ἄρχοντας τοὺς ἐνθάδε ἡγουμένους.
3.14.18
Κατὰ τοῦτον δὲ τὸν χρόνον καὶ᾿ Απολλώνιος ἐπὶ μοναχικῇ φιλοσοφίᾳ διέπρεπεν, ὅν φασι δέκα καὶ πέντε ἐτῶν ὄντα φιλοσοφῆσαι ἐν ταῖς ἐρήμοις· εἰς ἔτη δὲ τεσσαράκοντα γεγονὼς κατὰ θείαν πρόσταξιν εἰς τοὺς οἰκουμένους
3.14.2
ἦλθε τόπους. εἶχε δὲ καὶ αὐτὸς ἐν Θηβαΐδι τὴν συνοικίαν. ἐγένετο δὲ θεοφιλὴς εἰσάγαν καὶ παραδόξων ἰάσεων καὶ σημείων δημιουργὸς καὶ πρακτικὸς ὧν δεῖ καὶ τῶν εἰς φιλοσοφίαν ἡκόντων διδάσκαλος ἀγαθὸς καὶ χαρίεις καὶ ἐπὶ τοσοῦτον ἐν ταῖς εὐχαῖς εὐήκοος, ὡς μηδὲν ἀνήνυτον γενέσθαι ὧν παρὰ θεοῦ ἐζήτησε· πάντως γὰρ σοφὸς ὢν σοφῶς τὰς αἰτήσεις ἐποιεῖτο, αἷς ἑτοίμως τὸ θεῖον ἐπινεύειν πέφυκε. 3. 14. Κατὰ τούτους εἰκάζω γενέσθαι καὶ᾿ Ανοὺφ τὸν θεσπέσιον· ὃν ἐπυθόμην, ἀφ' οὗ πρῶτον ἐν τοῖς διωγμοῖς ὑπὲρ τοῦ δόγματος ὡμολόγησε, μήτε ψεῦδος εἰπεῖν μήτε ἐπιθυμῆσαί τινος τῶν ἐπὶ γῆς. ἐπιτυχεῖν δὲ πάντων ὧνπερ τοῦ θεοῦ ἐδεήθη, καὶ ὑπὸ θείῳ ἀγγέλῳ διδασκάλῳ πᾶσαν ἀρετὴν παιδευθῆναι.᾿ Αλλὰ περὶ μὲν τῶν ἐν Αἰγύπτῳ μοναχῶν τοσάδε τέως ἡμῖν εἰρήσθω.
3.14.21
ἤδη δὲ καὶ Παλαιστίνη τὸν ἴσον τρόπον φιλοσοφεῖν ἤρχετο παρ' Αἰγυπτίων μαθοῦσα· διέπρεπε δὲ ἐνθάδε τότε῾ Ιλαρίων ὁ θεσπέσιος. τούτῳ δὲ πατρὶς μὲν ἦν Θαβαθᾶ κώμη πρὸς νότον Γάζης κειμένη παρὰ τὸν χειμάρρουν, ὃς ἐπὶ θάλασσαν τὰς ἐμβολὰς ἔχων ἐπιχωρίως ἀπ' αὐτῆς τῆς κώμης τὴν
3.14.22
ἐπωνυμίαν ἔλαβε. γραμματικῷ δὲ φοιτῶν ἐν᾿ Αλεξανδρείᾳ κατὰ θέαν᾿ Αντωνίου τοῦ μεγάλου μοναχοῦ εἰς τὴν ἔρημον ἦλθε, καὶ συγγενόμενος αὐτῷ παραπλησίως φιλοσοφεῖν ἔγνω. ὀλίγον δὲ χρόνον ἐνθάδε διατρίψας ἐπανῆλθεν εἰς τὴν πατρίδα· οὐ γὰρ ξυνεχωρεῖτο κατὰ γνώμην ἠρεμεῖν,
3.14.23
πολλῶν ὄντων ἑκάστοτε τῶν ὡς᾿ Αντώνιον ἐρχομένων. καταλαβὼν δὲ τελευτήσαντας τοὺς πατέρας εἰς τοὺς ἀδελφοὺς καὶ τοὺς δεομένους τὴν οὐσίαν διένειμεν, οὐθέν τε παντάπασι καταλιπὼν ἑαυτῷ διέτριβεν ἐν ἐρήμῳ τόπῳ παρὰ θάλασσαν, ἀμφὶ τὰ εἴκοσι στάδια τῆς αὐτοῦ κώμης διεστῶτι.
3.14.24
Οἴκησις δὲ ἦν αὐτῷ δωμάτιον μικρὸν ἐκ πλίνθων καὶ φορυτοῦ καὶ κεράμων κατεαγότων κατεσκευασμένον, εὔρους τε καὶ μήκους καὶ ὕψους τοσούτου, ὅσον ἑστῶτα μὲν κεκυφέναι τὴν κεφαλήν, κείμενον δὲ τοὺς πόδας συλλέγειν ἐπάναγκες εἶναι. διὰ πάντων γὰρ εἴθιζεν ἑαυτὸν ταλαιπωρεῖν καὶ
3.14.25
ῥᾳστώνης κρατεῖν. ἀμέλει τοι ὧν ἴσμεν ἐγκρατείας ἀκόμπου καὶ δεδοκιμασμένης οὐδενὶ κατέλιπεν ὑπερβολήν, ἀγωνιζόμενος πρὸς ἀσιτίαν καὶ δίψος καὶ ῥῖγος καὶ πνῖγος καὶ πρὸς τἆλλα πάθη καὶ θωπείας τοῦ σώματος καὶ
3.14.26
τῆς ψυχῆς. ἦν δὲ τὸ μὲν ἦθος σπουδαῖος, σεμνὸς δὲ τὸν λόγον, καὶ μνήμων καὶ ἐπήβολος ἀκριβὴς τῶν ἱερῶν γραφῶν· ἐπὶ τοσοῦτον δὲ θεοφιλὴς ἐγένετο, ὡς ἔτι καὶ νῦν ἐπὶ τῷ ἑαυτοῦ τάφῳ πολλοὺς ἰᾶσθαι κάμνοντας καὶ δαιμονῶντας, καὶ– τό γε παραδοξότατον– παρά τε Κυπρίοις, οὗ
3.14.27
πρότερον ἐτάφη, καὶ παρὰ Παλαιστίνοις, παρ' οἷς ἐστι νῦν. συμβὰν γὰρ αὐτὸν ἐν Κύπρῳ διατρίβοντα τελευτῆσαι, πρὸς τῶν ἐπιχωρίων ἐκηδεύθη καὶ ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ παρ' αὐτοῖς ἦν. μετὰ δὲ ταῦτα῾ Ησυχᾶς, ὃς εὐδοκιμώτατος ἐγένετο τῶν αὐτοῦ μαθητῶν, κλέψας τὸ λείψανον διεκόμισεν εἰς Παλαιστίνην καὶ ἐν τῷ ἰδίῳ μοναστηρίῳ ἔθαψε. καὶ τὸ ἐξ ἐκείνου δημοτελῆ καὶ μάλα λαμπρὰν ἐνθάδε ἐτήσιον ἑορτὴν ἄγουσιν οἱ ἐπιχώριοι.
3.14.28
ὧδε γὰρ Παλαιστίνοις ἔθος γεραίρειν τοὺς παρ' αὐτοῖς ἄνδρας ἀγαθοὺς γενομένους, ὥσπερ ἀμέλει καὶ Αὐρήλιον τὸν᾿ Ανθηδόνιον καὶ᾿ Αλεξίωνα τὸν ἀπὸ Βηθαγάθωνος καὶ᾿ Αλαφίωνα τὸν ἀπὸ᾿ Ασαλέας, οἳ κατὰ τὸν αὐτὸν γενόμενοι χρόνον ἐπὶ τῆς παρούσης βασιλείας εὐσεβῶς καὶ ἀνδρείως ἐν φιλοσοφίᾳ ἐπολιτεύσαντο καὶ ταῖς οἰκείαις ἀρεταῖς ἐν ἑλληνιζούσαις ἄγαν ταῖς τῇδε πόλεσι καὶ κώμαις εἰς ἐπίδοσιν ἤγαγον τὴν θρησκείαν.
3.14.3
Κατ' ἐκεῖνο καιροῦ᾿ Ιουλιανὸς ἀμφὶ τὴν῎ Εδεσσαν ἐφιλοσόφει, ἀκρι- βεστάτῃ καὶ οἷα ἀσωμάτῳ ἀγωγῇ καὶ πολιτείᾳ ἐπιχειρήσας, ὡς ἐκτὸς σαρκῶν ὀστέοις καὶ δέρματι δοκεῖν συνεστάναι καὶ᾿ Εφραὶμ τῷ Σύρῳ συγγραφεῖ πρόφασις γενέσθαι πραγματείας τῆς κατὰ τὸν αὐτοῦ βίον ἀφηγήσεως. ἐπεψηφίζετο δὲ καὶ θεὸς αὐτὸς οἷς ἄνθρωποι περὶ αὐτοῦ ἐδόξαζον, δαίμονας ἀπελαύνειν καὶ παντοδαπῶν νόσων ἰάσεις αὐτῷ δωρησάμενος οὐ φαρμάκοις τισὶν ἀλλ' εὐχῇ κατορθουμένας.
