Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Καὶ τὰ μὲν ὧδε ἀνὰ τὴν ἕω περὶ τὰς ἐκκλησίας συνέβη. ἐν τούτῳ δὲ᾿ Ιουλιανὸς ὁ Καῖσαρ μάχῃ κρατήσας τῶν παρὰ τὸν῾ Ρῆνον ποταμὸν βαρ- βάρων τοὺς μὲν ἐχειρώσατο, τοὺς δὲ ἐζώγρησε. λαμπρὸς δὲ τηνικάδε φανεὶς καὶ ὑπὸ μετριότητος καὶ ἐπιεικείας κεχαρισμένος τοῖς στρατιώταις γεγονώς,
5.1.2
ἀναγορεύεται πρὸς αὐτῶν Σεβαστός. μηδὲν δὲ περὶ τούτου ὡς εἰκὸς πρὸς Κωνστάντιον παραιτησάμενος ἄρχοντας μὲν τοὺς ὑπ' αὐτοῦ χειροτονηθέντας ἤμειβεν, ἐπίτηδες δὲ καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυ, δι' ὧν τοὺς βαρβάρους καλῶν κατὰ Μαγνεντίου εἰς῾ Ρωμαίους ἤγαγεν. ἐξαπίνης δὲ τὴν θρησκείαν μεταβαλών, πρότερον χριστιανίζειν δοκῶν, ἀρχιερέα ὠνόμαζεν ἑαυτὸν καὶ τοῖς῾ Ελλήνων ναοῖς ἐφοίτα καὶ ἔθυε καὶ τοὺς ὑπηκόους ὧδε θρησκεύειν ἔπειθε.
5.1.3
Προσδοκωμένων δὲ Περσῶν῾ Ρωμαίοις ἐπιθήσεσθαι καὶ διὰ τοῦτο Κωνσταντίου ἐν Συρίᾳ διατρίβοντος, λογισάμενος ἀμαχητὶ δύνασθαι τῶν᾿ Ιλλυριῶν κρατεῖν, εἴχετο τῆς ἐπ' αὐτοὺς ὁδοῦ, πρόφασιν ποιούμενος ὡς ἀπολογίας χάριν ἐλαύνει πρὸς Κωνστάντιον ὑπὲρ τοῦ μὴ ἑκὼν δόξαι πρὸς τῶν στρατιωτῶν παρὰ γνώμην αὐτοῦ τὰ σύμβολα τῆς βασιλείας
5.1.4
καταδεδέχθαι. λέγεται δὲ ἡνίκα πρῶτον τῶν τῇδε ὅρων ἐπέβη, τὰς μὲν ἀμπέλους μετὰ τρύγην ἀμφὶ τὴν τῶν πλειάδων δύσιν ὀμφάκων πλήρεις φανῆναι, τὴν δὲ ἀπὸ τοῦ ἀέρος δρόσον διαχεθεῖσαν κατὰ τῆς αὐτοῦ ἐσθῆτος καὶ
5.1.5
τῶν ἑπομένων καθ' ἑκάστην σταγόνα σταυροῦ σημεῖον ἐντυπῶσαι. ἐδόκει δὲ αὐτῷ τε καὶ πολλοῖς τῶν συνιόντων οἱ μὲν βότρυες παρὰ καιρὸν φανέντες σύμβολον εἶναι ἀγαθόν, ἡ δὲ δρόσος ἐκ παρατυχόντος ὧδε καταστίξαι τὴν ἐσθῆτα καθ' ἧς ἔτυχε πεσοῦσα. ἄλλοι δὲ ἔλεγον τοῖν συμβόλοιν τὸ μὲν ἄωρον σημαίνειν ἀπολεῖσθαι τὸν βασιλέα ὀμφάκων δίκην, καὶ ὀλιγοχρόνιον αὐτοῦ ἔσεσθαι τὴν βασιλείαν, τὸ δὲ προμηνύειν οὐράνιον εἶναι τὸ δόγμα τῶν Χριστιανῶν, καὶ χρῆναι πάντας τῷ συμβόλῳ τοῦ σταυροῦ κατασημανθῆναι. ὡς ἔοικε δέ, οἱ τἀναντία τῷ βασιλεῖ δοξάσαντες οὐ διήμαρτον τῆς ἀληθείας· ἀμφότερα γὰρ εὐστόχως εἰρῆσθαι προϊὼν ὁ χρόνος ἀπέδειξεν.
5.1.6
᾿ Επεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ' αὐτὸν᾿ Ιουλιανόν, κατα- λιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο, ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ, ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς, ἐξ ὧν τρισκαίδεκα μὲν σὺν τῷ πατρὶ ἐβασίλευσε,
5.1.7
πέντε δὲ καὶ εἴκοσι μετ' ἐκεῖνον. ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν᾿ Ιουλιανὸς ἤδη τὴν Θρᾴκην εἶχεν· οὐκ εἰς μακρὰν δὲ εἰς τὴν Κωνσταντινούπολιν ἐλθὼν
5.1.8
αὐτοκράτωρ ἀνηγορεύθη. οἱ δὲ῞ Ελληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν μαντικὴ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν αὐτὸν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες καὶ τὴν τῶν πραγμάτων μεταβολήν. ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας 5. 1. γευσάμενον. εὔηθες γὰρ οἶμαι λέγειν, ὡς διὰ τῆς μαντικῆς προϊδὼν τὴν αὐτόματον Κωνσταντίου τελευτὴν καὶ τὴν αὐτοῦ παρὰ Πέρσαις σφαγήν, ἑκοντὴς εἰς προὖπτον ἥλατο θάνατον, αὐτῷ μὲν οὐδὲν ὅτι μὴ ἀβουλίας καὶ ἀμαθοῦς στρατηγίας προσάψαντα δόξαν παρὰ πολλοῖς, τῇ δὲ῾ Ρωμαίων ὑπηκόῳ τοσοῦτον ἐπαγαγόντα κίνδυνον, ὡς μικροῦ πᾶσαν ἢ τὸ πλεῖστον αὐτῆς κινδυνεῦσαι ὑπὸ Πέρσαις γενέσθαι. ἀλλὰ ταῦτα μέν, ἵνα μὴ παραλελεῖφθαι δόξῃ, ὧδε εἰρήσθω ἡμῖν, καὶ ὅπῃ ἕκαστος βούλεται, ταύτῃ ἡγείσθω.
5.2.1
Κωνσταντίου δὲ τελευτήσαντος εἰς δέος διωγμῶν ἡ ἐκκλησία καθίστατο· καὶ φοβερωτέραν τῆς πείρας τὴν προσδοκίαν ἐποιεῖτο τοῖς Χριστιανοῖς ὅ τε διὰ μέσου πολὺς χρόνος, ἀήθεις αὐτοὺς καταστήσας τῶν τοιούτων κινδύνων, καὶ τῶν πάλαι τιμωριῶν ἡ ἀνάμνησις καὶ τὸ τοῦ κρατοῦντος περὶ τὸ δόγμα
5.2.2
μῖσος. λέγεται γὰρ εὐθὺς περιφανῶς οὕτως ἀνέδην ἀπαρνήσασθαι τὴν εἰς τὸν Χριστὸν πίστιν, ὡς θυσίαις τισὶ καὶ ἐπικλήσεσιν, ἃς ἀποτροπαίους῞ Ελληνες καλοῦσι, καὶ αἵματι σφαγίων τὴν καθ' ἡμᾶς βάπτισιν ἀπονίψασθαι, τῇ μυήσει τῆς ἐκκλησίας ἀποταξάμενον, καὶ τὸ ἐξ ἐκείνου ἰδίᾳ τε καὶ δημοσίᾳ ἐντόμοις καὶ ἱερείοις καὶ τοῖς ὅσα θέμις ἐστὶν ἀδεῶς῞ Ελλησι
5.2.3
χρῆσθαι. ποτὲ γοῦν αὐτῷ θυομένῳ λόγος ἀναδειχθῆναι σταυροῦ σημεῖον ἐν τοῖς σπλάγχνοις στεφάνῳ κυκλούμενον, καὶ τοὺς μὲν ἄλλους κοινωνοὺς τῆς μαντείας εἰς δέος ἐμβαλεῖν, συμβάλλοντας ἐντεῦθεν τὴν μετὰ ταῦτα τῆς θρησκείας ἰσχὺν καὶ τοῦ δόγματος τὸ ἀίδιον, καθότι ὁ στέφανος, ᾧ περιείληπτο, νίκης τε σημαντικόν ἐστι καὶ τῇ περιόδῳ τοῦ κύκλου πάντοθεν
5.2.4
ἀρχόμενος καὶ εἰς ἑαυτὸν λήγων οὐδαμοῦ περαιοῦται. ὅ γε μὴν ἀρχηγὸς τῆς περὶ ταῦτα διαγνώσεως θαρρεῖν ἐκέλευσεν, ὡς αἰσίων καὶ κατὰ γνώμην αὐτοῖς τῶν σφαγίων ἀναδεικνυμένων καὶ περικλειόντων τὸ τοῦ δόγματος σύμβολον καὶ εἰς ταὐτὸν συνωθούντων, ὥστε μὴ πλατύνεσθαι καὶ ἀδεῶς χωρεῖν ἐφ' οὓς βούλεται, ὅρον ἔχον τὴν τοῦ κύκλου περιγραφήν.
5.2.5
᾿ Επυθόμην δὲ ὡς καὶ τῶν φοβερῶν καὶ ἐπισημοτάτων ἀδύτων εἴς τι κατῄει, τελετῆς τινος ἢ μαντείας χάριν· ἐξαπίνης δὲ προσβαλλόντων αὐτῷ τῶν ἐπὶ τούτοις μεμηχανημένων καὶ γοητείαις παραγινομένων φασμάτων, ὑπὸ θορύβου καὶ δέους τῶν παρόντων ἐπιλαθόμενος (ὀψὲ γὰρ τῆς ἡλικίας ἐπὶ ταύτην ἦλθε τὴν μάθησιν) ἔλαθεν ὑπὸ τῆς προτέρας συνηθείας, οἷά γε Χριστιανὸς ἐν ἀπόροις κινδύνοις περιληφθείς, τῷ συμβόλῳ τοῦ Χριστοῦ
5.2.6
κατασημάνας ἑαυτόν. αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγός, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, ἔδοξε καλῶς λέγειν· καὶ παρασκευασάμενος αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν.
5.2.7
Οὐ μετρίως οὖν ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον. εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη καὶ ὑπὸ ἐπισκό
5.2.8
ποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη. γέγονε μὲν γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος καὶ Δαλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν· ὀρφανοὶ δὲ πατρὸς 5. 2. γενόμενοι καὶ αὐτοὶ τότε Δαλματίῳ συναπολέσθαι ἐκινδύνευσαν. ἐξείλετο δὲ τῆς ἐπιβουλῆς Γάλλον μὲν ὅτι νοσῶν ἔτυχε καὶ ὅσον οὔπω αὐτομάτως τεθνήξεσθαι προσεδοκήθη,᾿ Ιουλιανὸν δὲ τὸ νέον· ἔτι γὰρ ὄγδοον ἡλικίας ἦγεν ἔτος. παραδόξως δὲ ὧδε διασωθέντες προσετάχθησαν ἐν Καππαδοκίᾳ διατρίβειν ἐν Μακέλλῃ· χωρίον δὲ τοῦτο βασιλικὸν πρὸς τῷ᾿ Αργαίῳ ὄρει, οὐκ ἀπὸ πολλοῦ τῆς Καισαρέων πόλεως, μεγαλοπρεπῆ τε βασίλεια ἔχον
5.2.10
καὶ λοετρὰ καὶ κήπους καὶ πηγὰς ἀεννάους. ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ' ἡλικίαν ἐχρῶντο καὶ λόγων διδασκάλοις καὶ τοῖς ὑφηγηταῖς τῶν ἱερῶν γραφῶν, ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς
5.2.11
ἐκκλησιαστικὰς βίβλους. οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων τὴν εὐσέβειαν ἐπεδείκνυντο, περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας καὶ τοὺς ἄλλως ἀγαθοὺς καὶ περὶ τὸ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας
5.2.12
γεραίροντες. τηνικαῦτα γοῦν φασιν αὐτοὺς σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον· ἁμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν.
5.2.13
τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου καὶ κατὰ γνώμην προὐχώρει, τῶν δὲ᾿ Ιουλιανοῦ πονημάτων τὰ μὲν ἠρείπετο, τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο, τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. πᾶσι δὲ
5.2.14
εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα. καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη, οἱ δὲ καὶ ἐξ ἐκείνου συνέβαλλον μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ' εὐσεβεῖν πλάττεσθαι Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον.
5.2.15
Προὔδωκε δέ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς Γάλλος μὲν εἰς τὴν᾿ Ασίαν ἐλθὼν ἐν᾿ Εφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχον,᾿ Ιουλιανὸς δὲ εἰς Κωνσταντινούπολιν ἐπανελθὼν τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα· φύσεως δὲ εὖ ἔχων καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς οὐκ ἐλάνθανεν· ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος πολλοῖς συνεγίνετο. ἐπεὶ δέ, οἷα φιλεῖ ἐν ὁμίλῳ καὶ βασιλευούσῃ πόλει, ἐξάδελφος ὢν τοῦ κρατοῦντος καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος προσεδοκᾶτο βασιλεύειν καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει
5.2.16
λόγος, προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ᾿ Εφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο καὶ μίσους τῆς Χριστιανῶν θρησκείας, καὶ οἷα μάντις ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλούμενον. ὁ δέ– τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον– ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλ
5.2.17
πίσι, φίλον ἔσχε τὸν Μάξιμον. τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων δείσας ἐν χρῷ ἐκείρατο καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον, λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει, ἑτοιμότερον ὑπήχθη
5.2.18
καὶ ἐπτοεῖτο περὶ τάδε. θαυμάζων τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη, καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. ὧδε δὲ ἔχων γνώμης ἧκεν εἰς᾿ Ασίαν ἀπὸ Νικομηδείας, καὶ συγ
5.2.2
γενόμενος ἐκεῖσε τοιούτοις προθυμότερος περὶ ταῦτα γέγονεν. ἐπεὶ δὲ Γάλλος ὁ αὐτοῦ ἀδελφός, Καῖσαρ καταστάς, μηνυθεὶς νεωτερίζειν ἀνῃρέθη, ὑπολαβὼν Κωνστάντιος καὶ αὐτὸν ἔρωτι βασιλείας κατέχεσθαι, ὑπὸ φυλακὴν εἶχεν. ἐξαιτησαμένης δὲ αὐτὸν Εὐσεβίας τῆς γαμετῆς Κωνσταντίου παραιτησάμενος αὐτὸν ἀπεδήμησεν εἰς᾿ Αθήνας, προφάσει μὲν καθ' ἱστορίαν τῶν῾ Ελληνικῶν πόλεων καὶ παιδευτηρίων, ὡς δὲ λέγουσι, κοινωσόμενος τοῖς 5. 2. ἐκεῖσε μάντεσι περὶ τῶν καθ' αὑτόν. μετακαλεσάμενος δὲ αὐτὸν ἐνθένδε Κωνστάντιος Καίσαρα κατέστησε· κατεγγυήσας τε αὐτῷ πρὸς γάμον Κωνσταντίαν τὴν αὐτοῦ ἀδελφήν, ἐπὶ τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. οἱ γὰρ βάρβαροι, οὓς αὐτὸς πρώην κατὰ Μαγνεντίου εἰς συμμαχίαν ἐμισθώσατο,
5.2.21
οὐδὲν ὄφελος εἰς τοῦτο γενόμενοι τοὺς Γαλάτας ἐδῄουν. ἐπεὶ δὲ ἔτι νέος ἦν, τοῖς ἑπομένοις αὐτῷ στρατηγοῖς τὰ πρακτέα ἐπέτρεψε. τῶν δὲ ῥαθυμούντων αὐτὸς ὡς ἐνῆν ὁ Καῖσαρ τοῦ πολέμου προενόει καὶ τοὺς στρατιώτας προθυμοτέρους περὶ τὴν μάχην κατέστησεν, ἄλλως τε παρακινδυνεύειν προτρέπων καὶ ῥητὸν μισθὸν τάξας ἑκάστῳ βάρβαρον ἀναιροῦντι. κεχαρισμένος δὲ τοῖς στρατιώταις ἐντεῦθεν γενόμενος ἐδήλωσε Κωνσταντίῳ τὴν τῶν στρα
5.2.22
τηγῶν ῥᾳστώνην. ἀποσταλέντος δὲ ἑτέρου συμβαλὼν τοῖς βαρβάροις καλῶς ἔπραξε. τῶν δὲ περὶ σπονδῶν πρεσβευομένων καὶ ἐπιστολὰς Κωνσταντίου προϊσχομένων μετακαλουμένου σφᾶς ἐπὶ τὴν῾ Ρωμαίων γῆν, ἐπίτηδες ἀποπέμψαι μελλήσας τὸν τάδε πρεσβευόμενον, ἀδοκήτως τῷ πλήθει τῶν πολεμίων ἐπελθὼν ἐνίκησε. λέγεται δὲ Κωνστάντιον ἐπιβουλεύοντα αὐτῷ τοῦτον ἐπιτρέψαι τὸν πόλεμον. ἐμοὶ δὲ οὐ πιθανὸν τοῦτο εἶναι δοκεῖ.
