Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Καὶ τὰ μὲν ὧδε συνέβη. τετάρτῳ δὲ ἔτει τῆς ἐν Σαρδοῖ συνόδου κτίννυται Κώνστας περὶ τοὺς πρὸς δύσιν Γαλάτας. Μαγνέντιος δέ, ὃς αὐτῷ τὸν φόνον ἐπεβούλευσε, πᾶσαν τὴν ὑπὸ Κώνσταντος ἀρχομένην ὑφ' ἑαυτὸν ἐποίησε. Βρετανίων δέ τις ὑπὸ τῶν᾿ Ιλλυριῶν στρατιωτῶν ἐν τῷ Σιρμίῳ βασιλεὺς ἀνη-
4.1.2
γορεύθη. πλεῖστον δὲ τούτων τῶν κακῶν μέρος καὶ ἡ πρεσβυτέρα῾ Ρώμη μετεῖχε, Νεποτιανοῦ, ὃς ἀδελφιδοῦς ἦν [καὶ] Κωνσταντίνου τοῦ βασιλεύσαντος, τοὺς μονομάχους περὶ ἑαυτὸν ποιησαμένου καὶ τῆς βασιλείας ἀμφισβητοῦντος. ἀλλ' ὁ μὲν ὑπὸ τῶν Μαγνεντίου στρατηγῶν ἀνῃρέθη, Κωνστάντιος δέ, ὡς εἰς μόνον αὐτὸν τῆς πάσης ἀρχῆς περιελθούσης, αὐτοκράτωρ ἀναγο
4.1.3
ρευθεὶς τοὺς τυράννους καθελεῖν ἐσπούδαζεν. ἐν τούτῳ δὲ᾿ Αθανάσιος παρεγένετο εἰς᾿ Αλεξάνδρειαν καὶ σύνοδον γενέσθαι παρεσκεύασε τῶν ἐξ Αἰγύπτου ἐπισκόπων καὶ ἐπιψηφίσασθαι τοῖς ἐν Σαρδοῖ καὶ Παλαιστίνῃ περὶ αὐτοῦ δεδογμένοις.
4.2.1
῾ Ο δὲ βασιλεὺς ταῖς διαβολαῖς πεισθεὶς τῶν ἀπὸ τῆς ἐναντίας αἱρέσεως ἐπὶ τῆς αὐτῆς οὐκ ἔμεινε γνώμης, ἀλλ' ἀπελαύνεσθαι προσέταξε παρὰ τὰ πρότερον δεδογμένα τῇ ἐν Σαρδοῖ συνόδῳ τῆς καθόδου τυχόντας· ἡνίκα δὴ Μαρκέλλου πάλιν ἐκβληθέντος τὴν ἐν᾿ Αγκύρᾳ ἐκκλησίαν κατέσχε
4.2.2
Βασίλειος, Λούκιος δὲ δεσμωτηρίῳ ἐμβληθεὶς ἀπώλετο. Παῦλος δὲ ἀιδίῳ φυγῇ καταδικασθεὶς εἰς Κουκουσὸν τῆς᾿ Αρμενίας ἀπηνέχθη· ἔνθα δὴ καὶ τετελεύτηκε, πότερον δὲ νόσῳ ἢ βίᾳ, ἐγὼ μὲν οὐκ ἀκριβῶ, φήμη δὲ εἰσέτι νῦν κρατεῖ βρόχῳ αὐτὸν ἀναιρεθῆναι παρὰ τῶν τὰ Μακεδονίου φρονούν
4.2.3
των. ἐπεὶ δὲ εἰς τὴν ὑπερορίαν ἀπηνέχθη καὶ τὴν ἐκκλησίαν κατέσχε Μακεδόνιος, μοναστηρίοις πολλοῖς ἃ συνεστήσατο κατὰ τὴν Κωνσταντινούπολιν περιφράξας ἑαυτὸν καὶ ταῖς πρὸς τοὺς πέριξ ἐπισκόπους σπονδαῖς, λέγεται διαφόρως κακῶσαι τοὺς τὰ Παύλου φρονοῦντας, τὰ μὲν πρῶτα τῶν
4.2.4
ἐκκλησιῶν αὐτοὺς ἐξελαύνων, μετὰ δὲ ταῦτα καὶ συγκοινωνεῖν αὐτῷ βιαζόμενος, ὡς πολλοὺς ὑπὸ πληγῶν διαφθαρῆναι, τοὺς δὲ οὐσίας, ἄλλους δὲ πολιτείας ἀφαιρεθῆναι, τοὺς δὲ ἐπὶ τοῦ μετώπου στιγματίας γενέσθαι, ἵν' ἐπίσημοι εἶεν τοιοῦτοι ὄντες· βασιλέα δὲ μαθόντα καταγνῶναι καὶ τοὺς ἀμφὶ τὸν Εὐδόξιον ἐν αἰτίᾳ ποιήσασθαι καὶ ταῦτα τῆς αὐτοῦ Μακεδονίου καθαιρέσεως, ἡνίκα τοῦτον ἀφείλοντο τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.
4.3.1
Προῆλθε γὰρ τὸ κακὸν καὶ μέχρι φόνων· καὶ γὰρ δὴ ἄλλοι τινὲς ἀνῃρέθησαν καὶ Μαρτύριος καὶ Μαρκιανός, οὓς συνοίκους ὄντας Παύλου λόγος ἀνδρείως ἀποθανεῖν παραδοθέντας ὑπὸ Μακεδονίου τῷ ὑπάρχῳ ὡς αἰτίους γενομένους τῆς῾ Ερμογένους κακῆς ἀναιρέσεως καὶ τῆς κατ' αὐτοῦ στάσεως. ἦν δὲ ὁ μὲν ὑποδιάκονος, ὁ δὲ Μαρκιανὸς ψάλτης καὶ ἀναγνώστης τῶν ἱερῶν γραφῶν· ὁ δὲ τάφος αὐτοῖς ἐστιν ἐπίσημος πρὸ τοῦ τείχους Κωνσταντινουπόλεως,
4.3.2
οἷά γε μαρτύρων μνῆμα εὐκτήριον οἶκον περικείμενος· ὃν οἰκοδομεῖν ἤρξατο᾿ Ιωάννης, ἐτελεσιούργησε δὲ Σισίννιος, οἱ μετὰ ταῦτα προστάντες τῆς Κωνσταντινουπόλεως ἐκκλησίας. οὐ γὰρ ἄξιον νενομίκασι μαρτυρίας γερῶν ἀμοιρεῖν αὐτοὺς ὑπὸ θεοῦ τιμωμένους, καθότι καὶ ὁ τῇδε τόπος, τῶν ἐπὶ θανάτῳ ἀγομένων ἐνθάδε τὰς κεφαλὰς ἀποτεμνομένων, τὸ πρὶν ἄβατος ὢν ὑπὸ φασμάτων ἐκαθάρθη· καὶ δαιμονῶντες τῆς νόσου ἀπηλλάγησαν καὶ
4.3.3
πολλὰ ἄλλα παράδοξα ἐπὶ τῷ τάφῳ αὐτῶν συνέβη. τάδε μὲν ἡμῖν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. εἰ δέ τῳ οὐ πιθανὰ εἶναι δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν· ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται.
4.4.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον᾿ Αθανασίου φυγόντος Γεώργιος κακῶς ἐποίει
4.4.2
τοὺς ἀνὰ τὴν Αἴγυπτον ὁμοίως αὐτῷ φρονεῖν παραιτουμένους. ὁ δὲ βασιλεὺς ἐπὶ᾿ Ιλλυριοὺς στρατεύσας ἧκεν εἰς Σίρμιον, καὶ ἐπὶ ῥηταῖς συνθήκαις εἰς ταὐτὸν ἐνθάδε Βρετανίων ἦλθε. μεταθεμένων δὲ τῶν ἀναγορευσάντων αὐτὸν στρατιωτῶν καὶ μόνον Κωνστάντιον αὐτοκράτορα καὶ Σεβαστὸν ἀναβοώντων (ὧδε γὰρ τάδε γενέσθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐσπουδάζετο) συνῆκε Βρετανίων τὴν προδοσίαν· πρηνής τε παρὰ τοὺς πόδας
4.4.3
κείμενος Κωνσταντίου ἱκέτης ἐγίνετο. περιελὼν δὲ αὐτοῦ Κωνστάντιος τὸν βασιλικὸν κόσμον καὶ τὴν ἁλουργίδα ἠλέησε καὶ ἰδιωτεύειν εἴασε καὶ τὰ ἐπιτήδεια ἀφθόνως ἔχειν ἀπὸ τοῦ δημοσίου προσέταξεν, οἷά γε λοιπὸν πρεσβύτην πρεπωδέστερον εἶναι φήσας βασιλικῶν ἀπηλλάχθαι φροντίδων
4.4.4
καὶ ἐν ἡσυχίᾳ εἶναι. ἐπεὶ δὲ τὰ κατὰ Βρετανίωνα ὧδε αὐτῷ ἀπέβη, πλείστην κατὰ Μαγνεντίου στρατιὰν ἐξέπεμψεν εἰς᾿ Ιταλίαν· Γάλλον δὲ τὸν αὐτοῦ ἀνεψιὸν Καίσαρα καταστήσας εἰς Συρίαν ἀπέστειλεν ἐπὶ φυλακῇ τοῦ κατὰ τὴν ἕω κλίματος.
4.5.1
᾿ Εν δὲ τῷ τότε Κυρίλλου μετὰ Μάξιμον τὴν῾ Ιεροσολύμων ἐκκλησίαν ἐπιτροπεύοντος σταυροῦ σημεῖον ἐν τῷ οὐρανῷ ἀνεφάνη καταυγάζον λαμπρῶς, οὐχ οἷον κομήτης ταῖς ἐκλάμψεσιν ἀπορρέον, ἀλλ' ἐν συστάσει πολλοῦ
4.5.2
φωτὸς ἐπιεικῶς πυκνὸν καὶ διαφανές, μῆκος μὲν ὅσον ἐκ τοῦ Κρανίου μέχρι τοῦ ὄρους τῶν᾿ Ελαιῶν, ἀμφὶ δὲ δέκα καὶ πέντε στάδια τὸν ὑπὲρ τὸν χῶρον
4.5.3
τοῦτον οὐρανὸν ἀπολαβόν, εὖρος δὲ τῷ μήκει ἀνάλογον. ὡς ἐπὶ παραδόξῳ δὲ τῷ συμβεβηκότι θαύματι καὶ δέος πάντας ἔσχεν. οἰκίας δὲ καὶ ἀγορὰς καὶ ὅπερ ἔτυχεν ἕκαστος ἐργαζόμενος καταλιπὼν ἅμα παισὶ καὶ γυναιξὶν εἰς τὴν ἐκκλησίαν συνῆλθον καὶ κοινῇ τὸν Χριστὸν ὕμνουν καὶ
4.5.4
θεὸν προθύμως ὡμολόγουν. οὐ μετρίως δὲ καὶ πᾶν τὸ καθ' ἡμᾶς οἰκούμενον ἡ περὶ τούτου ἀγγελία κατέπληξεν. ἐγένετο δὲ τοῦτο οὐκ εἰς μακράν. ὡς γὰρ εἰώθει, ἐκ πάσης, ὡς εἰπεῖν, γῆς κατ' εὐχὴν καὶ ἱστορίαν τῶν τῇδε τόπων῾ Ιεροσολύμων ἐνδημοῦντες, ὧν ἐγένοντο θεαταί, τοῖς οἰκείοις ἐμήνυσαν. ἔγνω δὲ τοῦτο καὶ ὁ βασιλεὺς ἄλλων τε πολλῶν ἀναγγειλάντων καὶ Κυρίλλου
4.5.5
τοῦ ἐπισκόπου γράψαντος. ἐλέγετο δὲ παρὰ τῶν τὰ τοιάδε ἐπιστημόνων κατά τινα προφητείαν θείαν πάλαι ταῦτα προμεμηνῦσθαι ἐν ταῖς ἱεραῖς βίβλοις. καὶ τὸ μὲν ὧδε συμβὰν πολλοὺς῾ Ελλήνων καὶ᾿ Ιουδαίων εἰς Χριστια- νισμὸν ἐπηγάγετο.
4.6.1
᾿ Εν τούτῳ δὲ Φωτεινὸς τὴν ἐν Σιρμίῳ ἐκκλησίαν ἐπιτροπεύων, ἤδη πρότερον καινῆς αἱρέσεως εἰσηγητὴς γενόμενος, ἔτι τοῦ βασιλέως ἐνδημοῦντος ἐνθάδε ἀναφανδὸν τῷ οἰκείῳ συνίστατο δόγματι. φύσεως δὲ ἔχων εὖ λέγειν,
4.6.2
καὶ πείθειν ἱκανὸς πολλοὺς εἰς τὴν ὁμοίαν ἑαυτῷ δόξαν ἐπηγάγετο. ἔλεγε δὲ ὡς θεὸς μέν ἐστι παντοκράτωρ εἷς, ὁ τῷ ἰδίῳ λόγῳ πάντα δημιουργήσας· τὴν δὲ πρὸ αἰώνων γέννησίν τε καὶ ὕπαρξιν τοῦ υἱοῦ οὐ προσίετο, ἀλλ' ἐκ
4.6.3
Μαρίας γεγενῆσθαι τὸν Χριστὸν εἰσηγεῖτο. περιπύστου δὲ πολλοῖς γενομένου τοῦ τοιούτου δόγματος χαλεπῶς ἔφερον οἵ τε ἐκ τῆς δύσεως καὶ τῆς ἕω ἐπίσκοποι, καὶ κοινῇ ταῦτα νεωτερίζεσθαι καθ' ὧν ἕκαστος ἐδόξαζεν ἡγοῦντο. καθάπαξ γὰρ τὸ διαφωνοῦν ἐδείκνυτο τῆς Φωτεινοῦ πίστεως πρός τε τῶν ἐν Νικαίᾳ τὴν παράδοσιν θαυμαζόντων καὶ τῶν τὴν᾿ Αρείου δόξαν
4.6.4
ἐπαινούντων. ἐπὶ τούτοις δὲ καὶ ὁ βασιλεὺς ἐχαλέπαινεν· ἐν δὲ τῷ τότε ἐν Σιρμίῳ διατρίβων σύνοδον συνεκάλεσε. καὶ συνῆλθον ἐκ μὲν τῆς ἕω ἄλλοι τε καὶ Γεώργιος ὁ τὴν᾿ Αλεξανδρέων ἐπιτραπεὶς ἐκκλησίαν καὶ Βασίλειος ὁ᾿ Αγκύρας ἐπίσκοπος καὶ Μᾶρκος ὁ᾿ Αρεθούσης, ἐκ δὲ τῆς δύσεως Οὐάλης τε ὁ ἐκ Μουρσῶν καὶ῞ Οσιος ὁ ὁμολογητής, ὃς καὶ τῆς ἐν Νικαίᾳ συνόδου
4.6.5
κοινωνήσας ἄκων καὶ ταύτης μετέσχε. οὗτος γὰρ οὐ πολλῷ πρότερον ἐξ ἐπιβουλῆς τῶν τὰ᾿ Αρείου φρονούντων ὑπερορίαν οἰκεῖν καταδικασθείς, σπουδῇ τῶν ἐν Σιρμίῳ συνελθόντων μετεκλήθη παρὰ τοῦ βασιλέως. ᾤοντο γὰρ ὡς, εἰ πειθοῖ τινι ἢ βίᾳ σύμψηφον σφίσι ποιήσουσιν ἐπισημότατον ὄντα καὶ πρὸς πάντων θαυμαζόμενον, ἀξιόχρεως αὐτοῖς ἔσται μάρτυς τοῦ οἰκείου
4.6.6
δόγματος. ἐπεὶ οὖν ἐν Σιρμίῳ συνῆλθον (ἔτος δὲ τοῦτο ἦν μετὰ τὴν Σεργίου καὶ Νιγριανοῦ ὑπατείαν, ἡνίκα οὐδεὶς ὕπατος οὔτε ἐκ τῆς ἕω οὔτε ἐκ τῆς δύσεως ἀνεδείχθη διὰ τὴν συμβᾶσαν προφάσει τῶν τυράννων περὶ τὰ κοινὰ ταραχήν), τὸν μὲν Φωτεινὸν καθεῖλον ὡς τὰ Σαβελλίου καὶ Παύλου τοῦ
4.6.7
Σαμοσατέως φρονοῦντα. μετὰ δὲ ταῦτα πάλιν παρὰ τὰ πρότερον δεδογμένα περὶ τῆς πίστεως τρεῖς ἐκθέσεις ἐξέδωκαν, ὧν τὴν μὲν τῇ῾ Ελλήνων φωνῇ, τὰς δὲ τῇ῾ Ρωμαίων συνέταξαν, ἐν πολλοῖς περί τε ῥητὸν καὶ ἔννοιαν
4.6.8
οὔτε ἑαυταῖς οὔτε ταῖς πρότερον δεδογμέναις συμφωνούσας. ἰστέον μέντοι ὡς ἡ῾ Ελληνικὴ οὔτε ὁμοούσιον οὔτε ὁμοιούσιον τῷ πατρὶ τὸν υἱὸν εἶπε· τοὺς δὲ φάσκοντας αὐτὸν ἄναρχον εἶναι, ἢ πλατυνομένην τὴν οὐσίαν τοῦ θεοῦ τὸν υἱὸν ποιεῖν, ἢ συντετάχθαι ἀλλὰ μὴ ὑποτετάχθαι τῷ πατρὶ 4. 6. δοξάζοντας ἀποκηρύττειν. θατέρα δὲ τῶν῾ Ρωμαϊκῶν περὶ μὲν οὐσίας, ἣν σουβσταντίαν῾ Ρωμαῖοι ὀνομάζουσιν, εἴτε ὁμοούσιος εἴτε ὁμοιούσιός ἐστιν ὁ υἱὸς τῷ πατρί, παντελῶς ἀπαγορεύει λέγειν, ὡς οὔτε ταῖς ἱεραῖς εἰρημένα
4.6.10
γραφαῖς οὔτε ἀνθρώπων ἐννοίαις ἢ γνώσει εὔληπτα. μείζονα δὲ χρῆναι συνομολογεῖν τὸν πατέρα παρακελεύεται τιμῇ καὶ ἀξίᾳ καὶ θειότητι καὶ αὐτῷ τῷ πατρικῷ ὀνόματι, καὶ ὑποτετάχθαι τῷ πατρὶ τὸν υἱὸν μετὰ πάντων ἀξιοῖ, καὶ τοῦ μὲν πατρὸς ἀρχὴν μὴ εἶναι, τοῦ δὲ υἱοῦ τὴν γένεσιν ἄγνωστον
4.6.11
πᾶσι πλὴν τοῦ πατρός. λέγεται δὲ ἤδη ταύτην τὴν γραφὴν ἐκδοθεῖσαν ὡς μὴ δεόντως συγκειμένην σπουδάσαι τοὺς ἐγκειμένους ἐπισκόπους ἐπὶ διορθώσει ἀναλαβεῖν· καὶ τὸν βασιλέα τοῦτο προστάξαι τιμωρίαν ἀπειλήσαντα κατὰ τῶν ἀποκρυπτόντων· ἀλλ' ἡ μὲν ἅπαξ ἐκδοθεῖσα παντελῶς
4.6.12
οὐκέτι ἔλαθεν. ἡ δὲ τρίτη γραφὴ τὰ μὲν ἄλλα συμφέρεται τῇ διανοίᾳ ταῖς ἄλλαις, τὸ δὲ τῆς οὐσίας ὄνομα περιεῖλε· καὶ αἰτίαν τήνδε αὐτοῖς ῥητοῖς ἔχει διὰ τῆς῾ Ρωμαίων φωνῆς· «Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐτέθη ὑπὸ τῶν πατέρων, ἀγνο" 7ούμενον δὲ τοῖς πολλοῖς σκάνδαλον ἔφερε διὰ τὸ μηδὲ ἐν ταῖς γραφαῖς αὐτὸ" 7ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας" 7ποιεῖσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ" 7υἱοῦ καὶ ἁγίου πνεύματος μίαν εἶναι οὐσίαν (γράφεται δὲ καὶ ὑπόστασιν)" 7ὀνομάζειν· ὅμοιον δὲ λέγομεν τῷ πατρὶ τὸν υἱὸν καθὼς αἱ θεῖαι γραφαὶ" 7λέγουσι.» Καὶ τὰ μὲν ὧδε περὶ τῆς πίστεως αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν.
4.6.13
῞ Οσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν, βιασθεὶς δὲ καὶ πληγάς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας συνῄνεσέ τε καὶ ὑπέγραψε.
4.6.14
Φωτεινοῦ δὲ πειραθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. ὁ δὲ προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο,
4.6.15
ἀλλ' εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεσθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν πρὸς Φωτεινὸν διάλεξιν Βασίλειος ὁ᾿ Αγκύρας ἐπίσκοπος. ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε
4.6.16
Βασίλειος. Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα· λόγους τε τῇ῾ Ρωμαίων καὶ῾ Ελλήνων φωνῇ συγγράφων ἐξεδίδου, δι' ὧν ἐπειρᾶτο πλὴν τῆς αὐτοῦ τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι καὶ τῆς ἀπ' αὐτοῦ καλουμένης αἱρέσεως τάδε μοι εἰρήσθω.