3.14.30
᾿ Επὶ τούτῳ δὲ καὶ ἄλλοις πολλοῖς ἐκκλησιαστικοῖς φιλοσόφοις τὸ τῇδε ὑπήκοον τηνικαῦτα διέπρεπε, κατά τε τὸν᾿ Εδεσσηνῶν νομὸν ὑπό τε τὴν᾿ Αμιδηνῶν πόλιν, ἀμφὶ τὸ Γαυγάλιον καλούμενον ὄρος, ὧν ἤστην Δανιὴλ καὶ Συμεών.᾿ Αλλὰ περὶ μὲν τῶν ἐν Συρίᾳ μοναχῶν τάδε εἰρήσθω νῦν· τελεώτερον
3.14.31
δέ, εἰ ὁ θεὸς ἐθελήσειεν, ἐν τοῖς ἑξῆς εἰρήσεται περὶ αὐτῶν.᾿ Αρμενίοις δὲ καὶ Παφλαγόσι καὶ τοῖς πρὸς τῷ Πόντῳ οἰκοῦσι λέγεται Εὐστάθιος ὁ τὴν ἐν Σεβαστείᾳ τῆς᾿ Αρμενίας ἐκκλησίαν ἐπιτροπεύσας μοναχικῆς φιλοσοφίας ἄρξαι, καὶ τῆς ἐν ταύτῃ σπουδαίας ἀγωγῆς, ἐδεσμάτων τε, ὧν χρὴ μετέχειν καὶ ἀπέχεσθαι, καὶ ἐσθῆτος, ᾗ δεῖ κεχρῆσθαι, καὶ ἠθῶν καὶ πολιτείας ἀκριβοῦς εἰσηγητὴν γενόμενον, ὡς καὶ τὴν ἐπιγεγραμμένην Βασιλείου τοῦ Καππαδόκου᾿ Ασκητικὴν βίβλον ἰσχυρίζεσθαί τινας αὐτοῦ γραφὴν εἶναι.
3.14.32
λέγεται δὲ ὑπὸ πολλῆς ἀκριβείας εἰς παραλόγους ἐπιτηρήσεις ἐκπεσεῖν παν
3.14.33
τελῶς ἀπᾳδούσας τῶν ἐκκλησιαστικῶν νόμων. οἱ δὲ αὐτὸν μὲν τοῦ ἐγκλήματος ἐξαιροῦνται, ἐπαιτιῶνται δέ τινας τῶν αὐτοῦ μαθητῶν ὡς γάμῳ καταμεμφομένους καὶ ἐν οἴκοις γεγαμηκότων εὔχεσθαι παραιτουμένους καὶ τοὺς γεγαμηκότας πρεσβυτέρους ὑπερφρονοῦντας καὶ ἐν κυριακαῖς ἡμέραις νηστεύοντας καὶ ἐν οἰκίαις ἐκκλησιάζοντας καὶ τοὺς πλουσίους καθάπαξ ἀμοίρους τῆς βασιλείας τοῦ θεοῦ ἀποφαινομένους καὶ τοὺς κρέα ἐσθίοντας βδελυττομένους καὶ χιτῶνας μὲν συνήθεις καὶ στολὰς μὴ ἀνεχομένους ἀμφιέννυσθαι, ξένῃ δὲ καὶ ἀήθει ἐσθῆτι χρωμένους καὶ ἄλλα πλεῖστα νεωτερί
3.14.34
ζοντας. ἐκ τούτου δὲ πολλὰς γυναῖκας ἀπατηθείσας καταλιπεῖν τοὺς ἄνδρας· εἶτ' ἐγκρατεύεσθαι μὴ δυνηθείσας μοιχείαν ἁμαρτεῖν· τὰς δὲ προφάσει θεοσεβείας τὴν κεφαλὴν ἀποκείρασθαι καὶ ἀλλοίως ἢ γυναικὶ πρέπει,
3.14.35
ἀνδράσι δὲ σύνηθες ἀμφιέννυσθαι. διὰ δὴ ταῦτα τοὺς πλησιοχώρους ἐπισκόπους συνελθεῖν ἐν Γάγγραις τῇ μητροπόλει Παφλαγόνων καὶ ἀλλοτρίους αὐτοὺς ψηφίσασθαι τῆς καθόλου ἐκκλησίας, εἰ μὴ κατὰ τοὺς ὅρους
3.14.36
τῆς συνόδου ἕκαστον τῶν εἰρημένων ἀποκηρύξωσιν. ἐντεῦθεν δὲ λόγος Εὐστάθιον ἐπιδεικνύμενον, ὡς οὐκ αὐθαδείας ἕνεκεν, ἀλλὰ τῆς κατὰ θεὸν ἀσκήσεως εἰσηγοῖτο ταῦτα καὶ ἐπιτηδεύοι, ἀμεῖψαι τὴν στολὴν καὶ παραπλησίως τοῖς ἄλλοις ἱερεῦσι τὰς προόδους ποιήσασθαι. τοιοῦτος δὲ τὰ περὶ τὸν βίον ὑπάρχων καὶ ἐπὶ λόγοις ἐθαυμάζετο· τὸ δὲ ἀληθὲς εἰπεῖν, ἐγένετο λέγειν μὲν οὐ δεινός (οὐδὲ γὰρ τὴν περὶ τούτου ἐπιστήμην ἐξήσκητο), τὸ δὲ ἦθος θαυμάσιος καὶ πείθειν ἱκανώτατος, ὡς καὶ πολλοὺς τῶν ἐκπορνευομένων ἀνδρῶν καὶ γυναικῶν μεταπεῖσαι σώφρονα καὶ σπουδαῖον βίον ἀνα
3.14.37
λαβεῖν. φασὶ γοῦν αὐτὸν ἄνδρα τινὰ καὶ γυναῖκα κατὰ θεσμὸν ἐκκλησίας παρθενίαν προσποιουμένους καὶ εἰς ταὐτὸν συνιέναι διαβαλλομένους σπουδάσαι τῆς πρὸς ἀλλήλους ὁμιλίας παῦσαι· ἀποτυχόντα δὲ μέγα ἀνοιμῶξαι καὶ εἰπεῖν, ὡς κατὰ νόμον ἀνδρὶ συνοικοῦσα γυνὴ τοὺς περὶ σωφροσύνης λόγους ἀκούσασα αὐτοῦ συνουσίας ἀπέσχετο, ἧς γαμεταῖς θέμις πρὸς ἰδίους ἄνδρας κοινωνεῖν, τοὺς δὲ παρανόμως συνουσιάζοντας ἀλλήλοις ἀσθενῆ ἀποφῆναι τὴν αὐτοῦ πειθώ. τὸν δὴ τοιοῦτον τῆς κατὰ τόδε τὸ κλίμα ἀκριβοῦς μοναστικῆς ἀγωγῆς ἀρχηγὸν γενέσθαι λόγος.
3.14.38
Θρᾷκες δὲ καὶ᾿ Ιλλυριοὶ καὶ ὅσοι τὴν καλουμένην Εὐρώπην οἰκοῦσιν, εἰ καὶ ἀπείρατοι ἔτι μοναχικῶν συνοικιῶν ἦσαν, ἀλλ' οὐ παντελῶς φιλοσόφων ἀνδρῶν ἠτύχουν. ἐγνωρίζετο δὲ τότε παρ' αὐτοῖς Μαρτῖνος, ὃς ἀπὸ Σαβαρείας τῆς Παννονίας ἐπίσημος ἦν τὸ γένος, ἐν ὅπλοις δὲ λαμπρῶς στρατευσάμενος καὶ συνταγματάρχης ἐγένετο. προτιμήσας δὲ τὸ θεῖον τὸν φιλόσοφον
3.14.4
μετῄει βίον. διέτριβε δὲ τὰ πρῶτα παρ'᾿ Ιλλυριοῖς· ἐπεὶ δὲ προθύμως ὑπὲρ τοῦ δόγματος ἀγωνιζόμενός τινας τῶν ἐνθάδε ἐπισκόπων ἐφώρασε τὰ᾿ Αρείου φρονοῦντας, ἐπιβουλευθεὶς καὶ πολλάκις δημοσίᾳ τυπτηθεὶς ἐξηλάθη, καὶ εἰς Μεδιόλανον ἐλθὼν καθ' ἑαυτὸν διέτριβεν. ὑπεχώρησε δὲ ἔνθεν ἐπιβουλευόμενος παρὰ Αὐξεντίου τοῦ τῇδε ἐπισκόπου, οὐδὲ αὐτοῦ ὑγιῶς
3.14.40
ἔχοντος περὶ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνελθόντων. καὶ ἐπί τινα χρόνον ῥίζαις βοτανῶν ἀρκούμενος νῆσον ᾤκησεν ἣν Γαλληναρίαν καλοῦσι· μικρὰ δὲ αὕτη καὶ ἀοίκητος, ἐν τῷ Τυρρηνικῷ πελάγει κειμένη. χρόνῳ δὲ ὕστερον καὶ ἐπισκοπεῖν ἐπετράπη τὴν ἐν Ταρρακίναις ἐκκλησίαν. ἐπὶ τοσοῦτον δὲ θαυματουργίας προελθεῖν παραδέδοται, ὡς καὶ νεκρὸν ἐγεῖραι πιστεύεσθαι ἄλλα τε σημεῖα ἐπιτελέσαι ἀποστολικῶν οὐ λειπόμενα.