5.2.23
ᾧ γὰρ ἐξῆν μηδὲ Καίσαρα τὴν ἀρχὴν ποιεῖν αὐτόν, τί καὶ ἐποίει καὶ τὴν ἀδελφὴν ἐδίδου γαμετήν, καὶ μεμφομένῳ περὶ τῶν ῥαθύμων στρατηγῶν ὑπήκουε καὶ σπουδαῖον ἀντὶ τούτων ἐξαπέστειλεν, ὅπως κατορθώσῃ τὸν πόλεμον, εἰ μὴ φίλος ἐτύγχανεν; ἀλλ' ὡς συμβάλλω, τὴν μὲν ἀρχὴν εὔνους ὢν αὐτῷ Κωνστάντιος Καίσαρα κατέστησεν· ἐπεὶ δὲ παρὰ γνώμην αὐτοῦ Σεβαστὸς ἀνεκηρύχθη, ἢ δεδιὼς ἀνθ' ὧν αὐτὸν καὶ τὸν ἀδελφὸν νέους ὄντας ἠδίκησεν, ἢ φθονῶν, ὡς εἰκός, ἐπὶ τῇ ὁμοίᾳ τιμῇ, ἐπεβούλευεν αὐτῷ διὰ τῶν πρὸς τῷ῾ Ρήνῳ βαρβάρων. ἀλλὰ τάδε μὲν ἄλλοις ἄλλως δοκεῖ.
5.3.1
᾿ Επεὶ δὲ μόνος εἰς τὴν βασιλείαν κατέστη, καὶ ἀνὰ τὴν ἕω τοὺς῾ Ελληνικοὺς ναοὺς ἀνέῳξε καὶ τοὺς ἠμελημένους ἐπισκευάζεσθαι, τοὺς δὲ καταλυθέντας ἀνανεοῦσθαι, καὶ τοὺς βωμοὺς ἀνίστασθαι προσέταξε· καὶ πολλοὺς αὐτοῖς ἐξηῦρε φόρους· ἔθη τε παλαιὰ καὶ τὰ πάτρια τῶν πόλεων καὶ τὰς
5.3.2
θυσίας ἀνενέωσεν. αὐτός τε ἀναφανδὸν δημοσίᾳ ἔθυεν καὶ ἔσπενδε καὶ τοὺς περὶ ταῦτα σπουδάζοντας ἐν πολλῇ τιμῇ ἐποιεῖτο· μύσταις τε καὶ ἱερεῦσιν, ἱεροφάνταις τε καὶ τοῖς τῶν ξοάνων θεραπευταῖς τὰς παλαιὰς τιμὰς ἀπέδωκε· καὶ τὰ παρὰ τῶν πρόσθεν βασιλέων νενομοθετημένα ἐπ' αὐτοῖς ἐκύρωσεν, λειτουργιῶν τε καὶ τῶν ἄλλων ὧν πρὶν εἶχον τὴν ἀτέλειαν ἐπεψηφίσατο, καὶ τὰ ἀφαιρεθέντα τῶν νεωκόρων σιτηρέσια ἀπέδωκε. καὶ καθαροῖς εἶναι ἀπὸ τροφῶν διεκελεύετο καὶ ὅσων ἀπέχεσθαι προσῆκε τόν, ὡς
5.3.3
῞ Ελληνες λέγουσιν, ἁγιστεύειν προῃρημένον. προσέταξε δὲ καὶ τὸν πῆχυν τοῦ Νείλου καὶ τὰ σύμβολα κατὰ τὰ παλαιὰ πάτρια κομίζεσθαι πρὸς τὸν
5.3.4
Σάραπιν· κατὰ πρόσταξιν γὰρ Κωνσταντίνου τῇ ἐκκλησίᾳ προσεφέρετο. τῷ δὲ κοινῷ τῶν πόλεων πολλάκις ἔγραφεν, εἰ μὲν πρὸς῾ Ελληνισμὸν τετραμμένας ἔγνω, προτρέπων αἰτεῖν ἃς βούλονται δωρεάς, ταῖς δὲ χριστιανιζούσαις περιφανῶς ἀπηχθάνετο, μήτε ἐπιδημεῖν αὐταῖς ἀνεχόμενος μήτε πρεσβευομένων
5.3.5
περὶ τῶν λυπούντων τὰς πρεσβείας δεχόμενος. ἀμέλει τοι προσδοκωμένων τότε Περσῶν ἐπιστρατεύειν, πρεσβευομένοις περὶ τούτου Νισιβηνοῖς ὡς παντελῶς χριστιανίζουσι καὶ μήτε τοὺς ναοὺς ἀνοίγουσι μήτε εἰς τὰ ἱερὰ φοιτῶσιν ἠπείλησε μὴ βοηθεῖν μήτε πρεσβείαν δέχεσθαι καὶ ὡς ἐναγοῦς τῆς αὐτῶν πόλεως μὴ ἐπιβήσεσθαι πρότερον, εἰ μὴ πύθοιτο εἰς῾ Ελληνισμὸν
5.3.6
μεταβαλόντας. παραπλήσια δὲ καὶ τοῖς ἐν Παλαιστίνῃ Κωνσταντιεῦσι ἐγκαλῶν προσένειμε Γαζαίοις τὴν αὐτῶν πόλιν. ταύτην γὰρ τὴν Κωνστάντειαν, ὡς ἐκ τῶν πρόσθεν ἔγνωμεν, ἐπίνειον Γαζαίων οὖσαν καὶ Μαϊουμᾶν προσαγορευομένην, μαθὼν Κωνσταντῖνος ἐς τὰ μάλιστα τὴν Χριστιανῶν θρησκείαν πρεσβεύειν, ἀξίᾳ πόλεως ἐτίμησε καὶ Κωνσταντίῳ τῷ παιδὶ ἐπωνόμασε καὶ καθ' ἑαυτὴν πολιτεύεσθαι διετάξατο, λογισάμενος ἄδικον εἶναι
5.3.7
τελεῖν ὑπὸ Γαζαίοις εἰσάγαν ἑλληνίζουσιν. ἐπεὶ δὲ εἰς τὴν βασιλείαν παρῆλθεν᾿ Ιουλιανός, δίκην ἔλαχον οἱ Γαζαῖοι τοῖς Κωνσταντιεῦσι. καὶ δικαστὴς καθίσας αὐτὸς προσένειμεν Γάζῃ τὴν Κωνστάντειαν, ἀμφὶ τοὺς εἴκοσι σταδίους διεστῶσαν· καὶ τὸ ἐξ ἐκείνου τῆς προτέρας ἀφαιρεθεῖσα
5.3.8
προσηγορίας παραθαλάττιον μέρος τῆς Γαζαίων πόλεως ὀνομάζεται. κοινοὶ δὲ αὐτοῖς πολιτικοὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ δημόσια πράγματα. μόνα δὲ τὰ περὶ τὴν ἐκκλησίαν εἰσέτι καὶ νῦν δύο πόλεις δείκνυσιν· ἑκατέρα γὰρ ἰδίᾳ ἐπίσκοπον καὶ κλῆρον ἔχει καὶ πανηγύρεις μαρτύρων καὶ μνείας τῶν παρ' αὐτοῖς γενομένων ἱερέων καὶ ὅρους τῶν πέριξ ἀγρῶν, οἷς τὰ 5. 3. ἀνήκοντα ἑκατέρᾳ ἐπισκοπῇ θυσιαστήρια διορίζεται. τῶν οὖν καθ' ἡμᾶς ἐπισκόπων τις τῆς Γαζαίων πόλεως, τετελευτηκότος τοῦ προεστῶτος τῆς Μαϊουμιτῶν ἐκκλησίας, ἐσπούδασεν ἀμφοτέρους τοὺς κλήρους ὑφ' ἑαυτὸν ποιῆσαι, μὴ θεμιτὸν εἶναι λέγων μιᾶς πόλεως δύο ἐπισκόπους προεστάναι. ἀντειπόντων δὲ τῶν Μαϊουμιτῶν διέγνω ἡ τοῦ ἔθνους σύνοδος καὶ ἕτερον ἐχειροτόνησεν ἐπίσκοπον, πάντως που προσήκειν δοκιμάσασα τοὺς δι' εὐσέβειαν δικαίων πόλεως ἀξιωθέντας, διὰ δὲ κρίσιν῾ Ελληνιστοῦ βασιλέως ἄλλως πράξαντας, ἐν ἱερωσύναις καὶ τάξει ἐκκλησιῶν μὴ χρῆναι ἀφαιρεῖσθαι τῶν δοθέντων γερῶν. ἀλλὰ ταῦτα μὲν ὕστερον ὧδε ἀπέβη.
5.4.1
Περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ τὴν πρὸς τῷ᾿ Αργαίῳ Καισάρειαν, μεγάλην καὶ εὐδαίμονα καὶ μητρόπολιν οὖσαν τοῦ Καππαδοκῶν κλίματος, ἐκ τοῦ καταλόγου τῶν πόλεων ἐξήλειψεν ὁ βασιλεὺς καὶ τῆς ἐπωνυμίας τοῦ Καίσαρος ἀφείλετο, ἧς πάλαι ἔτυχεν ἐπὶ Κλαυδίου Καίσαρος, Μάζακα τὸ
5.4.2
πρὶν ὀνομαζομένη. ἐμίσει γὰρ καὶ πρότερον ἐξαίσιον μῖσος τοὺς αὐτῆς οἰκήτορας ὡς πανδημεὶ χριστιανίζοντας καὶ πάλαι καθελόντας τοὺς παρ' αὐτοῖς νεὼς πολιούχου Διὸς καὶ πατρῴου᾿ Απόλλωνος· ἐπεὶ δὲ καὶ τὸ τῆς Τύχης, ὃ μόνον περιελείφθη, αὐτοῦ βασιλεύοντος πρὸς τῶν Χριστιανῶν ἀνε
5.4.3
τράπη, δεινῶς ἀπηχθάνετο πάσῃ τῇ πόλει καὶ ἐδυσφόρει. καὶ῞ Ελληνας μέν, τοὺς ὄντας εὐαριθμήτους μάλα, ἐμέμφετο ὡς μὴ ἐπαμύναντας καί, εἰ
5.4.4
παθεῖν ἔδει τι, προθύμως ὑπὲρ τῆς Τύχης ὑπομείναντας. πάντα δὲ τὰ κτήματα καὶ τὰ χρήματα τῶν ἐν Καισαρείᾳ καὶ ὑπὸ τοὺς αὐτῆς ὅρους ἐκκλησιῶν, ἐρευνώμενα μετὰ βασάνων, εἰς μέσον φέρεσθαι προσέταξεν, αὐτίκα δὲ τριακοσίας λίτρας χρυσοῦ τῷ ταμιείῳ ἐκτῖσαι, κληρικοὺς δὲ πάντας ἐγγραφῆναι τῷ καταλόγῳ τῶν ὑπὸ τὸν ἄρχοντα τοῦ ἔθνους στρατιωτῶν, ὃ δαπανηρὸν εἶναι σφόδρα καὶ ἐπονείδιστον ἐν ταῖς τῶν῾ Ρωμαίων στρατιαῖς
5.4.5
νομίζεται, τὸ δὲ πλῆθος τῶν Χριστιανῶν σὺν γυναιξὶ καὶ παισὶ ἀπο
5.4.6
γράψασθαι καὶ καθάπερ ἐν ταῖς κώμαις φόρους τελεῖν· ἐνορκῶν δὲ ἠπείλησεν ὡς, εἰ μὴ τάχος τὰ ἱερὰ ἀνεγείρωσιν, οὐ παύσεται μηνιῶν καὶ κακῶς ποιῶν τὴν πόλιν, καὶ οὐδὲ τὰς κεφαλὰς συγχωρήσει τοὺς Γαλιλαίους ἔχειν (ὧδε γὰρ ἐπιτωθάζων καλεῖν εἰώθει τοὺς Χριστιανούς).
5.4.6
᾿ Εξέβη δ' ἂν ἴσως εἰς ἔργον ἡ ἀπειλή, εἰ μὴ θᾶττον ἐτελεύτησεν. ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν οὐκ ἐλεῶν τοὺς Χριστιανοὺς φιλανθρωπότερος ἐφάνη τῶν πρόσθεν διωξάντων τὴν ἐκκλησίαν, ἀλλ' ἐκ τῶν φθασάντων εὑρὼν οὐδὲν ὄφελος εἶναι τιμωριῶν εἰς σύστασιν῾ Ελληνισμοῦ, ταύτῃ δὲ μάλιστα τὰ Χριστιανῶν ηὐξῆσθαι καὶ ἐνδοξότερα γεγενῆσθαι τῇ ἀνδρείᾳ τῶν διὰ τὸ
5.4.7
δόγμα ἀποθανεῖν ἑλομένων. ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν ἢ σιδήρῳ ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης, λόγῳ δὲ καὶ παραινέσει πείθειν ἡγεῖτο τὰ πλήθη εἰς῾ Ελληνισμὸν μεταβαλεῖν, καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάζεσθαι μὴ ἀξιώσας ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς.