4.7.1
᾿ Εν τούτῳ δὲ καταλαβὼν Μαγνέντιος τὴν πρεσβυτέραν῾ Ρώμην πολλοὺς τῆς συγκλήτου καὶ τοῦ δημοτικοῦ ἀνεῖλε. μαθὼν δὲ πλησίον ἰέναι ἤδη κατ' αὐτοῦ τοὺς Κωνσταντίου στρατηγοὺς ὑπεχώρησεν εἰς τοὺς πρὸς δύσιν Γαλάτας. ἔνθα δὴ πολλάκις ἀλλήλοις προσβάλλοντες πῇ μὲν οὗτοι, πῇ δὲ ἐκεῖνοι ἐκράτουν, εἰσότε δὴ τὸ τελευταῖον ἡττηθεὶς Μαγνέντιος ἔφυγεν εἰς
4.7.2
Μοῦρσαν (Γαλατῶν δὲ τοῦτο τὸ φρούριον). ἀδημονοῦντας δὲ τοὺς ἰδίους στρατιώτας ὡς ἡττηθέντας ὁρῶν, ἐφ' ὑψηλοῦ στὰς ἐπειρᾶτο θαρραλεωτέρους ποιεῖν. οἱ δέ, οἷά γε εἰώθασιν ἐπευφημεῖν τοῖς βασιλεῦσι, καὶ ἐπὶ Μαγνεντίῳ φανέντι εἰπεῖν προθυμηθέντες ἔλαθον οὐχ ἑκόντες Κωνστάντιον ἀντὶ Μαγνεντίου Αὔγουστον ἀναβοήσαντες. συμβαλὼν δὲ ἐκ τούτου Μαγνέντιος ὡς οὐ δεδομένον αὐτῷ θεόθεν βασιλεύειν, πειρᾶται καταλιπὼν τοῦτο τὸ φρού
4.7.3
ριον προσωτέρω χωρεῖν. διωκούσης δὲ τῆς Κωνσταντίου στρατιᾶς περὶ τὸ καλούμενον Μοντιοσέλευκον συμβαλών, μόνος φεύγων εἰς Λουγδοῦνον διεσώθη. ἀνελὼν δὲ ἐνθάδε τὴν αὐτοῦ μητέρα καὶ τὸν ἀδελφόν, ὃν Καίσαρα κατέστησε, τελευταῖον ἑαυτὸν ἐπέσφαξε· μετ' οὐ πολὺ δὲ καὶ Δεκέννιος
4.7.4
ἕτερος αὐτοῦ ἀδελφὸς ἀγχόνῃ ἑαυτὸν διεχρήσατο. αἱ δὲ περὶ τὰ κοινὰ ταραχαὶ οὐδὲ οὕτως τέλος ἔσχον. οὐκ εἰς μακρὰν γὰρ παρὰ μὲν τοῖς πρὸς δύσιν Γαλάταις Σιλβανός τις ἐτυράννησεν, ὃν αὐτίκα καθεῖλον οἱ Κωνσταν
4.7.5
τίου στρατηγοί. οἱ δὲ ἐν Διοκαισαρείᾳ᾿ Ιουδαῖοι τὴν Παλαιστίνην καὶ τοὺς πέριξ ὄντας κατέτρεχον, ὅπλα τε ἀράμενοι πείθεσθαι῾ Ρωμαίοις οὐκ ἠνείχοντο. μαθὼν δὲ ταῦτα Γάλλος ὁ Καῖσαρ ἐν᾿ Αντιοχείᾳ διατρίβων, πέμψας στρατιὰν αὐτούς τε ἐχειρώσατο καὶ τὴν Διοκαισάρειαν ἀνάστατον
4.7.6
ἐποίησε. δόξας δὲ εὖ πράττειν τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλὰ τυραννεῖν ἐβούλετο. καταμηνύσαντας δὲ τῷ βασιλεῖ τὸν αὐτοῦ νεωτερισμὸν Μάγ
4.7.7
νον τε τὸν κοιαίστωρα καὶ τῆς ἕω τὸν ὕπαρχον Δομετιανὸν ἀνεῖλεν. ἀγανακτήσας δὲ Κωνστάντιος μετεκαλεῖτο αὐτόν. ἀπειθεῖν δὲ οὐχ οἷός τε ὤν (ἐδεδίει γάρ) εἴχετο τῆς ὁδοῦ. ἤδη δὲ παρὰ Φλάβωνα τὴν νῆσον γενόμενος ἀνῃρέθη τοῦ βασιλέως προστάξαντος, ἡνίκα δὴ αὐτὸς μὲν τὸ τρίτον ὑπάτευεν, ἕβδομον δὲ Κωνστάντιος.
4.8.1
᾿ Επεὶ δὲ καθῃρημένων τῶν τυράννων ἐδόκει τῶν συμβάντων κακῶν ἡσυχίαν ἔχειν Κωνστάντιος, καταλιπὼν τὸ Σίρμιον ἐπὶ τὴν πρεσβυτέραν ᾔει῾ Ρώμην. ἐνταῦθα γὰρ ἐβούλετο τὴν κατὰ τῶν τυράννων ἐπινίκιον ἐπιτελεῖν πομπήν· κατὰ ταὐτὸν δὲ νομίσας δύνασθαι τοὺς ἑκατέρας ἀρχομένης ἐπισκόπους ὁμόφρονας περὶ τὸ δόγμα καταστῆσαι σύνοδον αὖθις ἐν᾿ Ιταλίᾳ
4.8.2
γενέσθαι προσέταξεν. ἐν τούτῳ δὲ᾿ Ιούλιος ἐτελεύτησεν ἐπὶ πεντεκαίδεκα ἐνιαυτοῖς τὴν῾ Ρωμαίων ἐκκλησίαν ἐπιτροπεύσας, διαδέχεται δὲ τοῦτον Λι
4.8.3
βέριος. λογισάμενοι δὲ καιρὸν ἔχειν εἰς διαβολὴν τῶν ἐναντία φρονούντων οἱ τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμενοι, ἐπιμελῶς μάλα ἐν τοῖς βασιλείοις ἐπόνουν ἐκβάλλειν τῶν ἐκκλησιῶν πάντας τοὺς πρὸς αὐτῶν καθῃρημένους ὡς ἑτεροδόξους ὄντας καί, ἐν ᾧ Κώνστας τῷ βίῳ περιῆν, συγκροῦσαι τὰς βασιλείας πρὸς ἑαυτὰς σπουδάσαντας, καθότι τῷ ἀδελφῷ πόλεμον ἐπήγγελ
4.8.4
λεν, εἰ μὴ προσδέξεται αὐτούς, ὡς ἐν τοῖς πρόσθεν εἴρηται· μάλιστα δὲ ἐν αἰτίᾳ ἐποιοῦντο᾿ Αθανάσιον· οἵ γε ὑπερβολῇ τοῦ περὶ αὐτὸν μίσους οὐδὲ Κώνσταντος περιόντος καὶ Κωνσταντίου φιλεῖν αὐτὸν προσποιουμένου τῆς ἀπεχθείας ἀπέσχοντο, ἀλλὰ συνελθόντες ἐν᾿ Αντιοχείᾳ Νάρκισσός τε ὁ Κίλιξ καὶ Θεόδωρος ὁ Θρᾷξ καὶ Εὐγένιος ὁ Νικαεὺς καὶ Πατρόφιλος ὁ Σκυθοπολίτης καὶ Μηνόφαντος ὁ᾿ Εφέσιος καὶ ἄλλοι ἀμφὶ τριάκοντα οἱ πάντες ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ὡς παρὰ τοὺς νόμους τῆς ἐκκλησίας ἐπανῆλθεν εἰς᾿ Αλεξάνδρειαν, οὐκ ἀναίτιος φανεὶς ἐπὶ συνόδου, ἀλλὰ φιλονικίᾳ τῶν τὰ αὐτὰ φρονούντων· καὶ παρεκελεύοντο μήτε κοινωνεῖν αὐτῷ μήτε γράφειν, ἀλλὰ Γεωργίῳ τῷ πρὸς αὐτῶν κεχειροτονημένῳ.
4.8.5
᾿ Αθανασίῳ δὲ τότε μὲν τούτων οὐδεὶς ὑπόλογος ἦν, ἔμελλε δὲ χαλεπωτέρων ἢ πρότερον πειραθῆναι πραγμάτων. ἅμα γοῦν ἀπωλώλει Μαγνέντιος καὶ μόνος Κωνστάντιος τῆς῾ Ρωμαίων οἰκουμένης ἡγεῖτο, πᾶσαν ἐποιεῖτο σπουδὴν τοὺς ἀνὰ τὴν δύσιν ἐπισκόπους τοῖς ὁμοούσιον εἶναι τῷ
4.8.6
πατρὶ τὸν υἱὸν δοξάζουσι συναινεῖν. ἐποίει δὲ τοῦτο οὐ φανερῶς οὕτως τὰ πρῶτα βιαζόμενος, πείθων δὲ ἐπιψηφίσασθαι τοῖς κατὰ᾿ Αθανασίου κεκριμένοις ὑπὸ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων. ἐλογίζετο γὰρ ὡς, εἰ κοινῇ ψήφῳ ἐκποδὼν οὗτος γένοιτο, ῥᾳδίως ἂν καὶ τὰ περὶ τὴν θρησκείαν κατορθωθείη αὐτῷ. 4.. 1 Συνόδου δὲ τοῦ βασιλέως κατεπείγοντος ἐν Μεδιολάνῳ γενομένης ἐκ μὲν τῆς ἕω ὀλίγοι παρεγένοντο, τῶν ἄλλων ὡς εἰκὸς ἢ διὰ νόσον ἢ μακρὰν ὁδοιπορίαν παραιτησαμένων τὴν ἄφιξιν, τῶν δὲ πρὸς δύσιν πλείους ἢ τρια4.. 2 κόσιοι συνελέγησαν. ἀξιούντων δὲ τῶν [ἀνθρώπων] ἀπὸ τῆς ἕω καταδικάζειν᾿ Αθανασίου, ὡς ἂν παντελῶς ἀπελαθείη τῆς᾿ Αλεξανδρείας, οἱ μὲν 4.. 3 ἄλλοι ἢ δέει ἢ ἀπάτῃ ἢ ἀγνοίᾳ τῶν ὄντων συνῄνουν, μόνοι δὲ Διονύσιος ὁ῎ Αλβας ἐπίσκοπος (᾿ Ιταλίας δὲ ἥδε ἡ μητρόπολις) καὶ Εὐσέβιος ὁ Βερ- κέλλων τῆς Λιγυρίας, Παυλῖνος ὁ Τριβέρεως καὶ῾ Ροδανὸς καὶ Λουκίφερ ἀνέκραγον καὶ ἐμαρτύραντο μὴ χρῆναι ὡδὶ ῥᾳδίως καταδικάσαι᾿ Αθανασίου· μηδὲ γὰρ ἄχρι τούτου, εἰ γένοιτο, στήσεσθαι τὸ κακόν, χωρήσειν δὲ τὴν 4.. 4 ἐπιβουλὴν καὶ κατ' αὐτῶν τῶν ὀρθῶς περὶ θεοῦ δεδογμένων· ἐπὶ καθαιρέσει τε τῆς ἐν Νικαίᾳ πίστεως ταῦτα σπουδάζεσθαι παρὰ τοῦ βασιλέως καὶ τῶν τὰ᾿ Αρείου φρονούντων. καὶ οἱ μὲν ὧδε παρρησιασάμενοι ὑπερορίῳ 4.. 5 φυγῇ κατεδικάσθησαν, σὺν τούτοις δὲ καὶ῾ Ιλάριος. ἀληθῆ δὲ τοῦ ἐν Μεδιολάνῳ συλλόγου αἰτίαν εἶναι, ἣν ἔλεγον, ἐπιστοῦτο ἡ ἀπόβασις. οὐ πολλῷ γὰρ ὕστερον ἡ ἐν᾿ Αριμήνῳ καὶ Σελευκείᾳ σύνοδος συνελέγη, καὶ ἑκατέρα κατὰ τῶν ἐν Νικαίᾳ δεδογμένων νεωτερίζειν ἐπεχείρησεν, ὡς αὐτίκα ἐπιδείξω. 4.. 6᾿ Αθανάσιος δὲ πυθόμενος ἐπιβουλεύεσθαι ἐν τοῖς βασιλείοις, αὐτὸς μὲν πρὸς βασιλέα ἐλθεῖν οὔτε ἐθάρρησεν οὔτε λυσιτελεῖν ἐδοκίμασεν. ἐπιλεξάμενος δὲ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων πέντε, ὧν ἦν Σεραπίων ὁ Θμουαῖος, ἀνὴρ ἐς τὰ μάλιστα τὸν βίον θεσπέσιος καὶ λέγειν δεινός, πέμπει ὡς βασιλέα πρὸς δύσιν τότε τῆς ἀρχομένης διάγοντα. συμπέμπει δὲ αὐτοῖς καὶ τῆς ὑπ' αὐτὸν ἐκκλησίας πρεσβυτέρους τρεῖς καταλλάξοντας αὐτῷ τὸν κρατοῦντα καί, ἢν δέοι, πρὸς τὰς διαβολὰς τῶν ἐναντίων ἀπολογησομένους καὶ τὰ ἄλλα πράξοντας, ὅπῃ ἂν τῇ ἐκκλησίᾳ καὶ αὐτῷ ἄριστα γιγνώσκωσιν. 4.. 7 ἀποπλευσάντων δὲ αὐτῶν μετ' οὐ πολὺ γράμματα τοῦ βασιλέως ἐδέξατο καλοῦντα αὐτὸν εἰς τὰ βασίλεια. ἐπὶ δὲ τούτῳ αὐτός τε᾿ Αθανάσιος καὶ ὁ λαὸς τῆς ἐκκλησίας ἐταράχθησαν καὶ ἐναγώνιοι ἦσαν, οὔτε πείθεσθαι τῷ βασιλεῖ ἑτεροδόξῳ ὄντι ἀσφαλὲς νομίζοντες οὔτε ἀπειθεῖν ἀκίνδυνον. ἐκράτει δὲ ὅμως μένειν, καὶ ὁ τὰ γράμματα κομίσας ἄπρακτος ἀνέστρεφε. 4.. 8 Τῷ δὲ ἐπιγενομένῳ θέρει παραγενόμενος ἕτερος ἐκ βασιλέως σὺν τοῖς ἐν τῷ ἔθνει ἄρχουσι κατήπειγεν αὐτὸν ἐξιέναι τῆς πόλεως καὶ τὸν κλῆρον χαλεπῶς ἐπολέμησεν· ἀναθαρρήσαντος δὲ τοῦ λαοῦ τῆς ἐκκλησίας συντεταγμένους πρὸς 4.. πόλεμον ἰδὼν καὶ οὗτος οὐδὲν ἀνύσας ἐξεδήμησεν ἐντεῦθεν. οὐ πολλοῦ δὲ διαγενομένου χρόνου μετακαλοῦνται ἐξ Αἰγύπτου καὶ Λιβύης στρατιαί, ἃς λεγεῶνας῾ Ρωμαῖοι καλοῦσι. καὶ ἐπεὶ ἐμηνύθη κρύπτεσθαι᾿ Αθανάσιον κατὰ τὴν Θεωνᾶ καλουμένην ἐκκλησίαν, παραλαβὼν στρατιώτας ὁ τῶν τῇδε ταγμάτων ἡγεμὼν καὶ῾ Ιλάριον, ὃς ἐκ βασιλέως πάλιν ἀφῖκτο τάδε ἐπιταχύνων, ἀπροσδοκήτως ἀωρὶ κλάσας τὰς θύρας εἰς τὴν ἐκκλησίαν εἰσῆλθε, 4.. 10 πανταχῇ τε ἐπιζητήσας οὐ κατέλαβεν ἔνδοθεν᾿ Αθανάσιον. λέγεται γάρ, ὡς πολλάκις ὑπὸ θείων μηνυμάτων πολλοὺς καὶ ἄλλους κινδύνους διέφυγε, καὶ τήνδε τὴν ἔφοδον θεὸν αὐτῷ προαναφῆναι· αὐτίκα τε ἐξῄει, καὶ τοὺς στρατιώτας τὰς θύρας καταλαβεῖν τῆς ἐκκλησίας, ἀκαριαίῳ τινὶ χρόνῳ τῆς αὐτοῦ συλλήψεως ὑστερήσαντας.
4.10.1
῎ Εοικε δὲ μηδὲ προσήκειν ἀπιστεῖν, ὡς θεοφιλὴς ὅδε ἀνὴρ ὑπῆρχε καὶ τρανῶς προεώρα τὸ μέλλον. θαυμαστότερα γὰρ ἢ κατὰ τὰ προειρημένα περὶ αὐτοῦ παρειλήφαμεν, ἀκριβεστάτην ἐπιμαρτυροῦντα αὐτῷ τῶν ἐσο
4.10.2
μένων εἴδησιν. οὕτω γοῦν ἡνίκα τὸ πρῶτον ἔτι Κώνσταντος περιόντος κακουργεῖν αὐτὸν ἐβεβούλευτο ὁ βασιλεύς, φυγὰς γενόμενος παρά τινι τῶν γνωρίμων ἐκρύπτετο· καὶ ἐπὶ πολλῷ χρόνῳ διέτριβεν ἐν μυχῷ γῆς καὶ ἀνηλίῳ οἰκήματι, ὃ ταμιεῖον τὸ πρὶν ὑδάτων ἐτύγχανε. συνῄδει δὲ οὐδεὶς ἢ παρ' οἷς ἐλάνθανε καὶ θεράπαινα τούτων πιστὴ δοκοῦσα, ὡς ἂν αὐτῷ
4.10.3
διακονοίη. πολλῆς δὲ οὔσης σπουδῆς τοῖς ἑτεροδόξοις ζωγρῆσαι τὸν ἄνδρα, οἷα εἰκὸς ἐπὶ δώροις ἢ ὑποσχέσεσιν ἔμελλεν αὐτὸν καταμηνύειν ἡ θεράπαινα. προαναφήναντος δὲ τοῦ θεοῦ τὴν ἐπιβουλὴν φθάσας ἑτέρωθι μετῴκησε. καὶ ἡ θεράπαινα τιμωρίαν ἔδωκεν ὡς ψευδῆ μηνύσασα κατὰ τῶν δεσποτῶν, οἳ δὴ πεφεύγεσαν. οὐ γὰρ τὸ τυχὸν ἐποιοῦντο ἔγκλημα οἱ τῆς ἐναντίας αἱρέσεως κατὰ τῶν ὑποδεχομένων ἢ κρυπτόντων᾿ Αθανάσιον, ἀλλ' ὡς ἀπειθεῖς προστάξεσι βασιλέως καὶ περὶ πολιτείαν ἁμαρτάνοντας εἰς δικαστήριον εἷλκον.
4.10.4
Καὶ παραπλησίου δ' αὖ καὶ ἄλλοτε ἐπὶ᾿ Αθανασίῳ συμβάντος εἰς ἀκοὴν ἦλθον. ἐπεὶ γὰρ κατὰ τοιαύτην αἰτίαν ὡς ἐπὶ Αἴγυπτον φεύγων ἀνέπλεεν ἐπὶ τὸν Νεῖλον, μηνυσάντων τοῦτό τινων ἐδίωκον αὐτὸν οἱ συλληψόμενοι. προμαθὼν δὲ θειόθεν τὴν δίωξιν ἐξήγγειλε τοῖς συμπλέουσι καὶ ἀναστρέφειν ἐπὶ τὴν᾿ Αλεξάνδρειαν ἐκέλευσεν. ἐν δὲ τῷ καταπλεῖν ἀναπλέοντας τοὺς ἐπιβούλους παραμείψας ἐπὶ τὴν πόλιν διεσώθη καὶ ὡς ἐν ὁμίλῳ καὶ πλήθει οἰκημάτων ἀσφαλέστερον ἐλάνθανεν.
4.10.5
᾿ Εκ δὴ τῶν τοιούτων καὶ πολλῶν ἄλλων ὁμοίως προμηνυομένων παρ' αὐτοῦ διεβάλλετο παρὰ τῶν ἐναντίων῾ Ελλήνων τε καὶ ἑτεροδόξων ὡς
4.10.6
γοητείαις ταῦτα κατορθῶν. λόγος οὖν ποτε προϊόντος αὐτοῦ ἀνὰ τὴν πόλιν συμβὰν οὕτως ἐφιπταμένην κορώνην κρᾶξαι· παρατυχὸν δὲ πλῆθος῾ Ελλήνων οἷα εἰς γόητα ἀποσκῶπτον ἐξαιτῆσαι εἰπεῖν αὐτοῖς, ὅ τι λέγοι ἡ κορώνη. τὸν δὲ φάναι ἠρέμα ἐπιγελάσαντα· «κρᾶς ἐστιν αὔριον τῇ῾ Ρωμαίων φωνῇ· τοῦτο τοίνυν κράζουσα ἀηδῆ τὴν αὔριον ὑμῖν ἔσεσθαι ἀγγέλλει· σημαίνει γὰρ ἐκ προστάγματος τοῦ῾ Ρωμαίων βασιλέως κωλυθήσεσθαι ὑμᾶς
4.10.7
τὴν ἑξῆς ἑορτὴν ἄγειν.» ἡ δὲ᾿ Αθανασίου πρόρρησις καίπερ γελοιώδης δόξασα ἀληθὴς ἐφάνη· τῇ γὰρ ἐς αὔριον γράμματα τοῦ κρατοῦντος ἀπεδόθη τοῖς ἄρχουσι παρακελευόμενα μὴ συγχωρεῖν τοὺς῞ Ελληνας τοῖς ναοῖς προσβάλλειν μηδὲ τὰς συνήθεις θρησκείας καὶ πανηγύρεις ἐπιτελεῖν· καὶ ἡ παρατυχοῦσα τότε ἑορτὴ διελύθη, σεβάσμιός τε οὖσα καὶ πολυτελὴς῞ Ελλησιν.
4.10.8
῾ Ως μὲν οὖν προφητικὸς ὁ ἀνὴρ ἐγένετο, ἀπόχρη τάδε εἰπεῖν. ἐπεὶ δέ, ὡς εἴρηται, διέφυγε τοὺς ἐπὶ συλλήψει αὐτοῦ παραγενομένους, ἐπί τινι χρόνῳ διέμεινεν ὁ ὑπ' αὐτὸν κλῆρος καὶ λαὸς τὰς ἐκκλησίας κατέχοντες, εἰσότε δὴ ὁ Αἰγύπτου ὕπαρχος καὶ ὁ ἡγούμενος τῶν τῇδε στρατιῶν ἐκβαλόντες τοὺς αὐτῷ πειθομένους παρέδοσαν αὐτὰς τοῖς προσδοκῶσι Γεώργιον. 4. 10. οὐκ εἰς μακρὰν δὲ αὐτὸς Γεώργιος ἀφίκετο καὶ τὰς ἐκκλησίας ὑφ' ἑαυτὸν εἶχε. βιαιότερον δὲ ἢ κατὰ πρόσχημα καὶ ἦθος ἱερέως ἐπιτηδεύων κρατεῖν καὶ πᾶσι μὲν φοβερὸς εἶναι θέλων, πρὸς δὲ τοὺς᾿ Αθανάσιον ἐπαινοῦντας καὶ ἀπηνής, ὡς δεσμὰ καὶ πληγὰς ἄνδρας τε καὶ γυναῖκας ὑπομεῖναι, οἷα
4.10.10
τύραννος ἐνομίζετο. ὑπὸ τοιαύτης δὲ αἰτίας εἰς κοινὸν μῖσος ἐμπεσόντι κινηθεὶς εἰς ὀργὴν ὁ δῆμος ἐπέστη ἐν τῇ ἐκκλησίᾳ διατρίβοντι, καὶ μικροῦ αὐτὸν διεχειρίσαντο. καὶ ὁ μὲν ὧδε κινδυνεύσας μόλις διεσώθη καὶ πρὸς
4.10.11
βασιλέα φεύγει. οἱ δὲ τὰ᾿ Αθανασίου φρονοῦντες τὰς ἐκκλησίας κατέσχον. ἐγένετο δὲ τοῦτο οὐκ ἐπὶ πολλῷ χρόνῳ. παραγενόμενος γὰρ ὁ τῆς Αἰγύπτου στρατηγὸς πάλιν τοῖς Γεωργίου τὰς ἐκκλησίας παρέδωκε. μετὰ δὲ ταῦτα ταχυγράφος βασιλικὸς ἐκ τοῦ τάγματος τῶν καλουμένων νοταρίων ἀποσταλεὶς τιμωρῆσαι πολλοὺς᾿ Αλεξανδρέων ἐβασάνισε καὶ ᾐκίσατο.
4.10.12
μετ' οὐ πολὺ δὲ καὶ αὐτὸς Γεώργιος ἐπανῆλθε φοβερώτερος ἐκ τῶν εἰρημένων ὡς εἰκὸς γεγενημένος καὶ μᾶλλον ἢ πρότερον μισούμενος, ὡς εἰς κάκωσιν πολλῶν βασιλέα κεκινηκὼς καὶ ἐπὶ δυσπιστίᾳ καὶ τύφῳ διαβαλλόμενος παρὰ τῶν ἐν Αἰγύπτῳ μοναχῶν, ὧν τῇ δόξῃ τὸ πλῆθος εἵπετο καὶ τὰς μαρτυρίας ἀληθεῖς ἡγεῖτο, καθότι ἀρετὴν ἤσκουν καὶ ἐν φιλοσοφίᾳ ὁ βίος αὐτοῖς ἦν.