3.14.41
Κατὰ τόδε τὸ ὑπήκοον ἐν τῷ τότε καὶ῾ Ιλάριον γενέσθαι παρειλήφαμεν, ἄνδρα βίῳ καὶ λόγῳ θεσπέσιον, ὃς Μαρτίνῳ τῆς φυγῆς ἐκοινώνησε διὰ τὴν περὶ τὸ δόγμα σπουδήν. ἀνδρῶν μὲν οὖν πέρι, οἳ τότε ἐν εὐσεβείᾳ καὶ
3.14.42
ἐκκλησιαστικῷ θεσμῷ ἐφιλοσόφουν, τάδε ἔγνων ὡς συνέγραψα. ὑπερφυῶς δὲ πολλοὶ καὶ μάλα ἐλλόγιμοι κατὰ τὸν αὐτὸν χρόνον ἐν ταῖς ἐκκλησίαις διέπρεπον. ἐπισημότατοι δὲ ἐν τούτοις ἐγένοντο Εὐσέβιος ὁ τὴν᾿ Εμέσης ἱερωσύνην ἐπιτροπεύσας καὶ Τίτος ὁ Βόστρης καὶ Σαραπίων ὁ Θμούεως, Βασίλειός τε ὁ᾿ Αγκύρας καὶ Εὐδόξιος ὁ Γερμανικείας καὶ᾿ Ακάκιος ὁ Καισαρείας καὶ Κύριλλος, ὃς τὸν῾ Ιεροσολύμων θρόνον ἐπετρόπευσε. σύμβολα δὲ τῆς αὐτῶν παιδείας συνεγράψαντο καὶ καταλελοίπασι πολλά τε καὶ λόγου ἄξια.
3.15.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς συγγραφεὺς διέπρεπε, προϊστάμενος ἐν᾿ Αλεξανδρείᾳ τοῦ διδασκαλείου τῶν ἱερῶν μαθημάτων. ἐν τούτῳ δὲ καὶ παντοδαπὴ σοφία ᾤκει, ποιηταί τε καὶ ῥήτορες,
3.15.2
ἀστρονομία τε καὶ γεωμετρία καὶ ἀριθμοὶ καὶ δόξαι φιλοσόφων. πάντων δὲ νῷ μόνῳ καὶ ἀκοῇ τὴν εἴδησιν ἐκτήσατο. νέος γὰρ ἔτι τυφλὸς ἐγένετο ἐν τῇ πρώτῃ πείρᾳ τῆς μαθήσεως τῶν στοιχείων. ἤδη δὲ εἰς ἐφήβους τελῶν ἐπεθύμησε λόγων καὶ παιδείας· καὶ τοῖς ταῦτα διδάσκουσι φοιτῶν ἠκροᾶτο μόνον· καὶ ἐπὶ τοσοῦτον ἦλθε σοφίας, ὡς καὶ τῶν ἐν τοῖς μαθήμασι σκολιῶν θεωρημάτων ἐφικέσθαι. λέγεται δὲ τοὺς χαρακτῆρας τῶν γραμμάτων σανίδι καταχαραγέντας εἰς βάθος ἐκμαθεῖν τοῖς δακτύλοις ἐφαπτόμενος, συλλαβὰς δὲ καὶ ὀνόματα καὶ τὰ ἄλλα ἐφεξῆς καταλήψει νοῦ καὶ συνεχεῖ ἀκροάσει
3.15.3
καὶ ἀναμνήσει τῶν ἀκοῇ θηρωμένων. ἦν δὲ οὐ τὸ τυχὸν θαῦμα· καὶ πολλοὶ κατὰ κλέος τοῦ ἀνδρὸς εἰς᾿ Αλεξάνδρειαν παρεγένοντο, οἱ μὲν αὐτοῦ
3.15.4
ἀκουσόμενοι, οἱ δὲ ἱστορήσοντες μόνον. ἐλύπει δὲ οὐ μετρίως τοὺς᾿ Αρείου τῷ δόγματι τῆς ἐν Νικαίᾳ συνόδου συνιστάμενος. ἔπειθε γὰρ ῥᾳδίως, οὐ βίᾳ λόγου τοῦτο ποιεῖν δοκῶν, ἀλλ' ὑπὸ τῆς ἄγαν πειθοῦς ἕκαστον αὐτῶν ἑαυτοῦ οἱονεὶ κριτὴν καθίστη τῶν ἀμφιβόλων. τοῖς δὲ ἀπὸ τῆς καθόλου ἐκκλησίας περισπούδαστος ἦν· ἐπῄνει δὲ αὐτὸν καὶ τὰ τάγματα τῶν ἐν
3.15.5
Αἰγύπτῳ μοναχῶν καὶ᾿ Αντώνιος ὁ μέγας. ὅν φασι τότε ἐπὶ μαρτυρίᾳ τῆς᾿ Αθανασίου πίστεως ἐκ τῆς ἐρήμου παραγενόμενον εἰς᾿ Αλεξάνδρειαν, τάδε πρὸς αὐτὸν εἰπεῖν· «οὐ χαλεπὸν οὐδὲ λύπης ἄξιον, ὦ Δίδυμε, ὀφθαλμῶν ἀπορεῖν σε, ὧν μέτεστι σαύραις καὶ μυσὶ καὶ τοῖς εὐτελέσι ζῴοις· μακάριον δὲ καὶ χάριεν, ὅτι παραπλησίως ἀγγέλοις τοὺς ὀφθαλμοὺς ἔχεις, δι' ὧν τὸ θεῖον τρανῶς κατανοεῖς καὶ τὴν ἀληθῆ γνῶσιν ἀκριβῶς ὁρᾷς.»
3.15.6
Οὐ μὴν ἀλλὰ καὶ παρὰ᾿ Ιταλοῖς καὶ τοῖς ἀνὰ τόδε τὸ ὑπήκοον οἰκοῦσιν ἐπὶ ἀρετῇ πατρίων λόγων διέπρεπον Εὐσέβιος καὶ῾ Ιλάριος ὁ δηλωθείς, οὗ περὶ πίστεως καὶ πρὸς τοὺς ἑτεροδόξους φασὶν εὐδοκίμους φέρεσθαι λόγους, καὶ Λουκίφερ, ὃν εὑρετὴν γενέσθαι λέγουσι τῆς ὁμωνύμου αἱρέσεως.
3.15.7
᾿ Εν τούτῳ δὲ καὶ᾿ Αέτιος πρὸς τῶν ἑτεροδόξων ἐθαυμάζετο, διαλεκ- τικός τις ὢν καὶ συλλογίζεσθαι ἱκανὸς καὶ περὶ τὰς ἔριδας τῶν λόγων ἐσχολακὼς καὶ ἀτεχνῶς ταῦτα σπουδάζων. ἀμέλει τοι ὡς ῥᾳδίως περὶ
3.15.8
θεοῦ διαλεγόμενος ἄθεος παρὰ τῶν πολλῶν ὠνομάζετο. φασὶ δὲ αὐτὸν ἰατρὸν ὄντα τὰ πρῶτα ἐν᾿ Αντιοχείᾳ τῇ Σύρων, σπουδαίως δὲ ταῖς ἐκκλησίαις φοιτῶντα καὶ περὶ τῶν ἱερῶν γραφῶν διαλεγόμενον γνώριμον γενέσθαι Γάλλῳ, Καίσαρι ὄντι τότε, πολὺν ποιουμένῳ λόγον τῆς θρησκείας καὶ τοῖς εὐσεβείας ἐπιμελουμένοις εἰσάγαν χαίροντι· ὡς δὲ εἰκὸς προφάσει τοιούτων διαλέξεων φίλον αὐτῷ γενόμενον ἀσκηθῆναι τοῦτο τὸ εἶδος τῶν λόγων, ἵνα μᾶλλον ἀρέσκοι. ἐλέγετο γὰρ καὶ διὰ τῶν᾿ Αριστοτέλους μαθημάτων ἐλθεῖν καὶ ἐν᾿ Αλεξανδρείᾳ φοιτῆσαι τοῖς τούτων διδασκάλοις. 3. 15. Καὶ ἕτεροι δὲ παρὰ τούτους πλῆθος ἐν ταῖς ἐκκλησίαις ἦσαν, ἱκανοὶ διδάσκειν καὶ διαλέγεσθαι περὶ τῶν ἱερῶν γραφῶν· ἀπαριθμήσασθαι δὲ πάν
3.15.10
τας ἔργον. μή τῳ δὲ χαλεπὸν εἶναι δόξῃ, ὅτι τινὰς τῶν εἰρημένων αἱρέσεων ἢ ἀρχηγοὺς ἢ σπουδαστὰς γενομένους ἐπαινέσας ἔχω· εὐγλωττίας γὰρ ἕνεκεν καὶ τῆς ἐν τοῖς λόγοις δεινότητος θαυμασίους εἶναι σύμφημι, δογμάτων δὲ πέρι κρινέτωσαν οἷς τοῦτο ποιεῖν θέμις· οὐ γὰρ τάδε συγγράφειν προὐθέμην οὔτε ἱστορίᾳ πρέπον, ᾗ ἔργον μόνα τὰ ὄντα ἀφηγεῖσθαι μηδὲν οἰκεῖον ἐπεισαγούσῃ. ὅσοι μὲν δὴ τότε ὧν παρειλήφαμεν τῇ῾ Ελλήνων καὶ῾ Ρωμαίων φωνῇ κεχρημένοι ἐπὶ παιδεύσει καὶ λόγοις ἐνδοξότατοι ἐγένοντο, ἐν τοῖς εἰρημένοις τετάχθων.
3.16.1
᾿ Εῴκει δὲ πάντας παρευδοκιμεῖν καὶ ἐς τὰ μάλιστα τὴν καθόλου ἐκκλησίαν σεμνύνειν᾿ Εφραὶμ ὁ Σύρος· ὃς ἐκ Νισίβεως ἢ τῶν τῇδε χωρίων τὸ γένος εἶχεν, ἐν φιλοσοφίᾳ δὲ μοναστικῇ τὸν βίον ἐξασκήσας, οὔτε μαθὼν οὔτε προσδοκηθεὶς τοιοῦτος εἶναι, ἐξαπίνης ἐπὶ τοσοῦτον παιδείας κατὰ τὴν Σύρων φωνὴν ἐπέδωκεν, ὡς φιλοσοφίας μὲν τῶν ἄκρων ἐφικέσθαι θεωρημάτων, εὐκολίᾳ δὲ καὶ λαμπρότητι λόγου καὶ τῷ πυκνῷ καὶ σώφρονι τῶν νοημάτων ὑπερβαλέσθαι τοὺς παρ'῞ Ελλησιν εὐδοκιμωτάτους συγγραφέας.