5.4.8
Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν τῷ Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον ἀσεβῆ τε δημοσίᾳ ὑβρίσαι καὶ ἄθεον καὶ ἀποστάτην προσειπεῖν· τὸν δὲ μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν· ὑπὸ χειραγωγῷ γὰρ προεληλύθει γέρων ὢν καὶ τοὺς ὀφθαλμοὺς. μένος. ἐπεὶ δὲ καὶ ἐπισκώπτων, οἷά περ εἰώθει, εἰς τὸν Χριστὸν βλασφημῶν «οὐδὲ ὁ Γαλιλαῖός σου θεός», εἶπε, «θεραπεύσει σε», ὑπολαβὼν Μάρις «ἀλλ' ἐγὼ χάριν ἔχω τῷ θεῷ μου τῆς τυφλώσεως», ἔφη, «ἵνα μή σε θεάσωμαι τῆς εὐσεβείας ἐκπεπτωκότα.» καὶ ὁ βασιλεὺς μηδὲν ἀποκρινάμενος παρέδραμεν. ᾤετο γὰρ ταύτῃ μᾶλλον τὸν῾ Ελληνισμὸν κρατῦναι, ἀνεξίκακον καὶ πρᾶον ἀδοκήτως τῷ πλήθει τῶν Χριστιανῶν ἑαυτὸν ἐπιδεικνύς.
5.5.1
Ταῦτα δὲ σπουδάζων πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου φυγαδευθεῖσι διὰ θρησκείαν ἀνῆκε τὴν φυγήν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε· τοῖς δὲ δήμοις προηγόρευεν μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν, τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας πρότερον ἐξιλεοῦσθαι οὓς῞ Ελληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ
5.5.2
καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς. κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο, καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε, μέχρι τε παρθένων καὶ χηρῶν τὰς δι' ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προσ
5.5.3
έταξεν, ἃ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο. ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχῇ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὃς καὶ νῦν κρατεῖ, ἐξ οὗ τέθνηκεν᾿ Ιουλιανὸς ἐπι
5.5.4
μελῶς φυλαττόμενος. ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι φασὶ τὴν εἴσπραξιν. μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον.
5.5.5
Οὐκ ἐν τούτοις δὲ μόνον ἵστατο ἡ τοῦ κρατοῦντος πρὸς τὴν θρησκείαν ἀπέχθεια· σπουδῇ δὲ τοῦ πρὸς τὸ δόγμα μίσους οὐδὲν εἶδος παρέλειπεν εἰς καθαίρεσιν τῆς ἐκκλησίας, χρήματά τε καὶ ἀναθήματα καὶ τὰ ἱερὰ σκεύη ἀφαιρούμενος, τούς τε καταβληθέντας νεὼς ἐπὶ τῆς Κωνσταντίνου καὶ Κωνσταντίου ἡγεμονίας βιαζόμενος τοὺς καθελόντας ἀνοικοδομεῖν ἢ τὰς ὑπὲρ αὐτῶν ἀποτιμήσεις ἐκτιννύειν. ἐκ δὲ τούτων μηδέτερον ἐπιτελεῖν δυνάμενοι, προσέτι δὲ κατὰ τὴν ἀναζήτησιν τῶν ἱερῶν χρημάτων, ἱερεῖς τε καὶ κληρικοὶ καὶ τῶν ἄλλων Χριστιανῶν πολλοὶ χαλεπῶς ἐβασανίζοντο καὶ δεσμω
5.5.6
τηρίοις ἐνεβάλλοντο. ὥστε πανταχόθεν συμβαλεῖν ἔστι φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν μετριώτερον αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν, ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας, πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν κατα
5.5.7
δικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο. λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι, ἀλλ' ὥστε ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν, ἢ Κωνστάντιον διαβάλλων. ᾤετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάσειν τοὺς μὲν῾ Ελληνιστὰς ὡς ὁμόφρονας θεραπεύων, τοὺς δὲ διὰ Χριστὸν ἐπ' ἐκείνου κακῶς παθόντας ὡς
5.5.8
ἠδικημένους ἐλεῶν. ἀμέλει τοι καὶ τοὺς εὐνούχους ὡς αὐτῷ καταθυμίους τῶν βασιλείων ἐξέβαλεν· Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐλῆς θανάτῳ ἐζημίωσε· καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι 5. 5. Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν.᾿ Αέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὡς ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα καὶ ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς μάλα γράψας μετεκαλέσατο πρὸς αὐτόν, δημόσια ὑποζύγια δεδωκώς.
5.5.10
ἐκ τοιαύτης δὲ αἰτίας καὶ᾿ Ελεύσιον τὸν Κυζίκου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλε. καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τις, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο.
5.6.1
᾿ Εν δὲ τῷ τότε καὶ᾿ Αθανάσιος τὸν πρὸ τοῦ χρόνον λανθάνων ὅπῃ διέτριβεν, ἀγγελθείσης τῆς Κωνσταντίου τελευτῆς ἀνεφάνη νύκτωρ ἐν τῇ᾿ Αλεξανδρέων ἐκκλησίᾳ. ἦν δὲ τοῦτο εἰκότως παράδοξον, ἐξαπίνης ὧδε παρὰ προσδοκίαν συμβάν. ἡνίκα γὰρ ἐξ ἐπιβουλῆς τῶν Γεωργίου ἐπιτηδείων προστάξαντος τοῦ βασιλέως σπουδάσας αὐτὸν συλλαβέσθαι ὁ τῶν ἐν Αἰγύπτῳ ταγμάτων ἡγεμὼν ἀπέτυχεν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, διαφυγὼν μέχρι τῆς παρούσης ἡγεμονίας παρά τινα παρθένον ἱερὰν ἐν᾿ Αλεξ
5.6.2
ανδρείᾳ ἐκρύπτετο. ἣν ἐπὶ τοσοῦτον κάλλει τὰς τότε γυναῖκας ὑπερβαλέσθαι παρειλήφαμεν, ὡς θαῦμα μὲν αὐτὴν εἶναι τοῖς ὁρῶσι, φευκτέαν δὲ τοῖς ἐπιείκειαν καὶ σωφροσύνην ἐπαγγελλομένοις, ἵνα μή τινα ψόγον ἐξ ὑπονοίας αὐτοῖς προστρίψηται. ἦν γὰρ καὶ ἐν ἀκμῇ τῆς ὥρας σεμνή τε καὶ σώφρων εἰσάγαν, ἃ μηδὲ τῆς φύσεως συλλαμβανούσης διακοσμεῖν εἴωθε τὸ σῶμα εἰς
5.6.3
εὐπρέπειαν καὶ κάλλος. ἦ γὰρ ἀληθὲς εἰπεῖν οὐχ, ὥς τισι δοκεῖ, ὁποῖα τὰ σώματα, τοιαύτην εἶναι τὴν ψυχήν, ἀλλ' ἐν τοῖς τῆς ψυχῆς ἐπιτηδεύμασιν ἀπεικονίζεσθαι τὸ τοῦ σώματος ἦθος, καὶ τὸν αὐτόν, ὅπῃ ἂν τύχῃ ἐπιτηδεύων, τοιοῦτον καὶ διαφαίνεσθαι καθ' ὃν ἂν ἐπιτηδεύῃ καιρόν· καὶ τούτῳ μὲν
5.6.4
τῷ λόγῳ, εἴ τις ἀκριβῶς ἐξετάσειεν, οὐδεὶς οἶμαι ἀντερεῖ.᾿ Αθανάσιον δὲ λόγος κατὰ θείαν ὄψιν ὡδὶ ὑποθεμένην αὐτῷ σωθήσεσθαι πρὸς ταύτην τὴν παρθένον καταφυγεῖν. καί μοι δοκεῖ πρὸς τὴν ἀπόβασιν ὁρῶντι οὐκ ἀθεεὶ ταῦτα οἰκονομηθῆναι, ἀλλ' ὥστε καὶ τοὺς᾿ Αθανασίου ἐπιτηδείους μὴ ἔχειν πράγματα, εἴ τις αὐτοὺς πολυπραγμονεῖν περὶ αὐτοῦ ἐπεχείρησεν ἢ ὀμνύναι ἐβιάσατο, καὶ αὐτὸν διαλαθεῖν παρὰ ταύτῃ κρυπτόμενον, ἣ τῷ μὲν κάλλει
5.6.5
οὐ συνεχώρει ὑπονοεῖσθαι ἐνθάδε διάγειν τὸν ἱερέα, δι' ἀνδρείαν δὲ αὐτὸν ὑπεδέξατο καὶ διὰ φρόνησιν ἀπέσωσεν, ἐπὶ τοσοῦτον πιστοτάτη φύλαξ καὶ διάκονος σπουδαία γενομένη, ὡς πόδας αὐτοῦ νίπτειν καὶ τὰ περὶ τροφὴν καὶ τἆλλα πάντα, καὶ ὅσα φύσις ὑπομένειν βιάζεται ἐν ταῖς κατεπειγούσαις χρείαις, μόνην αὐτὴν διακονεῖσθαι, προσέτι δὲ καὶ βίβλους ὧν ἐδεῖτο παρ' ἄλλων κομίζειν, καὶ ἐπὶ πολλῷ χρόνῳ τούτων γινομένων μηδένα τῶν οἰκούντων τὴν᾿ Αλεξανδρέων πόλιν μαθεῖν.
5.7.1
῾ Ο μὲν οὖν᾿ Αθανάσιος ὧδε διασωθείς, ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανείς, οὐδ' ὅθεν προῆλθεν ἐγιγνώσκετο· περιχαρὴς δὲ γενόμενος ὁ τῶν᾿ Αλεξανδρέων λαὸς τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν. ἐκβληθέντες δὲ οἱ τὰ᾿ Αρείου φρονοῦντες ἐν ἰδιωτῶν οἰκίαις καθ' ἑαυτοὺς ἐκκλησίαζον Λούκιον
5.7.2
ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι. Γεώργιος γὰρ ἔτυχεν ἤδη ἀναιρεθείς· ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ᾿ Ιουλιανὸν εἶναι, ἐστασίασε τὸ῾ Ελληνικὸν πλῆθος τῶν᾿ Αλεξανδρέων· κεκραγότες τε καὶ λοιδορούμενοι ὥρ- μησαν ἐπ' αὐτὸν ὡς παραχρῆμα ἀναιρήσοντες, ἀνακοπέντες δὲ τῆς παραυτίκα
5.7.3
ὁρμῆς τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον ἀναιροῦσιν αὐτόν, καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ' αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν.
5.7.4
οὐκ ἀγνοῶ δὲ ὡς οἱ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως τάδε λέγουσι παθεῖν τὸν Γεώργιον πρὸς τῶν τοῦ᾿ Αθανασίου σπουδαστῶν. ἐγὼ δὲ τῶν῾ Ελληνιστῶν ἡγοῦμαι μᾶλλον εἶναι τὸ δρᾶμα, λογιζόμενος ὡς μείζους οὗτοι καὶ πλείους ἀφορμὰς μίσους πρὸς αὐτὸν εἶχον, καὶ μάλιστα τὴν περὶ τὰ ξόανα καὶ τοὺς ναοὺς ὕβριν καὶ τὴν τῶν θυσιῶν καὶ πατρίων κώλυσιν. ἐπέτεινε δὲ τὴν πρὸς αὐτὸν ἀπέχθειαν καὶ ἡ ἐν τοῖς βασιλείοις δύναμις· καὶ οἷα φιλεῖ δῆμος πρὸς τοὺς
5.7.5
ἐν δυνάμει πάσχειν, οὐκ ἀνεκτὸν ἡγοῦντο. πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον παρ' αὐτοῖς Μίθριον· τοῦτον γὰρ τὸν τόπον ἔρημον πάλαι γενόμενον ἐδωρήσατο Κωνστάντιος τῇ᾿ Αλεξανδρέων ἐκκλη
5.7.6
σίᾳ. Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη, ἐν ᾧ ξόανα μὲν ἴσως καὶ ὄργανά τινα εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γελοῖά τε καὶ ξένα ἐδόκει. δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ ἐπόμπευον ἐπιτωθάζοντες τοῖς῾ Ελλη
5.7.7
νισταῖς. οἱ δὲ πλῆθος εἰς ταὐτὸν συλλεγέντες ἐπῆλθον τοῖς Χριστιανοῖς, οἱ μὲν ξίφεσιν ἢ λίθοις, οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι· καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ' ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. ἐκ δὲ τούτου Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον, οἱ δὲ῾ Ελληνισταὶ ἐπιλαβούσης τῆς᾿ Ιουλιανοῦ βασιλείας
5.7.8
τὸν Γεώργιον ἀνεῖλον. μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ' οὕτως ἔχειν. ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη· ἤθελε γάρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε ἢ῞ Ελληνας εἶναι τοὺς Γεωργίου φονέας. ἀλλ' ὅμως οὐκ ἀπεκρύψατο· φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς 5. 7.᾿ Αλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν. μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο καὶ τὴν τιμωρίαν συνεχώρησεν, αἰδοῖ, φησί, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον καὶ᾿ Αλέξανδρον τὸν οἰκιστὴν καὶ᾿ Ιουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς᾿ Αλεξανδρείας ἦρξεν, ἀνὴρ ἐς τὰ μάλιστα῾ Ελληνισμῷ χαίρων καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ' αὐτόν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς.