4.11.1
Τάδε μὲν ὧδε ἐφεξῆς οὐ κατὰ τὸν αὐτὸν καιρὸν᾿ Αθανασίῳ τε καὶ τῇ᾿ Αλεξανδρέων ἐκκλησίᾳ συνέβη μετὰ τὴν Κώνσταντος τελευτήν. σαφηνείας
4.11.2
δὲ χάριν ταῦτα συλλήβδην ἐνταῦθα διηγησάμην. ἀπράκτου δὲ διαλυθείσης τῆς ἐν Μεδιολάνῳ συνόδου τοὺς μὲν ἀντειπόντας τοῖς κατὰ᾿ Αθανασίου σπουδάζουσιν ἐκποδὼν ἐποίησεν ὁ βασιλεὺς φυγὴν αὐτῶν καταδικάσας· περὶ πολλοῦ δὲ ποιούμενος πανταχοῦ τὴν ἐκκλησίαν συμφωνεῖν περὶ τὸ δόγμα καὶ τοὺς ἱερέας ὁμονοεῖν, ἐβουλεύετο πανταχόθεν ἐπισκόπους εἰς τὴν δύσιν καλεῖν. ἐννοούμενος δὲ ὡς ἐργῶδες τοῦτο διὰ τὸ μῆκος τῆς ἐν μέσῳ γῆς καὶ θαλάσσης, ἠπόρει μὲν ὅ τι ποιήσει, παντελῶς δὲ οὐ καθυφίει.
4.11.3
Μένων δὲ ἐπὶ τῆς αὐτῆς γνώμης, πρὶν εἰς῾ Ρώμην ἐλθεῖν καὶ τὴν εἰωθυῖαν῾ Ρωμαίοις ἐπιτελεῖν πομπὴν κατὰ τῶν νενικημένων, μετακαλεσάμενος Λιβέριον τὸν῾ Ρώμης ἐπίσκοπον ἔπειθεν ὁμόφρονα γενέσθαι τοῖς ἀμφ' αὐτὸν ἱερεῦσιν, ὧν ἦν καὶ Εὐδόξιος. ἀνταίροντα δὲ καὶ ἰσχυριζόμενον μήποτε
4.11.4
τοῦτο ποιήσειν προσέταξεν εἰς Βεροίην τῆς Θρᾴκης ἀπάγεσθαι. λέγεται δὲ σὺν ταύτῃ πρόφασις εἶναι τῆς Λιβερίου φυγῆς καὶ τὸ μὴ ἑλέσθαι τὴν πρὸς᾿ Αθανάσιον κοινωνίαν ἀρνήσασθαι, ἀλλ' ἀνδρείως περὶ τούτου ἀντειπεῖν βασιλεῖ, ἐπαιτιωμένῳ ὡς τὰς ἐκκλησίας ἠδίκησε καὶ τοῖν ἰδίοιν ἀδελφοῖν τὸν μὲν πρεσβύτερον ἀπώλεσε, Κώνσταντα δέ, ὅσον εἰς αὐτὸν ἧκεν, ἐχθρὸν αὐτῷ κατέστησε· προϊσχομένῳ τε τὴν κρίσιν τῶν πανταχοῦ καὶ μάλιστα ἐν Τύρῳ κατ' αὐτοῦ συνεληλυθότων, τούτοις μὲν ὡς κατὰ πάντα πρὸς ἀπέχθειαν
4.11.5
καὶ χάριν ἢ δέος ψηφισαμένοις μὴ χρῆναι τίθεσθαι ἔλεγε Λιβέριος· ἐζήτει δὲ τὴν μὲν ἐν Νικαίᾳ παραδοθεῖσαν πίστιν ὑπογραφαῖς τῶν πανταχοῦ ἐπισκόπων κρατύνεσθαι καὶ τοὺς διὰ τοῦτο ἐν ὑπερορίαις διατρίβοντας μετα
4.11.6
καλεῖσθαι. κατορθωθέντων δὲ τούτων, ὥστε μὴ ὀχληροὺς καὶ ἐπιζημίους δόξαι, δημοσίων ὀχημάτων ἢ χρημάτων μὴ μεταδοῦναί τινι, ἀλλ' ἰδίᾳ δαπάνῃ πάντας εἰς τὴν᾿ Αλεξάνδρειαν συνελθεῖν, ἔνθα ὁ ἠδικηκὼς καὶ οἱ ἠδικημένοι καὶ τῶν ἐγκλημάτων οἱ ἔλεγχοι καὶ ἀκριβὴς τῆς ἐπὶ τούτοις
4.11.7
ἀληθείας βάσανος. ἐπιδεικνύς τε τὴν ἐπὶ᾿ Αθανασίῳ ἔγγραφον μαρτυρίαν Οὐάλεντος καὶ Οὐρσακίου, ἣν ἐπιδεδώκασιν᾿ Ιουλίῳ τῷ πρὸ αὐτοῦ τὸν τῶν῾ Ρωμαίων θρόνον ἐπιτροπεύσαντι συγγνώμην αἰτοῦντες καὶ τὰ πρὸς αὐτῶν ἐν τῷ Μαρεώτῃ πεπραγμένα ψευδῆ καταμηνύοντες, ἠξίου μὴ καταδικάζειν αὐτοῦ ἀπόντος τὸν βασιλέα μηδὲ τοῖς τότε ψηφισαμένοις πείθεσθαι,
4.11.8
ἅτε δήλης τῆς ἐπιβουλῆς οὔσης. ἕνεκα δὲ τοῖν ἀδελφοῖν μὴ προσδοκᾶν αὐτὸν ἀμύνεσθαι διὰ ἱερατικῆς χειρός, ἣν οὐχ ἕτοιμον εἰς τοῦτο, ἀλλ' εἰς ἁγιασμὸν καὶ πᾶσαν δικαίαν τε καὶ ἀγαθὴν πρᾶξιν τὸ θεῖον ἐνομοθέτησεν. 4. 11.᾿ Επεὶ οὖν οὐ καθυφῆκεν οἷς ἐπέταττε, προσέταξεν αὐτῷ ὁ βασιλεὺς εἰς τὴν Θράκην ἀπάγεσθαι, εἰ μὴ μετάθοιτο τῆς γνώμης ἐντὸς ἡμερῶν δύο. «ἀλλ' ἐμοί», ἔφη Λιβέριος, «ὦ βασιλεῦ, οὐ βουλῆς δεῖ· πάλαι γὰρ ταῦτα εὖ μοι βεβούλευται καὶ δέδοκται, καὶ τῆς ὁδοῦ ἐντεῦθεν ἤδη ἔχομαι.»
4.11.10
λέγεται δὲ ἀπαγομένῳ αὐτῷ πεντακοσίους χρυσοῦς ἀποστεῖλαι, τὸν δὲ μὴ δεξάμενον εἰπεῖν τῷ κομίσαντι· «ἄπιθι καὶ ἄγγειλον τῷ πεπομφότι τὸ χρυσίον τοῦτο δοῦναι τοῖς ἀμφ' αὐτὸν κόλαξι καὶ ὑποκριταῖς, οὓς ὑπὸ ἀπληστίας διηνεκὴς ἔνδεια ὁσημέραι ὀχλοῦσα κολάζει ἀεὶ χρημάτων ἐπιθυμοῦντας, μηδέποτε δὲ κορεννυμένους· ἡμῖν δὲ ὁ Χριστὸς ἐν ἅπασι τῷ πατρὶ ὅμοιος τροφεὺς καὶ ταμίας ἐστὶ πάντων τῶν ἀγαθῶν.»
4.11.11
᾿ Εκ δὴ τοιαύτης αἰτίας καὶ Λιβέριος ἀφῃρέθη τῆς῾ Ρωμαίων ἐκκλη- σίας· ἐπιτρέπεται δὲ ταύτην Φίληξ διάκονος τοῦ ἐνταῦθα κλήρου. ὃν ὁμόφρονά φασι διαμεῖναι κατὰ τὴν πίστιν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι καὶ παντελῶς θρησκείας ἕνεκα ἀνέγκλητον. τουτὶ δὲ μόνον ἐγκαλεῖσθαι, ὅτι
4.11.12
γε πρὸ χειροτονίας καὶ κοινωνίας ἑτεροδόξων ἀνδρῶν ἠνέσχετο. ὡς δὲ εἰσήλαυνεν εἰς῾ Ρώμην ὁ βασιλεὺς καὶ πολὺς ἦν ὁ ἐνθάδε δῆμος περὶ Λιβερίου ἐκβοῶν καὶ δεόμενος αὐτὸν ἀπολαβεῖν, βουλευσάμενος μετὰ τῶν συνόντων αὐτῷ ἐπισκόπων ἀπεκρίνατο μετακαλεῖσθαι αὐτὸν καὶ τοῖς αἰτοῦσιν ἀποδώσειν, εἰ πεισθείη τοῖς συνοῦσιν αὐτῷ ἱερεῦσιν ὁμοφρονεῖν.
4.12.1
Περὶ δὲ τοῦτον τὸν χρόνον εἰς τὸ φανερὸν ἐδίδασκεν᾿ Αέτιος ἣν εἶχε περὶ θεοῦ δόξαν. ἦν δὲ τότε διάκονος τῆς᾿ Αντιοχέων ἐκκλησίας, παρὰ Λεοντίου γενόμενος. τὰ αὐτὰ δὲ᾿ Αρείῳ ἐδόξαζε, κτιστὸν καὶ ἐξ οὐκ ὄντων ἀνόμοιόν τε λέγων τῷ πατρὶ τὸν υἱόν. ἐριστικὸς δέ τις εἰσάγαν ὢν καὶ τολμηρὸς ἐν τοῖς περὶ θεοῦ λόγοις, ἀσφαλῶς τε καὶ ποικίλως τοῖς συλλογισμοῖς χρώ
4.12.2
μενος, ἔδοξεν ἑτερόδοξος εἶναι οἷς ὁμοίως ἐφρόνει. ἐκβληθείς τε τῆς αὐτῶν ἐκκλησίας ἐσκήπτετο παραιτεῖσθαι τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὡς᾿ Αρείῳ κεκοινωνηκότας μὴ δέον· «ὅτι», φησίν, «ἐπιώρκησεν, ἡνίκα μεταμεληθεὶς ὀμώμοκε Κωνσταντίνῳ τῷ βασιλεῖ συνῳδὰ φρονεῖν τοῖς ἐν Νικαίᾳ συνεληλυθόσι.» καὶ τὰ μὲν ὧδε λέγεται.
4.12.3
῎ Ετι δὲ τοῦ βασιλέως ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ διάγοντος ἀγγέλλεται τετελευτηκέναι Λεόντιος ὁ᾿ Αντιοχείας ἐπίσκοπος. ὡς φυλακῆς δὲ προσδεομένης τῆς ἐνθάδε ἐκκλησίας ἐδεήθη τοῦ βασιλέως Εὐδόξιος ἐπανελθεῖν εἰς
4.12.4
Συρίαν. ἐπιτραπεὶς δὲ τοῦτο σπουδῇ καταλαμβάνει τὴν᾿ Αντιόχειαν καὶ περιποιεῖται ἑαυτῷ τὴν ἐνθάδε ἐπισκοπήν, μήτε Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου μήτε Μάρκου τοῦ᾿ Αρεθούσης, οἳ δὴ τότε τῶν ἐν Συρίᾳ ἐπισκόπων ἐπίσημοι ἦσαν, μήτε τῶν ἄλλων, οἷς ἡ χειροτονία διέφερε, συνθεμένων. λόγος δὲ ταῦτα τὸν αὐτὸν πραγματεύσασθαι κατὰ γνώμην τοῦ κρατοῦντος, τῶν ἐν τοῖς βασιλείοις εὐνούχων συμπραξάντων, οἳ ἅμα Εὐδοξίῳ τὸ᾿ Αετίου
4.12.5
δόγμα ἐπῄνουν καὶ ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον. ὡς οὖν ἐκράτησε τῆς᾿ Αντιοχέων ἐκκλησίας, παρρησίας λαβόμενος περιφανῶς ἤδη προΐστατο τῆς τοιαύτης αἱρέσεως. καὶ συνελθὼν ἐν᾿ Αντιοχείᾳ ἅμα τοῖς τὰ τοιαῦτα φρονοῦσιν, ὧν ἦσαν καὶ᾿ Ακάκιος ὁ Καισαρείας τῆς Παλαιστίνης ἐπίσκοπος καὶ Οὐράνιος ὁ Τύρου, [ὃς] μετὰ τοῦ ὁμοουσίου καὶ τὸ ὁμοιούσιον ὄνομα ἠθέτει, πρόφασιν ποιούμενος ὡς καὶ οἱ ἀνὰ τὴν δύσιν ἐπίσκοποι ταῦτα
4.12.6
ἐψηφίσαντο.῞ Οσιος γὰρ ἅμα τισὶ τῶν ἐνθάδε ἱερέων ἐπὶ καταλύσει τῆς Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμανίου φιλονικίας βιασθεὶς ἐν Σιρμίῳ, ὡς εἴρηται, συνεχώρησε μήτε ὁμοούσιον μήτε ὁμοιούσιον λέγειν, ὡς μηδὲ ταῖς ἱεραῖς γραφαῖς ἐγνωσμένων τῶν ὀνομάτων καὶ ὑπὲρ νοῦν ἀνθρώ
4.12.7
πων ὂν οὐσίαν θεοῦ πολυπραγμονεῖν. ὡς κατωρθωκόσι δὲ περὶ τούτου τὰ῾ Οσίου γράμματα πρὸς αὐτοὺς ἐπιστολὴν διεπέμψαντο, Οὐάλεντι καὶ Οὐρσακίῳ καὶ Γερμανίῳ χάριν ὁμολογοῦντες καὶ τοῦ ὀρθῶς δοξάζειν τοὺς ἐν τῇ δύσει τὰς ἀφορμὰς αὐτοῖς ἀνατιθέντες.
4.13.1
᾿ Επεὶ δὲ ὧδε ἐνεωτέριζεν Εὐδόξιος καὶ πολλοὶ τῆς᾿ Αντιοχέων ἐκκλη- σίας ἐναντιούμενοι αὐτῷ ἐξηλάθησαν, γράμματα λαβόντες Γεωργίου τοῦ Λαοδικείας ἐπισκόπου παρεγένοντο εἰς῎ Αγκυραν τῆς Γαλατίας. ἔτυχε γὰρ Βασίλειος ἐπὶ καθιερώσει ἧς ἐδείματο ἐκκλησίας συγκαλέσας πολλοὺς τῶν πλησιοχώρων ἐπισκόπων, οἷς ἀπέδωκεν τὴν Γεωργίου ἐπιστολήν· ἔχει δὲ ὧδε·
4.13.2
«Κυρίοις τιμιωτάτοις Μακεδονίῳ, Βασιλείῳ, Κεκροπίῳ, Εὐγενίῳ" 7Γεώργιος ἐν κυρίῳ χαίρειν." 7Τὸ᾿ Αετίου ναυάγιον σχεδόν που πᾶσαν κατείληφε τὴν᾿ Αντιοχέων." 7τοὺς γὰρ παρ' ὑμῖν ἀτιμαζομένους μαθητὰς τοῦ δυσωνύμου᾿ Αετίου πάντας" 7καταλαβὼν Εὐδόξιος εἰς κληρικοὺς προβάλλεται, ἐν τοῖς μάλιστα τετιμη" 7μένοις ἔχων τὸν αἱρετικὸν᾿ Αέτιον. καταλάβετε οὖν τὴν τηλικαύτην πόλιν,
4.13.3
" 7μὴ τῷ ναυαγίῳ αὐτῆς καὶ ἡ οἰκουμένη παρασυρῇ. καὶ εἰς ταὐτὸν γενό" 7μενοι, ὅσους καὶ γενέσθαι ἐγχωρεῖ, παρὰ τῶν ἄλλων ἐπισκόπων ὑπογραφὰς" 7ἀπαιτήσατε, ἵνα καὶ᾿ Αέτιον ἐκβάλῃ τῆς᾿ Αντιοχέων ἐκκλησίας Εὐδόξιος" 7καὶ τοὺς αὐτοῦ μαθητὰς ὄντας, προχειρισθέντας εἰς κανόνα, ἐκκόψῃ. ἢ ἐὰν" 7ἐπιμείνῃ μετὰ᾿ Αετίου ἀνόμοιον καλῶν καὶ τοὺς τοῦτο τολμῶντας λέγειν" 7τῶν μὴ λεγόντων προτιμῶν, οἴχεται ἡμῖν, ὡς φθάσας ἔφην, τέως ἡ᾿ Αν" 7τιοχέων.»
4.13.4
Τάδε μὲν περιεῖχεν ἡ Γεωργίου ἐπιστολή. οἱ δὲ ἐν᾿ Αγκύρᾳ ἐπίσκοποι, ἐπειδὴ ἀπεδείχθη ὁ Εὐδοξίου νεωτερισμὸς ἐξ ὧν περὶ τοῦ δόγματος ἐγγράφως ἐψηφίσατο μεθ' ὧν ἐν᾿ Αντιοχείᾳ συνῆλθε, δηλοῦσι ταῦτα τῷ βασιλεῖ· καὶ ἐξαιτοῦσι γενέσθαι τινὰ πρόνοιαν, ὥστε κρατεῖν τὰ ἐν Σαρδικῇ καὶ ἐν Σιρμίῳ καὶ ταῖς ἄλλαις συνόδοις κεκριμένα, ἐν αἷς συνεδόκει ὅμοιον
4.13.5
εἶναι κατ' οὐσίαν τῷ πατρὶ τὸν υἱόν. καὶ αἱροῦνται περὶ τούτου πρεσβεύειν πρὸς βασιλέα αὐτός τε Βασίλειος ὁ᾿ Αγκύρας ἐπίσκοπος καὶ Εὐστάθιος ὁ Σεβαστείας καὶ᾿ Ελεύσιος ὁ Κυζίκου καὶ Λεόντιος πρεσβύτερος ἐκ θαλαμη-
4.13.6
πόλου βασιλικοῦ. ὡς δὲ ἀφίκοντο εἰς τὰ βασίλεια, καταλαμβάνουσιν᾿ Ασφάλιόν τινα πρεσβύτερον ἐξ᾿ Αντιοχείας, εἰσάγαν σπουδαστὴν τῆς᾿ Αετίουαἱρέσεως, ἤδη πράξαντα ἐφ' ᾧ παρεγένετο καὶ γράμματα παρὰ βασιλέως κομισάμενον ἐκδημεῖν μέλλοντα. καταμηνυθείσης δὲ τῆς αἱρέσεως διὰ τῶν ἐξ᾿ Αγκύρας πρέσβεων καταψηφίζεται Κωνστάντιος τῶν ἀμφὶ τὸν Εὐδόξιον καὶ ἀνακομίζεται παρὰ᾿ Ασφαλίου τὴν ἰδίαν ἐπιστολήν· γράφει δὲ τάδε·
4.14.1
«Νικητὴς Κωνστάντιος μέγιστος Σεβαστὸς τῇ κατὰ᾿ Αντιόχειαν ἁγίᾳ" 7ἐκκλησίᾳ." 7Εὐδόξιος οὐ παρ' ἡμῶν ἧκε· μηδεὶς οὕτως οἰέσθω. πόρρω τοῦ προστί" 7θεσθαι τοῖς τοιούτοις ἐσμέν. εἰ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦτο σοφίζονται," 7εὔδηλοι δήπουθέν εἰσιν εἰς τὸ κρεῖττον κομψευόμενοι. τίνων γὰρ ἂν ἑκόντες" 7ἀπόσχοιντο οἱ δυναστειῶν ἕνεκεν τὰς πόλεις ἐπιόντες, ἀπ' ἄλλης εἰς ἄλλην" 7μεταπηδῶντες ὥσπερ τινὲς μετανάσται, πάντα μυχὸν πολυπραγμονοῦντες
4.14.2
" 7ἐπιθυμίᾳ τοῦ πλείονος; εἶναι δὲ λόγος περὶ αὐτοὺς ἀγύρτας τινὰς καὶ σοφι" 7στάς, οὓς οὐδὲ ὀνομάζειν θέμις, ἐργαστήριον πονηρόν τε καὶ δυσσεβέστατον." 7πάντως που καὶ αὐτοὶ συνίετε τὸ σύστημα. πάντως ἐκ τῶν λόγων τὸν" 7αἴτιον γνωρίζετε καὶ τοὺς περὶ τὴν αἵρεσιν ταύτην ἐσχολακότας, οἷς ἓν
4.14.3
" 7τοῦτο μόνον ἔργον ἐστὶ τὸ διαφθείρειν τὰ πλήθη. ἀλλ' οἱ κομψοὶ καὶ πρὸς" 7πάντα εὔτολμοι ἤδη τι τοιοῦτον πρός τινας ἐνεανιεύσαντο, ὅτι χαίροιμεν" 7αὐτῶν τῇ χειροτονίᾳ, ἣν ἑαυτοὺς ἐχειροτόνησαν. ταῦτα παρ' ἐκείνων μὲν" 7ᾄδεται τῶν τὰ τοιαῦτα θρυλεῖν εἰωθότων, ἔστι δ' οὐδ' ὅλως ποθὲν οὐδ'
4.14.4
" 7ἐγγύς. καί μοι τῶν πρώτων ἀναμνήσθητε λόγων, ὅτε περὶ τῆς πίστεως" 7ἐσκοποῦμεν, ἐν οἷς ὁ σωτὴρ ἡμῶν ἀπεδείκνυτο υἱὸς τοῦ θεοῦ καὶ κατ'" 7οὐσίαν ὅμοιος τῷ πατρί. ἀλλ' οἱ γενναῖοι καὶ περὶ τοῦ κρείττονος λέγοντες" 7εὐχερῶς τὰ παριστάμενα εἰς τοσοῦτον προῆλθον ἀθεΐας, ὥστε καινά τινα
4.14.5
" 7παρὰ τὰ ὄντα νομίζειν καὶ τοὺς ἄλλους πειρᾶσθαι διδάσκειν. οἷς ὅτι μὲν" 7εἰς κεφαλὴν τρέψεται, πάνυ πεπιστεύκαμεν, ἀρκέσει δὲ τέως εἴργεσθαι" 7συνόδων αὐτοὺς καὶ συλλόγου κοινοῦ. καὶ γὰρ δὴ μὴ προαχθείην εἰπεῖν" 7ἐν τῷ παρόντι, ὅσα μικρὸν ὕστερον ἐκεῖνοι πείσονται, ἢν μὴ τῆς λύσσης
4.14.6
" 7ταύτης ἀπόσχοιντο. οἱ δέ (καὶ τί γὰρ οὐκ ἐπεισάγουσι τῷ κακῷ;) τοὺς" 7πονηροτάτους ὥσπερ ἐξ ἐντολῆς ἀγείροντες τούτους δὴ τοὺς τῶν αἱρέσεων" 7ἀρχηγοὺς εἰς τὸν κλῆρον καταλέγουσι, σχῆμα σεμνὸν οὕτω κιβδηλεύοντας," 7ὥσπερ ἐξὸν αὐτοὺς ἄγειν καὶ φέρειν ἅπαντα. καίτοι τίς ἂν εἰς ζῶντας" 7τελῶν τούτων ἀνάσχοιτο, οἳ τὰς μὲν πόλεις τοῦ δυσσεβεῖν ἐμπιπλῶσι, τὴν" 7δὲ ὑπερορίαν μιάσμασιν ἀποκρύπτουσιν, ἓν τοῦτο μόνον ἔργον ἀγαπῶντες" 7τὸ τοῖς καλοῖς ἀπεχθάνεσθαι διηνεκῶς. ἔρρετ' ὦ πανούργων σύστημα·
4.14.7
" 7τί θειοτέροις θώκοις ἐνίδρυσαν; νῦν ὥρα τοὺς τῆς ἀληθείας τροφίμους εἰς" 7φῶς ἥκειν καὶ μέσους, ὅσοι τῶν ἠθῶν ἐκφοιτῶντες φόβῳ κατείχοντο πάλαι." 7τὰ γὰρ δὴ σοφὰ τούτων ἐξελήλεγκται· καὶ μηχανῆς οὐδεὶς ἔσται τρόπος" 7καινός, ὃς ἐξαιρήσεται τούτους τοῦ δυσσεβεῖν. ἀνδρῶν ἀγαθῶν ἔργον τῇ" 7πίστει τῶν πατέρων συζῆν καὶ ταύτην ἐπαύξειν ὁσημέραι, πέρα δὲ μὴ πολυ" 7πραγμονεῖν. παραινέσαιμι δ' ἂν καὶ τοὺς ἐκ τοῦ βαράθρου ὀψέ ποτε μετα" 7θεμένους θέσθαι ταύτῃ τῇ ψήφῳ, ἣν οἱ τὰ θεῖα σοφοὶ μετὰ τοῦ κρείττονος" 7ἐψηφίσαντο δεόντως ἐπίσκοποι.»᾿ Εξ ἐκείνου μὲν οὖν τοῦτον τὸν τρόπον παρ' ὀλίγον ἐκινδύνευσε κρατεῖν ἡ τῶν᾿ Ανομοίων καλουμένη αἵρεσις.