3.16.2
οὕτω γοῦν τῶν μὲν εἴ τις πρὸς τὴν Σύρων ἢ ἑτέραν γλῶσσαν μεταβάλλοι τὰ γράμματα καὶ τὴν καρυκείαν, ὡς εἰπεῖν, ἀφέλοιτο τῶν῾ Ελληνικῶν γλωττισμάτων, αὐτίκα φωρᾶται καὶ τῆς προτέρας ἀπορρεῖ χάριτος· ἐπὶ δὲ τῶν᾿ Εφραὶμ λόγων οὐχ οὕτως. περιόντος τε γὰρ αὐτοῦ καὶ εἰσέτι νῦν ἃ συνεγράψατο πρὸς῾ Ελληνίδα φωνὴν ἑρμηνεύουσι, καὶ οὐ πολὺ ἀποδεῖ τῆς ἐν ᾧ πέφυκεν ἀρετῆς· ἀλλὰ καὶ῞ Ελλην ἀναγινωσκόμενος ἐπίσης τῷ Σύρος
3.16.3
εἶναι θαυμάζεται. ἀμέλει τοι καὶ Βασίλειος ὁ τὴν Καππαδοκῶν μητρόπολιν μετὰ ταῦτα ἐπισκοπήσας ἠγάσθη τὸν ἄνδρα καὶ τῆς παιδεύσεως ἐθαύμασεν· ὥστε μοι δικαίως καταφαίνεται κοινῇ παρὰ τῶν τότε παρ'῞ Ελλησιν ἐπὶ λόγοις θαυμαζομένων ταύτην τὴν μαρτυρίαν ἀπενέγκασθαι τὸν᾿ Εφραὶμ διὰ τῆς Βασιλείου φωνῆς ἐξενεχθεῖσαν, ὃς τῶν κατ' αὐτὸν πάντων ἐλλογιμώτερος γεγενῆσθαι συνωμολόγηται.
3.16.4
Λέγεται δὲ τὰς πάσας ἀμφὶ τὰς τριακοσίας μυριάδας ἐπῶν συγγράψαι, καὶ μαθητὰς ἐσχηκέναι πολλοὺς σπουδῇ τὴν αὐτοῦ παίδευσιν ζηλώσαντας, ἐπισημοτάτους δὲ᾿ Αββᾶν καὶ Ζηνόβιον,᾿ Αβραάμ τε καὶ Μαρᾶν καὶ Συμε- ῶνα, ἐφ' οἷς μεγαλαυχοῦσιν οἱ Σύρων παῖδες καὶ ὅσοι τὴν παρ' αὐτοῖς παιδείαν ἠκρίβωσαν. ἐπίσης δὲ Παυλωνᾶν καὶ᾿ Αρανὰδ ἐπαινοῦσιν ἐπὶ εὐγλωττίᾳ· φασὶ δὲ τῶν ὑγιῶν δογμάτων διαμαρτεῖν αὐτούς.
3.16.5
Οὐκ ἀγνοῶ δὲ ὡς καὶ πάλαι ἐλλογιμώτατοι τοῦτον τὸν τρόπον παρὰ᾿ Οσροηνοῖς ἐγένοντο Βαρδησάνης τε, ὃς τὴν ἀπ' αὐτοῦ καλουμένην αἵρεσιν συνεστήσατο, καὶ῾ Αρμόνιος ὁ Βαρδησάνου παῖς, ὅν φασι διὰ τῶν παρ'῞ Ελλησι λόγων ἀχθέντα πρῶτον μέτροις καὶ νόμοις μουσικοῖς τὴν πάτριον φωνὴν ὑπαγαγεῖν καὶ χοροῖς παραδοῦναι, καθάπερ καὶ νῦν πολλάκις οἱ Σύροι ψάλλουσιν, οὐ τοῖς῾ Αρμονίου συγγράμμασιν ἀλλὰ τοῖς μέλεσι χρώμενοι.
3.16.6
ἐπεὶ γὰρ οὐ παντάπασιν ἐκτὸς ἦν τῆς πατρῴας αἱρέσεως καὶ ὧν περὶ ψυχῆς, γενέσεώς τε καὶ φθορᾶς σώματος καὶ παλιγγενεσίας οἱ παρ'῞ Ελλησι φιλοσοφοῦντες δοξάζουσιν, οἷά γε ὑπὸ λύραν ἃ συνεγράψατο συνθεὶς ταυτασὶ
3.16.7
τὰς δόξας τοῖς οἰκείοις προσέμιξε συγγράμμασιν. ἰδὼν δὲ᾿ Εφραὶμ κηλουμένους τοὺς Σύρους τῷ κάλλει τῶν ὀνομάτων καὶ τῷ ῥυθμῷ τῆς μελῳδίας, καὶ κατὰ τοῦτο προσεθιζομένους ὁμοίως αὐτῷ δοξάζειν, καίπερ῾ Ελληνικῆς παιδείας ἄμοιρος, ἐπέστη τῇ καταλήψει τῶν῾ Αρμονίου μέτρων· καὶ πρὸς τὰ μέλη τῶν ἐκείνου γραμμάτων ἑτέρας γραφὰς συνᾳδούσας τοῖς ἐκκλησιαστικοῖς δόγμασι συνέθηκεν, ὁποῖα αὐτῷ πεπόνηται ἐν θείοις ὕμνοις καὶ ἐγκωμίοις ἀγαθῶν ἀνδρῶν. ἐξ ἐκείνου τε Σύροι κατὰ τὸν νόμον τῆς῾ Αρμονίου ᾠδῆς τὰ τοῦ᾿ Εφραὶμ ψάλλουσιν.
3.16.8
῾ Ηλίκος μὲν οὖν τὴν φύσιν ἐγεγόνει, καὶ ἐκ τούτου τεκμαίρεσθαι χρεών· ἦν δὲ καὶ τὸν βίον ἐξ ἀγαθῶν ἔργων καὶ ἀκριβοῦς πολιτείας ἐπιφανὴς καὶ ἡσυχίας εἰσάγαν ἐραστής, σεμνὸς δὲ καὶ τὰς διαβολὰς ἐπὶ τοσοῦτον. βούμενος, ὡς πάσης γυναικὸς καὶ αὐτὴν τὴν θέαν φυλάττεσθαι. λόγος γοῦν ποτε γυναῖκά τινα ἀμελῆ τὸν βίον, ἀναιδῆ δὲ ἴσως τὸν τρόπον, ἢ αὐτὴν τὸν ἄνδρα πειρῶσαν ἢ ἐπὶ μισθῷ τοῦτο ἄλλοις σπουδάζουσαν, ἐπίτηδες ἐν στενωπῷ ἀντιπρόσωπον ὑπαντῆσαι ἀσκαρδαμυκτὶ ἐς αὐτὸν βλέπουσαν· τὸν δὲ ἐπιτιμῆσαι αὐτῇ καὶ εἰς γῆν ὁρᾶν παρακελεύσασθαι· «καὶ πῶς», ἔφη ἡ γυνή, «ἥτις οὐκ ἀπὸ γῆς, ἀλλ' ἐκ σοῦ ἐγενόμην; δικαιότερον γὰρ εἶναι σὲ μὲν εἰς γῆν ὁρᾶν, ἀφ' ἧς ἔχεις τὴν γένεσιν, ἐμὲ δὲ εἰς σέ, ὅθεν εἰμί.» θαυμάσας δὲ τὸ γύναιον᾿ Εφραὶμ εἰς σύγγραμμα τὸ συμβὰν ἐσχημάτισεν, ὅπερ Σύρων λόγιοι ἐν τοῖς σπουδαίοις τῶν αὐτοῦ λόγων τετάχασι.
3.16.10
Λέγεται δὲ τὸ πρὶν ἀκρατῶς ὀργῆς ἔχων, ἀφ' οὗ τὴν μοναστικὴν ἀγωγὴν μετῆλθε, μηδεπώποτε θεαθῆναι παρά τινος ὀργιζόμενος. οὕτω γοῦν ἐπὶ πολλαῖς ἡμέραις ὥσπερ εἰώθει νηστεύοντι προσφέρων αὐτῷ τὸ ὄψον ὁ διακονούμενος τὴν χύτραν ἔκλασεν· αἰδοῖ δὲ καὶ δέει κεκρατημένον ἰδών «ἀλλὰ θάρρει, καὶ ἡμεῖς», ἔφη, «πρὸς τὸ ὄψον ἴωμεν, ἐπειδὴ πρὸς ἡμᾶς οὐκ ἦλθε.» καὶ καθεσθεὶς παρὰ τὰ κλάσματα τῆς χύτρας ἐδείπνησεν.
3.16.11
῞ Οσον δὲ κενῆς ἐκράτει δόξης, ἐντεῦθεν ἰστέον. ποτὲ ψῆφον ἐπισκοπῆς ἐνηνόχασιν ἐπ' αὐτόν τινες καὶ συλλαβεῖν ἐπειρῶντο ὡς ἐπὶ τὴν χειροτονίαν ἄξοντες· αὐτίκα δὲ αἰσθόμενος εἰς τὴν ἀγορὰν ἐνέβαλε καὶ οἷα παραπαίων ἐδείκνυ ἑαυτόν, ἀτάκτως βαδίζων καὶ τὴν ἐσθῆτα ἐπισύρων καὶ δημοσίᾳ ἐσθίων· ἐπεὶ δὲ ἔξω φρενῶν εἶναι νομίσαντες οἱ συλληψόμενοι τῆς ἐπ' αὐτὸν ὁρμῆς ἀνεκόπησαν, καιρὸν εὑρὼν ἀπέδρασε, καὶ μέχρι ἕτερος ἐχειροτονήθη διέλαθεν.