5.8.1
Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι καὶ εἰς τοὺς βασιλέως μεταθέσθαι θησαυροὺς πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς᾿ Αντιοχέων Σύρων ἐκκλησίας καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς, μόνον δὲ Θεοδώρητον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως· ὃν ὡς φύλακα τῶν κειμηλίων τὴν τούτων γνῶσιν καταμηνῦσαι δυνάμενον συλλαβὼν δεινῶς ᾐκίσατο· καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν τὴν βάσανον ἀνδρείως ἀποκρινάμενον
5.8.2
καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις εὐδοκιμηκότα. ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληίσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους ἐπετώθασε, καὶ βλασφημήσας ὅσα γε ἠβούλετο τὸν Χριστὸν ἐκάθισεν ἐπ' αὐτῶν καὶ τὴν ὕβριν ἐπηύξησεν. αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη· κατασαπεῖσαί τε αἱ τῇδε σάρκες εἰς σκώληκας μετέβαλον, καὶ τὸ
5.8.3
πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης. καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει διὰ παντοδαπῆς φαρμάκων πείρας ἐληλύθεσαν· πολυτίμους τε καὶ πίονας ὄρνεις θύοντες, τῷ τούτων λίπει τὰ διεφθορότα μόρια ἐπέπλαττον καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας. ἀλλ' οὐδὲν ἤνυον· ἐν βάθει γὰρ κατακρυπτόμενοι πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἐσότε αὐτὸν
5.8.4
ἀνεῖλον, οὐ διέλιπον κείροντες. ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ ὁ τῶν βασιλικῶν ταμιείων φύλαξ καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες. 5.. 1᾿ Επεὶ δὲ εἰς τοῦτο προήχθην λόγου καὶ τὴν Γεωργίου καὶ Θεοδωρήτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν· οὓς Χριστιανοὺς ὄντας κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος οἴκοι κρυπτομένους συνελάβοντο καὶ δεσμωτη5.. 2 ρίῳ τὰ πρῶτα παρέδοσαν καὶ ἐμαστίγωσαν. ἔπειτα συνελθόντες εἰς τὸ θέατρον πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ῾ Ελληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. ἐν δὲ τῷ κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ' αὐτῶν 5.. 3 φόνον ἐνεπλήσθησαν θυμοῦ. καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον· καὶ ἐξαγαγόντες αὐτοὺς ὠμότατα διεχρήσαντο πῇ μὲν πρηνεῖς, πῇ δὲ ὑπτίους ἕλκοντες καὶ τῷ ἐδάφει προσρηγνύντες καὶ ᾗ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ 5.. 4 ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν. ἐπυθόμην δὲ αὖ, ὡς καὶ αἱ γυναῖκες ἐκ τῶν ἱστῶν ἐξιοῦσαι ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν καὶ τῶν ἐπ' ἀγορᾶς μαγείρων οἱ μὲν ὕδατι θερμῷ κοχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν 5.. 5 χυτροπόδων κατέχεον, οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον. ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεως, ᾗ τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζῴων ῥίπτειν εἰώθεσαν· καὶ πῦρ ἀνάψαντες ἔκαυσαν αὐτῶν τὰ σώματα· καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν, ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. 5.. 6 ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ· γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ' ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ, καὶ ἐμβαλοῦσα χύτρᾳ Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ θεός, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν ᾗ διάγοι· καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἀγνὼς ἦν αὐτῇ καὶ προσφά5.. 7 τως τοῦ διωγμοῦ κεκινημένου ἐκρύπτετο. ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη· ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν καιρὸν εὑρὼν ἔφυγεν εἰς᾿ Ανθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡσεὶ σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ῾ Ελληνισμῷ χαίρουσαν καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοη5.. 8 μένην. καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανός, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν᾿ Ανθηδονίων καὶ τῆς πόλεως ἐξηλάθη· καὶ εἰς 5.. τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν ἔλαθεν ἐκεῖσε κρυπτόμενος. ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον τὰ λείψανα δέδωκεν· ὁ δὲ τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν· ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν (συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας), εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεως, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστέα τῶν μαρτύρων ἀπέθετο πλησίον Νέστορος τοῦ ὁμολογητοῦ, ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου δεσμῶν καὶ 5.. 10 μαστίγων ἐκοινώνησεν. ἐν δὲ τῷ ἕλκεσθαι καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες ἠλέησαν· καὶ πρὸ τῶν πυλῶν ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν· ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν, 5.. 11 παρ' ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος ἐτελεύτησεν. Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς αὐτοὺς καταλιπεῖν· ἤδη γὰρ καὶ φήμη τις διεφοίτα, ὡς χαλεπῶς φέροι καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπου5.. 12 δάζοι. ἦν δὲ ταῦτα ψεῦδος καὶ θρῦλος μόνον, ὡς εἰκός, δημώδης ὑπὸ δειλίας καὶ τοῦ συνειδέναι ἃ δεδράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος, ἐπειδὴ οὐδέ– τοῦτο δὴ τὸ πρὸς᾿ Αλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίου– οὐδὲ ἐν 5.. 13 γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις. ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο καὶ ἐν ὑπονοίᾳ εἶχε· καὶ ἀγώγιμον ποιήσας τὸ μὴ θανάτου καταψηφίσασθαι φιλανθρωπίαν ἐλογίσατο· ἐπῃτιᾶτο δὲ αὐτόν, καθότι τινὰς τῶν Γαζαίων, οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας· τί γάρ, φησίν, ἔδει αὐτοὺς ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ' ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς θεοὺς ἠδίκησαν, ἠμύναντο; καὶ τὰ μὲν ὧδε λέγεται.
5.10.1
᾿ Εν τούτῳ δὲ καὶ῾ Ιλαρίων ὁ μοναχὸς ἐπιζητούμενος παρὰ τῶν Γα- ζαίων ἔφυγεν εἰς Σικελίαν. ἔνθα δὴ ξύλα συλλέγων ἐκ τῶν ἐρήμων ὀρῶν καὶ ἐπὶ τῶν ὤμων φέρων ἐν τῇ πόλει διεπώλει· καὶ ὅσον ἀποζῆν, τούτῳ τῷ
5.10.2
τρόπῳ τὴν καθ' ἡμέραν τροφὴν ἐπορίζετο. καταμηνυθεὶς δὲ ὅστις εἴη καὶ οἷος ὑπὸ δαιμονῶντος ἀνδρὸς τῶν ἐπισήμων, τοῦ δαιμονᾶν αὐτὸν ἀπαλλάξας ἦλθεν εἰς Δαλματίαν. μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως
5.10.3
ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν, πάλιν ἔνθεν ἀνεχώρησεν. οὐ γὰρ καταθύμιον ἦν αὐτῷ διατρίβειν παρὰ τοῖς ἐπαινοῦσιν, ἀλλ' ἐν τῷ τοὺς τόπους ἀμείβειν ἐσπούδαζεν ἄδηλος εἶναι καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν δια
5.10.4
λύειν ταῖς συχναῖς μετοικήσεσι. τὸ δὴ τελευταῖον παραπλέων τὴν Κύπρον κατῆρεν εἰς Πάφον. προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου ἠγάπησε τὴν ἐνθάδε διατριβὴν καὶ περὶ Χάρυβριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει. τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον αἴτιον ἡ φυγή· ἔφυγε δέ, καθότι πρόσταγμά ἐστιν ἱερὸν μὴ περιμένειν τοὺς διώκοντας, εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γίνεσθαι καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης.
5.10.5
Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ᾿ Αλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη· φαίνονται δὲ καὶ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες οἱ τὴν πρὸς τῷ Λιβάνῳ῾ Ηλιούπολιν καὶ τὴν᾿ Αρέθουσαν τῆς Συρίας
5.10.6
οἰκοῦντες. οἱ μὲν γάρ (ἄπιστον δὲ καὶ λέγειν εἰ μή τινες τῶν κατ' ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν) παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν· ἐμπαροινήσαντες δὲ πρότερον ᾗ ἑδόκει τὸ τελευταῖον ἀνέκειραν αὐτάς· καὶ διχῇ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἰωθυίας τροφῆς ὀρεγομένους καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν.
5.10.7
ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς῾ Ηλιουπολίτας τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον. ὁ γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν῾ Ηλιουπόλει τῆς᾿ Αφροδίτης νεών, τότε πρῶτον παρ' αὐτοῖς ἐκκλησίαν ἐδείματο, καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας.
5.10.8
᾿ Αρεθούσιοι δὲ Μᾶρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιάν τε καὶ βίον αἰδέσιμον, ἐλεεινῶς διεχειρίσαντο. τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον· προθυμότερον γὰρ ἢ κατὰ πειθὼ Κωνσταντίου βασιλεύοντος τοὺς῾ Ελληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε καὶ τὸν παρ' αὐτοῖς 5. 10. σεμνότατον καὶ πολυτελέστατον νεὼν καθεῖλεν. ἐπεὶ δὲ μετέπεσεν εἰς᾿ Ιουλιανὸν ἡ ἀρχή, κεκινημένον ἐπ' αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς ἢ τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτῖσαι ἢ τοῦτον ἀνοικοδομῆσαι, λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ καὶ
5.10.10
ἄλλως ἀθέμιτον τὸ δεύτερον, μή τί γε δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα· μαθὼν δὲ δι' αὐτὸν κινδυνεύειν πολλούς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς καὶ ἐθελοντὴς ὅ τι
5.10.11
βούλοιντο αὐτὸν δρᾶν τῷ πλήθει προσήγαγεν. οἱ δὲ ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες πᾶς ὁ δῆμος ἐπ' αὐτὸν ἐχώρησε· καὶ διὰ τῶν ἀγυιῶν εἷλκον ὠθοῦντες καὶ τίλλοντες καὶ ᾗ ἔτυχε τῶν μελῶν ἕκαστος παίοντες· ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ καὶ πάσῃ ἡλικίᾳ μετὰ προθυμίας καὶ ὀργῆς, ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν· παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα, καὶ μετεωρίζοντες αὐτὸν καὶ πρὸς ἑαυτὸν κυλίοντες ἀντέπεμπόν τε καὶ ἀντεδέχοντο ταῖς γραφίσι
5.10.12
καὶ ἀφειδῶς κατεκέντουν. ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν καὶ σαργάνῃ ἐμβαλόντες (πλέγμα δὲ τοῦτο ὁλόσχοινον) εἰς ὕψος ἦραν. ἡνίκα δὴ λέγεται σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν πρὸς τοὺς᾿ Αρεθουσίους εἰπεῖν, ὡς αὐτὸς μὲν ὑψηλὸς εἴη, τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι
5.10.13
τὰ μετὰ ταῦτα. λόγος δὲ τὸν τότε ὕπαρχον,῾ Ελληνιστὴν μὲν ἐς τὰ μάλιστα ὄντα, γενναῖον δὲ τὸ ἦθος, ὡς καὶ εἰσέτι νῦν τὴν περὶ αὐτοῦ δόξαν κρατεῖν, θαυμάσαντα Μᾶρκον τῆς ἐγκρατείας παρρησιάσασθαι πρὸς βασιλέα καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παρ' ἑνὸς γέροντος πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου· καὶ κινδυνεύειν
5.10.14
αὐτοὺς γελοίους εἶναι, ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν. ὁ μὲν οὖν Μᾶρκος ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν τῶν᾿ Αρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν῾ Ελληνιστῶν.
5.11.1
᾿ Εν δὲ τῷ τότε καὶ Μακεδόνιος Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες
5.11.2
ἀνδρείως ἐμαρτύρησαν. ἐπεὶ γὰρ ἐν Μηρῷ (πόλις δὲ ἥδε Φρυγῶν) τὸν ἐνθάδε ναὸν ἠνέῳξε καὶ ὑπὸ χρόνου ῥυπῶντα ἐξεκάθηρεν ὁ τοῦ ἔθνους ἡγού
5.11.2
μενος, νύκτωρ ἐπεισελθόντες τὰ ἀγάλματα συνέτριψαν. ὡς αἰτίων δὲ τούτου συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων σφᾶς αὐτοὺς κατ
5.11.3
εμήνυσαν. ἐξὸν δέ, εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ὁ ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις· τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς πῦρ ὑφῆπτεν· οἱ δὲ καιόμενοι «εἰ κρεῶν ὀπτῶν», ἔφασαν, «ἐπιθυμεῖς, ὦ᾿ Αμάχιε (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἄρχοντι), καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα.» καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο.
5.11.4
Φασὶ δὲ καὶ Βούσιριν ἐν᾿ Αγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν. ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων᾿ Εγκρατιτῶν συλλαβὼν ὁ τοῦ ἔθνους ἄρχων ὡς νεανιευσάμενον κατὰ τῶν῾ Ελληνιστῶν αἰκίζεσθαι ἠβούλετο. καὶ δημοσίᾳ προαγαγὼν
5.11.5
πρὸς τὸ βασανιστήριον ξύλον αἰωρεῖσθαι προσέταττεν. ὁ δὲ Βούσιρις ἀνασχὼν τὼ χεῖρε πρὸς τὴν κεφαλὴν ἐγύμνωσε τὰς πλευράς· καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον καὶ πάλιν κατάγοντας· ἑτοίμως γὰρ καὶ δίχα τούτου, ἐφ' ὅσον βούλε
5.11.6
ται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς. θαυμάσας δὲ τὴν ὑπόσχεσιν ὁ ἄρχων μᾶλλον τῇ πείρᾳ κατεπλάγη. αἰκιζόμενος γὰρ τοῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων καὶ τὰς πληγὰς προθύμως δεχόμενος. ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι τὸν᾿ Ιουλιανόν· καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω, καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο καταγνοὺς τῆς προτέρας αἱρέσεως.
5.11.7
Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν᾿ Αγκύρᾳ ἐκκλησίας καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν ἀγαγόμενον καὶ οἷον ἔτι νυμ
5.11.8
φίον ὄντα. συμβάλλω δὲ τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ' ᾧ τότε καθαιρεθέντι, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν· οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ δίκην ἔδοσαν οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν 5. 11. καταδικασθέντες. ὁ δὲ Βασίλειος σπουδαῖος περὶ τὸ δόγμα γεγονώς, ἐφ' ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ᾿ Αρείου φρονοῦσιν ἀντέπραττε· καὶ διὰ
5.11.10
τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν. ἐπεὶ δὲ᾿ Ιουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιιὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο τῶν οἰκείων ἔχεσθαι δογμάτων καὶ μὴ τοῖς῾ Ελλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι, ἀντ' οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμάς, προσκαίρους ταύτας
5.11.11
ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας. ταῦτα δὲ σπουδάζων ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς῾ Ελληνισταῖς ὤν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη, καὶ μέγα ἀνοιμώξας ηὔξατο μηδένα Χριστιανῶν τῆς τοιαύτης πειραθῆναι πλάνης. ἐκ τούτου δὲ συλληφθεὶς παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους· καὶ πολλὰς βασάνους ὑπομείνας παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε.
5.11.12
Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς οὐδὲ ὀλίγους μάρτυρας καὶ ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι· σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας.
5.12.1
Μετὰ δὲ τὴν᾿ Αθανασίου κάθοδον Λουκίφερ ὁ Καράλων τῆς Σαρδανίας ἐπίσκοπος καὶ Εὐσέβιος ὁ Βερκέλλων τῶν ἐν᾿ Ιταλίᾳ Λιγύων ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον· ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου διηνεκῶς φεύγειν προσετάχθησαν. ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς᾿ Αλεξάνδρειαν, ὅπως σὺν᾿ Αθανασίῳ σύνοδον ἀθροίσῃ
5.12.2
ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων, Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ' αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς᾿ Αντιόχειαν ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν· ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώιος, διεφέροντο δέ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί· μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον.
5.12.3
᾿ Εν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες ἀνὰ τὴν᾿ Αλεξάν- δρειαν ἅμα᾿ Αθανασίῳ καὶ Εὐσεβίῳ τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν. ὁμοούσιόν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν· οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν ὁ θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι
5.12.4
ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει. ἐπεὶ δὲ ἡ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ζήτησις τὰς ἐκκλησίας ἐτάραττεν καὶ συχναὶ περὶ τούτων ἔριδες καὶ διαλέξεις ἦσαν, εὖ μάλα σοφῶς μοι δοκοῦσιν ὁρίσαι μὴ ἐξ ἀρχῆς εὐθὺς ἐπὶ θεοῦ τούτοις χρῆσθαι τοῖς ὀνόμασι, πλὴν ἡνίκα τις τὴν Σαβελλίου δόξαν ἐκβάλλειν πειρῷτο, ἵνα μὴ ἀπορίᾳ ὀνομάτων ταὐτὸν δόξῃ τις τρισὶ προση
5.12.5
γορίαις καλεῖν, ἀλλ' ἕκαστον ἰδίᾳ νοοῖτο τριχῇ. καὶ τὰ μὲν ὧδε τοῖς τότε ἐν᾿ Αλεξανδρείᾳ συνελθοῦσιν ἔδοξεν· ἀπολογούμενος δὲ ἐν τούτοις᾿ Αθανάσιος περὶ τῆς αὐτοῦ φυγῆς διεξῆλθε τὸν λόγον ὃν περὶ τούτου ἔγραψε.