4.15.1
Οὐ πολλῷ δὲ ὕστερον ἐπανελθὼν ἐκ τῆς῾ Ρώμης εἰς Σίρμιον ὁ βασιλεὺς πρεσβευσαμένων τῶν ἀπὸ τῆς δύσεως ἐπισκόπων μετακαλεῖται Λιβέριον ἐκ Βεροίας, παρόντων τε τῶν ἀπὸ τῆς ἕω πρέσβεων, συναγαγὼν τοὺς παρατυχόντας ἐν τῷ στρατοπέδῳ ἱερέας, ἐβιάζετο αὐτὸν ὁμολογεῖν μὴ εἶναι τῷ πατρὶ τὸν υἱὸν ὁμοούσιον. ἐνέκειντο δὲ καὶ τὸν κρατοῦντα ἐπὶ τοῦτο ἐκίνουν πλείστην παρ' αὐτῷ παρρησίαν ἄγοντες Βασίλειος καὶ Εὐστάθιος καὶ
4.15.2
᾿ Ελεύσιος. οἳ δὴ τότε εἰς μίαν γραφὴν ἀθροίσαντες τὰ δεδογμένα ἐπὶ Παύλῳ τῷ ἐκ Σαμοσάτων καὶ Φωτεινῷ τῷ ἐκ Σιρμίου καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν τοῖς ἐγκαινίοις τῆς᾿ Αντιοχέων ἐκκλησίας, ὡς ἐπὶ προφάσει τοῦ ὁμοουσίου ἐπιχειρούντων τινῶν ἰδίᾳ συνιστᾶν τὴν αἵρεσιν, παρασκευάζουσι συναινέσαι ταύτῃ Λιβέριον,᾿ Αθανάσιόν τε καὶ᾿ Αλέξανδρον καὶ Σευηριανὸν καὶ Κρί- σκεντα, οἳ ἐν᾿ Αφρικῇ ἱέρωντο. ὁμοίως δὲ συνῄνουν καὶ Οὐρσάκιος καὶ Γερμάνιος ὁ Σιρμίου καὶ Οὐάλης ὁ Μουρσῶν ἐπίσκοπος καὶ ὅσοι ἐκ τῆς ἕω
4.15.3
παρῆσαν. ἐν μέρει δὲ καὶ ὁμολογίαν ἐκομίσαντο παρὰ Λιβερίου ἀποκηρύττουσαν τοὺς μὴ κατ' οὐσίαν καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνοντας. ἡνίκα γὰρ τὴν῾ Οσίου ἐπιστολὴν ἐδέξαντο Εὐδόξιος καὶ οἱ σὺν αὐτῷ ἐν᾿ Αντιοχείᾳ τῇ᾿ Αετίου αἱρέσει σπουδάζοντες, ἐλογοποίουν ὡς καὶ Λιβέριος τὸ ὁμοούσιον ἀπεδοκίμασε καὶ ἀνόμοιον τῷ πατρὶ τὸν
4.15.4
υἱὸν δοξάζει. ἐπεὶ δὲ ταῦτα ὧδε κατώρθωτο τοῖς ἐκ τῆς δύσεως πρέσβεσιν, ἀπέδωκεν ὁ βασιλεὺς Λιβερίῳ τὴν ἐπὶ῾ Ρώμην ἐπάνοδον· γράφουσί τε προσδέξασθαι αὐτὸν οἱ ἐν Σιρμίῳ ἐπίσκοποι Φίληκι τῷ ἡγουμένῳ τότε τῆς῾ Ρωμαίων ἐκκλησίας καὶ τῷ ἐνθάδε κλήρῳ, ἄμφω δὲ τὸν ἀποστολικὸν ἐπιτροπεύειν θρόνον καὶ κοινῇ ἱερᾶσθαι μεθ' ὁμονοίας, ἀμνηστίᾳ τε παραδοῦναι τὰ συμβάντα ἀνιαρὰ διὰ τὴν Φίληκος χειροτονίαν καὶ τὴν Λιβερίου
4.15.5
ἀποδημίαν. οἷα γὰρ τὰ ἄλλα καλὸν καὶ ἀγαθὸν τὸν Λιβέριον καὶ ἀνδρείως ὑπὲρ τοῦ δόγματος ἀντειπόντα τῷ βασιλεῖ ἠγάπα ὁ τῶν῾ Ρωμαίων δῆμος, ὡς καὶ μεγίστην ἀνακινηθῆναι στάσιν καὶ μέχρι φόνων χωρῆσαι. ὀλίγον δὲ χρόνον Φίληκος ἐπιβιώσαντος μόνος Λιβέριος τῆς ἐκκλησίας προΐστατο,
4.15.6
ταύτῃ πῃ τοῦ θεοῦ διοικήσαντος, ὥστε τὸν Πέτρου θρόνον μὴ ἀδοξεῖν ὑπὸ δύο ἡγεμόσιν ἰθυνόμενον, ὃ διχονοίας σύμβολόν ἐστι καὶ ἐκκλησιαστικοῦ θεσμοῦ ἀλλότριον.
4.16.1
᾿ Εν μὲν οὖν τῷ Σιρμίῳ ταῦτα ἐγεγόνει, καὶ ἐδόκει τότε διὰ τὸν τοῦ βασιλέως φόβον ἀνατολὴ καὶ δύσις ὁμοφρονεῖν περὶ τὸ δόγμα. περὶ δὲ τῶν ἐν᾿ Αντιοχείᾳ νεωτερισθέντων καὶ τῆς᾿ Αετίου αἱρέσεως ἔκρινεν ὁ βασιλεὺς
4.16.2
ἐπιτελέσαι σύνοδον ἐν Νικαίᾳ. παραιτησαμένων δὲ τῶν ἀμφὶ Βασίλειον διὰ τὸ πάλαι ἐνθάδε τὴν περὶ τοῦ δόγματος συμβῆναι ζήτησιν, ἔδοξεν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας γενέσθαι· καὶ γράμμασι Κωνστάντιος κέχρηται εἰς ῥητὴν ἡμέραν μετὰ σπουδῆς φθάσαι τῶν ἀν' ἕκαστον ἔθνος ἐπισκόπων, οἳ συνιέναι ἐπιτηδειότεροι ἐδόκουν καὶ νοεῖν καὶ λέγειν ἱκανοί, ὥστε ἀντὶ πάντων τῶν ἱερέων τοῦ ἔθνους μετασχεῖν αὐτοὺς τῆς συνόδου καὶ τῇ κρίσει
4.16.3
παρεῖναι. ἤδη δὲ καὶ τῶν πλειόνων κατὰ τὴν ὁδοιπορίαν ὄντων ἀγγέλλεται τὸ Νικομηδείας πάθος καὶ ὅτι πᾶσαν ὁ θεὸς κατέσεισεν. ὡς ἐπὶ ἀπολομένῃ δὲ ἄρδην τῇ πόλει πανταχοῦ κρατοῦντος ἐπέσχον οἱ καθ' ὁδὸν ἐπίσκοποι· ὡς γὰρ φιλεῖ ἡ φήμη ἐργάζεσθαι, οὐκ ἄχρι τῶν γεγονότων τὰ δεινὰ τοῖς ἄπωθεν ἤγγελλεν. ὑπεθρυλεῖτο δὲ Νίκαιάν τε καὶ Πέρινθον καὶ τὰς πλησίον πόλεις κοινωνῆσαι τῆς συμφορᾶς, προσέτι δὲ καὶ τὴν Κωνσταντινούπολιν.
4.16.4
οὐ μετρίως δὲ τοὺς εὖ φρονοῦντας τῶν ἐπισκόπων ἐλύπει τὸ συμβάν, καθότι καὶ ἐκκλησία μεγαλοπρεπῶς ᾠκοδομημένη κατεσείσθη, καὶ πρόφασις ἐγένετο τοῖς ἀπεχθανομένοις πρὸς τὴν θρησκείαν ἀναγγεῖλαι τῷ βασιλεῖ, ὡς ἐπισκόπων πλῆθος καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν ἀπώλετο, προσφυγόντων τῇ ἐκκλησίᾳ ἐπ' ἐλπίδι τοῦ ἐνθάδε σωθήσεσθαι. οὐκ ἀληθῶς δὲ ταῦτα εἶχε· δευτέρᾳ γὰρ ὥρᾳ οὐ συναξίμου ἡμέρας ὁ σεισμὸς ἐνέσκηψεν.
4.16.5
ἐπισκόπων δὲ μόνος Κεκρόπιος ὁ Νικομηδείας αὐτῆς καὶ ἄλλος ἀπὸ Βοσπόρου τῆς ἐκκλησίας ἔξωθεν κατελήφθησαν. ἐν ἀκαριαίῳ τε χρόνῳ κατασεισθείσης τῆς πόλεως οὐδὲ ἐνεδέχετο δύνασθαι τοὺς θέλοντας ἀλλαχῇ καταφυγεῖν, ἀλλ' ἐν τῇ πρώτῃ πείρᾳ τοῦ κινδύνου ὡς ἐπίπαν ὅπῃ ἔτυχεν ἕκαστος
4.16.6
ἑστὼς ἢ ἐσώθη ἢ ἀπώλετο. λέγεται δὲ πρὶν γενέσθαι ταύτην τὴν συμφορὰν προϊδεῖν᾿ Αρσάκιον, ὃς τὸ μὲν γένος Πέρσης ἦν, ἀπὸ στρατιώτου δὲ θηροκόμου τῶν βασιλικῶν λεόντων, οὐκ ἄσημος τῶν ἐπὶ Λικινίου ὁμολογητὴς ἐγένετο, καὶ τὴν στρατείαν καταλιπὼν ἐν τῇ ἄκρᾳ Νικομηδείας ἐν πύργῳ
4.16.7
τοῦ τείχους κατῴκει φιλοσοφῶν. ἔνθα δὴ προφανεῖσα αὐτῷ θεία ὄψις ἐκέλευσεν ἐξιέναι τῆς πόλεως ὡς πεισομένης ἅπερ ὕστερον πέπονθεν. ἐκ τούτου τε σπουδῇ καταλαβὼν τὴν ἐκκλησίαν ἐνετείλατο τοῖς κληρικοῖς ἐπιμελῶς ἱκετεῦσαι τὸν θεὸν καὶ ἱλαστηρίους ἐπιτελέσαι λιτὰς ἐπὶ λύσει τῆς ἀπει
4.16.8
ληθείσης ὀργῆς. ὡς δὲ οὐκ ἔπεισε καὶ γελοῖος ἐδόκει ἀπροσδόκητα μηνύων πάθη, ἀνέστρεψεν ἐπὶ τὸν πύργον καὶ πρηνὴς καταπεσὼν ηὔχετο. ἐν τούτῳ δὲ τοῦ σεισμοῦ ἐπισκήψαντος οἱ μὲν πλείους ἀπώλοντο, οἱ δὲ. λειφθέντες εἰς τοὺς ἀγροὺς καὶ τὴν ἄκραν ἔφυγον. ὡς γὰρ ἐν εὐδαίμονι καὶ μεγάλῃ πόλει καθ' ἑκάστην οἰκίαν πῦρ ἡμμένον ἐτύγχανεν ἐν χυτροπόδοις καὶ πνιγεῦσι καὶ καμίνοις βαλανείων τε καὶ τῶν ὅσοι περὶ τὰς ἐμπύρους τέχνας πονοῦσιν· ἐπιρριπτομένων τε τῶν ὀρόφων περικλεισθεῖσα ταῖς ὕλαις ἡ φλόξ, ἀναμεμιγμένων ὡς εἰκὸς φρυγάνων καὶ τῶν ὅσα ἐλαιώδη ἐστὶ καὶ
4.16.10
πρὸς τὸ καίεσθαι ῥᾳδίαν ἔχει τὴν ἐπίδοσιν, ἀφθόνως ἐτράφη, πανταχοῦ τε ἕρπουσα καὶ πρὸς ἑαυτὴν συναπτομένη μίαν ὡς εἰπεῖν πυρὰν τὴν πᾶσαν πόλιν ἐποίησε. καὶ κατὰ τοῦτο δὲ τῶν οἴκων ἀβάτων ὄντων οἱ περισωθέντες
4.16.11
ἐκ τοῦ σεισμοῦ ἐπὶ τὴν ἄκραν ἀνέδραμον.᾿ Αρσάκιος δὲ ἐν ἀσείστῳ τῷ πύργῳ εὑρέθη νεκρός, πρηνὴς κείμενος, οἷον ἑαυτὸν ἐτάνυσε τῆς εὐχῆς ἀρχόμενος. λόγος δὲ περὶ τοῦ προτελευτῆσαι τότε αὐτὸν τὸν θεὸν ἱκετεῦσαι καὶ ἀποθανεῖν ἑλέσθαι μᾶλλον ἢ συμφορὰν θεάσασθαι πόλεως, ἐν ᾗ τὰ πρῶτα τὸν Χριστὸν ἐπέγνω καὶ τῆς ἐκκλησιαστικῆς φιλοσοφίας μετέσχεν.
4.16.12
᾿ Αλλ' ἐπεὶ φέρων ἡμᾶς ὁ λόγος εἰς τὸν ἄνδρα τοῦτον ἤγαγεν, ἰστέον ὡς ὑπὸ θεοφιλείας ἱκανὸς ἦν δαίμονας ἀπελαύνειν καὶ τοὺς ὀχλουμένους ὑπ' αὐτῶν καθαίρειν. οὕτω γοῦν δαιμονῶν τις ξίφος σπασάμενος ἀνὰ τὴν ἀγορὰν ἔθεε· φευγόντων δὲ πάντων καὶ θορύβου τὴν πόλιν ἔχοντος ὑπαντώμενος αὐτῷ τὸν Χριστὸν ἐπωνόμασε καὶ τῷ λόγῳ κατέβαλε· καὶ αὐτίκα ἐκαθάρισεν
4.16.13
καὶ σωφρονεῖν ἐποίησε. πεπόνητο δὲ αὐτῷ καὶ πολλὰ ἄλλα ὑπὲρ ἀνθρωπείαν δύναμιν καὶ τέχνην καὶ μέντοι καὶ τόδε. δράκων ἦν ἢ ἕτερον ἑρπετοῦ γένος πρὸ τῆς πόλεως, ὃ τοὺς παροδίτας τῷ φυσήματι ἀπώλλυε· παρὰ γὰρ λεωφόρον ἐφώλευεν. ἔνθα δὴ παραγενόμενος᾿ Αρσάκιος ηὔξατο, καὶ ὁ ὄφις αὐτομάτως τοῦ φωλεοῦ ἐξῆλθε καὶ δὶς τῷ ἐδάφει τὴν κεφαλὴν προσρήξας ἑαυτὸν ἀνεῖλε. καὶ τὰ μὲν ὧδε ἀφηγήσαντο, οἳ παρὰ τῶν᾿ Αρσάκιον αὐτὸν θεασαμένων ἀκηκοέναι ἔφασαν.
4.16.14
Οἱ δὲ ἐπίσκοποι ἀνακοπέντες τῆς ἐπὶ τὴν σύνοδον ὁρμῆς διὰ τὸ Νικομηδείας πάθος, οἱ μὲν περιέμενον τὰ δόξοντα πάλιν τῷ βασιλεῖ, οἱ δὲ ἣν ἔχουσι δόξαν περὶ τῆς πίστεως διὰ γραμμάτων ἐδήλωσαν. ἀπορῶν δὲ περὶ τοῦ πρακτέου ὁ κρατῶν γράφει Βασιλείῳ πυνθανόμενος ὅ τί ποτε χρὴ περὶ
4.16.15
τῆς συνόδου ποιεῖν. ὁ δὲ ὡς εἰκὸς ἐπὶ εὐσεβείᾳ δι' ἐπιστολῆς ἐπαινέσας αὐτὸν καὶ ἐπὶ τῷ πάθει Νικομηδείας παραμυθησάμενος ἐξ ὑποδειγμάτων ἱερῶν ἱστοριῶν παροτρύνει ἐπιταχῦναι τὴν σύνοδον καὶ μὴ καθυφεῖναι, ὡς ὑπὲρ εὐσεβείας τῆς σπουδῆς οὔσης, μηδὲ ἀπράκτους ἀποπέμψαι τοὺς ἐπὶ τούτῳ συλλεγομένους ἱερέας, ἅπαξ ἐξεληλυθότας καὶ κατὰ τὴν ὁδοιπορίαν ὄντας. ὥρισε δὲ τῇ συνόδῳ τόπον ἀντὶ Νικομηδείας τὴν Νίκαιαν, ὥστε ἐκεῖ τὰ περὶ
4.16.16
τῆς πίστεως διορθωθῆναι, ἔνθα καὶ ζητεῖσθαι ἤρξατο. καὶ ὁ Βασίλειος τοιαῦτα ἀντέγραψε τεκμηράμενος ὧδέ πῃ κεχαρισμένα βασιλεῖ δηλώσειν, καθότι καὶ αὐτὸς τὴν ἀρχὴν ἐν Νικαίᾳ ἐδοκίμασε γενέσθαι τὴν σύνοδον. δεξάμενος δὲ τὴν Βασιλείου ἐπιστολὴν τὰ μὲν πρῶτα προσέταξεν ἀρχομένου τοῦ θέρους συνελθεῖν αὐτοὺς εἰς Νίκαιαν, πλὴν εἰ μή τινες εἶεν τοῖς σώμασιν ἀσθενεῖς· ἐκπέμψαι δὲ τούτους ἀντὶ αὐτῶν, οὓς ἂν ἕλωνται πρεσβυτέρους ἢ διακόνους, ὥστε τὴν αὐτῶν γνώμην δηλῶσαι καὶ περὶ τῶν ἀμφιβόλων
4.16.17
βουλεύσασθαι καὶ κοινῇ περὶ πάντων ὁμοφρονῆσαι. δέκα δὲ ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τοσούτους ἀπὸ τῆς ἕω, οὓς ἂν κοινῇ γνώμῃ ἐπιλέξωνται οἱ συνιόντες, ἀφικέσθαι εἰς τὰ βασίλεια καὶ τὰ δόξαντα ἀφηγήσασθαι, ὥστε καὶ αὐτὸν συνιδεῖν, εἰ κατὰ τὰς ἱερὰς γραφὰς συνέβησαν ἀλλήλοις, καὶ περὶ
4.16.18
τῶν πρακτέων ὅπῃ ἂν ἄριστα δοκῇ ἐπιτελέσαι. μετὰ δὲ ταῦτα βουλευσάμενος προσέταξε πάντας ἔνθα ἂν διάγωσιν ἢ ἐν ταῖς ἰδίαις ἐκκλησίαις ἐπιμεῖναι, μέχρις ἂν ὁρισθείη τῇ συνόδῳ τόπος καὶ σημανθείη εἰς τοῦτον ἀφικέσθαι. γράφει δὲ τῷ Βασιλείῳ δι' ἐπιστολῶν πυθέσθαι πάντων τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων ὅπῃ ἐπιτελεῖν τὴν σύνοδον προσῆκεν, ὥστε ἔαρος ἀρχομένου τοῦτο πᾶσι γενέσθαι δῆλον· ἐν Νικαίᾳ γὰρ ὡς κεκμηκότος τοῦ τῇδε
4.16.2
ἔθνους ὑπὸ σεισμῶν οὐ καλῶς ἔχειν ὑπέλαβε σύνοδον ποιεῖν. ὁ δὲ Βασίλειος ἰδίας ἐπιστολῆς προτάξας τὰ βασιλέως γράμματα τοῖς κατὰ ἔθνος ἐπισκόποις ἐδήλωσε σπουδῇ διασκέψασθαι καὶ τὸν ἀρέσοντα τόπον ἐν τάχει δηλῶσαι. Οἷα δὲ φιλεῖ ἐπὶ τοῖς τοιούτοις, οὐ τὸν αὐτὸν τόπον ἐπιλεξαμένων πάντων παραγίνεται πρὸς βασιλέα Βασίλειος· διέτριβε δὲ τότε ἐν Σιρμίῳ. καὶ καταλαμβάνει ἐνθάδε ἄλλους τέ τινας ἐπισκόπους κατ' ἰδίας χρείας καὶ Μᾶρκον τὸν᾿ Αρεθούσιον καὶ Γεώργιον τὸν ἐπιτραπέντα προστατεῖν τῆς᾿ Αλεξ- 4. 16. ανδρέων ἐκκλησίας. δόξαν δὲ ἤδη ἐν Σελευκείᾳ τῆς᾿ Ισαυρίας γενέσθαι τὴν σύνοδον, οἱ ἀμφὶ Οὐάλεντα (καὶ γὰρ δὴ καὶ οὗτος τῷ Σιρμίῳ ἐνεδήμει) τῇ τῶν᾿ Ανομοίων αἱρέσει χαίροντες σπουδάζουσι τοὺς τῷ στρατοπέδῳ παρόντας ἐπισκόπους εἰς ἕτοιμον γραφήν τινα πίστεως ὑπογράψαι, ἐν ᾗ τὸ τῆς οὐ
4.16.21
σίας οὐκ ἐνέκειτο ὄνομα. σπουδαζομένης δὲ τῆς συνόδου λογισάμενοι οἱ ἀμφὶ Εὐδόξιον καὶ᾿ Ακάκιον, Οὐρσάκιόν τε καὶ Οὐάλεντα, ὡς τῶν πανταχῇ ἐπισκόπων οἱ μὲν τὴν ἐν Νικαίᾳ πίστιν, οἱ δὲ τὴν ἐπὶ τῇ ἀφιερώσει τῆς᾿ Αντιοχέων ἐκκλησίας ἐκτεθεῖσαν ζηλοῦσιν, ἑκατέρα τε τὸ τῆς οὐσίας ὄνομα ἔχει καὶ κατὰ πάντα ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ἀποφαίνει, καὶ ὡς, εἰ πάντες εἰς ταὐτὸν συνέλθωσιν, ἑτοίμως καταψηφίσονται τῆς᾿ Αετίου δόξης, ἣν αὐτοὶ ἐπῄνουν ἄντικρυς ἑκατέρας ἀπᾴδουσαν, κατορθοῦσι τοὺς μὲν ἀπὸ τῆς δύσεως ἐν᾿ Αριμήνῳ συνελθεῖν, τοὺς δὲ ἀπὸ τῆς ἕω ἐν Σελευκείᾳ τῆς᾿ Ισαυ-
4.16.22
ρίας, ἵνα ῥᾳδίου ὄντος ὀλίγους ἢ πάντας πείθειν, εἰ μὲν δύναιντο, τῇδε κἀκεῖσε μερισθέντες παρασκευάσωσι σφίσι συμψήφους γενέσθαι ἑκατέραν σύνοδον· εἰ δὲ μή, θατέραν, ὥστε μὴ πάσαις ψήφοις ἀποκηρυχθῆναι τὴν αἵρεσιν. συνέπραττον δὲ αὐτοῖς ταῦτα Εὐσέβιος ὁ τοῦ βασιλείου οἴκου προεστὼς εὐνοῦχος, Εὐδοξίῳ ἐπιτήδειος ὢν καὶ ἄλλως ὁμόδοξος, καὶ πολλοὶ τῶν ἐν δυνάμει χάριν αὐτῷ Εὐσεβίῳ φέροντες.