3.16.12
᾿ Αλλὰ τούτοις μὲν ἐγὼ περὶ τοῦ᾿ Εφραὶμ ἀρκεσθήσομαι. τὰ δὲ πλείω ἴσασι καὶ λέγουσιν οἱ ἐπιχώριοι. οἷον δὲ αὐτῷ εἴργασται οὐ πρὸ πολλοῦ τῆς τελευτῆς, ἐπεὶ ἀξιομνημόνευτον εἶναί μοι δοκεῖ, ἐνθάδε ἀναγράψομαι.
3.16.13
λιμοῦ γὰρ καταλαβόντος τὴν᾿ Εδεσσηνῶν πόλιν, διὰ πολλοῦ χρόνου προελθὼν τοῦ οἰκήματος, ἐν ᾧ ἐφιλοσόφει, κατεμέμφετο τοὺς τὰς οὐσίας ἔχοντας ὡς οὐ δέον ὑπερορῶντας τὸ ὁμόφυλον ἀπορίᾳ ἐπιτηδείων φθειρόμενον, τὸν δὲ οἰκεῖον πλοῦτον ἐπιμελῶς φυλάττοντας ἐπὶ βλάβῃ σφῶν καὶ τιμωρίᾳ τῆς ἰδίας ψυχῆς, ἣν τιμιωτέραν παντοδαποῦ πλούτου καὶ αὐτοῦ τοῦ σώματος καὶ τῶν ἄλλων φιλοσοφῶν ἐδείκνυ· παρ' οὐδὲν δὲ ταύτην ποιουμένους διὰ
3.16.14
τῶν ἔργων ἀπήλεγχεν. οἱ δὲ αἰδεσθέντες τὸν ἄνδρα καὶ τοὺς αὐτοῦ λόγους «ἀλλ' οὐδὲν ἡμῖν μέλει οὐσίας», ἔφασαν, «ᾧ δὲ τὰ τοιαῦτα ἐπιτρέψομεν διακονῆσαι ἀποροῦμεν, σχεδὸν πάντων πρὸς κέρδος κεχηνότων καὶ καπηλείαν τὸ πρᾶγμα ποιουμένων.» ὑπολαβὼν δέ «οἷος ὑμῖν δοκῶ;» ἤρετο· τῶν δὲ ἀξιόχρεών τε καὶ μάλα καλὸν καὶ ἀγαθὸν εἶναι καὶ τοιοῦτον, οἷον ἡ περὶ αὐτοῦ δόξα ἐκράτει, συνομολογούντων «οὐκοῦν ἑκοντής», ἔφη, «δι' ὑμᾶς
3.16.15
ἐμαυτὸν ἐπὶ τούτῳ χειροτονήσω.» καὶ λαβὼν ἀργύριον παρ' αὐτῶν ἀμφὶ τὰς τριακοσίας κλίνας ἐν τοῖς δημοσίοις ἐμβόλοις εἶχε, καὶ τῶν ἀπὸ τοῦ λιμοῦ νοσούντων ἐπεμελεῖτο καὶ ξένους καὶ τοὺς κατὰ σπάνιν ἀναγκαίων ἐκ τῶν ἀγρῶν παραγενομένους ἐδεξιοῦτο. ἐπεὶ δὲ ὁ λιμὸς ἐπαύσατο, ἐπανῆλθεν εἰς τὸ οἴκημα ἔνθα καὶ πρὸ τοῦ διέτριβε. καὶ ὀλίγων ἡμερῶν ἐπιβιώσας ἐτελεύτησε, διακονίας μὲν ἄχρι κληρικοῦ τάγματος ἐπιβάς, περιβόητος δὲ ἐπὶ ἀρετῇ γεγονὼς οὐχ ἧττον τῶν ἐν ἱερωσύνῃ καὶ πολιτείᾳ ἀγαθοῦ βίου καὶ παιδεύσει θαυμαζομένων. ταῦτα τῆς᾿ Εφραὶμ ἀρετῆς τὰ μηνύ
3.16.16
ματα. ἐπαξίως δὲ εἰπεῖν καὶ περὶ πάντων διεξελθεῖν ὧν ἐκεῖνος καὶ ἕκαστος τῶν τότε φιλοσοφησάντων ἐβίω καὶ ἐπολιτεύσατο καὶ παρὰ τίσι, δεήσει συγγραφέως οἷος αὐτός· ἐμοὶ δὲ ἄπορον εἶναι τοῦτο καθορῶ ὑπό τε ἀσθενείας λόγου καὶ ἀγνοίας αὐτῶν τε τῶν ἀνδρῶν καὶ ὧν κατώρθωσαν.
3.16.17
οἱ μὲν γὰρ ἀνὰ τὰς ἐρήμους ἐλάνθανον, οἱ δὲ καὶ ἐν ὁμίλῳ πόλεων διατρίβοντες εὐτελεῖς σφᾶς παρεῖχον φαίνεσθαι καὶ τῶν πολλῶν μηδὲν διαφέροντας, ἀρετὴν μὲν ἐργαζόμενοι, κλέπτοντες δὲ τὴν ἀληθῆ περὶ αὐτῶν δόκησιν, ὥστε μὴ ἐπαινεῖσθαι παρὰ τῶν ἄλλων· πρὸς γὰρ τὰς ἀμοιβὰς τῶν ἐσομένων ἀγαθῶν τὸν νοῦν τείνοντες, μάρτυρα ὧν ἐπόνουν μόνον τὸν θεὸν ἐποιοῦντο, τῆς δὲ ἔξωθεν δόξης οὐδεὶς αὐτοῖς λόγος ἦν.
3.17.1
῾ Ως ἐπίπαν δὲ καὶ οἱ προεστῶτες τότε τῶν ἐκκλησιῶν τὸν βίον ἠκρίβωντο. εἰκότως τε ὑπὸ τοιούτοις ἐναγόμενα τὰ πλήθη σπουδαίως συντέτατο περὶ τὸ τοῦ Χριστοῦ σέβας, καὶ ἡ θρησκεία ὁσημέραι ἐπεδίδου, ζήλῳ τε καὶ ἀρετῇ καὶ παραδόξοις πράξεσιν ἱερέων καὶ ἐκκλησιαστικῶν φιλοσόφων ἐθήρα καὶ πρὸς ἑαυτὴν μετῆγε τῆς῾ Ελληνικῆς τερθρείας τοὺς῾ Ελληνιστάς.
3.17.2
συνελαμβάνοντο δὲ εἰς ἐπίδοσιν τούτων καὶ οἱ βασιλεῖς, οὐχ ἧττον ἢ ὁ πατὴρ περὶ τὰς ἐκκλησίας σπουδάζοντες καὶ κληρικοὺς καὶ παῖδας αὐτῶν καὶ οἰκείους ἐξαιρέτοις τιμαῖς καὶ ἀτελείαις γεραίροντες καὶ τοῖς πατρῴοις νόμοις ἐπιψηφιζόμενοι καὶ οἰκείους τιθέντες κατὰ τῶν θύειν ἢ ξόανα θεραπεύειν ἢ ἄλλως
3.17.3
῾ Ελληνικῶς θρησκεύειν ἐπιχειρούντων. ναοὺς δὲ τοὺς πανταχῇ κειμένους ἐν πόλεσι καὶ ἀγροῖς κεκλεῖσθαι προσέταξαν, τοὺς δὲ ταῖς ἐκκλησίαις προσένειμαν ἢ τόπων ἢ ὑλῶν προσδεομέναις· μάλιστα γὰρ πολλὴν ἐπιμέλειαν ἐποιοῦντο τοὺς μὲν ὑπὸ χρόνου κάμνοντας τῶν εὐκτηρίων οἴκων ἀνανεοῦν, τοὺς δὲ μεγαλοπρεπῶς ἐκ θεμελίων ἐγείρειν. ὧν ἐστι καὶ ἡ ἀξιοθέατος καὶ
3.17.4
κάλλει ἀοίδιμος᾿ Εμέσης ἐκκλησία.᾿ Ιουδαίων δὲ ἐνομοθέτησαν μηδένα δοῦλον ὠνεῖσθαι τῶν ἐξ ἑτέρας αἱρέσεως· εἰ δὲ παρὰ τοῦτο ποιήσει, δημόσιον τὸν οἰκέτην εἶναι· εἰ δὲ καὶ περιτεμεῖ, καθὰ᾿ Ιουδαίοις θέμις, εἰς κε
3.17.5
φαλὴν εἶναι τὸν κίνδυνον καὶ ἀφαίρεσιν τῶν ὄντων. ἐπεὶ γὰρ τὴν θρησκείαν πάντοθεν αὔξειν ἐβεβούλευντο, καὶ τούτου πρόνοιαν ἐποιήσαντο, ὥστε μὴ ἀδεῶς εἰς᾿ Ιουδαϊσμὸν ὑποσύρεσθαι τοὺς μὴ τοιούτους ἐκ γένους ὄντας, φυλάττεσθαι δὲ τῇ ἐκκλησίᾳ καὶ τοὺς ἐλπίδα Χριστιανισμοῦ ἔχοντας· μάλιστα γὰρ ἐκ τοῦ῾ Ελληνικοῦ πλήθους ἐπεδίδου ἡ θρησκεία.