5.13.1
Καὶ διαλυθείσης τῆς συνόδου παραγενόμενος Εὐσέβιος εἰς᾿ Αντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν. οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταὐτὸν συνιέναι
5.13.2
Παυλίνῳ οὐκ ἠνείχοντο, ἀλλ' ἰδίᾳ ἐκκλησίαζον. χαλεπῶς δὲ ἐνεγκών, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν ἡ χειροτονία ἐγεγόνει, οὐδὲν εἰς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν, οὐδετέρῳ δὲ μέρει κοινωνήσας
5.13.3
ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν. ἐν ᾧ δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτοῦ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν, ὁ δὲ Παυλῖνος ἔνδον μετὰ τῶν οἰκείων· πρᾶον γὰρ ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα τιμῶν Εὐζώιος ὁ τῆς᾿ Αρείου
5.13.4
αἱρέσεως προεστὼς οὔτ' ἐξέβαλε καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν. Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν᾿ Αντιοχείας. ὑβρισμένος δὲ παρ' αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε καὶ κοινωνεῖν αὐτῷ διεφέρετο· καὶ ὡς ἐξ ἔριδος τὰ δόξαντα τῇ συνόδῳ ἐν᾿ Αλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει. ὃ δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ' αὐτοῦ καλουμένων Λουκιφεριανῶν· οἱ γὰρ ἐπὶ τούτοις
5.13.5
αὐτῷ συναχθόμενοι σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν. αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου, ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν᾿ Αλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσι, ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ εἰς Σαρδανίαν ἀφίκετο.
5.13.6
Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιιὼν τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο καὶ ᾗ χρὴ φρονεῖν ἐδίδασκεν· ἔπειτα δὲ σπουδάζων καὶ᾿ Ιλλυριοὺς
5.13.7
διῆλθε καὶ εἰς᾿ Ιταλίαν ἧκεν. ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν
5.13.8
῾ Ιλάριον, ὃς Πικτάβων (πόλις δὲ ἥδε᾿ Ακοιτανίας) ἐπίσκοπος ἦν· ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν᾿ Ιταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν· καὶ γὰρ δὴ καὶ ἐλλόγιμος τῇ῾ Ρωμαίων γλώττῃ ἐγένετο καὶ λόγους ἀξιοχρέους, ὡς εἴρηται, συνέγραψεν, ἀπομαχομένους τοῖς᾿ Αρείου δόγμασιν. ὧδε μὲν῾ Ιλάριος οὗτος καὶ Εὐσέβιος ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου συνεκρότουν.
5.14.1
᾿ Εν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν᾿ Ελεύσιός τε καὶ Εὐστάθιος καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους
5.14.2
τινὰς ἐποιήσαντο. καὶ τοὺς ἀμφὶ᾿ Ακάκιον καὶ τὴν βεβαιωθεῖσαν ἐν᾿ Αριμήνῳ πίστιν ἀπεκήρυξαν, τῇ δὲ ἐν᾿ Αντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο. ἐγκαλούμενοι δὲ τί δή ποτε πρὸς τοὺς ἀμφὶ᾿ Ακάκιον διαφέρονται, πρότερον αὐτοῖς ὡς ὁμοδόξοις
5.14.3
κοινωνοῦντες, τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο, ὡς «οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον,᾿ Αέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ' οὐσίαν ἀνόμοιον· ἃ ἀμφότερα ἔκνομα· καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις πατρὸς καὶ υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι, ὁ δὲ σφόδρα τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα φύσεως διίστα τὴν οἰκειότητα»· σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καθ' ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων. καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο.
5.15.1
῾ Ο δὲ βασιλεὺς πυθόμενος ἐκκλησιάζειν᾿ Αθανάσιον ἐν τῇ᾿ Αλεξανδρέωνἐκκλησίᾳ καὶ ἀδεῶς διδάσκειν τὰ πλήθη καὶ πολλοὺς῾ Ελλήνων πείθειν εἰς Χριστιανισμὸν μετατίθεσθαι, προσέταξεν αὐτὸν ἐξιέναι τῆς᾿ Αλεξανδρείας.
5.15.2
μένοντι δὲ ἐν ταύτῃ μεγίστας προηγόρευσε ζημίας, πρόφασιν ἐγκλημάτων ποιησάμενος, ὡς παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων φεύγειν καταδικασθείς, μὴ ἐπιτραπεὶς ἀντελάβετο τοῦ θρόνου τῆς ἐπισκοπῆς· μὴ γὰρ συγχωρῆσαι αὐτὸν εἰς τὰς ἐκκλησίας κάθοδον τοῖς παρὰ Κωνσταντίου φυγαδευθεῖσιν,
5.15.3
ἀλλ' εἰς τὰς πατρίδας μόνον. διὰ τοῦτο δὲ τὸ βασιλέως πρόσταγμα μέλλων φεύγειν, δεδακρυμένην ἰδὼν ἀμφ' αὐτὸν τὴν τῶν Χριστιανῶν πληθύν «θαρρεῖτε», ἔφη, «νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται»· καὶ τοῦτο εἰπὼν συνετάξατο, καὶ τοῖς σπουδαιοτέροις τῶν φίλων τὴν ἐκκλησίαν παραθέμενος ἐξῆλθε τῆς᾿ Αλεξανδρέων πόλεως.
5.15.4
᾿ Εν τούτῳ δὲ Κυζικηνῶν πρεσβευσαμένων πρὸς βασιλέα περὶ οἰκείων πραγμάτων καὶ τῆς ἐπανορθώσεως τῶν῾ Ελληνικῶν ναῶν, ἐπαινέσας αὐτοὺς
5.15.5
τῆς περὶ τὰ ἱερὰ προνοίας, πάντα παρέσχεν ὧνπερ ἐδέησαν. καὶ᾿ Ελεύσιον δὲ τὸν παρ' αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμηνάμενον τοῖς ναοῖς καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα καὶ χηροτροφεῖα κατασκευάσαντα καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον καὶ τοὺς῾ Ελληνιστὰς πείθοντα
5.15.6
τῶν πατρίων ἀμελεῖν. ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς μὴ ἐπιβαίνειν Κυζίκῳ, αἰτίαν ἐπαγαγὼν ὡς εἰκὸς αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι, συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν καὶ τῶν δημοσίων ἐριουργῶν καὶ
5.15.7
τῶν τεχνιτῶν τοῦ νομίσματος. οἳ πλῆθος ὄντες καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι ἐκ προστάγματος τῶν πρὶν βασιλέων ἅμα γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων, οἱ δὲ νεουργῶν νο
5.15.8
μισμάτων. ἐπεὶ γὰρ ἐκ παντὸς τρόπου δέδοκτο αὐτῷ συστῆσαι τὸν῾ Ελληνισμόν, βιάζεσθαι μὲν ἢ τιμωρεῖσθαι τοὺς δήμους μὴ ἐθέλοντας θύειν ἀβουλίας νενόμικε. σχολῇ γὰρ ἂν τοσούτων καθ' ἑκάστην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπεγράψαντο· οὐ μὴν οὐδὲ συνιέναι καὶ κατὰ γνώμην εὔχεσθαι διεκώλυε. ᾔδει γὰρ ὡς οὐκ ἀνάγκῃ ποτὲ κατορθωθείη τὰ. αιρέσεως ἑκουσίας εἰς σύστασιν δεόμενα. τοὺς δὲ κληρικοὺς καὶ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν ἀπελαύνειν τῶν πόλεων ἔσπευδε, τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους, ὥστε μήτε τοὺς ἐκκλησιάζοντας μήτε τοὺς διδάσκοντας ἔχειν μήτε μυστηρίων μεταλαμβάνειν καὶ τῷ πολλῷ χρόνῳ εἰς λήθην ἐμπεσεῖν τῆς οἰκείας θρησκείας, σκηπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη
5.15.10
ἄγουσιν. οὕτως οὖν οὔτε στάσεως γενομένης οὔτε γίνεσθαι προσδοκωμένης ἐξιέναι Κυζίκου τὸν᾿ Ελεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε.
5.15.11
Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τίτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον. ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσοι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τίτος καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ῾ Ελληνικῷ πλήθει τὸ Χριστιανικόν, ἠρεμεῖν δὲ τοῦτο καὶ ταῖς αὐτοῦ παραι
5.15.12
νέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν. ἐκ τοιούτων δὲ ῥημάτων εἰς ἔχθραν καταστῆσαι τῷ δήμῳ τὸν Τίτον κατασκευάζων, γράφων Βοστρηνοῖς διέβαλλεν αὐτὸν ὡς κατήγορον τοῦ πλήθους γεγενημένον, οἷα δὴ μὴ ἀπὸ γνώμης οἰκείας, διὰ δὲ τὰς αὐτοῦ παραινέσεις μὴ στασιάζοντος· καὶ ὡς δυσμενῆ ἀπελαύνειν αὐτὸν τῆς πόλεως ἀνεκίνει τὸν δῆμον.
5.15.13
Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός, τὰ μὲν κατὰ πρόσταγμα τοῦ βασιλέως, τὰ δὲ ἐξ ὀργῆς καὶ προπετείας δήμων· ἐφ' οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων· οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας, ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν μέμφεσθαι λόγοις δοκῶν ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας· ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί.
5.15.14
Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων καὶ ὁ ἐμὸς πάππος. καθότι πατρὸς῞ Ελληνος ὤν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους᾿ Αλαφίωνος Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελέᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ καὶ ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ πάνθεον ὡς ἐπὶ ἀκροπόλεως χειροποιήτου τινὸς λόφου κείμενον καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον. συμβάλλων δὲ οἶμαι τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν῾ Ελλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι, διὰ τὸν τοῦ
5.15.15
πανθέου ναόν. λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις῾ Ιλαρίων ὁ μοναχός· δαιμονῶντος γὰρ᾿ Αλαφίωνος τούτου, ἐπὶ πολύ τινες῞ Ελληνες καὶ᾿ Ιουδαῖοι ἐπῳδαῖς καὶ περιεργίαις τισὶ χρησάμενοι οὐδὲν ἤνυον, ὁ δὲ μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος τὸ δαιμόνιον ἀπή
5.15.16
λασεν, εἰς τὴν Χριστιανῶν μετεβάλοντο θρησκείαν. διέπρεψε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι καὶ ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν καὶ οἷος γνῶναι δεῖ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. ὅθεν κεχαρισμένος εἰσάγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν᾿ Ασκάλωνα καὶ Γάζαν καὶ τοῖς πέριξ Χριστιανοῖς ὡς ἀναγκαῖος τῇ
5.15.17
θρησκείᾳ καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων. τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους σχολῇ γ' ἄν τις τὴν ἀρετὴν διηγήσαιτο· πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν. ἐκ ταύτης δὲ τῆς γενεᾶς μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοί, οἷς ἤδη πρεσβύταις νέος ὢν συνεγενόμην. ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ.
5.16.1
῾ Ο δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν῾ Ελληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανισμοῦ. ναοὶ μὲν γὰρ ἠνεῴγεισαν, καὶ θυσίαι καὶ῾ Ελλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν· ἠνιᾶτο δὲ λογιζόμενος ὡς, εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν· οὐχ ἥκιστα δὲ ἤχθετο καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς
5.16.2
καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας. ὑπολαβὼν δὲ τὸν Χριστιανισμὸν τὴν σύστασιν ἔχειν ἐκ τοῦ βίου καὶ τῆς πολιτείας τῶν αὐτὸν μετιόντων, διενοεῖτο πανταχῇ τοὺς῾ Ελληνικοὺς ναοὺς τῇ παρασκευῇ καὶ τῇ τάξει τῆς Χριστιανῶν θρησκείας διακοσμεῖν, βήμασί τε καὶ προεδρίαις καὶ῾ Ελληνικῶν δογμάτων καὶ παραινέσεων διδασκάλοις τε καὶ ἀναγνώσταις, ὡρῶν τε ῥητῶν καὶ ἡμερῶν τεταγμέναις εὐχαῖς, φροντιστηρίοις τε ἀνδρῶν καὶ γυναικῶν φιλοσοφεῖν ἐγνωκότων καὶ καταγωγίοις ξένων καὶ πτωχῶν καὶ τῇ ἄλλῃ περὶ τοὺς
5.16.3
δεομένους φιλανθρωπίᾳ τὸ῾ Ελληνικὸν δόγμα σεμνῦναι, ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων κατὰ τὴν τῶν Χριστιανῶν παράδοσιν ἐκ μεταμελείας σύμμετρον τάξαι σωφρονισμόν· οὐχ ἥκιστα δὲ ζηλῶσαι λέγεται τὰ συνθήματα τῶν ἐπισκοπικῶν γραμμάτων, οἷς ἔθος ἀμοιβαδὸν τοὺς ξένους ὅποι δή ποτε διιόντας, καὶ παρ' οἷς ἂν ἀφίκωνται, πάντως κατάγεσθαι καὶ θεραπείας ἀξιοῦσθαι οἷά γε γνωρίμους καὶ φιλαιτάτους διὰ τὴν τοῦ συμ
5.16.4
βόλου μαρτυρίαν. ταῦτα διανοούμενος ἐσπούδαζε τοὺς῾ Ελληνιστὰς προσεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν. ἀλλ' ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ' αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τῶν εἰρημένων τὴν ἀπόδειξιν. γράφει γὰρ ὧδε·
5.16.5
«᾿ Επιστολὴ᾿ Ιουλιανοῦ βασιλέως᾿ Αρσακίῳ ἀρχιερεῖ Γαλατίας." 7῾ Ελληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡμῶν ἕνεκα τῶν μετιόντων" 7αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα καὶ κρείττονα πάσης μὲν εὐχῆς," 7πάσης δὲ ἐλπίδος (ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν᾿ Αδράστεια)· τὴν γὰρ ἐν" 7ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδὲ εὔξασθαί τις ὀλίγῳ πρότερον
5.16.6
" 7ἐτόλμα. τί οὖν; ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν, ὡς" 7μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ" 7ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ" 7τὸν βίον; ὧν ἕκαστον οἴομαι χρῆναι παρ' ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι.
5.16.7
" 7καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς οἳ" 7περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησον, ἢ πεῖσον εἶναι σπουδαίους," 7ἢ τῆς ἱερατικῆς λειτουργίας ἀπόστησον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν" 7καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλ' ἀνέχοιντο τῶν οἰκετῶν ἢ" 7υἱέων ἢ τῶν Γαλιλαίων γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα
5.16.8
" 7δὲ θεοσεβείας προτιμώντων. ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ" 7παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς" 7καὶ ἐπονειδίστου προΐστασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ" 7ἀπειθοῦντας ἐξώθει. 5. 16." 7Ξενοδοχεῖα καθ' ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν' ἀπολαύσωσιν" 7οἱ ξένοι τῆς παρ' ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ
5.16.10
" 7τῶν ἄλλων ὅστις ἂν δεηθῇ. χρημάτων δ' ὅθεν εὐπορήσεις, ἐπινενόηταί" 7μοι τέως. ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν" 7Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ" 7πέμπτον μὲν εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ἐξυπηρετουμένους ἀνα" 7λίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέ
5.16.11
" 7μεσθαι παρ' ἡμῶν. αἰσχρὸν γάρ, εἰ τῶν μὲν᾿ Ιουδαίων οὐδὲ εἷς μεταιτεῖ," 7τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους,
5.16.12
" 7οἱ δὲ ἡμέτεροι τῆς παρ' ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνοιντο. δίδασκε" 7δὲ καὶ συνεισφέρειν τοὺς῾ Ελληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας, καὶ" 7τὰς῾ Ελληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς" 7῾ Ελληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτοὺς ὡς τοῦτο" 7πάλαι ἦν ἡμέτερον ἔργον.῞ Ομηρος γοῦν αὐτὸ πεποίηκεν Εὔμαιον λέγοντα·" 7ξεῖν', οὔ μοι θέμις ἔστ', οὐδ' εἰ κακίων σέθεν ἔλθοι," 7ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες" 7ξεῖνοί τε πτωχοί τε· δόσις δ' ὀλίγη τε φίλη τε." 7μὴ δὴ τὰ παρ' ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις ξυγχωροῦντες αὐτοὶ τῇ" 7ῥαθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς
5.16.13
" 7εὐλάβειαν. εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης" 7ἔσομαι." 7Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς" 7ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων," 7ἀλλ' ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω" 7δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς
5.16.14
" 7τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός," 7ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. καὶ οἱ μὲν" 7πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου" 7δοξοκόποι εἰσὶ καὶ κενόδοξοι.