4.17.1
Πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς οὔτε τῷ δημοσίῳ λυσιτελεῖ διὰ τὴν δαπάνην οὔτε τοῖς ἐπισκόποις διὰ τὰς μακρὰς ὁδοὺς εἰς ταὐτὸν πάντας συνελθεῖν, διεῖλε τὴν σύνοδον· καὶ γράφει τοῖς τότε ἐν᾿ Αριμήνῳ καὶ Σελευκείᾳ τὰ περὶ τῆς πίστεως ἀμφίβολα προδιαθεῖναι, ἐν τέλει δὲ διαλαβεῖν κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν καὶ περὶ τῶν ἀδίκως καθῃρῆσθαι ἢ ὑπερορίαν οἰκεῖν μεμφομένων ἐπισκόπων, ὧν εἷς ἦν Κύριλλος῾ Ιεροσολύμων, καὶ περὶ τῶν ἐπαγομένων ἐγκλημάτων τισὶ τῶν ἐπισκόπων δικάσαι· κατηγόρουν γὰρ ἄλλοι ἄλλων, Γεωργίου δὲ Αἰγύπτιοι ἁρπαγῶν καὶ ὕβρεων· ἐπὶ κεκριμένοις δὲ πᾶσι δέκα ἑκατέρωθεν καταλαβεῖν τὰ βασίλεια ἐπὶ μηνύσει τῶν γενομένων.
4.17.2
Κατὰ ταῦτα ἕκαστοι συνελέγησαν ἔνθα συνελθεῖν προσετάγησαν. καὶ φθάνει ἡ ἐν᾿ Αριμήνῳ συστᾶσα σύνοδος· ἐτέλουν δὲ εἰς αὐτὴν πλείους ἢ τετρακόσιοι. καὶ περὶ μὲν᾿ Αθανασίου μηδὲν ἀνακινεῖν ἄμεινον ἐδοκίμασαν
4.17.3
οἳ πρὸς αὐτὸν ἀπεχθῶς εἶχον. ζητήσεως δὲ οὔσης, εἰς ὃν χρὴ τρόπον πιστεύειν, παρελθόντες εἰς μέσον Οὐάλης τε καὶ Οὐρσάκιος, οἷς συνελαμβάνοντο Γερμήνιός τε καὶ Αὐξέντιος καὶ Γάιος καὶ Δημόφιλος, τὰς μὲν ἤδη πρότερον περὶ πίστεως γενομένας γραφὰς ἀργεῖν ἠξίουν, κρατεῖν δὲ ἣν οὐ πρὸ πολλοῦ ἐν Σιρμίῳ συνέταξαν διὰ τῆς῾ Ρωμαίων φωνῆς, ὅμοιον μὲν εἶναι τῷ πατρὶ τὸν υἱὸν κατὰ τὰς γραφὰς εἰσηγουμένην, οὐσίας δὲ παντελῶς
4.17.4
ἐπὶ θεοῦ μὴ ποιεῖσθαι μνήμην. ἔλεγον δὲ ταύτην καὶ βασιλέα ἐπαινέσαι, χρῆναι δὲ καὶ τὴν σύνοδον ἀναγκαίως προσίεσθαι μηδὲν τοῦ λοιποῦ πολυπραγμονοῦσαν τῆς ἑκάστου ἐννοίας, ἵνα μὴ διχόνοιαι καὶ στάσεις γίνωνται διαλέξει καὶ ἀκριβεῖ βασάνῳ παραδιδομένων τῶν ὀνομάτων· ἄμεινον γὰρ εἶναι ἀμαθέστερον διαλεγομένους ὀρθῶς περὶ θεοῦ δοξάζειν ἢ καινότητας
4.17.5
ὀνομάτων ἐπεισάγειν διαλεκτικῆς τερθρείας συγγενεῖς. ὑπῃνίττοντο δέ, μᾶλλον καὶ προφανῶς διέβαλλον τὸ ὁμοούσιον ὄνομα ὡς ἄγνωστον ταῖς ἱεραῖς γραφαῖς καὶ τοῖς πολλοῖς ἀσαφές· ἀντὶ δὲ τούτου ὅμοιον κατὰ πάντα τῷ γεννήσαντι λέγειν τὸν υἱὸν κατὰ τὰς θείας γραφάς.
4.17.6
᾿ Επεὶ δὲ ταῦτα περιέχουσαν [καὶ] τὴν προκομισθεῖσαν παρ' αὐτῶν γραφὴν ἀνέγνωσαν, οἱ μὲν πλείους μηδὲν δεῖσθαι νεωτέρας πίστεως ἰσχυρίζοντο, ἀλλ' ἀρκεῖσθαι τοῖς ἤδη δόξασι πρὸ αὐτῶν, συνεληλυθέναι δὲ νῦν ἵνα, εἴ τι καινοτομοῖτο κατὰ τούτων, κωλύσωσιν· εἰ δὲ μηδὲν παρὰ ταῦτα καινοτομεῖ τὰ ἀνεγνωσμένα, λέγειν ἐζήτουν τοὺς εἰσηγητὰς ταύτης τῆς γραφῆς καὶ φανερῶς ἀποκηρύττειν τὸ᾿ Αρείου δόγμα ὡς θορύβων αἴτιον εἰσέτι
4.17.7
νῦν ἐξ ἐκείνου γενόμενον ταῖς πανταχῇ ἐκκλησίαις. ἀποφυγόντων δὲ τὴν πρότασιν Οὐρσακίου καὶ Οὐάλεντος, Γερμηνίου τε καὶ Αὐξεντίου καὶ Δημοφίλου καὶ Γαΐου ἐκέλευσεν ἡ σύνοδος ἀναγνωσθῆναι τὴν ἔκθεσιν τῶν ἄλλων αἱρέσεων καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων, ὥστε τὰς μὲν ἄλλας ἀποκηρύξαι αἱρέσεις, ἐπιψηφίσασθαι δὲ τοῖς ἐν Νικαίᾳ δεδογμένοις καὶ περὶ τῶν αὐτῶν τοῦ λοιποῦ μηδένα ἐγκαλεῖν ἢ σύνοδον αἰτεῖν, ἀλλ' ἀρκεῖσθαι τοῖς
4.17.8
φθάσασιν. ἄτοπον γὰρ εἶναι ὡς νῦν ἀρχομένους πιστεύειν τοιαῦτα ξυγγράφειν καὶ τοῦ προλαβόντος χρόνου τὴν παράδοσιν διαβάλλειν, ᾗ κεχρημένοι αὐτοί τε καὶ οἱ πρὸ αὐτῶν τὰς ἐκκλησίας ἐπετρόπευσαν, ὧν οἱ πλείους ἐν ὁμολογίαις καὶ μαρτυρίοις τὸν βίον μετήλλαξαν. 4. 17. Καὶ οἱ μὲν τάδε προϊσχόμενοι οὐδὲν ἠξίουν νεωτερίζειν, μὴ πειθομένους δὲ τοὺς ἀμφὶ Οὐάλεντα καὶ Οὐρσάκιον, ἀλλ' ἐνισταμένους κρατεῖν ἣν προίσχοντο πίστιν καθεῖλον, ἄκυρον εἶναι ψηφισάμενοι ἣν ἀνέγνωσαν γραφήν.
4.17.10
καὶ γὰρ δὴ καὶ ἄτοπον αὐτοῖς ἔδοξεν εἶναι προγεγράφθαι ταύτης, ὡς ἐν
4.17.11
Σιρμίῳ ἐξετέθη παρόντος Κωνσταντίου τοῦ αἰωνίου Αὐγούστου ὑπατευόντων Εὐσεβίου καὶ῾ Υπατίου, ὥς που καὶ᾿ Αθανάσιος πρὸς τοὺς ἐπιτηδείους γράφων φησὶ γελοῖον εἶναι βασιλέα αἰώνιον τὸν Κωνστάντιον ὀνομάζειν, ἀίδιον δὲ λέγειν τὸν υἱὸν τοῦ θεοῦ παραιτεῖσθαι, καὶ ῥητὸν χρόνον προτάττειν τῆς γραφῆς ταύτης ἐπὶ διαβολῇ τῆς πίστεως τῶν παλαιοτέρων καὶ τῶν πρὸ τούτου τοῦ χρόνου μυηθέντων.
4.17.11
᾿ Επεὶ δὲ τάδε ἐν᾿ Αριμήνῳ ἐγένετο, οἱ μὲν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσά- κιον χαλεπῶς φέροντες ἐπὶ τῇ καθαιρέσει σπουδῇ πρὸς βασιλέα παρεγένοντο.
4.18.1
῾ Η δὲ σύνοδος εἴκοσιν ἐπισκόπους προβαλλομένη πρέσβεις ἀπέστειλεν· ἔγραψε δὲ δι' αὐτῶν τάδε μεταφρασθέντα ἐκ τῆς῾ Ρωμαίων φωνῆς·
4.18.2
«Τά τε ἐκ τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγ" 7ματος δογματισθέντα γενέσθαι πιστεύομεν· εἰς γὰρ᾿ Αρίμηνον ἐκ πασῶν" 7τῶν πρὸς δύσιν πόλεων ἐπὶ τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα" 7καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τὰ ἐναντία φρο" 7νοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖον διασκοποῦντες εὑρήκαμεν," 7ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται" 7καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι τοῦ κυρίου ἡμῶν᾿ Ιησοῦ Χριστοῦ ἐκή" 7ρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας ἐφόρου καὶ τῆς σῆς ῥώσεως προστάτου,
4.18.3
" 7ἵνα ταύτην κατασχόντες φυλάττωμεν μέχρι τέλους διατηροῦντες. ἄτο" 7πον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλ" 7λάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ" 7σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα
4.18.4
" 7διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας· ἥτις" 7ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς᾿ Αρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον" 7αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ" 7 προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει·" 7ὡς εἴπερ τι θάτερον γένηται, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ" 7βούλονται.
4.18.5
" 7῞ Οθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ πάλαι μέτοχοί τε καὶ σύμβουλοι" 7τοῦ᾿ Αρειανοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας" 7χωρισθέντες ἀπεφάνθησαν· ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνεγνώ" 7κεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς" 7καὶ τὰ ἔγγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων" 7φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν" 7ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο," 7συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν῾ Ρωμαίων ἐκκλησίας).
4.18.6
" 7ἐγνωκότες ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ" 7πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα," 7ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην" 7εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους" 7ἁγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς δὲ καὶ τοῦ δόγματος συγγραφέας" 7τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν" 7τῆς καθολικῆς ἅπαντα φρονοῦντες διαμεμενήκασιν. ὧν ὁ θεὸς τὴν πίστιν" 7καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μεταδέδωκε διὰ τοῦ δεσπότου" 7ἡμῶν᾿ Ιησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ" 7τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν.
4.18.7
" 7Πάλιν γοῦν ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολ" 7μήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκάς τε ἑαυτοὺς ἀνήγγειλαν καὶ
4.18.8
" 7ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν" 7πρόσταγμα τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπά" 7της ἐγύμνουν τὴν σκέψιν· ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέ" 7ροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρείας τοὺς συναλισκομένους εὑρόντες" 7Γερμήνιον, Αὐξέντιον καὶ Γάιον τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας. 4. 18." 7ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν· ὡς" 7δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς αἱρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ' οἷς" 7κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν" 7ἕτερόν τι γράφειν. ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν" 7ἐξελέγχων.
4.18.10
" 7῞ Ιν' οὖν μὴ τοῖς αὐτοῖς τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ" 7θόρυβος καλινδούμενος ἅπαντας συνέχῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα" 7καὶ ἀμετακίνητα φυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας" 7ἀποκεχωρίσθαι· δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν" 7ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς
4.18.11
" 7μηνύσοντας. τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα" 7τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων δικαίως ὡρισμένων·" 7οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ, ὥσπερ ἔφησαν Οὐρσάκιος" 7καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ" 7εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ" 7ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν῾ Ρωμαίων ἐκκλησίᾳ" 7γενήσεται.
4.18.12
" 7Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ" 7γαληνιαίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μηδὲ πρὸς ὕβριν" 7τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλὰ ἐάσῃς ἐμμέ" 7νειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις," 7οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πε" 7ποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν
4.18.13
" 7πιστεύουσιν ἀπιστίαν ἐνεποίει, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν" 7δὲ ἔτι ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας," 7οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς" 7τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων
4.18.14
" 7ἀφωρισμένων αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο" 7δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προϋπαρξάντων μήτε πλεονάζῃ," 7ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς" 7τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν" 7ἰδίων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ' ἵνα οἱ ἐπί" 7σκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν" 7ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν
4.18.15
" 7ἡ θεότης σοὶ εἰς τὸ διηνεκὲς χαριεῖται. οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε" 7ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ" 7ἐξ αὐτῶν τῶν θείων γραμμάτων τὴν σὴν ἀναδιδάξουσι θειότητα.»
4.1.2
Τάδε μὲν τῶν ἐν᾿ Αριμήνῳ συνελθόντων τὰ γράμματα. οἱ δὲ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα φθάσαντες τοὺς παρ' αὐτῶν ἀποσταλέντας πρέσβεις ἐπέδειξαν τῷ βασιλεῖ τὴν γραφὴν ἣν ἀνέγνωσαν καὶ τὴν σύνοδον διέβαλλον. ὁ δὲ λυπηθεὶς ἴσως, ὅτι μὴ ταύτην προσεδέξαντο τὴν πίστιν ὡς καὶ αὐτοῦ παρόντος ἐν Σιρμίῳ βεβαιωθεῖσαν, τοὺς μὲν ἐν τιμῇ εἶχε, τῶν δὲ πρέσβεων
4.1.3
ἠμέλει καὶ τῇ προσεδρείᾳ ταλαιπωρούντων ὑπερεώρα. ὀψὲ δέ ποτε ἔγραψε τῇ συνόδῳ παραιτούμενος ὡς ἀναγκαία τις αὐτὸν ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδὸς καὶ διὰ τοῦτο τοὺς πρέσβεις ἰδεῖν οὐ δεδύνηται. ἐκέλευσε δὲ ἐν᾿ Αδριανουπόλει ἐπανιόντα αὐτὸν ἐπιμεῖναι, ἵν' ἐπειδὰν τὰ κοινὰ πράγματα διατεθείη καλῶς, ἐλεύθερος ὢν φροντίδων τὰ παρὰ τῶν πρέσβεων ἀκούσοι καὶ δοκιμάσοι· προσήκειν γὰρ τὸν περὶ τῶν θείων διαλαμβάνειν μέλλοντα καθαρὰν ἔχειν τῶν ἄλλων τὴν ψυχήν.
4.1.4
Καὶ ὁ μὲν τοιάδε ἔγραψε. πρὸς ταῦτα δὲ ἡ σύνοδος ἀντεδήλωσεν ἰσχυριζομένη μηδαμῶς ἀναχωρεῖν τῶν δεδογμένων, καὶ τοῦτο γράψαι καὶ τοῖς πρέσβεσιν ἐντείλασθαι. καὶ ἀντιβολεῖ μετ' εὐνοίας αὐτοὺς ἰδεῖν καὶ ὧν ἐνετείλατο δι' αὐτῶν ἐπακοῦσαι καὶ τὰ γραφέντα ἀναγνῶναι· χαλεπὸν γὰρ καὶ αὐτῷ φανεῖσθαι τοσαύτας ἐκκλησίας χωρὶς ἐπισκόπων εἶναι ἐν καιρῷ τῆς αὐτοῦ βασιλείας· χρῆναι δέ, εἰ καὶ αὐτῷ συνδοκεῖ, εἰς τὰς αὐτῶν ἐκκλη
4.1.4
σίας πρὸ τοῦ χειμῶνος ἐπανελθεῖν. τοιαῦτα γράψαντες καί, ὡς εἰκὸς ἦν, ἐν ἱκεσίας τάξει καὶ ὀνόματι τὴν ἐπιστολὴν συντάξαντες ὀλίγον χρόνον ἐπέμειναν· ὡς δὲ οὐδὲν αὐτοῖς ἀντεδήλωσεν, ἐπὶ τὰς αὐτῶν ἀνεχώρησαν πόλεις.῾ Ως μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐν Νικαίᾳ δόξασι καὶ οἱ ἐν᾿ Αριμήνῳ συνελθόντες ἐψηφίσαντο, μαρτυρεῖ τὰ εἰρημένα· ῥητέον δὲ νῦν ὅπως ὕστερον συνῄνεσαν τῇ προκομισθείσῃ γραφῇ παρὰ τῶν ἀμφὶ Οὐάλεντα καὶ Οὐρσά
4.1.5
κιον. διάφορος δὲ ὁ λόγος περὶ τούτου εἰς ἐμὲ ἦλθεν. οἱ μὲν γάρ φασι πρόφασιν ὕβρεως βασιλέα ποιησάμενον τὴν παρὰ γνώμην αὐτοῦ ἐξ᾿ Αριμήνου τῶν ἐπισκόπων ἀποδημίαν ἐπιτρέψαι Οὐάλεντι καὶ τοῖς σὺν αὐτῷ ᾗ ἂν θέλωσι τὰς πρὸς δύσιν ἐκκλησίας διοικεῖν καὶ τὴν ἀναγνωσθεῖσαν ἐν᾿ Αριμήνῳ πίστιν ἐκδιδόναι, τοὺς δὲ ὑπογράφειν ταύτῃ παραιτουμένους ἐκβάλλειν
4.1.6
τῶν ἐκκλησιῶν, ἀντὶ δὲ τούτων ἑτέρους χειροτονεῖν. ἀδείας δὲ ἐντεῦθεν λαβομένους βιάσασθαι ταύτῃ τῇ πίστει ὑπογράψαι, πολλοὺς δὲ μὴ πειθομένους διῶξαι τῶν ἐκκλησιῶν καὶ πρῶτον Λιβέριον τὸν῾ Ρωμαίων ἐπίσκοπον.
4.1.7
ἐπεὶ δὲ τάδε τοῖς κατὰ τὴν᾿ Ιταλίαν ἔπραξαν, βουλεύσασθαι καὶ τὰς ἀνὰ τὴν ἕω ἐκκλησίας τὸν ἴσον διαθεῖναι τρόπον. διιόντας δὲ τὴν Θρᾴκην παραγενέσθαι εἰς Νίκην, πόλιν τοῦδε τοῦ ἔθνους, καὶ συνέδριον ἐνθάδε καθίσαντας τὴν ἀναγνωσθεῖσαν ἐν᾿ Αριμήνῳ γραφὴν εἰς῾ Ελλάδα μεταβαλεῖν φωνὴν καὶ δημοσιεύσαντας βεβαιῶσαι καὶ λογοποιεῖν ὡς ὑπὸ τῆς οἰκου
4.1.8
μενικῆς συνόδου ἡ ἐν Νίκῃ πίστις ὑπηγορεύθη καὶ ἐδοξάσθη. ἐπίτηδες δὲ τάδε ἐν Νίκῃ πρᾶξαι καὶ ὧδε ἐπευφημῆσαι, ὥστε τοὺς ἁπλουστέρους ῥᾳδίως πείθεσθαι ταύτῃ τῇ πίστει συναινεῖν τῷ παραπλησίῳ τῶν ὀνομάτων ἀπατωμένους καὶ οἰομένους ταύτην εἶναι τὴν ἐν Νικαίᾳ βεβαιωθεῖσαν. φήν. ταῦτα μὲν ὧδε λέγουσιν. οἱ δέ φασιν, ὡς τῆς ἐν᾿ Αριμήνῳ συνόδου τῇ προσεδρείᾳ ταλαιπωρουμένης, ὡς τοῦ βασιλέως μήτε ἀποκρίσεως ἀξιοῦντος τοὺς ἐπισκόπους μήτε ἀναχωρεῖν συγχωροῦντος, οἱ ἀπὸ τῆς ἐναντίας αἱρέσεως σπουδασταὶ καθῆκάν τινας συμβουλεύοντας, ὡς οὐκ ἄξιον ἑνὸς ὀνόματος τοῦ τῆς οὐσίας ἕνεκα διαφέρεσθαι τοὺς πανταχοῦ ἱερέας, ἐξὸν ὅμοιον τῷ πατρὶ τὸν υἱὸν λέγειν καὶ τὰς ἀφορμὰς τῆς ἔριδος ἀνελεῖν· ὡς τῶν ἀνὰ τὴν ἕω οὔποτε ἡσυχασόντων, εἰ μὴ τὸ τῆς οὐσίας ὄνομα περιαιρεθείη. τοιαῦτα δὲ κομψευομένων τῶν διαλλακτῶν πεισθῆναι τὴν σύνοδον
4.1.10
συναινέσαι τῇ σπουδασθείσῃ συγγραφῇ τοῖς ἀμφὶ τὸν Οὐρσάκιον. δείσαντας δὲ τούτους, μὴ παραγενόμενοι οἱ παρὰ τῆς συνόδου ἀποσταλέντες πρὸς βασιλέα πρέσβεις δήλην ποιήσωσι τῶν δυτικῶν ἐπισκόπων τὴν ἐξ ἀρχῆς ἔνστασιν καὶ τὴν αἰτίαν τῆς τοῦ ὁμοουσίου ἀναιρέσεως, ἐπισχεῖν τοὺς πρέσβεις ἐν Νίκῃ τῆς Θρᾴκης, διὰ χειμῶνα καὶ ταλαιπωρίαν τῶν δημοσίων
4.1.11
νωτοφόρων προφασισαμένους μὴ ῥᾳδίαν ἔσεσθαι τὴν ὁδοιπορίαν· πεῖσαι δὲ τὴν ἀναγνωσθεῖσαν παρ' αὐτῶν γραφὴν ἐκ τῆς῾ Ρωμαίων μεταφράσαι φωνῆς καὶ῾ Ελληνιστὶ συντεθεῖσαν ἐκπέμψαι τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις· οὕτω γὰρ συμβήσεσθαι τὴν μὲν γραφὴν κατορθοῦν αὐτοῖς τὸ σπουδαζόμενον κατὰ σκοπὸν συγκειμένην, μὴ φωραθήσεσθαι δὲ τὸν δόλον ἀπό τῶν ἐλεγχόντων, ὡς οὐχ ἑκόντες οἱ ἐν᾿ Αριμήνῳ τοῦ ὀνόματος τῆς οὐσίας ἀπέστησαν, ἀλλὰ διὰ τὴν εἰς τοὺς ἀνατολικοὺς σκῆψιν ὡς ἀποστρεφομένους τὸ ὄνομα.