3.18.1
Οὐ μὴν ἀλλὰ καὶ περὶ αὐτὸ τὸ δόγμα τὰ πρῶτα τὴν πατρῴαν ἐφύλαττον δόξαν· ἄμφω γὰρ ἐπαινέται τῆς ἐν Νικαίᾳ πίστεως ἤστην. καὶ Κώνστας μὲν οὕτω διαμείνας ἐτελεύτησε· Κωνστάντιος δὲ μέχρι μέν τινος ὁμοίως εἶχε,
3.18.2
μετὰ ταῦτα δὲ διαβληθείσης τῆς τοῦ ὁμοουσίου λέξεως τῆς προτέρας παρεκινήθη γνώμης· οὐ μὴν παντελῶς ἀπέσχετο τοῦ κατ' οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν συνομολογεῖν. οἱ γὰρ ἀμφὶ τὸν Εὐσέβιον καὶ ἄλλοι τινὲς τῶν τότε ἀνὰ τὴν ἕω ἐπὶ λόγῳ καὶ βίῳ θαυμαζομένων ἐπισκόπων διαφοράν, ὡς ἔγνωμεν, εἰσηγοῦντο τοῦ ὁμοούσιον λέγειν καὶ κατ' οὐσίαν ὅμοιον, ὅπερ
3.18.3
ὁμοιούσιον ὠνόμαζον. τὸ μὲν γὰρ ὁμοούσιον ἐπὶ σωμάτων κυρίως νοεῖσθαι, οἷον ἀνθρώπου καὶ τῶν ἄλλων ζῴων καὶ δένδρων καὶ φυτῶν, οἷς ἐξ ὁμοίου ἡ μετουσία καὶ ἡ γένεσίς ἐστι, τὸ δὲ ὁμοιούσιον ἐπὶ ἀσωμάτων, οἷον ἐπὶ θεοῦ καὶ ἀγγέλων, ἑκατέρου πρὸς ἑαυτὸν νοουμένου κατ' ἰδίαν
3.18.4
οὐσίαν. ὑπὸ δὴ τῶν τοιούτων καὶ Κωνστάντιος ὁ βασιλεὺς μετεπείσθη. καὶ κατὰ μὲν διάνοιαν, ὡς εἰκάζω, ὅμοια τῷ πατρὶ καὶ τῷ ἀδελφῷ ἐφρόνει, ῥητὸν δὲ ῥητοῦ ἀμείψας ἀντὶ ὁμοουσίου ὁμοιούσιον ἔλεγε. τοῦτο γὰρ ἐδόκει τοῖς τούτων εἰσηγηταῖς ἀκριβέστερον ὧδε ὀνομάζειν ἰσχυριζομένοις, ὡς εἴ τις μὴ τοῦτο λέγοι, κινδυνεύοι σῶμα τὸ ἀσώματον νοεῖν. ὅπερ εὔηθες εἶναι πολλοῖς ἐδόκει· ἐκ γὰρ τῶν φαινομένων ἔφασκον χρῆναι καὶ περὶ τῶν νοητῶν τὰ ὀνόματα μεταλαμβάνειν, λέξεώς τε κίνδυνον μηδένα εἶναι, ἢν μὴ περὶ ἔννοιαν ἡ ἁμαρτία γένηται.
3.1.2
Οὐ θαυμαστὸν δέ, εἰ ὁ βασιλεὺς αὐτὸ τοῦτο πεπόνθει, ἐπεὶ καὶ τῶν ἱερέων πολλοὶ ἀφιλονίκως τὸ ὄνομα τοῦτο προσίεντο, τῇ διανοίᾳ συνᾴδοντες τοῖς ἐν Νικαίᾳ συνεληλυθόσιν, οἱ δὲ ἑκατέρᾳ λέξει μηδὲν διαφερόμενοι ἐχρῶντο ἐπὶ τῆς αὐτῆς σημασίας. ὥστε μοι δοκεῖ παρὰ πολὺ τῆς ἀληθείας
3.1.3
κεκομψεῦσθαι ἐκεῖνον τὸν λόγον τοῖς τὰ᾿ Αρείου φρονοῦσι. λέγουσι γὰρ ὡς μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον πολλοὶ τῶν ἱερέων, ὧν ἦσαν Εὐσέβιος καὶ Θεόγνιος, οὐκέτι λέγειν ἠνείχοντο ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν, καὶ
3.1.4
χαλεπήνας Κωνσταντῖνος ὑπερορίαν αὐτοὺς οἰκεῖν κατεδίκασεν. ὄναρ δὲ ἢ ὕπαρ θεόθεν προεφάνη τῇ ἀδελφῇ τοῦ βασιλέως, ὡς ὀρθῶς δοξάζουσι καὶ ἀδίκως τάδε πεπόνθασιν. ἐκ τούτου δὲ τὸν βασιλέα μετακαλέσασθαι αὐτοὺς καὶ πυθέσθαι τί δή ποτε παρὰ τὰ ἐν Νικαίᾳ δόξαντα φρονοῦσι, καὶ
3.1.5
ταῦτα κοινωνοὶ γενόμενοι τῆς ἐκτεθείσης ἐνθάδε ἐπὶ τῇ πίστει γραφῆς. τοὺς δὲ φάναι οὐκ ἀπὸ γνώμης συναινέσαι, δεδιότας δέ, μὴ ὡς εἰκὸς ἔριδος ἐπὶ τούτῳ γενομένης καταγνῷ ὡς ἀμφιβόλου τοῦ δόγματος καὶ πρὸς῾ Ελληνισμὸν τραπείη καὶ διώξοι τὴν ἐκκλησίαν, ἔναγχος χριστιανίζειν ἀρξάμενος καὶ ἔτι ἀβάπτιστος ὤν. ἐπὶ ταύτῃ δὲ τῇ ἀπολογίᾳ φασὶ Κωνσταντῖνον συγγνώμην
3.1.6
αὐτοῖς νεῖμαι, προνοῆσαι δὲ πάλιν ἑτέραν ἀθροῖσαι σύνοδον. ἐν δὲ τῷ ταῦτα βουλεύεσθαι φθασάσης τῆς αὐτοῦ τελευτῆς οἷα πρεσβυτέρῳ παιδὶ ἐντείλασθαι Κωνσταντίῳ τοῦτο ἐπιτελέσαι, ὡς οὐδὲν ὄφελος ὂν αὐτῷ βασιλείας, εἰ μὴ συμφώνως πρὸς πάντων τὸ θεῖον θρησκεύοιτο. τὸν δὲ τῷ
3.1.6
πατρὶ πειθόμενον τὴν ἐν᾿ Αριμήνῳ συγκροτῆσαι σύνοδον. ᾗ μάλιστα τὸ ψεῦδος φωρᾶται. συνεληλύθασι γὰρ῾ Υπατίου καὶ Εὐσεβίου ὑπατευόντων, ἡνίκα ἀμφὶ τὸ δεύτερον καὶ εἰκοστὸν ἔτος ἐν τῇ ἡγεμονίᾳ διήνυε Κωνστάντιος μετὰ τὴν τοῦ πατρὸς τελευτήν, πολλῶν ἐν τῷ μεταξὺ συνόδων γενομένων,
3.1.7
ἐν αἷς περὶ ὁμοουσίου καὶ ὁμοιουσίου ζήτησις ἦν. τὸ δὲ κατ' οὐσίαν όμοιον τῷ πατρὶ τὸν υἱὸν δοξάζειν παντελῶς οὐδεὶς ἠθέλησεν, εἰσότε περὶ τούτου᾿ Αετίῳ χαλεπῶς ἤνεγκε καὶ ἐπὶ ἀναιρέσει τοῦ τοιούτου δόγματος ἐν᾿ Αριμήνῳ καὶ Σελευκείᾳ προσέταξε κατὰ τὸν αὐτὸν χρόνον τοὺς ἱερέας συνελθεῖν, ὥστε τὴν ἀληθῆ αἰτίαν ταυτησὶ τῆς συνόδου γενέσθαι οὐ τὴν Κωνσταντίνου κέλευσιν, ἀλλὰ τὴν κατ'᾿ Αέτιον ζήτησιν. ὅτι μὲν οὖν τάδε ὧδε ἔχει, καὶ τὰ ἑξῆς ἐπιδείξει. 3.. 1῾ Ο δὲ Κώνστας τὰ ἐν Σαρδικῇ γεγενημένα μαθὼν ἔγραψε τῷ ἀδελφῷ ἀποδοῦναι τοῖς ἀμφὶ τὸν᾿ Αθανάσιον καὶ Παῦλον τὰς ἑαυτῶν ἐκκλησίας. ὡς δὲ ἀνεβάλλετο, πάλιν ἔγραψεν ἢ δέχεσθαι τοὺς ἄνδρας ἢ πρὸς πόλεμον 3.. 2 παρασκευάσασθαι. κοινωσάμενος δὲ περὶ τούτου Κωνστάντιος τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις εὔηθες ἐνόμισε τούτου χάριν ἐμφύλιον αἱρεῖσθαι μάχην, μετακαλεῖται δὲ᾿ Αθανάσιον ἐκ τῆς᾿ Ιταλίας, δημόσια ὀχήματα δοὺς αὐτῷ πρὸς τὴν ἐπάνοδον καὶ γράμμασι πολλάκις προτρέψας θᾶττον ἐπανελθεῖν. 3.. 3᾿ Αθανάσιος δὲ ἐν᾿ Ακυλίᾳ τότε διάγων δεξάμενος τὰ Κωνσταντίου γράμματα ἧκεν εἰς῾ Ρώμην τοῖς ἀμφὶ τὸν᾿ Ιούλιον συνταξόμενος. ὁ δὲ μάλα φιλοφρόνως ἀπέπεμψεν αὐτὸν ἐπιστολὴν δοὺς πρὸς τὸν᾿ Αλεξανδρέων κλῆρον καὶ λαόν, ὡς εἰκὸς τὸν ἄνδρα θαυμάζουσαν ἐπιδοξότατον τοῖς πολλοῖς κινδύνοις γεγενημένον καὶ συνηδομένην τῇ᾿ Αλεξανδρέων ἐκκλησίᾳ ἐπὶ τοσούτου ἱερέως 3.. 