5.16.15
" 7Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων" 7καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς μόνον οὐκ ἄμεμπτοι," 7ἀλλά, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ' ἡμῶν ἀπολαύσωσι δυσμενείας." 7οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἐλεαίρειν" 7ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν." 7πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ' ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ" 7τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.»
5.17.1
῾ Ο μὲν δὴ βασιλεὺς τοιαῦτα ποιῶν καὶ γράφων ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν τοῦ δόγματος. καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας οὔτε πείθειν παντελῶς οἷός τε ἦν περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς῾ Ελληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικόν, τὸ μὲν δι' ἑαυτοῦ, τὸ δὲ διὰ τῶν
5.17.2
ἀρχόντων ἐπαγόμενος. ἀτεχνῶς δὲ διὰ πάντων ἑλληνίζειν προσεθίζων μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα τὸ κορυφαῖον τῶν῾ Ρωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν
5.17.3
εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν. ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ Δία μὲν οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα,῎ Αρεα δὲ καὶ τὸν῾ Ερμῆν εἰς αὐτὸν βλέποντας καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός.
5.17.4
ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς῾ Ελληνικὸν ὁρᾷ σέβας παρεμμίγνυσθαι ταῖς εἰκόσιν, ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς λεληθότως
5.17.5
προσκυνεῖν τοῖς συγγεγραμμένοις. ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν· ἐνενόει γὰρ ὡς, εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν ἐθέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν· εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν ὡς περὶ τὰ ἔθη῾ Ρωμαίων
5.17.6
νεωτερίζοντας καὶ εἰς πολιτείαν καὶ βασιλείαν ἐξαμαρτάνοντας. ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν δόλον, καὶ ὡς ἔθος ἦν οὐκ ἠνείχοντο προσκυνεῖν· τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ' ἀγνοίας ἢ γνώμης ἀπεριέργου νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι καὶ ἁπλούστερον ταῖς
5.17.7
εἰκόσι προσῄεσαν. βασιλεῖ δὲ πλέον οὐδὲν ἠνύετο. καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσαγάγοιτο τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου· περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις
5.17.8
ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων. ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις (γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς῾ Ρωμαίων ἱερομηνίαις καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις), λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν καὶ ὑπὸ συνήθους πλεονεξίας ῥᾳδίως ἡττᾶται χρημάτων, καθέζεται ἐπὶ τῇ δόσει τῶν χρημάτων. τῶν δὲ ἐπὶ ταύτῃ παριόντων ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον πρότερον θυμιᾶν. προὔκειτο γὰρ πλησίον λίβανος καὶ 5. 17. πῦρ, ὡς δὴ τοῦτο πάλαι῾ Ρωμαίοις νενομισμένον. ἐνταῦθα οἱ μὲν ἀδεῶς τὴν ἀνδρείαν ἐπεδείξαντο καὶ οὔτε θυμιᾶσαι οὔτε δῶρον παρὰ τοῦ βασιλέως λαβεῖν ἠνέσχοντο, οἱ δὲ προσχήματι νόμου καὶ ἀρχαιότητος οὐδὲ εἰς νοῦν ἔλαβον ὃ ἡμάρτανον, οἱ δὲ τῷ φαινομένῳ κέρδει δελεασθέντες ἢ δέει καὶ θορύβῳ προκατειλημμένοι ἐκ τῆς παραυτίκα ἀναφανθείσης σκηνῆς, εἰ καὶ
5.17.10
συνῆκαν ἑλληνίζοντες, τὸ μὴ τοῦτο παθεῖν οὐ διέφυγον. τῶν δ' αὖ ἀγνοίᾳ περιπεσόντων ταύτῃ τῇ ἁμαρτίᾳ λέγονταί τινες, τὴν δαῖτα ὡς εἱστιῶντο, φιλοφρονούμενοι οἷά γε ἐν τοῖς πότοις γίνεσθαι φιλεῖ, καὶ προπίνοντες ἀλλήλοις, Χριστὸν ἐπονομάσαι ταῖς κύλιξιν. ὑπολαβόντα δέ τινα τῶν δαιτυμόνων «θαυμαστόν», ἔφη, «ὑπομένετε Χριστὸν ἐπικαλούμενοι, ὃν πρὸ βραχέος ἠρνήσασθε, ἡνίκα τὸ δῶρον παρὰ τοῦ βασιλέως δεξάμενοι τῷ
5.17.11
πυρὶ τὸν λίβανον ἐπιτεθείκατε.» ἅμα δὲ τοῦτο ἤκουσαν καὶ συνῆκαν ὅπερ εἰργάσαντο, αὐτίκα ἀναπηδήσαντες δημοσίᾳ ἔθεον βοῶντες καὶ δεδακρυμένοι καὶ θεὸν αὐτὸν καὶ πάντας ἀνθρώπους μαρτυρόμενοι Χριστιανοὺς εἶναι σφᾶς καὶ διαμεῖναι, ἐν ἀγνοίᾳ δὲ τοῦ γεγονότος, εἴ γε ὅλως εἰπεῖν ἔστι,
5.17.12
μόνην ἑλληνίσαι τὴν χεῖρα μὴ συμπραξάσης τῆς διανοίας. ἐπεὶ δὲ ὡς βασιλέα ἦλθον, προσρίψαντες ὃν δεδώκει χρυσὸν εὖ μάλα ἀνδρείως τὸ οἰκεῖον δῶρον ἀπολαβεῖν ᾔτουν, αὐτοὺς δὲ ἀνελεῖν· μὴ μεταμεληθήσεσθαι γάρ, εἰ ὑπὲρ ὧν προνοίας ἐκτὸς ἥμαρτεν ἡ δεξιὰ τῷ παντὶ σώματι δίκην δοῖεν διὰ Χριστόν. ὁ δὲ βασιλεὺς καίπερ χαλεπῶς ἐνεγκὼν κτεῖναι μὲν αὐτοὺς ἐφυλάξατο, μὴ μαρτυρίας γερῶν ἀξιωθεῖεν· ἀφελόμενος δὲ τῆς στρατείας ἐξεώσατο τῶν βασιλείων.
5.18.1
Ταύτης δὲ τῆς γνώμης καὶ περὶ πάντας τοὺς Χριστιανοὺς ὑπῆρχεν ἀφορμῆς λαβόμενος· ὅπου γε καὶ μηδὲν ἐγκαλεῖν ἔχων παραιτουμένοις θύειν ἰσοπολιτείας ἐφθόνει καὶ συλλόγων καὶ ἀγορῶν μετέχειν, καὶ τοῦ δικάζειν ἢ ἄρχειν ἢ ἀξιωμάτων κοινωνεῖν οὐ μετεδίδου· οὐ μὴν οὐδὲ τοὺς αὐτῶν παῖδας ξυνεχώρει ἐκδιδάσκεσθαι τοὺς παρ'῞ Ελλησι ποιητὰς καὶ συγγρα
5.18.2
φέας οὐδὲ τοῖς τούτων διδασκάλοις φοιτᾶν. ἐλύπει γὰρ αὐτὸν οὐ μετρίως᾿ Απολινάριος ὁ Σύρος, πρὸς παντοδαπὴν εἴδησιν καὶ λόγων ἰδέαν παρεσκευασμένος, Βασίλειός τε καὶ Γρηγόριος οἱ Καππαδόκαι, παρευδοκιμοῦντες τοὺς τότε ῥήτορας, ἄλλοι τε ἐπὶ τούτοις πλεῖστοι ἐλλόγιμοι, ὧν οἱ μὲν ἐζή
5.18.3
λουν τὴν ἐν Νικαίᾳ δόξαν, οἱ δὲ ἐκ τῆς᾿ Αρείου ὥρμηντο αἱρέσεως. ἐντεῦθεν οὖν μόνον δημιουργεῖσθαι τὸ πεῖθον οἰόμενος οὐ συνεχώρει τοῖς Χριστιανοῖς ἐν τοῖς τῶν῾ Ελλήνων ἀσκεῖσθαι μαθήμασιν· ἡνίκα δὴ᾿ Απολινάριος οὗτος εἰς καιρὸν τῇ πολυμαθείᾳ καὶ τῇ φύσει χρησάμενος, ἀντὶ μὲν τῆς῾ Ομήρου ποιήσεως ἐν ἔπεσιν ἡρῴοις τὴν῾ Εβραϊκὴν ἀρχαιολογίαν συνεγράψατο μέχρι τῆς Σαοὺλ βασιλείας καὶ εἰς εἰκοσιτέσσαρα μέρη τὴν πᾶσαν πραγματείαν διεῖλεν, ἑκάστῳ τόμῳ προσηγορίαν θέμενος ὁμώνυμον τοῖς
5.18.4
παρ'῞ Ελλησι στοιχείοις κατὰ τὸν τούτων ἀριθμὸν καὶ τάξιν. ἐπραγματεύσατο δὲ καὶ τοῖς Μενάνδρου δράμασιν εἰκασμένας κωμῳδίας, καὶ τὴν Εὐριπίδου τραγῳδίαν καὶ τὴν Πινδάρου λύραν ἐμιμήσατο. καὶ ἁπλῶς εἰπεῖν ἐκ τῶν θείων γραφῶν τὰς ὑποθέσεις λαβὼν τῶν ἐγκυκλίων καλουμένων μαθημάτων, ἐν ὀλίγῳ χρόνῳ ἐπόνεσεν ἰσαρίθμους καὶ ἰσοδυνάμους πραγματείας ἤθει τε καὶ φράσει καὶ χαρακτῆρι καὶ οἰκονομίᾳ ὁμοίας τοῖς παρ'
5.18.5
῞ Ελλησιν ἐν τούτοις εὐδοκιμήσασιν· ὥστε εἰ μὴ τὴν ἀρχαιότητα ἐτίμων οἱ ἄνθρωποι καὶ τὰ συνήθη φίλα ἐνόμιζον, ἐπίσης, οἶμαι, τοῖς παλαιοῖς τὴν᾿ Απολιναρίου σπουδὴν ἐπῄνουν καὶ ἐδιδάσκοντο, ταύτῃ πλέον αὐτοῦ τὴν εὐφυΐαν θαυμάζοντες, ὅσῳ γε τῶν μὲν ἀρχαίων ἕκαστος περὶ ἓν μόνον ἐσπούδασεν, ὁ δὲ τὰ πάντων ἐπιτηδεύσας ἐν κατεπειγούσῃ χρείᾳ τὴν ἑκάστου
5.18.6
ἀρετὴν ἀπεμάξατο. οὐκ ἀγεννὴς δὲ καὶ πρὸς αὐτὸν τὸν βασιλέα ἤτοι τοὺς παρ'῞ Ελλησι φιλοσόφους ἐστὶν αὐτοῦ λόγος, ὃν῾ Υπὲρ ἀληθείας ἐπέγρα- ψεν· ἐν ᾧ καὶ δίχα τῆς τῶν ἱερῶν λόγων μαρτυρίας ἔδειξεν αὐτοὺς ἀποβουκο
5.18.7
ληθέντας τοῦ δέοντος περὶ θεοῦ φρονεῖν. τάδε γὰρ ἐπιτωθάζων ὁ βασιλεὺς τοῖς τότε διαπρέπουσιν ἐπισκόποις ἐπέστειλεν· «ἀνέγνων, ἔγνων, κατέγνων», τοὺς δὲ πρὸς ταῦτα ἀντιγράψαι· «ἀνέγνως, ἀλλ' οὐκ ἔγνως· εἰ γὰρ
5.18.8
ἔγνως, οὐκ ἂν κατέγνως.» εἰσὶ δὲ οἳ Βασιλείῳ τῷ προστάντι τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν ταύτην τὴν ἐπιστολὴν ἀνατιθέασι, καὶ οὐκ ἀπεικός· ἀλλ' εἴτε αὐτοῦ εἴτε ἄλλου ταῦτά ἐστι, δίκαιον ἀνδρείας καὶ παιδεύσεως ἄγασθαι τὸν γράψαντα.
5.1.2
῾ Ο δὲ βασιλεὺς Πέρσαις ἐπιστρατεῦσαι σπουδάζων ἧκεν εἰς᾿ Αντιόχειαν τὴν Σύρων· ἐκβοήσαντος δὲ τοῦ πλήθους, ὡς πολλὰ μέν ἐστι τὰ ἐπιτήδεια, πολλοῦ δὲ πωλοῖτο, ὑπὸ φιλοτιμίας, οἶμαι, τὸν δῆμον ἐπαγόμενος ἐπὶ ἥττονι
5.1.3
ἢ ἔδει τιμήματι τὰ ἐπ' ἀγορᾶς ὤνια πωλεῖσθαι προσέταξεν. ἐκφυγόντων δὲ τῶν καπήλων τὰ μὲν ἐπιτήδεια ἐπέλιπεν,᾿ Αντιοχεῖς δὲ δεινὸν τοῦτο ποιούμενοι τὸν βασιλέα ὕβριζον καὶ εἰς τὸν πώγωνα αὐτοῦ ὡς βαθὺς εἴη ἐπέσκωπτον καὶ εἰς τὸ νόμισμα, ὅτι ταύρου εἶχεν εἰκόνα. τὸν γὰρ κόσμον ἐπίσης
5.1.4
τῶν ὑπτίων ταύρων ὑπ' αὐτῷ ἡγεμόνι ἀνατετράφαθαι ἐπετώθαζον. ὁ δὲ τὰ πρῶτα ὀργισθεὶς ἠπείλει᾿ Αντιοχέας κακῶς ποιήσειν, καὶ εἰς Ταρσὸν μετοικίζεσθαι παρεσκευάζετο. ὑπερφυῶς δέ πως τοῦ θυμοῦ μεταβαλλόμενος λόγοις μόνοις τὴν ὕβριν ἠμύνατο, κάλλιστον καὶ μάλα ἀστεῖον λόγον, ὃν Μισοπώγωνα ἐπέγραψε, κατὰ᾿ Αντιοχέων διεξελθών.