4.1.12
ὅπερ ψεῦδος περιφανῶς ἐτύγχανε· πάντες γὰρ πλὴν ὀλίγων καὶ κατ' οὐσίαν ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν ἰσχυρίζοντο· διεφέροντο δὲ μόνον οἱ μὲν ὁμοούσιον, οἱ δὲ ὁμοιούσιον τὸν υἱὸν ὀνομάζοντες. ταῦτα οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως ἐροῦσιν. 4.. 1᾿ Εν ᾧ δὲ τὰ περὶ᾿ Ιταλίαν ὡς εἴρηται ἐγίνετο, πρὶν συστῆναι τὴν ἐν Σελευκείᾳ σύνοδον μέγισται ταραχαὶ κατὰ τὴν ἕω συνέβησαν. οἱ μὲν γὰρ ἀμφὶ᾿ Ακάκιον καὶ Πατρόφιλον ἀφελόμενοι Μάξιμον τὴν῾ Ιεροσολύμων ἐκκλησίαν Κυρίλλῳ ἐπέτρεψαν. Μακεδόνιος δὲ τὴν Κωνσταντινούπολιν καὶ τὰς πέριξ πόλεις ἐτάραττεν† ὡς ἤρξατο χειροτονεῖν ὁ Μακάριος† συλλαμ4.. 2 βανομένους ἔχων᾿ Ελεύσιον καὶ Μαραθώνιον. ὧν τὸν μὲν ἤδη πρότερον ἐκ διακόνου τῆς ὑπ' αὐτὸν ἐκκλησίας καὶ σπουδαῖον ἐπίτροπον πτωχείων τε καὶ μοναχικῶν συνοικιῶν ἀνδρῶν τε καὶ γυναικῶν ἐπίσκοπον Νικομηδέων κατέστησεν,᾿ Ελεύσιον δὲ Κυζίκου, οὐκ ἀσήμως ἐν τοῖς βασιλείοις στρατευσάμενον. ἄμφω δέ φασιν ἀγαθὼ γενέσθαι τὸν βίον, σπουδαίω δὲ κακῶσαι τοὺς ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζοντας, ἀλλ' οὐχ ἁπλῶς οὕτως ὡς 4.. 3 Μακεδόνιος. οὗτος γὰρ οὐ μόνον ἤλαυνε τοὺς παραιτουμένους αὐτῷ κοινωνεῖν, ἀλλὰ καὶ δεσμώτας ἐποίει καὶ δικασταῖς παρεδίδου, τοὺς δὲ καὶ ἄκοντας κοινωνεῖν ἐβιάζετο, παῖδάς τε καὶ γυναῖκας ἀμυήτους ἁρπάζων ἐμυσταγώγει. οὐ μὴν ἀλλὰ καὶ πολλὰς πολλαχῇ ἐκκλησίας καθεῖλε βασιλέως πρόσταγμα προϊσχόμενος, καθαιρεῖσθαι προστάττον τοὺς εὐκτηρίους 4.. 4 οἴκους τῶν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι ἰσχυριζομένων. ἐκ δὴ τοιαύτης αἰτίας καὶ ἡ πρὸς τῷ καλουμένῳ Πελαργῷ ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐκκλησία καθῃρέθη. ἡνίκα δὴ λέγεται τοὺς ἀπὸ ταύτης τῆς αἱρέσεως ἀνδρεῖον ἔργον ἐργάσασθαι· ἴσως δὲ καὶ οἱ ἀπὸ τῆς καθόλου 4.. 5 ἐκκλησίας ὡς ὁμόφροσι συνελάβοντο. ἐπιταττόντων γὰρ οἷς τοῦτο προστέτακτο λύειν τοῦτον τὸν οἶκον πανοικὶ συνελθόντες οἱ μὲν τὰς ὕλας κατέβαλλον, οἱ δὲ εἰς τὰς ἀντιπέραν Συκὰς μετεκόμιζον· καὶ ἐν τάχει πέρας ἡ σπουδὴ ἔσχεν· ἐκοινώνουν γὰρ τοῦ ἔργου οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες καὶ παῖδες· ἕκαστος γὰρ ὡς αὐτῷ θεῷ τὸ ἔργον προσφέρων ὑπερφυῶς προὐθυμεῖτο· ὑπὸ τοιαύτῃ δὲ σπουδῇ τὸν ἴσον τρόπον ἥδε ἡ ἐκκλησία ἀνενεώθη, καὶ τὸ ἐξ ἐκείνου ἐκ τοῦ συμβάντος᾿ Αναστασία ὠνόμασται. 4.. 6 τελευτήσαντος γὰρ Κωνσταντίου διαδεξάμενος᾿ Ιουλιανὸς τὴν βασιλείαν τὸν τόπον τοῖς Ναυατιανοῖς ἀπέδωκε καὶ τὴν ἐκκλησίαν οἰκοδομῆσαι ἐπέτρεψεν. ὃ καὶ ἐγένετο τοῦ λαοῦ προθύμως συλλαβομένου καὶ τὰς αὐτὰς ὕλας ἐκ 4.. 7 τῶν Συκῶν μετακομίσαντος. καὶ τὰ μὲν ὕστερον ὧδε ἔσχεν. ἐν δὲ τῷ τότε μικροῦ Ναυατιανοὶ καὶ οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας ἡνώθησαν· ὁμοίως γὰρ περὶ τὸ θεῖον δοξάζοντες καὶ κοινῇ ἐλαυνόμενοι καὶ ἐν ὁμοίαις συμφοραῖς ὄντες εὖνοι ἀλλήλοις ἦσαν καὶ εἰς ταὐτὸν συνῄεσάν τε καὶ συνηύχοντο· τοῖς γὰρ ἀπὸ τῆς καθόλου ἐκκλησίας εὐκτήριος οὐκ ἦν οἶκος, ἀλλὰ πάντες πρὸς τῶν τὰ᾿ Αρείου φρονούντων ἀφῄρηντο· καὶ ὡς εἰκὸς ἐκ τῆς συνεχοῦς ὁμιλίας μάτην διαφέρεσθαι πρὸς σφᾶς λογισάμενοι κοινωνεῖν ἀλλή4.. 8 λοις ἐβουλεύοντο. καὶ δὴ τοῦτ' ἐγεγόνει, εἰ μὴ βασκανία ὀλίγων οἶμαι τὴν τοῦ πλήθους προθυμίαν ἔβλαψεν, ἀρχαῖον εἶναι λόγον ἰσχυριζομένων παραιτεῖσθαι τοῦτο ποιεῖν.
4.21.1
Κατὰ δὲ τοῦτον τὸν χρόνον καὶ᾿ Ελεύσιος τὴν ἐν Κυζίκῳ ἐκκλησίαν
4.21.2
Ναυατιανῶν ἄρδην καθεῖλε. τούτων δὲ τῶν κακῶν ἐς τὰ μάλιστα μετέσχον οἱ Μαντίνειον οἰκοῦντες καὶ ἄλλοι Παφλαγόνες. μαθὼν γὰρ Μακεδόνιος τοὺς πλείους ἐνθάδε τὰ Ναυάτου φρονεῖν μὴ ἱκανούς τε μόνους εἶναι τούτους τοὺς ἐκκλησιαστικοὺς ἀπελαύνειν ἔπεισε τὸν βασιλέα τέσσαρα τάγματα τῶν στρατιωτῶν ἐκπέμψαι τούτου χάριν. ὧδε γὰρ ᾤετο ἀνθρώπους ἀήθεις ὅπλων, εἰ ὁπλίτας θεάσοιντο, δείσαντας εὐθὺς πρὸς τὴν αὐτοῦ δόξαν μεταθήσεσθαι.
4.21.2
τὸ δὲ ἄλλως ἀπέβη. οἱ γὰρ ἐκ τοῦ Μαντινείου πλῆθος γενόμενοι δρεπάνοις τε καὶ πελέκεσι καὶ ἄλλως ᾗ ἔτυχεν ἕκαστος σφᾶς ὁπλίσαντες συνέμιξαν τοῖς στρατιώταις. καρτερᾶς δὲ μάχης γενομένης πίπτουσι Παφλαγόνων μὲν πλεῖστοι, τῶν δὲ στρατιωτῶν σχεδὸν πάντες. ἐντεῦθεν ὡς τηλικούτων συμφο
4.21.3
ρῶν αἴτιον ὄντα Μακεδόνιον πολλοὶ τῶν ἐπιτηδείων ἐμέμφοντο. ἀποστραφεὶς δὲ καὶ ὁ βασιλεὺς οὐκέτι ὑγιῶς πρὸς αὐτὸν εἶχεν· ἐπεγένετο γὰρ καὶ μείζονος ἀπεχθείας πρόφασις τοιάδε· Κωνσταντίνου τοῦ βασιλεύσαντος τὴν θήκην ἐβούλετο Μακεδόνιος ἑτέρωθι μεταφέρειν· ἠπείλει γὰρ πτῶσιν ὁ
4.21.4
ταύτην καλύπτων οἶκος. τοῦ δὲ λαοῦ οἱ μὲν ὧδε γενέσθαι συνεχώρουν, οἱ δὲ ἀντεῖχον ἀνόσιον εἶναι ἡγούμενοι καὶ τῷ ἀνορύττειν ὅμοιον. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου πρεσβεύοντες, μήτε ὑβρίζεσθαι Κωνσταντίνου τὸ σῶμα ὡς ὁμοδόξου ἀνεχόμενοι καὶ Μακεδονίῳ οἶμαι ἐναντίοι εἶναι σπουδάζοντες. ἀλλ' ὁ μὲν μηδὲν μελλήσας μετεκόμισε τὴν θήκην εἰς τὴν ἐκκλησίαν ἐν ᾗ᾿ Ακακίου τοῦ μάρτυρός ἐστιν ὁ
4.21.5
τάφος. τὸ δὲ πλῆθος οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες, οἱ δὲ μεμφόμενοι κατ' αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν.
4.21.6
ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τάδε μαθὼν ἐχαλέπαινε καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον καὶ δι' ὀργῆς εἶχε· βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν εἴχετο τῆς ὁδοῦ. μετακαλεσάμενος δὲ᾿ Ιουλιανὸν τὸν ἀνεψιὸν Καίσαρα κατέστησε καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν.
4.22.1
᾿ Εν τούτῳ δὲ οἱ ἀπὸ τῆς ἕω ἐπίσκοποι ἀμφὶ ἑκατὸν καὶ ἑξήκοντα ὄντες εἰς Σελεύκειαν τὴν παρὰ᾿ Ισαύροις συνῆλθον· ἔτος δὲ ἦν ἐν ᾧ ὑπάτευεν Εὐ
4.22.2
σέβιός τε καὶ῾ Υπάτιος. συνεληλύθει δὲ αὐτοῖς καὶ Λεωνᾶς ὁ ἐν ἀξιώμασι λαμπρῶς ἐν τοῖς βασιλείοις στρατευόμενος, ὃς ἐκ προστάγματος Κωνσταντίου τῇ συνόδῳ παρῆν, ὥστε ἐπ' αὐτοῦ γενέσθαι τὴν περὶ τοῦ δόγματος πύστιν. παρῆν δὲ καὶ Λαυράκιος ὁ τῶν στρατιωτῶν τοῦ ἔθνους ἡγεμών, εἴ τι δέοι παρασκευάσων· ὑπουργεῖν γὰρ αὐτῷ βασιλέως ἐπέταττε γράμμα.
4.22.3
κατὰ δὲ τὸν πρῶτον σύλλογον ἀπολιμπάνονται ἕτεροί τινες ἐπίσκοποι καὶ Πατρόφιλος ὁ Σκυθοπόλεως καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ Βασίλειος ὁ᾿ Αγκύρας. πρόφασις δὲ γέγονε τοῖς μὲν ἄλλοις ἄλλη, Πατρο- φίλῳ δὲ ὀφθαλμία καὶ Μακεδονίῳ νόσος· ὑπόνοια δὲ ἦν, ὡς δεδιότες ἐγκλή
4.22.4
ματα κατηγόρων οὐ παρεγένοντο τότε. παραιτουμένων δὲ τῶν ἄλλων διὰ τὴν τούτων ἀπουσίαν ἐξετάζειν τὰ ἀμφίβολα καὶ οὕτως ἐκέλευσε Λεωνᾶς τὰς ζητήσεις κινεῖν. ἐντεῦθεν οἱ μὲν πρότερον τὸ δόγμα ἐξετάζειν, οἱ δὲ τοὺς βίους ἀνακρίνειν τῶν κατηγορουμένων ἐν αὐτοῖς, ὧν ἦν Κύριλλος῾ Ιεροσολύ
4.22.5
μων καὶ Εὐστάθιος ὁ Σεβαστείας, ἀναγκαῖον ἔλεγον. πρόφασιν δὲ αὐτοῖς καὶ βασιλέως ἐδίδου γράμματα, πῇ μὲν τοῦτο πῇ δὲ ἐκεῖνο δηλοῦντα. ἐκ ταύτης δὲ τῆς ἔριδος ἀρξάμενοι οὐκέτι ὑγιῶς πρὸς ἀλλήλους εἶχον, ἀλλ' εἰς δύο διῃρέθησαν. ἐκράτει δὲ ὅμως πρότερον περὶ τοῦ δόγματος τὴν διάλεξιν ποιεῖσθαι.
4.22.6
ἐπεὶ δὲ εἰς τοὺς τοιούτους καθίσταντο λόγους, τοῖς μὲν ἐδόκει παντελῶς τὸ τῆς οὐσίας ἀνελεῖν ὄνομα προϊσχομένοις τὴν πίστιν, ἣν οὐ πρὸ πολλοῦ κατὰ τὸ Σίρμιον ὁ Μᾶρκος συνέθηκε, κατεδέξαντο δὲ οἱ παρατυχόντες ἐν τῷ στρατοπέδῳ, μεθ' ὧν ἦν καὶ Βασίλειος ὁ τῆς᾿ Αγκύρας ἐπίσκοπος· τοῖς δὲ πλείοσιν ἐσπουδάζετο ἡ ἐκτεθεῖσα πίστις ἐπὶ τῇ τελεσιουργίᾳ τῆς᾿ Αντιοχέων
4.22.7
ἐκκλησίας. προΐσταντο δὲ μάλιστα τῆς προτέρας γνώμης Εὐδόξιος καὶ᾿ Ακάκιος καὶ Πατρόφιλος καὶ Γεώργιος ὁ᾿ Αλεξανδρείας καὶ Οὐράνιος ὁ Τύρου καὶ ἕτεροι τριάκοντα δύο, τῆς δὲ δευτέρας Γεώργιος ὁ Λαοδικείας τῆς Συρίας καὶ᾿ Ελεύσιος ὁ Κυζίκου καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως
4.22.8
τῆς Παφλαγόνων, οἷς οἱ πλείους εἵποντο. ὑπενοοῦντο δὲ οἱ ἀμφὶ᾿ Ακάκιον ἐπίτηδες πρὸς τοὺς ἄλλους περὶ τὸ δόγμα διαφέρεσθαι καὶ προφάσει ταύτῃ τὰς κατ' αὐτῶν εὐθύνας ἀναιρεῖν· καθότι πρὶν δι' ὧν ἔγραψαν Μακεδονίῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ συνομολογήσαντες κατὰ πάντα ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ τῆς αὐτῆς οὐσίας, ἀνέδην νῦν ἀπεμάχοντο 4. 22. ταῖς προτέραις ὁμολογίαις. ἐριστικῶς δὲ πολλῶν κινηθέντων οὐκ ἀνεκτὸν εἶναι ἀνεβόησε Σιλβανὸς ὁ Ταρσοῦ ἐπίσκοπος καινὴν ἑτέρας πίστεως ἐπεισάγειν γραφὴν παρὰ τὴν ἐν᾿ Αντιοχείᾳ δοκιμασθεῖσαν· ταύτην δὲ μόνην χρῆναι
4.22.10
κρατεῖν. ἐπὶ τούτῳ δὲ χαλεπῶς ἐνεγκόντες οἱ ἀμφὶ᾿ Ακάκιον ἐξανέστησαν· οἱ δὲ ἕτεροι τότε μὲν ἀνέγνωσαν τὰ ἐν᾿ Αντιοχείᾳ δόξαντα, τῇ δὲ ὑστεραίᾳ εἰσελθόντες εἰς τὴν ἐκκλησίαν τὰς θύρας ἀπέκλεισαν καὶ καθ' ἑαυτοὺς γενόμενοι ἐπεψηφίσαντο τούτοις.᾿ Ακάκιος δὲ τὰ μὲν οὕτω γενόμενα διέβαλλεν, ἰδίᾳ δὲ Λεωνᾷ καὶ Λαυρακίῳ τὴν σπουδαζομένην αὐτῷ γραφὴν
4.22.11
ἐπέδειξε. τρίτῃ δὲ πάλιν ἡμέρᾳ οἱ μὲν ἄλλοι συνῆλθον Μακεδόνιός τε καὶ Βασίλειος οἱ πρὶν ἀπολειφθέντες,᾿ Ακάκιος δὲ καὶ οἱ ἀμφ' αὐτὸν οὐκ ἠξίουν τοῦ συλλόγου κοινωνεῖν, εἰ μὴ πρότερον ὑπεξέλθωσιν οἱ πρὸς αὐτῶν
4.22.12
καθῃρημένοι καὶ κατηγορηθέντες· καὶ τοῦτο ἐγένετο. συνεχώρουν γὰρ οἱ ἀπὸ τοῦ ἑτέρου μέρους ὑπολαβόντες᾿ Ακάκιον ταύτην πρόφασιν θηρᾶσθαι διαλῦσαι τὴν σύνοδον, ὡς καὶ τὴν᾿ Αετίου αἵρεσιν τὴν παροῦσαν ἐξέτασιν
4.22.13
διαφυγεῖν καὶ σφᾶς αὐτοὺς τὰς εὐθύνας τῶν κατηγορουμένων. ἐπεὶ δὲ πάντες παρῆσαν, βιβλίον ἔφη Λεωνᾶς ἔχειν ἐπιδοθὲν παρὰ τῶν ἀμφὶ᾿ Ακάκιον· τὸ δὲ πίστεως ἦν γραφὴ σὺν προοιμίῳ τινί, καὶ τοὺς ἄλλους ἐλάνθανεν· ἑκὼν γὰρ τοῦτο καὶ Λεωνᾶς ἀπεκρύψατο τὰ᾿ Ακακίου φρονῶν. ὡς δὲ ἀνε
4.22.14
γνώσθη, θορύβου πλήρης ὁ σύλλογος γέγονεν. ἐδήλου γάρ, ὡς βασιλέως προστάξαντος μηδὲν ἐπεισάγειν τῇ πίστει παρὰ τὰς ἱερὰς γραφὰς ἐπαγόμενοί τινες τοὺς καθῃρημένους ἐκ διαφόρων ἐθνῶν καὶ τοὺς παρανόμως ἐπισκόπους καταστάντας ἐτάραξαν τὴν σύνοδον καὶ τοὺς μὲν αὐτῶν ὕβρισαν,
4.22.15
τοὺς δὲ λαλεῖν οὐ συνεχώρησαν. σφᾶς δὲ τὴν ἐκτεθεῖσαν πίστιν ἐν᾿ Αντιοχείᾳ μὴ ἀποφυγεῖν, εἰ καὶ πρὸς τὴν τότε συμβᾶσαν ζήτησιν οἱ συνελθόντες ἐκεῖσε ταύτην τὴν γραφὴν εἰσηγήσαντο· ἐπεὶ δὲ τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον εἰσέτι νῦν πολλοὺς θορυβεῖ, ἀρτίως δὲ καινοτομεῖν τινες ἐπιχειροῦσι τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, διὰ τοῦτο τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλειν χρεὼν ὡς ἀλλότριον γραφῶν, ἀποκηρύττειν δὲ τὸ ἀνόμοιον, τὸ δὲ ὅμοιον υἱοῦ πρὸς πατέρα σαφῶς ὁμολογεῖν· ἔστι γάρ, ὥς πού
4.22.16
φησι Παῦλος ὁ ἀπόστολος, εἰκὼν τοῦ ἀοράτου θεοῦ. ταῦτα προοιμιασάμενοι ἑξῆς πίστεως ἐπισυνῆψαν γραφὴν μήτε τοῖς ἐν Νικαίᾳ μήτε τοῖς ἐν᾿ Αντιοχείᾳ δόξασι συνᾴδουσαν, ἀλλ' ἁπλῶς οὕτως συγκειμένην, ὡς καὶ τοὺς τὰ᾿ Αρείου καὶ τὰ᾿ Αετίου φρονοῦντας μηδὲν δοκεῖν ἁμαρτάνειν, εἰ καὶ
4.22.17
ὧδε πιστεύουσι. παραδραμόντες γὰρ τὰ ὀνόματα, δι' ὧν τὴν᾿ Αρείου
4.22.18
δόξαν ἐκβάλλουσιν οἱ ἐν Νικαίᾳ συνελθόντες, σιωπήσαντες δὲ καὶ ὡς ἀναλλοίωτός ἐστι τῆς θεότητος ὁ υἱός, οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν τοῦ πατρός, οἷα τῇ ἐν᾿ Αντιοχείᾳ συνόδῳ εἴρηται, ὡμολόγησαν πιστεύειν εἰς πατέρα, πιστεύειν δὲ καὶ εἰς τὸν υἱὸν καὶ εἰς τὸ ἅγιον
4.22.18
πνεῦμα. ἐφ' ἑκάστῳ δὲ ἐπιθέτοις ὀνόμασι κοινοῖς τισι χρησάμενοι, ἃ μήτε αὐτοῖς μήτε τοῖς ἐναντίως δοξάζουσιν ἐμάχετο, τοὺς ἄλλως πιστεύοντας τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. Τοιάδε μὲν τὸ παρὰ Λεωνᾶ προκομισθὲν βιβλίον περιεῖχεν, ὑπ' αὐτοῦ δὲ
4.22.2
᾿ Ακακίου καὶ τῶν αὐτῷ πειθομένων ὑπογεγραμμένον. μετὰ δὲ τὴν τούτου ἀνάγνωσιν ἀναβοήσας Σωφρόνιος ὁ Παφλαγών «εἰ τὸ ἑκάστης ἡμέρας», ἔφη, «ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεώς ἐστιν ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς 4. 22. ἀληθείας ἀκρίβεια.» ἰσχυριζομένου δὲ᾿ Ακακίου μηδὲν κωλύειν ἑτέραν ὑπαγορευθῆναι γραφήν, εἴ γε ἅπαξ καὶ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, ὑπολαβὼν᾿ Ελεύσιος «ἀλλ' ἡ σύνοδος», ἔφη, «συνεκροτήθη νῦν, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὐδ' ἵνα πίστιν ἑτέραν παραλάβῃ παρὰ τὴν ἤδη δοκιμασθεῖσαν παρὰ τῶν ἐν᾿ Αντιοχείᾳ συνελθόντων»,
4.22.21
καὶ μέχρι ζωῆς καὶ θανάτου ταύτης ἔχεσθαι σφᾶς. ὧδε προϊούσης τῆς διαλέξεως ἐπὶ ἑτέραν μετέβησαν ζήτησιν. καὶ ἐπυνθάνοντο τῶν ἀμφὶ᾿ Ακάκιον, κατὰ τί ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡμολόγησαν· τῶν δὲ κατὰ βούλησιν μόνον, οὐ μὴν κατ' οὐσίαν εἰπόντων οἱ μὲν ἄλλοι πάντες καὶ κατ' οὐσίαν ὅμοιον αὐτὸν ἰσχυρίζοντο. καὶ τὸν᾿ Ακάκιον ἤλεγχον διὰ τὸν λόγον, ὃν συνε
4.22.22
γράψατο καὶ ἐκδέδωκεν, ὡς ὁμοίως αὐτοῖς ἐδόξαζε πρότερον. τοῦ δὲ μὴ δεῖν ἀπὸ συγγραμμάτων τὰς εὐθύνας ἐπάγειν λέγοντος καὶ τῆς διαλέξεως ἐπὶ μᾶλλον ἐριστικῶς προϊούσης τὸ τελευταῖον᾿ Ελεύσιος ὁ Κυζικηνός «εἰ μέν», ἔφη, «Βασίλειος ἢ Μᾶρκος καθ' ἑαυτούς τινα πεπράχασιν, ἢ ἰδίᾳ περί τινων ἀλλήλοις ἐγκαλοῦσιν αὐτοί τε καὶ οἱ ἀμφὶ᾿ Ακάκιον, οὐδὲν τῇ συνόδῳ διαφέρει, οὐδὲ πότερον καλῶς ἢ ἄλλως ἔχει ἡ ἐκτεθεῖσα παρ' αὐτῶν πίστις πολυπραγμονεῖν ἀναγκαῖον»· τῇ μέντοι παρὰ τῶν παλαιοτέρων ἐνενήκοντα καὶ ἑπτὰ ἱερέων ἐν᾿ Αντιοχείᾳ κυρωθείσῃ χρῆναι ἕπεσθαι· παρὰ ταῦτα δὲ
4.22.23
εἴ τις εἰσηγοῖτο, ἀλλότριον εἶναι εὐσεβείας καὶ τῆς ἐκκλησίας. ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ᾿ Ακάκιον καὶ
4.22.24
Γεώργιον. οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο· περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ᾿ Ακάκιον. δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης, αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόν
4.22.25
των. ἐπεὶ δὲ χρόνος διετρίβετο, πολλάκις μὲν τῶν ἄλλων τοὺς ἀμφὶ᾿ Ακάκιον καλούντων, τῶν δὲ πῇ μὲν εἰς τὴν Λεωνᾶ οἰκίαν ῥητοὺς συνελθεῖν ἀξιούντων, πῇ δὲ αὐτοὺς κρίνειν τοὺς ἄλλους ἰσχυριζομένων παρὰ βασιλέως ἐπιτετράφθαι, οὐδὲ τὴν αὐτὴν πίστιν ὁμολογεῖν ἠβούλοντο ἢ περὶ τῶν ἐγκλημάτων ἀπολογεῖσθαι, οὔτε εἰς τὴν κατὰ Κύριλλον ἐξέτασιν παραγενέσθαι ἠνείχοντο, ὃν αὐτοὶ καθεῖλον, καὶ ὁ κατεπείγων οὐκ ἦν, καθαιροῦσιν ἄλλους τέ τινας καὶ Γεώργιον τὸν᾿ Αλεξανδρείας ἐπίσκοπον καὶ᾿ Ακάκιον τὸν Και- σαρείας καὶ Οὐράνιον τὸν Τύρου καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Εὐ
4.22.26
δόξιον τὸν᾿ Αντιοχείας. τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται, καὶ τὰ πραχθέντα τῇ ἑκά
4.22.27
στου παροικίᾳ ἔγραψαν. ἀντὶ δὲ Εὐδοξίου᾿ Αδριανὸν ἐχειροτόνησαν᾿ Αντιο- χέων ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ᾿ Ακάκιον Λεωνᾷ καὶ Λαυρακίῳ παρέδωκαν· οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον, ὕστερον δὲ ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν.