4 ἐπανόδῳ καὶ τὰ αὐτοῦ φρονεῖν παρακελευομένην. ἐντεῦθέν τε ἧκεν εἰς᾿ Αντιόχειαν τῆς Συρίας, ἔνθα τότε διέτριβεν ὁ βασιλεύς, τὰς δὲ ἐκκλησίας κατεῖχε Λεόντιος· μετὰ γὰρ τὴν Εὐσταθίου φυγὴν οἱ ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν᾿ Αντιοχείας ἐπετρόπευον θρόνον, πρῶτος μὲν Εὐφρόνιος, μετὰ δὲ τοῦτον Πλάκητος καὶ ἐφεξῆς Στέφανος. ὡς ἀναξίου δὲ αὐτοῦ ἀποχειροτονηθέντος Λεόντιος τότε τὴν ἐπισκοπὴν διεῖπεν. ὃν ὡς ἑτερόδοξον παρῃτεῖτο᾿ Αθανάσιος, τοῖς δὲ καλουμένοις Εὐσταθιανοῖς ἐκοινώνει ἐν 3.. 5 ἰδιωτῶν οἰκίαις ἐκκλησιάζων. ἐπεὶ δὲ εὔνου καὶ ἐπιεικοῦς ἐπειράθη Κωνσταντίου καὶ ἐδόκει τὴν ἰδίαν αὐτοῦ ἀπολαβεῖν ἐκκλησίαν, ὑποθεμένων τῶν προεστώτων τῆς ἐναντίας αἱρέσεως «ἀλλ' ἐγὼ μέν», ἔφη ὁ βασιλεύς, «ἕτοιμός εἰμι περᾶναι τὰς ὑποσχέσεις, ἐφ' αἷς σε μετεκαλεσάμην· ἐν δίκῃ δὲ καὶ αὐτός, ἣν ἂν αἰτήσαιμι χάριν, προθύμως συγχωρήσεις· ἡ δέ ἐστιν, ὥστε ἐκ πολλῶν τῶν ὑπὸ σὲ ἐκκλησιῶν μίαν ἔχειν τοὺς κοινωνεῖν σοι παραι3.. 6 τουμένους.» ὑπολαβὼν δὲ᾿ Αθανάσιος «καὶ μάλα, βασιλεῦ», εἶπε, «δίκαιον καὶ ἀναγκαῖον τοῖς σοῖς προστάγμασι πείθεσθαι, καὶ οὐκ ἀντερῶ· ἐπεὶ δὲ καὶ ἀνὰ τήνδε τὴν᾿ Αντιόχειαν πόλιν εἰσὶν οἱ τὴν κοινωνίαν τῶν ἑτεροδόξων ἡμῖν ἀποφεύγοντες, παραπλησίαν αἰτῶ χάριν, ὥστε καὶ αὐτοὺς μίαν ἔχειν 3.. 7 ἐκκλησίαν καὶ ἀδεῶς ἐν ταύτῃ συνιέναι.» δίκαια δὲ λέγειν᾿ Αθανάσιον 3.. 7 τοῦ βασιλέως δοκιμάσαντος ἄμεινον ἐφάνη τοῖς ἀπὸ τῆς ἑτέρας αἱρέσεως ἡσυχίαν ἄγειν, λογιζομένοις ὡς οὐ πάντως τὰ τῆς οἰκείας δόξης ἐπίδοσιν ἕξει παρὰ᾿ Αλεξανδρεῦσι δι' αὐτὸν᾿ Αθανάσιον ἱκανὸν ὄντα τοὺς ὁμοφρονοῦν- τας ἀσφαλῶς ἔχειν καὶ τοὺς ἐναντίους ἐπάγεσθαι· παρὰ δὲ᾿ Αντιοχεῦσιν εἰ τοῦτο γένοιτο, πρῶτον μὲν συγκροτηθήσεσθαι τοὺς Εὐσταθίου ἐπαινέτας 3.. 8 πολλοὺς ὄντας, ἔπειτα δὲ ὡς εἰκὸς νεωτέρων αὐτοὺς πειραθήσεσθαι πραγμάτων, ἐξὸν ἀκινδύνως ἔχειν οὓς ἔχουσιν. ἐπεὶ καὶ κρατούντων αὐτῶν τῶν τῇδε ἐκκλησιῶν οὐ παντελῶς οἷς ἐδόξαζον ὁ πᾶς κλῆρος καὶ ὁ λαὸς ἐπείθοντο, ἀλλὰ κατὰ χορούς, ὡς ἔθος ἐν τῷ ὑμνεῖν τὸν θεόν, συνιστάμενοι, πρὸς τῷ τέλει τῶν ᾠδῶν τὴν οἰκείαν προαίρεσιν ἐπεδείκνυον. καὶ οἱ μὲν πατέρα καὶ υἱὸν ὡς ὁμότιμον ἐδόξαζον, οἱ δὲ πατέρα ἐν υἱῷ, τῇ παρενθέσει τῆς 3.. προθέσεως δευτερεύειν τὸν υἱὸν ἀποφαίνοντες. ἀμέλει τοι τούτων ὧδε γινομένων ἀπορῶν ὅ τι ποιήσειε Λεόντιος, ὃς κατὰ τόνδε τὸν χρόνον ἐκ τῆς ἐναντίας αἱρέσεως τὸν᾿ Αντιοχέων διεῖπε θρόνον, κωλύειν μὲν οὐκ ἐπεχείρησε τοὺς κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὸν θεὸν ὑμνοῦντας· ἐδεδίει γὰρ μὴ στασιάσῃ τὸ πλῆθος· λέγεται δὲ τῆς κεφαλῆς ἐφαψάμενος ὑπὸ πολιᾶς λευκῆς οὔσης εἰπεῖν ὡς «ταυτησὶ τῆς χιόνος λυθείσης πολὺς ἔσται πηλός», ὑποδηλῶν ὡς αὐτοῦ τελευτήσαντος εἰς στάσιν τῷ λαῷ καταλήξει ἡ ἐν τοῖς ὕμνοις διαφωνία, μὴ ἀνεχομένων τῶν μετ' αὐτὸν ὁμοίως συμπεριφέρεσθαι τῷ πλήθει.
3.21.1
῾ Ο δὲ βασιλεὺς ἀποπέμπει᾿ Αθανάσιον εἰς Αἴγυπτον· ἔγραψε δὲ περὶ αὐτοῦ τοῖς κατὰ πόλιν ἐπισκόποις καὶ πρεσβυτέροις καὶ τῷ λαῷ τῆς᾿ Αλεξανδρέων ἐκκλησίας, ὀρθότητά τε βίου μαρτυρῶν αὐτῷ καὶ τρόπων ἀρετήν, παρακελευόμενος ὁμονοεῖν καὶ ὑπὸ πρωτοστάτῃ αὐτῷ εὐχαῖς καὶ ἱκεσίαις τὸ θεῖον θεραπεύειν· εἰ δέ τινες ἐθελοκακοῦντες στασιώδεις ἀναφανεῖεν,
3.21.2
τιμωρίαν διδόναι κατὰ τοὺς περὶ τούτων κειμένους νόμους. προσέταξε δὲ καὶ τὰ πρότερον παρ' αὐτοῦ γραφέντα κατὰ᾿ Αθανασίου καὶ τῶν αὐτῷ κοινωνούντων ἀπὸ τῶν δημοσίων ὑπομνημάτων ἀπαλιφῆναι, καὶ ὡς τὸ πρὶν ἀτέλειαν ἔχειν λειτουργημάτων τοὺς αὐτοῦ κληρικούς. καὶ περὶ τούτου πρὸς
3.21.3
τοὺς ἀνὰ τὴν Αἴγυπτον καὶ Λιβύην ἄρχοντας ἔγραψε. παραγενόμενος δὲ᾿ Αθανάσιος εἰς Αἴγυπτον, οὓς μὲν ἔγνω τὰ᾿ Αρείου φρονοῦντας, καθεῖλεν, οἷς δὲ αὐτοὶ καθεῖλον, τὰς ἐκκλησίας ἐπέτρεψε κατὰ τὴν πίστιν τῆς ἐν Νικαίᾳ
3.21.4
συνόδου, καὶ σπουδῇ ταύτης ἔχεσθαι ἐνετέλλετο. λέγεται δὲ τότε καὶ διὰ τῶν ἄλλων ἐθνῶν τὴν ὁδοιπορίαν ποιούμενος ὅμοια πρᾶξαι, εἰ συνέβαινε ταῖς ἐκκλησίαις ὑπὸ τῶν᾿ Αρείου κατέχεσθαι. ἀμέλει τοι καὶ τοῦτο ἔγκλημα αὐτῷ ἐπῆγον, ὡς ἐν πόλεσι μηδὲν αὐτῷ προσηκούσαις χειροτονεῖν
3.21.5
ἐτόλμησεν. οἷα δὲ καὶ ἀκόντων τῶν ἐναντίων κατωρθωκὼς τὴν ἐπάνοδον καὶ διὰ τὴν φιλίαν Κώνσταντος τοῦ βασιλέως οὐ δοκῶν εὐκαταφρόνητος εἶναι, μᾶλλον ἢ πρότερον ἐν τιμῇ ἦν. πολλοὶ δὲ καὶ τῶν ἐπισκόπων τῆς πρὸς αὐτὸν ἀπεχθείας μετέθεντο καὶ κοινωνίας μετέδοσαν, ὡς Παλαιστῖνοι· παριόντα γὰρ αὐτὸν τότε δι' αὐτῶν εὐμενῶς προσεδέξαντο· καὶ σύνοδον ἐν῾ Ιεροσολύμοις ἐπιτελέσαντες Μάξιμός τε καὶ ἕτεροι ἔγραψαν περὶ αὐτοῦ τάδε·
3.22.1
«῾ Η ἁγία σύνοδος ἡ ἐν῾ Ιεροσολύμοις συναχθεῖσα τοῖς ἐν Αἰγύπτῳ καὶ" 7Λιβύῃ καὶ τοῖς ἐν᾿ Αλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ," 7ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.