5.1.5
Χριστιανοῖς δὲ κἀνταῦθα ὁμοίως ἐχρῆτο καὶ τὸ῾ Ελληνικὸν κρατύνειν ἐσπούδαζεν. οἷα γοῦν τότε συνέβη περὶ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος καὶ τὸν ἐν Δάφνῃ νεὼν τοῦ᾿ Απόλλωνος, ἄξιον ἀφηγήσασθαι· ἄρξομαι δὲ
5.1.6
ἐντεῦθεν. Δάφνη, τὸ ἐπίσημον τῆς᾿ Αντιοχείας προάστειον, κομᾷ μὲν ἄλσει κυπαρίσσων πολλῶν, ποικίλλεται δὲ καὶ τοῖς ἄλλοις φυτοῖς ἀναμὶξ ταῖς κυπαρίσσοις. ὑπὸ δὲ τοῖς δένδροισιν ἀμοιβαδὸν τῶν ὡρῶν εὐώδη καὶ παντοδαπὰ εἴδη ἀνθέων ἡ γῆ φέρει. ὀροφὴ δέ τις μᾶλλον ἢ σκιὰ πανταχῇ τὸν χῶρον περίκειται, τῇ πυκνότητι τῶν κλάδων καὶ τῶν φύλλων μὴ συγχωροῦσα τὴν ἀκτῖνα τῷ ἐδάφει ἐμβάλλειν· ἡδύς τε καὶ λίαν ἐπέραστός ἐστιν ἀφθονίᾳ τε καὶ κάλλει ὑδάτων καὶ ὡρῶν εὐκρασίᾳ καὶ προσηνῶν ἀνέμων
5.1.7
πνοιαῖς. ἐνταῦθα δὲ παῖδες῾ Ελλήνων μυθεύουσι Δάφνην τὴν Λάδωνος τοῦ ποταμοῦ ἐξ᾿ Αρκαδίας φεύγουσαν᾿ Απόλλω τὸν ἐραστὴν εἰς ὁμώνυμον αὐτῇ φυτὸν μεταβαλεῖν, τὸν δὲ μηδὲ οὕτως ἀπαλλαγέντα τοῦ πάθους στεφανωθῆναι τοῖς κλάδοις τῆς ἐρωμένης καὶ δένδρον οὖσαν περιπτύξασθαι καὶ τῇ προσεδρείᾳ τὰ μάλιστα τιμῆσαι τὸ χωρίον εἴπερ τι ἄλλο κεχαρισμένον
5.1.8
αὐτῷ. τοιούτῳ δὲ ὄντι τῷ προαστείῳ τῇ Δάφνῃ ἐπιβαίνειν τοῖς ἐπιεικέσιν αἰσχρὸν ἐνομίζετο. ἥ τε γὰρ θέσις καὶ ἡ φύσις τοῦ χωρίου πρὸς ῥᾳστώνην ἐπιτηδεία καὶ ἡ ὑπόθεσις τοῦ μύθου ἐρωτική τις οὖσα, μικρᾶς λαβομένη
5.1.9
ἀφορμῆς διπλοῦν ἀπετέλει τὸ πάθος τοῖς διεφθαρμένοις νέοις. εἰς παραίτησιν γὰρ προϊσχόμενοι τὰ μυθευόμενα χαλεπῶς ἐξεκαίοντο καὶ ἀνέδην εἰς ἀκολάστους πράξεις ἐχώρουν, οὐ σωφρονεῖν δυνάμενοι οὔτε σώφρονας κατὰ ταὐτὸν ὁρᾶν ἀνεχόμενοι. ᾧ γὰρ ἡ διατριβὴ ἐκτὸς ἐρωμένης ἐν Δάφνῃ ἐτύγχανεν, ἠλίθιός τε καὶ ἄχαρις ἐδόκει καὶ ὥσπερ τι ἄγος ἢ ἀποτρόπαιος 5. 1. φευκτέος ἦν. καὶ ἄλλως δὲ σεβάσμιος καὶ περὶ πολλοῦ τοῖς῾ Ελληνισταῖς ὁ χῶρος οὗτος ἐτύγχανεν· ἦν γὰρ ἐνθάδε Δαφναίου᾿ Απόλλωνος περικαλλὲς ἄγαλμα καὶ νεὼς μεγαλοφυῶς τε καὶ φιλοτίμως ἐξειργασμένος, ὃν λόγος οἰκοδομῆσαι Σέλευκον τὸν᾿ Αντιόχου πατέρα, ᾧ ἐπώνυμός ἐστιν
5.1.10
ἡ᾿ Αντιοχέων πόλις. ἐπιστεύετο δὲ παρὰ τοῖς τάδε πρεσβεύουσι ῥεῖν αὐτόθι καὶ ὕδωρ μαντικὸν ἀπὸ Κασταλίας τῆς πηγῆς, ὁμοίως τῆς ἐν Δελφοῖς ἐνεργείας τε καὶ προσηγορίας λαχούσης. ἀμέλει τοι καὶ᾿ Αδριανῷ ἔτι ἰδιω
5.1.11
τεύοντι τὰ περὶ τῆς βασιλείας αὐχοῦσιν ἐνθάδε προμηνυθῆναι. φασὶ γὰρ αὐτὸν φύλλον δάφνης ἐμβάψαντα τῇ πηγῇ ἀρύσασθαι τὴν τῶν ἐσομένων γνῶσιν ἐγγράφως ἐπὶ τοῦ φύλλου δηλωθεῖσαν. παρελθόντα δὲ εἰς τὴν ἡγεμονίαν καταχῶσαι τὴν πηγήν, ὥστε μὴ ἐξεῖναι καὶ ἄλλοις προμανθάνειν τὸ μέλλον.
5.1.12
᾿ Αλλὰ ταῦτα μέν, οἷς τούτων μέλει, ἀκριβῶς μυθολογούντων· ἐπεὶ δὲ Γάλλος ὁ᾿ Ιουλιανοῦ ἀδελφὸς Καῖσαρ καταστὰς παρὰ Κωνσταντίου ἐν᾿ Αντιοχείᾳ διῆγε, Χριστιανὸς ὢν καὶ ἐς τὰ μάλιστα πρεσβεύων τοὺς ὑπὲρ τοῦ δόγματος μεμαρτυρηκότας, ἔγνωκεν῾ Ελληνικῆς δεισιδαιμονίας καὶ ὕβρεως
5.1.13
ἀκολάστων ἀνθρώπων τοῦτον ἐκκαθᾶραι τὸν χῶρον. ὑπολαβὼν δὲ ῥᾳδίως περιέσεσθαι, εἰ εὐκτήριον ἐνθάδε ἀντικαταστήσειεν οἶκον, μετέθηκεν εἰς Δάφνην τὴν λάρνακα Βαβύλα τοῦ μάρτυρος, ὃς εὖ μάλα λαμπρῶς ἐπε
5.1.14
τρόπευσε τὴν᾿ Αντιοχέων ἐκκλησίαν καὶ ἐμαρτύρησεν. ἐξ ἐκείνου δὲ λόγος μὴ χρησμῳδῆσαι συνήθως τὸ δαιμόνιον· ἐδόκει δὲ τὰ μὲν πρῶτα τοῦτο παθεῖν ὡς θυσιῶν ἀμοιροῦν καὶ θεραπείας ἧς πρότερον ἠξίωτο, ἔδειξε δὲ τὰ μετὰ ταῦτα, ὡς ἐκ γειτόνων γενόμενος ὁ μάρτυς οὐ ξυνεχώρει τοῦτο
5.1.15
ποιεῖν. καὶ γὰρ᾿ Ιουλιανοῦ μόνου κρατοῦντος τῆς῾ Ρωμαίων οἰκουμένης, σπονδῶν καὶ κνίσσης καὶ ἀφθονίας θυμάτων μετέχων οὐδὲν ἧττον ἠρέμει, καὶ τὸ τελευταῖον χρήσας ἤλεγξε καὶ αὐτὸς τῆς προτέρας σιωπῆς τὴν αἰτίαν.
5.1.16
ἐπειδὴ γὰρ ἐβεβούλευτο ὁ βασιλεύς, περὶ ὧν οἱ ἐδόκει, πειραθῆναι τοῦ ἐνθάδε μαντείου, παραγενόμενος εἰς τὸ ἱερὸν ἀναθήμασι καὶ θυσίαις φιλοτίμως ἐτίμα τὸ δαιμόνιον καὶ ἐδεῖτο περὶ ὧν ἐσπούδαζε μὴ ἀμελεῖν. ὁ δὲ περιφανῶς μὲν ὡδὶ οὐκ ἐδήλωσε μὴ δύνασθαι χρησμῳδεῖν διὰ Βαβύλαν τὸν μάρτυρα γειτνιῶντα τῇ θήκῃ· νεκρῶν δέ, ἔφη, ἀνάπλεών ἐστι τὸ χωρίον,
5.1.17
καὶ κατὰ τοῦτο κωλύεσθαι προϊέναι τοὺς χρησμούς. πολλῶν δὲ καὶ ἄλλων κειμένων ἐν Δάφνῃ νεκρῶν συμβαλὼν ὁ βασιλεὺς τὸν μάρτυρα μόνον ἐμποδὼν γίνεσθαι τοῖς χρησμοῖς, προσέταξε μετακινηθῆναι τὴν θήκην. συνελθόντες οἱ Χριστιανοὶ εἵλκυσαν τὴν θήκην ἐπὶ τὴν πόλιν ὡσεὶ στάδια τεσσαράκοντα, οὗ νῦν ὁ μάρτυς κεῖται, δεδωκὼς ἀπ' αὐτοῦ τὴν προσηγορίαν
5.1.18
τῷ τόπῳ. φασὶ δὲ τότε ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ παρθένους, γέροντάς τε καὶ παῖδας, οἳ τὴν σορὸν εἷλκον, παρακελευομένους ἀλλήλοις παρὰ πᾶσαν τὴν ὁδὸν διατελέσαι ψάλλοντας, πρόφασιν μὲν τῇ ᾠδῇ τοὺς ἱδρῶτας ἐπικουφίζοντας, τὸ δὲ ἀληθὲς ὑπὸ ζήλου καὶ προθυμίας κεκινημένους τῷ μὴ τὴν αὐτὴν γνώμην ἔχειν αὐτοῖς τὸν κρατοῦντα περὶ τὸ θεῖον.
5.1.3
ἐξῆρχον δὲ τῶν ψαλμῶν τοῖς ἄλλοις οἱ τούτους ἀκριβοῦντες, καὶ ξυνεπήχει τὸ πλῆθος ἐν συμφωνίᾳ καὶ ταύτην τὴν ῥῆσιν ἐπῇδεν· «ᾐσχύνθησαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς καὶ οἱ πεποιθότες τοῖς εἰδώλοις.» 5.. 1᾿ Εκ τούτου δὲ κινηθεὶς πρὸς ὀργὴν ὁ βασιλεὺς ὡς ὑβρισμένος τιμωρεῖσθαι τοὺς Χριστιανοὺς ἐβεβούλευτο. Σαλούστιος δὲ ὁ τὴν ὕπαρχον ἐξουσίαν ἐπιτετραμμένος, καίπερ῞ Ελλην ὑπάρχων, οὐκ ἐπῄνεσε τὴν βούλησιν, 5.. 2 ἀντιτείνειν δὲ μὴ ἔχων τὸ βασιλέως ἐπίταγμα εἰς ἔργον ἤγαγεν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς συνελάμβανεν ἐκ τῶν Χριστιανῶν καὶ δεσμίους ἐποίησεν· ἕνα δέ τινα νεανίαν πρῶτον προαγαγών (Θεόδωρος δ' ὄνομα ἦν αὐτῷ) τῷ βασανιστηρίῳ ξύλῳ προσῆψεν. ὁ δὲ ἐπὶ πολὺ τοῖς ὄνυξι πληττόμενος οὐχ ἡττήθη τῶν βασάνων οὐδὲ τὸν ὕπαρχον ἐλιπάρησεν, ἀλλ' ἀνώδυνον ἑαυτὸν φαίνεσθαι παρασχόμενος ὡς θεατὴς τῶν ἐπ' αὐτῷ γινομένων καρτερικῶς τὰς πληγὰς ἐδέχετο· αὖθίς τε τὸν αὐτὸν μελῳδῶν ψαλμὸν ὃν καὶ τῇ προτεραίᾳ, μὴ μεταμέλειν αὐτῷ τούτων, ἐφ' οἷς ἐκρίνετο, τοῖς ἔργοις ἐπέδειξε. 5.. 3 καταπλαγεὶς δὲ τὴν ἔνστασιν τοῦ νεανίου ὁ ὕπαρχος ἐλθὼν πρὸς τὸν βασιλέα εἶπε τὰ γενόμενα, καὶ εἰ μὴ θᾶττον παύσαιτο τῆς ἐπιχειρήσεως, σφᾶς αὐτοὺς καταγελάστους ἔσεσθαι, τοὺς δὲ Χριστιανοὺς ἐνδοξοτέρους ποιήσειν. ἄμει5.. 4 νον δὲ τοῦτο δόξαν, οἱ συλληφθέντες ἀφείθησαν τῶν δεσμῶν. λέγεται δὲ πυνθανομένων μετὰ ταῦτά τινων, εἴπερ αἴσθησιν τῶν βασάνων ἐκείνων εἶχεν, εἰπεῖν τὸν Θεόδωρον ὡς πάντῃ μὲν ἀνώδυνος οὐκ ἦν, παρεστὼς δέ τις αὐτῷ νεανίας κατέπαυε τὰς ἀλγηδόνας, ὑφάσματι λεπτοτάτῳ τοὺς ἱδρῶτας ἀπομάττων καὶ ὕδωρ ἐπιχέων ψυχρότατον, ᾧ τὰς φλεγμονὰς ἔπαυε καὶ τῶν πόνων ἀνέψυχε. δοκεῖ δέ μοι οὐκ ἀνθρώπου μόνου, εἰ καὶ μάλα γενναῖος ἦν, μὴ καὶ θείᾳ ῥοπῇ ἐπικουρουμένου, τοσοῦτον ὑπεριδεῖν τοῦ σώματος. 5.. 5῾ Ο μὲν δὴ μάρτυς Βαβύλας ἐκ τῆς εἰρημένης αἰτίας κατῳκίσθη ἐν Δάφνῃ καὶ πάλιν μετετέθη· οὐκ εἰς μακρὰν δὲ τούτου γενομένου ἀπροόπτως ἐμπεσὸν πῦρ τῷ νεῷ τοῦ Δαφναίου᾿ Απόλλωνος πᾶσαν τὴν ὀροφὴν καὶ αὐτὸ τὸ ἄγαλμα κατέφλεξε, γυμνοὺς δὲ μόνους τοὺς τοίχους καὶ τοὺς περιβόλους εἴασε καὶ τοὺς κίονας, οἳ τὰ προπύλαια καὶ τὸν ὀπισθόδομον ἀνεῖχον. ἐδόκει δὲ τοῖς μὲν Χριστιανοῖς κατὰ αἴτησιν τοῦ μάρτυρος θεήλατον ἐμπεσεῖν τῷ δαίμονι πῦρ· οἱ δὲ῞ Ελληνες ἐλογοποίουν Χριστιανῶν εἶναι τὸ δρᾶμα. 5.. 6 ταύτης δὲ τῆς ὑπονοίας κρατούσης ἄγεται εἰς δικαστήριον ὁ τοῦ᾿ Απόλλωνος ἱερεὺς ὡς φανερώσων τὸν τολμήσαντα τὸν ἐμπρησμόν· δεσμώτης τε γενόμενος καὶ πολλὰς ὑπομείνας πληγὰς χαλεπῶς τε αἰκισθεὶς οὐδένα κατεμήνυσεν· ᾧ δὴ μάλιστα ἰσχυρίζοντο οἱ Χριστιανοὶ μὴ κατ' ἐπιβουλὴν ἀνθρωπείαν, ἀλλὰ κατὰ θείαν μῆνιν ἐνσκῆψαι τῷ νεῷ οὐράνιον πῦρ. 5.. 7 Καὶ τὰ μὲν ὧδε ἔσχεν· ὡς οἶμαι δὲ ἐκ τῶν συμβάντων ἐν Δάφνῃ διὰ τὸν μάρτυρα Βαβύλαν, πυθόμενος ὁ βασιλεὺς ἐπὶ τιμῇ μαρτύρων εὐκτηρίους οἴκους εἶναι πλησίον τοῦ ναοῦ τοῦ Διδυμαίου᾿ Απόλλωνος, ὃς πρὸ τῆς Μιλήτου ἐστίν, ἔγραψε τῷ ἡγεμόνι Καρίας, εἰ μὲν ὄροφόν τε καὶ τράπεζαν ἱερὰν ἔχουσι, πυρὶ καταφλέξαι, εἰ δὲ ἡμίεργά ἐστι τὰ οἰκοδομήματα, ἐκ βάθρων ἀνασκάψαι.