4.22.28
τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν. ᾧ δὲ φίλον ἀκριβῶς τὰ καθ' ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνεγράψαντο.
4.23.1
᾿ Επεὶ δὲ τάδε ὧδε ἐγένετο, οἱ μὲν ἀμφὶ τὸν᾿ Ακάκιον σπουδῇ ἐπὶ τὰ βασίλεια ἀφίκοντο, οἱ δὲ ἄλλοι ἕκαστος οἴκαδε ἀνεχώρουν. δέκα δέ, ὡς προστέτακτο, κοινῇ γνώμῃ ἐπιτραπέντες πρὸς βασιλέα παραγενέσθαι καταλαμβάνουσι τοὺς ἀπεσταλμένους δέκα παρὰ τῶν ἐν᾿ Αριμήνῳ συνελθόντων, τοὺς δὲ ἀμφὶ᾿ Ακάκιον ἤδη κατωρθωκότας τὰ αὐτῶν φρονεῖν τοὺς ἐν τοῖς βασιλείοις δυναμένους καὶ διὰ τούτων πραγματευσαμένους τὴν παρὰ τοῦ κρα
4.23.2
τοῦντος εὔνοιαν. εἶναι γάρ, ὡς ἐλέγετο, τοὺς μὲν ὁμοδόξους αὐτοῖς, τοὺς δὲ ταῖς ἐκκλησιαστικαῖς οὐσίαις διεφθάρθαι, τοὺς δὲ θωπείαις λόγων ἐξηπατῆσθαι καὶ τῇ ἀξίᾳ τοῦ πείθοντος. οὐ γὰρ ὁ τυχὼν ἐδόκει᾿ Ακάκιος, φύσει τε δεινὸς ὢν νοεῖν καὶ λέγειν καὶ τὰ βεβουλευμένα εἰς ἔργον ἄγειν καὶ ἐπισήμου προεστὼς ἐκκλησίας καὶ Εὐσέβιον τὸν Παμφίλου, μεθ' ὃν τὴν αὐτοῦ ἐπισκοπὴν ἤνυε, διδάσκαλον αὐχῶν καὶ τῇ δοκήσει καὶ διαδοχῇ τῶν αὐτοῦ βιβλίων πλείω τῶν ἄλλων εἰδέναι ἀξιῶν. καὶ ὁ μὲν τοιοῦτος ὢν ῥᾳδίως ἅ γε ἠβούλετο διεσκεύαζεν.
4.23.3
῎ Οντων δὲ ἐν Κωνσταντινουπόλει τῶν ἐξ ἑκατέρας συνόδου εἴκοσι καὶ ἄλλων, οἵπερ ἔτυχον ἐνδημοῦντες, τὸ μὲν πρῶτον ἐπιτρέπεται δικάσαι τῇ κατὰ᾿ Αέτιον ζητήσει παρόντων τῶν ἀπὸ τῆς μεγάλης βουλῆς ἐξάρχων ὁ᾿ Ονωρᾶτος, ὃν βασιλεὺς οὐ πρὸ πολλοῦ ἀπὸ τῆς πρὸς δύσιν ἀρχομένης ἐπαν
4.23.4
ελθὼν πρῶτον ὕπαρχον Κωνσταντινουπόλεως ἀπέφηνεν. ὕστερον δὲ καὶ αὐτοῦ Κωνσταντίου σὺν τοῖς ἄρχουσι διαγνόντος φωρᾶται᾿ Αέτιος κακόνους ὢν περὶ τὴν πίστιν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄλλους ὡς ἐπὶ βλασφήμοις αὐτοῦ λόγοις χαλεπῆναι. λέγεται δὲ τοὺς περὶ᾿ Ακάκιον ἄγνοιαν σκηπτομένους τὴν ἀρχὴν τῆς τοιαύτης αἱρέσεως ἐπίτηδες σπουδάσαι τὸν βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν δικάσαι, ἀκαταμάχητον ἔσεσθαι τοῖς λόγοις τὸν᾿ Αέτιον οἰηθέντας καὶ ἱκανὸν πειθοῦς ἀνάγκῃ τοὺς ἀκούοντας ἑλεῖν καὶ ἀκονιτὶ κρα
4.23.5
τῦναι τὴν αἵρεσιν. ἐπεὶ δὲ τοῦτο παρ' ἐλπίδας αὐτοῖς ἀπέβη, προκομίσαι τὴν ἐξ᾿ Αριμήνου διακομισθεῖσαν γραφὴν καὶ τοὺς ἀπεσταλμένους παρὰ τῆς ἐν Σελευκείᾳ συνόδου ἀξιῶσαι ταύτην καταδέξασθαι· ἰσχυριζομένους δὲ μηδαμῶς τὸ τῆς οὐσίας ὄνομα παραλιμπάνειν ὅρκοις πεῖσαι, ὡς οὐκ ἀνόμοιον κατ' οὐσίαν τὸν υἱὸν δοξάζουσιν ἑτοίμως τε ἔχουσι ταύτην ἀποκηρύττειν τὴν
4.23.6
αἵρεσιν. ἀλλ' ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν᾿ Αριμήνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν· εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεσθαι καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν
4.23.7
Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο. πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν, λογιζόμενος τῶν ἐν᾿ Αριμήνῳ συνελθόντων τὸ πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον ὁμολογῶν καὶ ὁμοούσιον καὶ μηδὲν αὐτῷ διαφέρειν κατ' ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ
4.23.8
ὅμοιον τὴν αὐτὴν σημασίαν ὁμολογοίη. οὕτως οὖν ἔχων γνώμης ὁμο
4.23.9
νοεῖν ἐκέλευσε τοὺς ἐπισκόπους περὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν ἐν᾿ Αριμήνῳ συνελθόντων. ἑτοιμαζόμενός τε τῇ ὑστεραίᾳ πρὸς ὑπατικὴν πομπήν, καθὰ῾ Ρωμαίοις ἔθος ἐν τῇ νουμηνίᾳ τοῦ παρ' αὐτοῖς᾿ Ιαννουαρίου μηνός, πᾶσαν τὴν ἡμέραν καὶ πολὺ τῆς ἐπιλαβούσης νυκτὸς ἀνάλωσε μεταξὺ τῶν ἐπισκόπων διαγιγνώσκων, εἰσότε δὴ τῇ διακομισθείσῃ ἐξ᾿ Αριμήνου γραφῇ καὶ οἱ ἐκ Σελευκείας ἀφιγμένοι ὑπέγραψαν.
4.24.1
Οἱ δὲ ἀμφὶ᾿ Ακάκιον ἐπιμείναντές τινα χρόνον ἐν Κωνσταντινουπόλει μετεκαλέσαντο τοὺς ἐκ Βιθυνίας ἐπισκόπους, ἐν οἷς ἦν καὶ Μάρις ὁ Χαλκηδόνος καὶ Οὐλφίλας ὁ τῶν Γότθων. πεντήκοντα δὲ ὄντες εἰς ταὐτὸν συνῆλθον καὶ ἐβεβαίωσαν τὴν ἐν᾿ Αριμήνῳ ἀναγνωσθεῖσαν γραφήν, προσθέντες τοῦ λοιποῦ οὐσίαν ἢ ὑπόστασιν ἐπὶ θεοῦ ὀνομάζειν μηδόλως, παρὰ ταύτην δὲ τὴν γραφὴν ἀποκεκηρύχθαι πᾶσαν ἄλλην ἢ γενομένην ἢ μέλλουσαν.
4.24.2
᾿ Επεὶ δὲ ταῦτα ἔπραξαν, καθαιροῦσιν᾿ Αέτιον τῆς διακονίας ὡς ἐρι- στικῶς καὶ πρὸς ἔνδειξιν σοφίας ἐκκλησιαστικῆς προαιρέσεως ἀπᾳδούσης συγγράφοντά τε καὶ τὰς διαλέξεις δυσφήμως ποιούμενον, ταραχῆς τε καὶ στάσεων ταῖς ἐκκλησίαις αἴτιον. λέγεται δὲ πρός τινων, ὡς οὐκ ἀπὸ γνώμης τοῦτον καθεῖλον, ἀλλ' ἀφοσιούμενοι καὶ ταῖς περὶ αὐτῶν δόξαις πρὸς βασιλέα·
4.24.3
διεβάλλοντο γὰρ τὰ αὐτοῦ φρονεῖν. ἀποχρησάμενοι δὲ τῇ ὀργῇ βασιλέως, ἣν κατὰ Μακεδονίου εἶχεν ἐκ τῶν πρόσθεν εἰρημένων, καθαιροῦσιν αὐτὸν καὶ᾿ Ελεύσιον τὸν Κυζίκου ἐπίσκοπον καὶ Βασίλειον τὸν᾿ Αγκύρας καὶ῾ Εορ
4.24.4
τάσιον τὸν Σάρδεων καὶ Δρακόντιον τὸν Περγάμου. διαφερόμενοί τε περὶ δόγματος ἐν τῷ καθαιρεῖν τούτους οὐκ ἐμέμφοντο τὴν αὐτῶν πίστιν, αἰτίας δὲ ἐπῆγον κοινῇ μὲν πᾶσιν, ὡς τὰς ἐκκλησίας ἐτάραξαν καὶ εἰς τοὺς ἐκκλησιαστικοὺς νόμους ἐξήμαρτον, ἰδίᾳ δὲ ἐγκλήματα ἐπέφερον Βασιλείῳ μὲν ὡς Διογένην πρεσβύτερον ἐκ τῆς᾿ Αλεξανδρείας τὴν῎ Αγκυραν διοδεύοντα χάρτας τε ἀφείλετο καὶ ἐτύπτησε καὶ κληρικοὺς ἐκ τῆς᾿ Αντιοχείας καὶ τῶν παρὰ τὸν Εὐφράτην ποταμὸν Κίλικάς τε καὶ Γαλάτας καὶ᾿ Ασιανοὺς ὑπερορίαις φυγαῖς καὶ ἄλλαις τιμωρίαις ζημιοῦν ἀκρίτως τοῖς ἄρχουσιν ἐπέταττεν, ὡς καὶ σιδηρῶν αὐτοὺς πειραθῆναι δεσμῶν καὶ τὰ ὄντα προσαπολλύειν τοῖς
4.24.5
ἀπάγουσι στρατιώταις, ἵνα μὴ ὑβρίζωνται. ἐπῃτιῶντο δὲ αὐτὸν καὶ ὡς βασιλέως προστάξαντος ἀχθῆναι πρὸς Κεκρόπιον᾿ Αέτιόν τε καί τινας τῶν σὺν αὐτῷ ἀπολογησομένους ἐφ' οἷς ἐνεκάλει, πέπεικε τὸν ἐπιτραπέντα τὴν τοῦ κρατοῦντος πρόσταξιν ἅ γε αὐτῷ ἐδόκει πρᾶξαι,῾ Ερμογένει δὲ τῷ ὑπάρχῳ καὶ τῷ ἡγουμένῳ Συρίας ἔγραψε, τίνας τε καὶ ὅποι χρὴ μετοικισθῆναι, καὶ τοῦ βασιλέως μετακαλεσαμένου τούτους ἀπὸ τῆς ὑπερορίας οὐ συνεχώρησεν
4.24.6
ἄρχουσι καὶ ἱερεῦσιν ἐναντιούμενος. προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε καί, κοινωνῶν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ, γράφων διέβαλλεν αὐτοὺς πρὸς τοὺς τῆς᾿ Αφρικῆς ἐπισκόπους, ἐγκαλούμενός τε ἠρνεῖτο καὶ ἐπιώρκει καὶ φωραθεὶς ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν, καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο᾿ Ιλλυριοῖς καὶ᾿ Ιταλοῖς καὶ῎ Αφροις καὶ τῶν περὶ τὴν῾ Ρωμαίων ἐκκλησίαν συμβάντων,
4.24.7
δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης, καὶ ἄνδρα ἐπὶ γοητείαις ἁλόντα αἰσχρῶς τε βεβιωκότα οὐδὲ νόμῳ γάμου γυναικὶ συνοικοῦντα ἐβάπτισέ τε καὶ διακονίας ἠξίωσε, περιοδευτὴν
4.24.8
δὲ φόνων αἴτιον γενόμενον οὐκ ἐχώρισε τῆς ἐκκλησίας, καὶ ὅτι γε παρὰ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων· εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν, ὡς ἐν βραχεῖ εἰπεῖν, τάδε αἴτια τῆς καθαιρέσεως 4. 24. ἐποιοῦντο· Εὐσταθίου δὲ πρῶτον μὲν ὡς ἡνίκα πρεσβύτερος ἦν προκατεγνώκει αὐτοῦ Εὐλάλιος ὁ πατὴρ καὶ τῶν εὐχῶν ἀφώρισεν, ἐπίσκοπος ὢν τῆς ἐν Καππαδοκίᾳ ἐκκλησίας Καισαρείας, μετὰ δὲ τοῦτο ἐν Νεοκαισαρείᾳ τοῦ Πόντου ὑπὸ συνόδου ἀκοινώνητος ἐγένετο καὶ ὑπὸ Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου καθῃρέθη ἐπὶ διοικήσεσί τισιν αἷς ἐπετράπη καταγνωσθείς, ἔπειτα δὲ ὡς οὐ δέον διδάσκων τε καὶ πράττων καὶ φρονῶν ἀφῃρέθη τῆς ἐπισκοπῆς παρὰ τῶν ἐν Γάγγραις συνεληλυθότων, ἐπὶ δὲ τῆς ἐν᾿ Αντιοχείᾳ συνόδου ἐπιορκίας ἥλω· καὶ ὅτι ἀνατρέπειν ἐπιχειρεῖ τὰ δόξαντα τοῖς ἐν Μελιτινῇ συνελθοῦσι καὶ πλείστοις ἐγκλήμασιν ἔνοχος ὢν δικαστὴς ἠξίου
4.24.10
εἶναι καὶ ἑτεροδόξους τοὺς ἄλλους ἀπεκάλει.᾿ Ελεύσιον δὲ καθεῖλον ὡς῾ Ηράκλειόν τινα Τύριον τὸ γένος, ἱερέα τοῦ ἐνθάδε῾ Ηρακλέος γενόμενον, ἐπὶ γοητείᾳ γραφέντα καὶ ζητητέον ὄντα καὶ διὰ τοῦτο φυγάδα ἐν Κυζίκῳ διατρίβοντα διακονίας θεοῦ ἀπερισκέπτως ἠξίωσε Χριστιανισμὸν ὑποκρινόμενον, καὶ οὐδὲ τοιοῦτον ὄντα μετὰ ταῦτα μαθὼν τῆς ἐκκλησίας ἐχώρισε, καὶ ὡς παρὰ Μάρι τοῦ Χαλκηδόνος ἐπισκόπου, ὃς ἐκοινώνει ταύτης τῆς συνόδου, ἄνδρας
4.24.11
κατεγνωσμένους, εἰς Κύζικον ἀφικομένους, ἐχειροτόνησεν ἀκρίτως.῾ Εορτάσιον δὲ καθεῖλον ὡς ἐπίσκοπον Σάρδεων γενόμενον μὴ συναινεσάντων τῶν ἐν Λυδίᾳ ἐπισκόπων, Δρακόντιον δὲ τὸν Περγάμου ὡς πρότερον ἐν Γαλατίᾳ ἐπισκοποῦντα· καὶ ὡς παράνομον τὴν ἐφ' ἑκατέρῳ χειροτονίαν
4.24.12
ἔλυσαν. ἐπὶ τούτοις αὖθις συνελθόντες καθαιροῦσι Σιλβανὸν τὸν Ταρσοῦ ἐπίσκοπον καὶ Σωφρόνιον τὸν Πομπηιουπόλεως τῆς Παφλαγόνων,᾿ Ελπίδιόν τε τὸν Σατάλων καὶ Νέωνα τὸν ἐν Σελευκείᾳ τῆς᾿ Ισαυρίας.
4.24.13
καθεῖλον δὲ Σιλβανὸν ὡς ἀρχηγὸν γενόμενον ἀπονοίας τοῖς ἄλλοις ἔν τε Σελευκείᾳ καὶ Κωνσταντινουπόλει καὶ Θεόφιλον προστήσαντα τῆς ἐν Κασταβάλοις ἐκκλησίας,᾿ Ελευθερουπόλεως ἐπίσκοπον χειροτονηθέντα πρότερον παρὰ τῶν ἐπισκόπων Παλαιστίνης καὶ ἐπομοσάμενον παρὰ γνώμην ἑτέραν μὴ
4.24.14
ὑπεισιέναι ἐπισκοπήν, Σωφρόνιον δὲ ὡς πλεονεκτεῖν καὶ καπηλεύειν ἐπιχειροῦντα τὰ προσφερόμενα τῇ ἐκκλησίᾳ καὶ μετὰ κλῆσιν πρώτην καὶ δευτέραν, ἐπειδὴ μόλις ἀπήντησε, μὴ ἐθελήσαντα παρ' αὐτοῖς ἀπολογήσασθαι
4.24.15
πρὸς τὰ ἐγκλήματα, ἀλλὰ τοὺς ἔξωθεν αἱρεῖσθαι δικαστάς, Νέωνα δὲ ὡς ἐπὶ τῆς ἰδίας ἐκκλησίας σπουδάσαντα᾿ Αννιανὸν χειροτονηθῆναι᾿ Αν- τιοχέων ἐπίσκοπον καὶ ἀπείρους τινὰς ἱερῶν γραφῶν καὶ θεσμῶν ἐκκλησίας ἀπερισκέπτως πολιτευομένους ὄντας ἐπισκόπους καταστήσαντα, οἳ μετὰ ταῦτα χρημάτων κτῆσιν τῆς ἱερωσύνης προὐτίμησαν καὶ ἐγγράφως εἵλοντο
4.24.16
τὰς οὐσίας ἔχοντες λειτουργεῖν ἢ δίχα τούτων ἐπισκοπεῖν, τὸν δὲ᾿ Ελπίδιον ὡς Βασιλείῳ ἐπὶ ταραχῇ συμμίξαντα καὶ καθηγητὴν γενόμενον ἀταξίας καὶ παρὰ τὰ δόξαντα τῇ ἐν Μελιτινῇ συνόδῳ Εὐσέβιον μὲν ἄνδρα καθῃρημένον πρεσβυτερίῳ ἀποκαταστήσαντα, Νεκταρίαν δέ τινα διὰ παραβάσεις συνθηκῶν καὶ ὅρκων ἀκοινώνητον γενομένην διακονίας ἀξιώσαντα, μὴ μετὸν αὐτῇ τιμῆς κατὰ τοὺς νόμους τῆς ἐκκλησίας.
4.25.1
Σὺν τούτοις δὲ καὶ Κύριλλον τὸν῾ Ιεροσολύμων καθεῖλον ὡς Εὐσταθίῳ καὶ᾿ Ελπιδίῳ κεκοινωνηκότα, ἐναντία σπουδάσασι τοῖς ἐν Μελιτινῇ συνελθοῦσι, μεθ' ὧν καὶ αὐτὸς συνεληλύθει, καὶ ὡς μετὰ τὴν ἐν Παλαιστίνῃ καθαίρεσιν κοινωνίας μετασχόντα σὺν Βασιλείῳ καὶ Γεωργίῳ [καὶ] τῷ Λαο
4.25.2
δικείας ἐπισκόπῳ. ἐπειδὴ ἐπετράπη τὴν῾ Ιεροσολύμων ἐπισκοπήν, περὶ μητροπολιτικῶν δικαίων διεφέρετο πρὸς᾿ Ακάκιον τὸν Καισαρείας ὡς ἀποστολικοῦ θρόνου ἡγούμενος· ἐντεῦθέν τε εἰς ἀπέχθειαν κατέστησαν καὶ ἀλλήλους διέβαλλον, ὡς οὐχ ὑγιῶς περὶ θεοῦ φρονοῖεν· καὶ γὰρ καὶ πρὶν ἐν ὑπονοίᾳ ἑκάτερος ἦν, ὁ μὲν τὰ᾿ Αρείου δογματίζων, Κύριλλος δὲ τοῖς ὁμο
4.25.3
ούσιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγουμένοις ἑπόμενος. οὕτως δὲ ἔχων γνώμης᾿ Ακάκιος σὺν τοῖς τὰ αὐτοῦ φρονοῦσιν ἐπισκόποις τοῦ ἔθνους φθάνει καθελὼν Κύριλλον ἐπὶ προφάσει τοιᾷδε· λιμοῦ καταλαβόντος τὴν῾ Ιεροσολύμων χώραν, ὡς εἰς ἐπίσκοπον ἔβλεπε τὸ τῶν δεομένων πλῆθος τῆς ἀναγκαίας τροφῆς ἀπορούμενον, ἐπειδὴ χρήματα οὐκ ἦν οἷς ἐπικουρεῖν ἔδει, κει
4.25.4
μήλια καὶ ἱερὰ παραπετάσματα ἀπέδοτο. ἐκ τούτων δὲ λόγος τινὰ ἐπιγνῶναι οἰκεῖον ἀνάθημα γυναῖκα ἐκ τῶν ἐπὶ θυμέλης ἠμφιεσμένην, πολυπραγμονῆσαί τε ὅθεν ἔχοι καὶ εὑρεῖν ἔμπορον αὐτῇ ἀποδόμενον, τῷ δὲ ἐμπόρῳ τὸν ἐπίσκοπον. αἰτίαν δὲ ταύτην προϊσχόμενον καθελεῖν αὐτὸν᾿ Ακάκιον. Καὶ τὰ μέν, ὡς ἐπυθόμην, ὧδε ἔχει· τοὺς δὲ δηλωθέντας, ὡς εἴρηται, καθαιρεθέντας ἐξήλασαν οἱ ἀμφὶ᾿ Ακάκιον τῆς Κωνσταντινουπόλεως.
4.25.5
τοὺς δὲ σὺν αὐτοῖς, οἳ ταῖς καθαιρέσεσιν ὑπογράφειν οὐκ ἠνείχοντο, δέκα τὸν ἀριθμὸν ὄντας, καθ' ἑαυτοὺς εἶναι τέως παρεκελεύσαντο καὶ μήτε λειτουργεῖν μήτε τὰς ἐκκλησίας διοικεῖν, ἄχρις ἂν ταύταις ὑπογράψωσιν. εἰ δὲ μὴ μεταμεληθεῖεν ἐντὸς μηνῶν ἓξ καὶ πᾶσι τοῖς δόξασι καὶ πεπραγμένοις ἐν τῇ συνόδῳ ταύτῃ συναινέσωσι, καὶ αὐτοὺς καθαιρεῖσθαι, τοὺς δὲ κατ' ἔθνος ἐπισκόπους συνιόντας ἀντὶ αὐτῶν χειροτονεῖν ἑτέρους.
4.25.6
᾿ Επεὶ δὲ ταῦτα αὐτοῖς ἐβεβούλευτο καὶ εἰς ἔργον ἷκτο, γράφουσι τοῖς πανταχοῦ ἐπισκόποις καὶ κληρικοῖς τάδε φυλάττειν καὶ ἐπιτελεῖν· ἐκ τούτου τε οὐ πολλῷ ὕστερον ἀντικαθίστανται πρὸς τῶν ἀμφὶ τὸν Εὐδόξιον ἄλλος ἄλλῳ, Μακεδονίῳ τε αὐτὸς Εὐδόξιος καὶ Βασιλείῳ᾿ Αθανάσιος καὶ᾿ Ελευσίῳ Εὐνόμιος, ὃς ἀρχηγὸς μετὰ ταῦτα ἐγένετο τῆς ἀπ' αὐτοῦ καλουμένης αἱρέσεως· ἀντὶ δὲ Εὐσταθίου Μελέτιος τὴν ἐν Σεβαστείᾳ ἐκκλησίαν ἐπετράπη.
4.26.1
᾿ Αφαιρεθεὶς δὲ Μακεδόνιος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν εἴς τι περὶ Πύλας χωρίον τῆς Βιθυνίας διέτριβεν, ἔνθα καὶ ἐτελεύτησεν· Εὐδόξιος δὲ τὴν ἐκκλησίαν κατέσχεν· ἡνίκα δὴ Κωνσταντίου τὸ δέκατον καὶ᾿ Ιουλιανοῦ τοῦ Καίσαρος τὸ τρίτον ὑπατευόντων τὸ πρῶτον ἐκκλησιάζων ἐπὶ τῇ τελεσιουργίᾳ τῆς μεγάλης ἐκκλησίας, ἣν Σοφίαν ὀνομάζουσι, λέγεται ἐπὶ τὸ τοῦ ἱερέως ἀναβὰς βῆμα, οἷα δὴ τὸν λαὸν διδάσκων, ἀρχόμενος τοῦ λόγου εἰπεῖν, ὡς ὁ μὲν πατὴρ ἀσεβής, ὁ δὲ υἱὸς εὐσεβής. θορυβήσαντος δὲ τοῦ πλήθους «ἠρεμεῖτε», ἔφη· «ὁ μὲν πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει· ὁ δὲ υἱὸς εὐσεβής, ὅτι πατέρα σέβει.» καὶ ὁ μὲν ὧδε εἰπὼν εἰς γέλωτα τοὺς ἀκούον
4.26.2
τας μετέβαλε· κοινῇ δὲ ὅτι μάλιστα πᾶσαν αὐτός τε καὶ᾿ Ακάκιος ἐποιοῦντο σπουδὴν εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν᾿ Αριμήνῳ γραφὴν μεθ' ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέ
4.26.3
λευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. ὧδε γὰρ σφίσιν ἐσπούδαστο λογιζομένοις ἀκονιτὶ τῆς σπουδῆς ἐπιτεύξασθαι. τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν, ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον, καὶ τὰς πανταχοῦ ἐκκλησίας μονονουχὶ διωγμὸς εἶχε
4.26.4
παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν῾ Ελληνιστῶν βασιλέων. εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. ἄμφω γάρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. καὶ τοσοῦτον αἰσχρὸν τὸ κακόν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾶν καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευεν.
4.26.5
῾ Η δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου καὶ πρὸς νεωτερισμὸν εἷρπεν, ἀπαυθαδιαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα ἰδίους ἐτίθει νόμους. καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ θεοῦ δοξάζειν οὐκ ἠξίου, ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη.
4.27.1
᾿ Επειδὴ γὰρ Μακεδόνιος ἀφῃρέθη τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν, οὐκέτι παραπλησίως ἐδόξαζε τοῖς ἀμφὶ τὸν᾿ Ακάκιον καὶ Εὐδόξιον· εἰσηγεῖτο δὲ τὸν υἱὸν θεὸν εἶναι κατὰ πάντα τε καὶ κατ' οὐσίαν ὅμοιον τῷ πατρί, τὸ δὲ ἅγιον πνεῦμα ἄμοιρον τῶν αὐτῶν πρεσβείων ἀπεφαίνετο διάκονον καὶ ὑπηρέτην καλῶν καὶ ὅσα περὶ τῶν θείων ἀγγέλων λέγων τις οὐκ ἂν ἁμάρτοι.
4.27.2
ταύτης δὲ τῆς δόξης ἐκοινώνουν αὐτῷ᾿ Ελεύσιός τε καὶ Εὐστάθιος καὶ ὅσοι τότε παρὰ τῶν ἐκ τῆς ἐναντίας αἱρέσεως ἐν Κωνσταντινουπόλει καθῃρέθησαν, οἷς οὐκ ὀλίγη μοῖρα τοῦ λαοῦ ἐπείθετο κατὰ τὴν Κωνσταντινούπολιν
4.27.3
Βιθυνίαν τε καὶ Θρᾴκην καὶ῾ Ελλήσποντον καὶ τὰ πέριξ ἔθνη. καὶ γὰρ δὴ τὰ περὶ τὸν βίον, ᾧ μάλιστα τὰ πλήθη προσέχει τὸν νοῦν, οὐ φαύλως εἶχον. πρόοδός τε γὰρ ἦν αὐτοῖς σεμνὴ καὶ παραπλησία μοναχοῖς ἡ ἀγωγὴ
4.27.4
καὶ λόγος οὐκ ἄκομψος καὶ ἦθος πείθειν ἱκανόν. οἷον δὴ τότε καὶ Μαραθώνιον γενέσθαι φασίν· ὃς ἀπὸ ψηφιστοῦ δημοσίου τῶν ὑπὸ τοὺς ὑπάρχους στρατιωτῶν πλοῦτον πολὺν συλλέξας, ἐπειδὴ τῆς στρατείας ἐπαύσατο, συνοικίας νοσούντων καὶ πτωχῶν ἐπεμελεῖτο, μετὰ δὲ ταῦτα πείσαντος Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου τὸν ἀσκητικὸν βίον ἐπῄνεσε καὶ συνοικίαν μοναχῶν ἐν Κωνσταντινουπόλει συνεστήσατο, ἣ καὶ ἐξ ἐκείνου εἰσέτι νῦν
4.27.5
ἐστι ταῖς διαδοχαῖς σῳζομένη. ἐπὶ τοσοῦτον δὲ ταύτῃ τῇ αἱρέσει σπουδῇ καὶ χρήμασιν ἰδίοις συνελάβετο, ὡς καὶ πρός τινων Μαραθωνιανοὺς τοὺς Μακεδονίου ὀνομάζεσθαι, ἐμοὶ δοκεῖ, οὐκ ἀπεικότως. φαίνεται γὰρ μόνος οὗτος μετὰ τῶν συνοίκων τοῦ μὴ παντελῶς ἀποσβῆναι ταύτην τὴν αἵρεσιν
4.27.6
ἐν Κωνσταντινουπόλει αἴτιος γενόμενος. ἀφ' οὗ γὰρ καθῃρέθη Μακεδόνιος, οὔτε ἐκκλησίας οὔτε ἐπισκόπους εἶχον μέχρι τῆς᾿ Αρκαδίου βασιλείας. οὐ γὰρ συνεχώρουν οἱ᾿ Αρείου, πάντας τοὺς ἐναντίως δοξάζοντας ἐκ
4.27.7
τῶν ἐκκλησιῶν ἐξελαύνοντες καὶ ὠμῶς τιμωρούμενοι. πάντας μὲν οὖν, ὅσοι τότε τῶν ἱερέων ἐκ τῶν ἰδίων πόλεων ἠλάθησαν, ἔργον ἄρα καταλέγειν· οὐδὲν γὰρ ἔθνος τῆς῾ Ρωμαίων οἰκουμένης ἀπείρατον οἶμαι διαμεῖναι τῆς τοιαύτης συμφορᾶς.
4.28.1
᾿ Εν δὲ τῷ τότε Εὐδοξίου κατασχόντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν πολλοὶ τὸν᾿ Αντιοχείας θρόνον περιποιεῖν ἑαυτοῖς ἐσπούδαζον, καὶ ὡς εἰκὸς ἐπὶ πράγμασι τοιούτοις, φιλονικίαι καὶ στάσεις διάφοροι τοῦ κλήρου
4.28.2
καὶ τοῦ λαοῦ συνέβησαν. ἕκαστοι γὰρ τὸν ὁμόφρονα περὶ τὴν ἰδίαν πίστιν προσδοκώμενον ᾑροῦντο τῆς ἐκκλησίας ἄρχειν. οὔπω γὰρ πεπαυμένοι ἦσαν τῆς περὶ τὸ δόγμα διαφορᾶς οὐδὲ ἐν ταῖς ψαλμῳδίαις συνεφρόνουν ἀλλήλοις, πρὸς δὲ τὴν οἰκείαν δόξαν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, μεθήρμο
4.28.3
ζον τὸ ψαλλόμενον. οὕτω δὲ διακειμένης τῆς᾿ Αντιοχέων ἐκκλησίας ἔδοξε τοῖς ἀμφὶ τὸν Εὐδόξιον καλῶς ἔχειν μεταστῆσαι ἐνθάδε Μελέτιον ἐκ τῆς Σεβαστείας, οἷά γε λέγειν τε καὶ πείθειν ἱκανὸν καὶ τὰ περὶ τὸν βίον ἀγαθὸν
4.28.4
καὶ ὁμόδοξον αὐτοῖς τὸ πρὶν ὄντα. κατὰ πάντα γὰρ ᾤοντο τῇ δοκήσει τοῦ ἀνδρὸς πρὸς τὴν οἰκείαν αἵρεσιν θηράσειν τοὺς᾿ Αντιοχείας οἰκήτορας καὶ τὰς πέριξ πόλεις, καὶ μάλιστα τοὺς καλουμένους Εὐσταθιανούς, οἳ κατὰ τὴν παράδοσιν τῆς ἐν Νικαίᾳ συνόδου τὰ περὶ θεοῦ ἐδόξαζον. ἔμελλον δὲ
4.28.5
παρὰ πολὺ τῆς ἐλπίδος ἀποτεύξεσθαι. ἐπεὶ γὰρ ἧκεν εἰς᾿ Αντιόχειαν, λέγεται δῆμος πολὺς συνελθεῖν τῶν τὰ᾿ Αρείου φρονούντων καὶ Παυλίνῳ κοινωνούντων, οἱ μὲν ἱστορήσοντες τὸν ἄνδρα, ὅτι πολὺ κλέος ἦν αὐτοῦ καὶ πρὸ τῆς παρουσίας, οἱ δὲ μαθησόμενοι τί ἄρα ἐρεῖ καὶ τίσιν ἐπιψηφίζεται. ἤδη γὰρ φήμη διεφοίτα ἐπαινέτην αὐτὸν εἶναι τοῦ δόγματος τῶν ἐν Νικαίᾳ
4.28.6
συνελθόντων· καὶ τὸ ἀποβὰν ἔδειξε. τὴν μὲν γὰρ ἀρχὴν τοὺς καλουμένους ἠθικοὺς λόγους δημοσίᾳ ἐδίδασκε, τελευτῶν δὲ ἀναφανδὸν τῆς αὐτῆς οὐσίας εἶναι τὸν υἱὸν ἀπεφήνατο. λέγεται δὲ προσδραμὼν ὁ ἀρχιδιάκονος, ὃς τότε ἦν τοῦ ἐνθάδε κλήρου, ἔτι τοῦτο λέγοντος ἐπιβαλὼν τὴν χεῖρα,
4.28.7
ἔβυσεν αὐτοῦ τὸ στόμα. ὁ δὲ τῇ χειρὶ σαφέστερον ἢ τῇ φωνῇ τὴν γνώμην κατεσήμαινε, καὶ τρεῖς μόνους εἰς τὸ προφανὲς δακτύλους ἐκτείνων, εἰς ταὐτὸν δὲ πάλιν τούτους συνέλεγε καὶ τὸν ἕνα ὤρθου, τῷ σχήματι τῆς χειρὸς εἰκονίζων τοῖς πλήθεσιν, ἅπερ ἐφρόνει καὶ λέγειν ἐπείχετο. ὡς δὲ ἀμηχανήσας ὁ ἀρχιδιάκονος ἐπελάβετο τῆς χειρός, τοῦ στόματος ἀφέμενος, ἐλευθερωθεὶς τὴν γλῶσσαν ἔτι μᾶλλον μεγάλῃ τῇ φωνῇ σαφέστερον ἐδήλου τὴν αὐτοῦ δόξαν καὶ τῶν ἐν Νικαίᾳ δεδογμένων ἔχεσθαι παρεκελεύετο καὶ διεμαρτύρετο τοὺς ἀκούοντας ἁμαρτάνειν τῆς ἀληθείας τοὺς ἄλλως φρονοῦν
4.28.8
τας. ἐπεὶ δὲ οὐκ ἐνεδίδου τὰ αὐτὰ λέγων ἢ τῇ χειρὶ δεικνὺς ἀμοιβαδόν, ὡς ἐνεχώρει πρὸς τὴν τοῦ ἀρχιδιακόνου κώλυσιν, καὶ φιλονικία ἦν ἀμφοτέρων μονονουχὶ παγκρατίῳ ἐμφερής, μέγα ἀνέκραγον οἱ Εὐσταθιανοὶ καὶ 4. 28. ἔχαιρον καὶ ἀνεπήδων, οἱ δὲ᾿ Αρείου κατηφεῖς ἦσαν. ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Εὐδόξιον ἐχαλέπαινον καὶ ἐλαθῆναι τῆς πόλεως τὸν Μελέτιον ἐσπούδασαν· καὶ πάλιν μετεκαλοῦντο ὡς ἐπὶ διορθώσει τῶν εἰρημένων μεταμελούμενον καὶ τἀναντία δοξάζοντα. μὴ μεταθέμενον δὲ τῆς γνώμης ἐκβάλλεσθαι
4.28.10
τῆς ἐκκλησίας καὶ ὑπερορίαν οἰκεῖν προσέταξεν ὁ βασιλεύς. ἐπεὶ δὲ τοῦτο γέγονεν, ἐπιτρέπεται τὸν᾿ Αντιοχέων θρόνον Εὐζώιος, ὃς ἅμα᾿ Αρείῳ πρό- τερον ἤδη καθῄρητο· οἱ δὲ Μελετίου ἐπαινέται ἀποτεμόμενοι σφᾶς τῶν τὰ᾿ Αρείου φρονούντων ἰδίᾳ ἐκκλησίαζον· οἱ γὰρ ὁμοούσιον ἐξ ἀρχῆς τὸν υἱὸν τῷ πατρὶ δοξάζοντες παρῃτοῦντο κοινωνεῖν αὐτοῖς, ὡς Μελετίου πρὸς᾿ Αρειανῶν ἐπισκόπων χειροτονηθέντος καὶ ὑπὸ τοιούτοις ἱερεῦσι βαπτισθέντων τῶν
4.28.11
ἑπομένων αὐτῷ. καὶ οἱ μὲν κατὰ πρόφασιν τήνδε διῄρηντο καίπερ ὁμοίως φρονοῦντες· ὁ δὲ βασιλεὺς ἀκούσας Πέρσας νεωτερίζειν ἧκεν εἰς᾿ Αντιόχειαν.
4.2.2
Οἱ δὲ ἀμφὶ᾿ Ακάκιον ἠρεμεῖν πάλιν οὐκ ἠνείχοντο· συνελθόντες εἰς᾿ Αντιόχειαν ἅμα ὀλίγοις τὰ δεδογμένα ἤδη σφίσιν ἐμέμφοντο, καὶ τῆς ἀναγνωσθείσης ἐν᾿ Αριμήνῳ καὶ Κωνσταντινουπόλει γραφῆς περιτεμεῖν ἐδοκίμασαν τὸ ὅμοιον ὄνομα, καὶ κατὰ πάντα, οὐσίαν τε καὶ βούλησιν, ἀνόμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι εἰσηγοῦντο, ὡς ἐξ
4.2.3
ἀρχῆς᾿ Αρείῳ ἐδόκει. συνελαμβάνοντο δὲ τούτοις καὶ οἱ τὰ᾿ Αετίου φρο- νοῦντες, ὃς μετὰ῎ Αρειον πρῶτος περιφανῶς χρήσασθαι τοῖς ὀνόμασι τούτοις ἐθάρρησεν. ὅθεν δὴ καὶ ἄθεος ὠνομάζετο καὶ οἱ τὰ αὐτοῦ δοκιμάζοντες
4.2.4
᾿ Ανόμοιοι καὶ᾿ Εξουκόντιοι. πυνθανομένων δὲ αὐτῶν τῶν ἑπομένων τοῖς ἐν Νικαίᾳ δόξασιν, ὅπως θεὸν ἐκ θεοῦ τὸν υἱὸν συνομολογοῦντες ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων καὶ παρὰ τὴν σφῶν αὐτῶν ἔκθεσιν ὀνομάζειν θαρροῦσιν, ὅτι καὶ Παῦλος ὁ ἀπόστολος, ἔφασαν, εἶπε· «τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ», πάντων δὲ εἶναι καὶ τὸν υἱόν. καὶ κατὰ τοῦτο νοεῖσθαι τὸ προκείμενον ἐν οἷς ἐξέθεντο «κατὰ τὰς θείας γραφάς». καὶ τὸ μὲν ὧδε μετέφραζον καὶ
4.2.5
ἐσοφίζοντο. τελευτῶντες δέ, ὡς οὐχ οἷοί τε ἦσαν τοῖς περὶ τούτων ἐγκαλοῦσιν ἢ ὀνειδίζουσιν ἱκανῶς ἀπολογεῖσθαι, πάλιν τὴν ἐν Κωνσταντινουπόλει δοκιμασθεῖσαν πίστιν ἀναγνόντες διελύθησαν καὶ εἰς τὰς αὐτῶν πόλεις ἀπεχώρησαν.
4.30.1
᾿ Εν τούτῳ δὲ ἔτι᾿ Αθανασίου κρυπτομένου ἐπανελθὼν Γεώργιος εἰς᾿ Αλεξάνδρειαν χαλεπῶς ἐκάκου τοὺς῞ Ελληνας καὶ τοὺς ἑτέρως αὐτῷ δοξά- ζοντας Χριστιανούς· ἑκατέρους τε γὰρ ὡς ἠβούλετο θρησκεύειν ἐβιάζετο καὶ παραιτουμένους ἤλαυνεν. ἐμισεῖτο δὲ παρὰ μὲν τῶν ἐν λόγῳ ὡς ὑπερορῶν αὐτοὺς καὶ τοῖς ἄρχουσιν ἐπιτάττων, παρὰ δὲ τοῦ πλήθους ὡς τυραννικὸς
4.30.2
καὶ πλέον πάντων δυνάμενος. ἐχαλέπαινε δὲ μάλιστα τὸ῾ Ελληνικόν, ὅτι τε θύειν αὐτοὺς καὶ τὰς πατρίους ἑορτὰς ἄγειν ἐκώλυε καὶ στρατιώτας καὶ τὸν ἐν Αἰγύπτῳ στρατηγὸν σὺν ὅπλοις ἐπεισαγαγὼν τῇ πόλει, εἰκόνας τε καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ναοῖς κόσμον ἀφαιρούμενος. ἃ δὴ πρόφασις ὕστερον αὐτῷ ἐγένετο τῆς ἀναιρέσεως, ὡς αὐτίκα λέξω.
4.30.3
Κυρίλλου δὲ καθαιρεθέντος, ὡς εἴρηται, παραλαμβάνει τὴν῾ Ιεροσολύμων ἐκκλησίαν᾿ Ερέννιος καὶ μετ' ἐκεῖνον῾ Ηράκλειος ἐφεξῆς τε τούτου῾ Ιλάριος. τούτους γὰρ ἐν τῷ τότε τὴν ἐνθάδε ἐκκλησίαν ἐπιτροπεῦσαι παρειλήφαμεν μέχρι τῆς Θεοδοσίου βασιλείας, ἡνίκα δὴ Κύριλλος πάλιν εἰς τὸν αὐτοῦ ἐπανῆλθε θρόνον. 5. τ. 1 ΤΟΥ ΑΥΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