3.22.2
" 7Κατ' ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί," 7ἐφ' οἷς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας" 7ἐκκλησίας, τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν᾿ Αθα" 7νάσιον ἀποδοὺς ὑμῖν. τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν" 7ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀλλ' ἀληθῶς αἱ προσευχαὶ ὑμῶν εἰσηκούσθη" 7σαν παρὰ τῷ τῶν ὅλων θεῷ τῷ κηδομένῳ τῆς ἐκκλησίας τῆς ἑαυτοῦ καὶ" 7ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς καὶ διὰ τοῦτο τῶν δεήσεων
3.22.3
" 7ὑμῶν ἐπακούσαντι. ἦτε γὰρ «ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα μὴ" 7ἔχοντα ποιμένα». διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν,
3.22.4
" 7ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν ἐποθεῖτε. ἰδοὺ γὰρ" 7καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες καὶ τῇ ὑμε" 7τέρᾳ συμπνέοντες ἀγάπῃ προλαβόντες αὐτὸν ἠσπασάμεθα· καὶ κοινωνήσαν" 7τες δι' αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα καὶ τὰς εὐχαριστη" 7ρίους ὑμῶν εὐχάς, ἵν' εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς αὐτὸν καὶ
3.22.5
" 7ἡμᾶς ἡνῶσθαι. ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων" 7βασιλέων εὔχεσθαι, οἵτινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ" 7αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα ἀποκαταστῆσαι ὑμῖν αὐτὸν μετὰ πάσης
3.22.6
" 7τιμῆς κατηξίωσαν. ὑπτίαις οὖν ὑποδεξάμενοι αὐτὸν χερσὶ καὶ τὰς ὀφει" 7λομένας ὑπὲρ αὐτοῦ εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρι" 7σαμένῳ θεῷ σπουδάσατε, ὑπὲρ τοῦ διὰ παντὸς ὑμᾶς χαίρειν σὺν θεῷ καὶ" 7δοξάζειν τὸν κύριον ἐν Χριστῷ᾿ Ιησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ τῷ πατρὶ ἡ" 7δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.»
3.23.1
Καὶ τὰ μὲν ὧδε ἔγραψεν ἡ ἐκ Παλαιστίνης σύνοδος. μέγιστον δὲ ἐπὶ τούτοις᾿ Αθανασίῳ συνεκύρησε περιφανῶς ἐλέγχον ἀδίκως αὐτοῦ καταδικάσαι τοὺς ἐν Τύρῳ συνεληλυθότας. Οὐάλης γὰρ καὶ Οὐρσάκιος, οἳ σὺν τοῖς ἀμφὶ Θεόγνιον, ὡς πρόσθεν εἴρηται, εἰς τὸν Μαρεώτην παρεγένοντο ἐρευνῆσαι, εἰ κατὰ τὴν᾿ Ισχυρίωνος γραφὴν ποτήριον ἱερὸν συνέτριψε, μεταμεληθέντες τάδε ἔγραψαν᾿ Ιουλίῳ τῷ῾ Ρωμαίων ἐπισκόπῳ·
3.23.2
«Κυρίῳ μακαριωτάτῳ πάπᾳ᾿ Ιουλίῳ Οὐρσάκιος καὶ Οὐάλης." 7᾿ Επειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινὰ περὶ᾿ Αθα-" 7νασίου τοῦ ἐπισκόπου διὰ γραμμάτων ἡμῶν ὑποβεβληκέναι, γράμμασί" 7τῆς σῆς χρηστότητος μεθοδευθέντες τοῦ πράγματος χάριν περὶ οὗ ἐδη" 7λώσαμεν οὐκ ἠδυνήθημεν λόγον ἀποδοῦναι, ὁμολογοῦμεν παρὰ τῇ σῇ χρη" 7στότητι παρόντων τῶν ἀδελφῶν ἡμῶν πάντων τῶν πρεσβυτέρων, ὅτι πάντα" 7τὰ πρὸ τούτου ἐλθόντα εἰς τὰς ἀκοὰς ἡμῶν περὶ τοῦ ὀνόματος τοῦ προει" 7ρημένου᾿ Αθανασίου ψευδῆ καὶ πλαστά ἐστι, πάσῃ τε δυνάμει ἀλλότρια" 7αὐτοῦ τυγχάνει· διά τοι τοῦτο ἡδέως ἀντιποιούμεθα τῆς κοινωνίας τοῦ προ" 7ειρημένου᾿ Αθανασίου, μάλιστα ὅτι ἡ θεοσέβειά σου κατὰ τὴν ἔμφυτον" 7αὐτῆς καλοκἀγαθίαν τῇ πλάνῃ ἡμῶν συγγνώμην κατηξίωσε δοῦναι.
3.23.3
" 7ὁμολογοῦμεν καὶ τοῦτο, ὅτι ἐάν ποτε ἡμᾶς οἱ ἀνατολικοὶ θελήσωσιν ἢ καὶ" 7αὐτὸς᾿ Αθανάσιος κακοτρόπως περὶ τούτου εἰς κρίσιν καλέσαι, μὴ ἀπέρχε
3.23.4
" 7σθαι παρὰ γνώμην τῆς σῆς διαθέσεως. τὸν δὲ αἱρετικὸν῎ Αρειον καὶ τοὺς" 7ὑπερασπίζοντας αὐτοῦ τοὺς λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱὸς» καὶ ὅτι" 7ἐκ τοῦ μὴ ὄντος Χριστός ἐστι, καὶ τοὺς ἀρνουμένους τὸν Χριστὸν θεὸν" 7εἶναι καὶ υἱὸν θεοῦ πρὸ αἰώνων, καθὼς καὶ ἐν τῷ προτέρῳ λιβέλλῳ ἑαυτῶν" 7ἐν τῇ Μεδιολάνων ἐπιδεδώκαμεν, καὶ νῦν καὶ ἀεὶ ἀναθεματίζομεν· ταῦτα" 7δὲ τῇ χειρὶ ἑαυτῶν γράψαντες ὁμολογοῦμεν πάλιν ὅτι τὴν᾿ Αρειανικὴν" 7αἵρεσιν, καθὰ προείπομεν, καὶ τοὺς ταύτης αὐθέντας κατεκρίναμεν εἰς τὸν
3.23.5
" 7αἰῶνα. ἐγὼ Οὐρσάκιος τῇ ὁμολογίᾳ μου ταύτῃ παρὼν ὑπέγραψα. ὡσαύτως" 7δὲ καὶ Οὐάλης.»
3.23.6
Καὶ ἃ μὲν πρὸς᾿ Ιούλιον ὡμολόγησαν, ταῦτά ἐστιν. ἃ δὲ καὶ πρὸς᾿ Αθα- νάσιον ἔγραψαν, ἀναγκαίως παραθήσομαι· ἔχει δὲ ὧδε·
3.24.1
«Κυρίῳ ἀδελφῷ᾿ Αθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι." 7᾿ Αφορμὴν εὑρόντες διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ἡμῶν Μου" 7σαίου ἐρχομένου πρὸς τὴν σὴν ἀγάπην, ἀδελφὲ ἀγαπητέ, διὰ τούτου σε καὶ" 7πάνυ προσαγορεύομεν ἀπὸ τῆς᾿ Ακυλίας καὶ εὐχόμεθά σε ὑγιαίνοντα τὰ
3.24.2
" 7γράμματα τὰ ἡμέτερα ἀναγνῶναι. δώσεις γὰρ ἡμῖν θαρρεῖν, ἐὰν καὶ" 7σὺ ἐν τῷ γράφειν ἀποδῷς ἡμῖν τὴν ἀμοιβήν. γίνωσκε γὰρ ἡμᾶς εἰρήνην" 7ἔχειν μετὰ σοῦ καὶ κοινωνίαν ἐκκλησιαστικήν. καὶ τούτων γνώρισμα ἡ διὰ" 7τούτων τῶν γραμμάτων προσηγορία.»
3.24.3
᾿ Αθανάσιος μὲν οὖν οὕτως ἐκ τῆς πρὸς δύσιν ἀρχομένης ἐπανῆλθεν εἰς Αἴγυπτον. καὶ Παῦλος δὲ καὶ Μάρκελλος,᾿ Ασκληπᾶς τε καὶ Λούκιος τοὺς ἰδίους ἀπέλαβον θρόνους· καὶ γὰρ δὴ τούτοις γράμματα βασιλέως ἐπέτρεπε
3.24.4
τὴν ἐπάνοδον. καὶ ἐν μὲν τῇ Κωνσταντινουπόλει Παύλου εἰσελθόντος ὑπεχώρησε Μακεδόνιος καὶ καθ' ἑαυτὸν ἐκκλησίαζεν. ἐν᾿ Αγκύρᾳ δὲ μέγιστος συνέβη θόρυβος ἀφαιρουμένου Βασιλείου τῆς ἐνθάδε ἐκκλησίας, ἡνίκα Μάρκελλος εἰσῄει. τοῖς δὲ ἄλλοις οὐ χαλεπὴ ἡ εἴσοδος ἐγένετο. 4. τ. 1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ

Intertext edge

Open linked passage

Note