5.21.1
᾿ Εμοὶ δὲ τῶν ἐπὶ᾿ Ιουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον
5.21.2
μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῇ Φιλίππου (Φοίνισσα δὲ αὕτη πόλις ἣν Πανεάδα ὀνομάζουσιν) ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο ἴδιον ἀντέ
5.21.2
στησε. βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι κατέβαλε καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί· καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν
5.21.3
τοιοῦτος ἕστηκε τῆς κεραυνίας αἰθάλης πλήρης. τὸν δὲ τοῦ Χριστοῦ ἀνδριάντα τότε μὲν οἱ῾ Ελληνισταὶ σύροντες κατέαξαν, μετὰ δὲ ταῦτα οἱ Χριστιανοὶ συλλέξαντες ἐν τῇ ἐκκλησίᾳ ἀπέθεντο, ἔνθα καὶ νῦν φυλάττεται. ἀπὸ δὲ τῆς βάσεως ἐφ' ᾗ ἵστατο οὗτος ὁ ἀνδριάς, ὡς ἱστορεῖ Εὐσέβιος, παντοίων παθῶν καὶ νοσημάτων ἀλεξίκακον φάρμακον βοτάνη τις ἔφυεν, ἧς τὸ εἶδος οὐδὲ εἷς ἔγνω τῶν ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἰατρῶν ἢ ἐμπείρων.
5.21.4
ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα τοῦ θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκός, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα· καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν.
5.21.5
Πόλις ἐστὶ τῆς Παλαιστίνης ἡ νῦν καλουμένη Νικόπολις. ταύτην δὲ ἔτι κώμην οὖσαν οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος καὶ᾿ Εμμαοῦς προσαγορεύει,῾ Ρωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν῾ Ιεροσολύμων καὶ τὴν κατὰ τῶν᾿ Ιουδαίων νίκην Νικόπολιν ἀνηγόρευσαν, ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν.
5.21.6
πρὸ ταύτης τῆς πόλεως παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τίς ἐστι σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρω
5.21.7
ποί τε καὶ τὰ ἄλλα ζῷα διαφόροις νόσοις κάμνοντα. λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς ἐνθάδε ἀπονίψασθαι τοὺς πόδας, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ.
5.21.8
Καὶ δένδρου δὲ τῆς καλουμένης περσίδος ἐν῾ Ερμουπόλει τῆς Θηβαΐδος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν 5. 21. τι τοῖς κάμνουσι προσαπτόμενον. λέγεται γὰρ παρ' Αἰγυπτίοις, ἡνίκα διὰ τὸν῾ Ηρῴδην ἔφυγεν ὁ᾿ Ιωσὴφ παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν παρθένον, ἐλθεῖν εἰς τὴν῾ Ερμούπολιν, ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν ἐπὶ τὸ
5.21.10
ἔδαφος κλῖναι καὶ προσκυνῆσαι. καὶ ταῦτα μὲν περὶ τούτου τοῦ φυτοῦ παρὰ πολλῶν ἀκούσας εἶπον· ἡγοῦμαι δὲ ἢ σημεῖον τοῦτο γενέσθαι τῆς ἐν τῇ πόλει τοῦ θεοῦ παρουσίας, ἢ ὡς εἰκὸς῾ Ελληνικῷ νόμῳ διὰ μέγεθος καὶ κάλλος θρησκευόμενον τὸ δένδρον παρὰ τῶν ἐνοικούντων, ἐσείσθη τοῦ θεραπευομένου δι' αὐτοῦ δαίμονος φρίξαντος τὸν τῶν τοιούτων καθαιρέτην· ἐπεί φασιν αὐτομάτως σεισθῆναι καὶ πάντα τὰ ξόανα τῶν Αἰγυπτίων ἐπιδημή
5.21.11
σαντος αὐτοῖς τότε τοῦ Χριστοῦ κατὰ τὴν τοῦ῾ Ησαΐου προφητείαν. ἀπελαθέντος δὲ τοῦ δαίμονος εἰς μαρτυρίαν τοῦ συμβεβηκότος ἔμεινε τὸ φυτόν, τοὺς πίστει χρωμένους ἰώμενον. καὶ τούτων μὲν Αἰγύπτιοι καὶ Παλαιστῖνοι τοῦ παρ' αὐτοῖς ὄντος ἕκαστοι μάρτυρες.
5.22.1
῾ Ο δὲ βασιλεὺς εἰ καὶ Χριστιανοὺς ἐμίσει καὶ χαλεπῶς πρὸς αὐτοὺς εἶχεν, ἀλλ' οὖν᾿ Ιουδαίοις εὔνους ἦν καὶ πρᾶος, καὶ πατριάρχαις καὶ ἀρχηγοῖς αὐτῶν καὶ αὐτῷ δὲ τῷ πλήθει ἔγραφεν εὔχεσθαι ὑπὲρ αὐτοῦ καὶ τῆς
5.22.2
αὐτοῦ βασιλείας. ἐποίει δὲ τοῦτο οὐ τὴν θρησκείαν, ὡς εἰκάζω, ἐπαινῶν (ᾔδει γὰρ μητέρα ταύτην, ὡς εἰπεῖν, τοῦ Χριστιανῶν δόγματος καὶ προφήταις καὶ πατριάρχαις τοῖς αὐτοῖς χρωμένην), ἀλλ' ὅτι μίσους ἀσπόνδως πρὸς αὐτοὺς εἶχον οἱ᾿ Ιουδαῖοι· καὶ τῇ πρὸς τούτους θεραπείᾳ λυπεῖν ἐσπούδαζεν
5.22.3
οἷς ἀπηχθάνετο. ἴσως δὲ καὶ πρὸς῾ Ελληνισμὸν καὶ θυσίας ἑτοιμότερον αὐτοὺς ἐπάγεσθαι ᾤετο πρὸς ῥητὸν μόνον ἐκδεχομένους τὰς ἱερὰς βίβλους, οὐ πρὸς θεωρίαν, ὡς οἱ Χριστιανοὶ καὶ αὐτῶν῾ Εβραίων οἱ σοφώτεροι.
5.22.4
ἔδειξε δὲ ταύτην ἔχων τὴν γνώμην οἷς ἐπεχείρησε. μετακαλεσάμενος γὰρ τοὺς ἐξάρχους τοῦ ἔθνους προὐτρέψατο θύειν, Μωσέως νόμων καὶ πατρίων ἐθῶν ὑπομιμνήσκων. τῶν δὲ φησάντων κατερριμμένου τοῦ ἐν῾ Ιεροσολύμοις ναοῦ μὴ θεμιτὸν μηδὲ πάτριον ἐκπεπτωκόσι τῆς μητροπόλεως ἑτέρωθι τοῦτο ποιεῖν, χρήματα δοὺς κοινὰ ἐκέλευσεν ἐγείρειν τὸν νεὼν καὶ τοῖς προ
5.22.5
γόνοις ἐπίσης θρησκεύειν, τὸν παλαιὸν τρόπον θύοντας. οἱ μὲν οὖν μὴ λαβόντες εἰς νοῦν, ὡς οὐκ ἐνεχώρει κατὰ τὰς ἱερὰς προφητείας τοῦτο γενέσθαι, σπουδῇ τοῦ ἔργου εἴχοντο. καὶ τοὺς ἐπιστήμονας τῶν τεκτόνων ἀγείραντες τὰς ὕλας παρεσκευάζοντο καὶ τὸν χῶρον ἐκάθαιρον. σὺν τοσαύτῃ τε προθυμίᾳ περὶ ταῦτα ἐπόνουν, ὡς καὶ τὰς αὐτῶν γυναῖκας τὸν χοῦν τοῖς κόλποις ἐκφορεῖν, περιδέραιά τε καὶ πάντα τὸν ἄλλον γυναικεῖον κόσμον συν
5.22.6
εισφέρειν ἑτοίμως τῇ δαπάνῃ τοῦ ἔργου. πάντα δὲ δεύτερα ἦν τοῦ πονουμένου βασιλεῖ καὶ τοῖς ἄλλοις῞ Ελλησι καὶ πᾶσιν᾿ Ιουδαίοις· οἱ μὲν γὰρ οὔτε᾿ Ιουδαίοις εὐνοοῦντες ἐκοινώνουν αὐτοῖς τῆς σπουδῆς, ὑπολαβόντες δύνασθαι κατορθοῦν τὸ ἐγχείρημα καὶ ψευδεῖς ἀπελέγξαι τοῦ Χριστοῦ τὰς προρρήσεις, οἱ δὲ ἅμα τοῦτο διενοοῦντο καὶ καιρὸν ἔχειν ᾤοντο ἀναστήσειν
5.22.7
τὸ ἱερόν. ἐπεὶ δὲ τῆς προτέρας οἰκοδομίας τὰ λείψανα καθεῖλον καὶ ἀνέσκαψαν καὶ τὸ ἔδαφος ἐξεκάθηραν, λέγεται τῆς ἐπιούσης, καθ' ἣν πρῶτον θεμέλιον ἤμελλον ὑποτίθεσθαι, σεισμὸν γενέσθαι μέγαν, ὑπὸ δὲ κλόνου τῆς γῆς ἐκ βάθρων ἀναδοθῆναι τοὺς λίθους,᾿ Ιουδαίων δ' ἀπολέσθαι οἳ τὸ
5.22.8
ἔργον ἐπετρόπευον καὶ ἐπὶ θέᾳ τούτου παρεγένοντο. αἵ τε γὰρ πλησίον τοῦ ἱεροῦ οἰκίαι τε καὶ δημόσιαι στοαὶ ἐν αἷς κατέλυον ἀθρόαι κατερρύησαν· καὶ οἱ πλείους ἐγκαταληφθέντες οἱ μὲν αὐτίκα ἀπώλοντο, οἱ δὲ ἡμιθνῆτες ηὑρέθησαν καὶ πεπηρωμένοι τὰ σκέλη ἢ τὰς χεῖρας, ἄλλοι δὲ περὶ ἄλλα μέρη τοῦ σώματος ἐδυστύχησαν. 5. 22.῾ Ως δὲ σείων ἔληξεν ὁ θεός, αὖθις ἐπειρῶντο τοῦ ἔργου οἱ περιλειφθέντες, οἷά γε ἀπαραιτήτου τυγχάνοντος διὰ τὸ τοῦ βασιλέως πρόσταγμα
5.22.10
καὶ αὐτοῖς κατὰ νοῦν ὄντος. φιλεῖ γάρ πως ἡ ἀνθρωπεία φύσις ἐν τοῖς καθ' ἡδονὴν πρὸς τὸ ἀσύμφορον ῥέπειν καὶ τοῦτο μόνον συνοίσειν οἴεσθαι ὃ κατορθοῦν βούλεται· ἀτεχνῶς τε ὑπὸ τῆς ἐντεῦθεν ἀπάτης κεκρατημένη οὔτε προμηθείᾳ τινὶ τὸ συμφέρον ἰδεῖν δύναται οὔτε πείρᾳ κινδύνων σωφρονιζομένη πρὸς τὸ δέον ἀνανήφει· ὁποῖον καὶ τοῖς᾿ Ιουδαίοις τότε συμβε
5.22.11
βηκέναι ἡγοῦμαι. ἱκανοῦ γὰρ ὄντος τοῦ προτέρου κωλύματος καὶ φανερῶς ἐπιδείξαντος, ὡς χαλεπαίνει τὸ θεῖον ἐπὶ τῷ γινομένῳ, πάλιν ἀνήνυτα ἐσπούδαζον. λόγος οὖν, ἅμα τε τὸ δεύτερον ἐνεχείρουν τῷ ἔργῳ, καὶ πῦρ ἐξαίφνης ἐκ τῶν θεμελίων τοῦ ἱεροῦ ἀνέθορεν καὶ πολλοὺς ἀνάλωσε· καὶ τοῦτο πρὸς πάντων ἀδεῶς λέγεταί τε καὶ πιστεύεται καὶ παρ' οὐδενὸς ἀμφιβάλλεται, πλὴν ὅτι οἱ μέν φασιν ὅτι βιαζομένους αὐτοὺς εἰς τὸ ἱερὸν παριέναι φλὸξ ἀπαντήσασα τὸ εἰρημένον εἰργάσατο, οἱ δέ, ἅμα ἤρξαντο τὸν χοῦν ἐκφορεῖν. ἀλλ' εἴτε τοῦτό τις εἴτε τὸ πρότερον δέξαιτο, ἑκάτερον εἰς θαῦμα παραπλήσιον.
5.22.12
᾿ Επὶ τούτῳ δὲ καὶ ἄλλο ξυνηνέχθη τοῦ προτέρου σαφέστερόν τε καὶ παραδοξότερον. αὐτομάτως γὰρ πάντων ἡ ἐσθὴς τῷ σημείῳ τοῦ σταυροῦ κατεσημάνθη, καὶ τρόπον τινὰ ἄστρασι πεποικιλμένα τὰ ἐσθήματα εἶχον
5.22.13
ὡς ἀπὸ ἱστουργικῆς περινοίας κατεστιγμένα. ἐκ τούτου δὲ τοῖς μὲν αὐτίκα ἐκρίθη θεὸν εἶναι τὸν Χριστὸν καὶ μὴ ἀρεσθῆναι τῇ ἀνανεώσει τοῦ ναοῦ, οἱ δὲ οὐκ εἰς μακρὰν προσέθεντο τῇ ἐκκλησίᾳ καὶ ἐμυήθησαν καὶ ὕμνοις καὶ ἱκεσίαις ὑπὲρ τῶν τετολμημένων αὐτοῖς τὸν Χριστὸν ἱλάσκοντο.
5.22.14
ταῦτα ὅτῳ πιστὰ οὐ καταφαίνεται, πιστούσθωσαν οἱ παρὰ τῶν θεασαμένων ἀκηκοότες ἔτι τῷ βίῳ περιόντες, πιστούσθωσαν δὲ καὶ᾿ Ιουδαῖοι καὶ῞ Ελληνες ἡμιτελὲς τὸ ἔργον καταλιπόντες, μᾶλλον δὲ οὐδὲ ἄρξασθαι τοῦ ἔργου δυνηθέντες. 6. τ. 1 ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΚΤΟΣ