Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
῞ Οσα μὲν δὴ ἐν τῇ᾿ Ιουλιανοῦ βασιλείᾳ συγκυρῆσαι ταῖς ἐκκλησίαις ἔγνων, ἐν τοῖς πρόσθεν δεδήλωται. ἅμα δὲ ἦρι ἀρχομένῳ δόξαν αὐτῷ ἐπιστρατεῦσαι Πέρσαις, ἐν τάχει διέβη τὸν Εὐφράτην ποταμόν· παραδραμών τε τὴν῎ Εδεσσαν διὰ μῖσος ἴσως τῶν ἐνοικούντων, ἐπεὶ ἀρχῆθεν πανδημεὶ χριστιανίζειν ἔλαχεν ἥδε ἡ πόλις, ἧκεν εἰς Κάρρας· ἔνθα δὴ Διὸς ἱερὸν
6.1.2
εὑρὼν ἔθυσε καὶ ηὔξατο. τὸ δὲ ἀπὸ τούτου ἐκ τῶν ἑπομένων στρατευμάτων ἀμφὶ δισμυρίους ὁπλίτας ἐπὶ Τίγρητα ποταμὸν ἔπεμψε, φυλακῆς τε ἕνεκα τῶν τόπων καὶ εἰς καιρὸν αὐτῷ παρεσομένους, ἡνίκα καλέσοι·᾿ Αρσακίῳ δὲ τῷ᾿ Αρμενίων ἡγουμένῳ συμμαχοῦντι῾ Ρωμαίοις ἔγραψε συμ-
6.1.3
μῖξαι περὶ τὴν πολεμίαν. ἀπαυθαδιασάμενός τε πέρα τοῦ μέτρου ἐν τῇ ἐπιστολῇ καὶ ἑαυτὸν μὲν ἐξάρας ὡς ἐπιτήδειον πρὸς ἡγεμονίαν καὶ φίλον οἷς ἐνόμιζε θεοῖς, Κωνσταντίῳ δὲ ὃν διεδέξατο ὡς ἀνάνδρῳ καὶ ἀσεβεῖ λοιδορησάμενος, ὑβριστικῶς μάλα ἠπείλησεν αὐτῷ· καὶ ἐπεὶ Χριστιανὸν ὄντα ἐπυνθάνετο, ἐπιτείνων τὴν ὕβριν ἢ βλασφημεῖν ἃ μὴ θέμις σπουδάζων εἰς τὸν Χριστόν (τοῦτο γὰρ εἰώθει παρ' ἕκαστα τολμᾶν) ἀπεκόμπασεν ὑποδηλῶν ὡς οὐκ ἐπαμυνεῖ αὐτῷ ὃν ἡγεῖται θεὸν ὀλιγωροῦντι τῶν προστεταγμένων.
6.1.4
᾿ Επεὶ δὲ ταῦτα καλῶς ἔχειν ἐνόμισε, παραλαβὼν τὴν῾ Ρωμαίων στρα- τιὰν ἦγε διὰ τῆς᾿ Ασσυρίων. καὶ πόλεις τινὰς καὶ φρούρια τὰ μὲν προδοσίᾳ, τὰ δὲ πολέμῳ εἷλεν, ἀπερισκέπτως τε εἰς τὸ πρόσθεν ᾔει μηδὲν τῶν κατόπιν προνοῶν καὶ ὅτι γε δεήσει τὴν αὐτὴν πάλιν ἐπανελθεῖν· ἀλλ' ὅπερ ᾕρει, δεινῶς ἐπόρθει, ταμιεῖα τε καὶ τὰ ἄλλα τὰ μὲν κατέσκαπτε, τὰ δὲ ἐνε
6.1.5
πίμπρα. πορευόμενος δὲ παρὰ τὸν Εὐφράτην οὐ πόρρωθεν ἀφίκετο Κτησιφῶντος. πόλις δὲ αὕτη μεγάλη καὶ τὰ Περσῶν βασίλεια νῦν ἀντὶ Βαβυλῶνος ἔχουσα· ῥεῖ δὲ αὐτῆς οὐκ ἀπὸ πολλοῦ ὁ Τίγρης. ὡς δὲ ταῖς ναυσὶν οὐκ ἐνεχώρει διὰ τὴν μέσην γῆν τῇ Κτησιφῶντι προσελθεῖν, ἀλλ' ἐπάναγκες ἐφαίνετο ἢ τὴν πόλιν παριέναι ἢ τῶν πλοίων καταφρονεῖν, ἀνακρίνας τινὰς τῶν αἰχμαλώτων εὗρε διώρυχα ναυσίπορον ἀναχωσθεῖσαν τῷ χρόνῳ· καὶ
6.1.6
διατεμὼν τὸ διεῖργον εἵλκυσε τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα. ταύτῃ τε τῷ στρατῷ παραπλεούσας ἔχων τὰς ναῦς ἐπὶ τὴν πόλιν ἐχώρει. σὺν πολλῇ δὲ παρασκευῇ ἱππέων καὶ ὁπλιτῶν καὶ ἐλεφάντων τῶν Περσῶν φανέντων ἐπὶ τῆς ὄχθης τοῦ Τίγρητος, ἰδὼν ἐν πολεμίᾳ γῇ μέσον δύο μεγίστων ποταμῶν μονονουχὶ πολιορκουμένην αὐτῷ τὴν στρατιὰν καὶ λιμῷ διαφθαρῆναι κινδυνεύουσαν, ἤν τε μένοιεν αὐτόθι ἤν τε τὴν αὐτὴν ὁδὸν ὑποστρέφοιεν, τῶν πόλεων καὶ τῶν κωμῶν δι' ὧν ἦλθον κατηρειμμένων καὶ τὰ ἐπιτήδεια μὴ ἐχουσῶν, κέλησιν ἆθλα προθεὶς ἐπὶ θέαν ἱπποδρομίας τοὺς στρατιώτας
6.1.7
ἐκάθισεν. ἐν τούτῳ δὲ τοὺς προεστῶτας τῶν πλοίων ἐκέλευσεν ἀποβαλεῖν τὰ φορτία καὶ τὸ σιτηρέσιον τῆς στρατιᾶς, ὅπως ἐν κινδύνῳ σφᾶς ἰδόντες οἱ στρατιῶται, ὡς ἐπυθόμην, ἀπορίᾳ τῶν ἐπιτηδείων εἰς θράσος τράπωνται καὶ προθυμότερον τοῖς πολεμίοις μαχέσωνται. συγκαλέσας δὲ τοὺς στρατηγοὺς καὶ τοὺς ταξιάρχους μετὰ τὸ δεῖπνον, ἐνεβίβασε τοὺς στρατιώτας εἰς τὰς ναῦς. οἱ δὲ ἐν νυκτὶ τὸν Τίγρητα πλεύσαντες ἤδη πρὸς ταῖς
6.1.8
πέραν ὄχθαις ἦσαν καὶ ἐξέβαινον. τῶν δὲ Περσῶν οἱ μὲν αἰσθόμενοι ἠμύνοντο καὶ ἀλλήλοις παρεκελεύοντο, τοῖς δὲ ἔτι καθεύδουσιν ἐπέστησαν οἱ῾ Ρωμαῖοι. καὶ ἡμέρας ἐπιγενομένης εἰς μάχην καθίσταντο, πολλούς τε ἀποβαλόντες καὶ κτείναντες διέβησαν τὸν ποταμόν· καὶ τότε μὲν πρὸ τῆς Κτησιφῶντος ἐστρατοπεδεύοντο. 6. 1. Δόξαν δὲ τῷ βασιλεῖ μηκέτι περαιτέρω χωρεῖν, ἀλλ' εἰς τὴν ἀρχομένην ἐπανελθεῖν, τὰς ναῦς ἐμπρήσαντες, ὡς διὰ τὴν φυλακὴν τούτων πολλῶν ἀπομάχων ὄντων, τὴν ἐπάνοδον ἐποιοῦντο ἐν ἀριστερᾷ Τίγρητα τὸν ποταμὸν ἔχοντες. ἡγουμένων δὲ τῶν αἰχμαλώτων τὰ μὲν πρῶτα ἀπήλαυον χώρας
6.1.10
εὐφόρου καὶ πάντα τὰ ἐπιτήδεια ἐχούσης. μετὰ δὲ ταῦτα πρεσβύτης τις ἑλόμενος ἀποθανεῖν ὑπὲρ τῆς πάντων Περσῶν ἐλευθερίας, ἐπίτηδες ἁλῶναι φανείς, ὡς ἄκων συλληφθεὶς ἄγεται παρὰ τὸν ἡγούμενον· ἀνακριθείς τε τὰ περὶ τῆς ὁδοῦ καὶ δόξας ἀληθῆ λέγειν ἔπεισεν, ἢν αὐτῷ ἕπωνται, τὴν τα
6.1.11
χίστην τοῖς῾ Ρωμαίων ὅροις ἐπιστήσειν τὴν στρατιάν· μόνον δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν χαλεπὴν ἔσεσθαι τὴν πορείαν, καὶ χρῆναι τούτων σιτία φέρεσθαι τῆς γῆς ἐρήμου οὔσης. ὑπαχθείς τε ὁ βασιλεὺς τοῦ σοφοῦ πρεσ
6.1.12
βύτου τοῖς λόγοις ἐδοκίμασε ταύτῃ πορευτέον. ἐπεὶ δὲ προσωτέρω χωροῦντες καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἐρημοτέροις ἐνέβαλον τόποις, ὁ μὲν γέρων ὁ αἰχμάλωτος βασανιζόμενος ὡμολόγησεν ὑπὲρ τῶν οἰκείων αὐτομολῆσαι πρὸς θάνατον καὶ ἕτοιμος εἶναι πάντα προθύμως ὑπομένειν.᾿ Αλυούσης δὲ τῆς στρατιᾶς τῷ τε μήκει τῆς ὁδοῦ καὶ τῇ ἐνδείᾳ τῶν
6.1.13
ἐπιτηδείων ἤδη τεταλαιπωρηκόσι Περσικὴ παράταξις ἐπέθετο. καρτερᾶς δὲ μάχης συστάσης ἐξαπίνης βίαιος ἀνακινηθεὶς ἄνεμος τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῖς νέφεσιν ἐκάλυψεν, τῷ δὲ ἀέρι τὴν κόνιν ἀνέμιξε· σκότους δὲ καὶ πολλῆς ἀχλύος οὔσης παραδραμών τις ἱππεὺς φέρει ἐπὶ τὸν βασιλέα τὸ δόρυ καὶ παίει καιρίαν, καὶ τοῦ ἵππου καταβαλὼν ὅστις ἦν ἀπῆλθε λα
6.1.14
θών· λέγουσι δὲ οἱ μὲν Πέρσην, οἱ δὲ Σαρακηνὸν εἶναι τοῦτον. εἰσὶ δὲ οἳ῾ Ρωμαῖον στρατιώτην ἰσχυρίζονται ἐπενηνοχέναι αὐτῷ τὴν πληγήν, ἀγανακτήσαντα καθότι ἀβουλίᾳ καὶ θρασύτητι τοσούτοις περιέβαλε κινδύνοις τὴν στρατιάν. Λιβάνιος δὲ ὁ Σύρος σοφιστής, τὰ μάλιστα συνήθης καὶ φίλος αὐτῷ γεγονώς, τάδε περὶ τοῦ κτείναντος αὐτὸν γράφει·
6.1.15
«Τίς οὖν ὁ κτείνας, ποθεῖ τις ἀκοῦσαι. τοὔνομα μὲν οὐκ οἶδα, τοῦ" 7δὲ μὴ πολέμιον εἶναι τὸν κτείναντα σημεῖον ἐναργὲς τὸ μηδένα πολέμιον" 7ἐπὶ τῇ πληγῇ τετιμῆσθαι. καίτοι διὰ κηρύκων ὁ Πέρσης ἐπὶ γέρας ἐκάλει" 7τὸν ἀπεκτονότα, καὶ μεγάλων ὑπῆρχε τῷ φανέντι τυχεῖν. ἀλλ' ὅμως οὐδ'" 7ἔρωτι τῶν γερῶν ἠλαζονεύσατο. καὶ πολλή γε τοῖς πολεμίοις ἡ χάρις," 7ὅτι ὧν οὐκ ἔδρασαν οὐ προσέθεντο τὴν δόξαν, ἀλλ' ἔδοσαν ἡμῖν παρ' ἡμῖν
6.1.16
" 7αὐτοῖς τὸν σφαγέα ζητεῖν. οἷς γὰρ οὐκ ἐλυσιτέλει ζῶν (οὗτοι δὲ ἦσαν" 7οἱ ζῶντες οὐ κατὰ τοὺς νόμους), πάλαι τε ἐπεβούλευον καὶ τότε δυνηθέντες" 7εἰργάσαντο, τῆς τε ἄλλης ἀδικίας ἀναγκαζούσης, οὐκ ἐχούσης ἐπὶ τῆς ἐκεί" 7νου βασιλείας ἐξουσίαν, καὶ μάλιστά γε τοῦ τιμᾶσθαι τοὺς θεούς, οὗ τοὐ" 7ναντίον ἐζήτουν.»
6.2.1
Καὶ ὁ μὲν Λιβάνιος ὧδέ πῃ γράφων Χριστιανὸν γενέσθαι ὑποδηλοῖ᾿ Ιουλιανοῦ τὸν σφαγέα· ἴσως δὲ καὶ ἀληθές. οὐ γὰρ ἀπεικός τινα τῶν τότε στρατευομένων εἰς νοῦν λαβεῖν, ὡς καὶ῞ Ελληνες καὶ πάντες ἄνθρωποι μέχρι νῦν τοὺς πάλαι τυραννοκτόνους γενομένους ἐπαινοῦσιν, ὡς ὑπὲρ τῆς πάντων ἐλευθερίας ἑλομένους ἀποθανεῖν καὶ πολίταις ἢ συγγενέσιν ἢ φίλοις προθύ
6.2.2
μως ἐπαμύναντας. σχολῇ γε ἄν τις καὶ αὐτῷ μέμψαιτο διὰ θεὸν καὶ θρησκείαν ἣν ἐπῄνεσεν ἀνδρείῳ γενομένῳ. ἐγὼ δέ, ὅστις μὲν τῇ σφαγῇ ταύτῃ διηκονήσατο, πλὴν τῶν εἰρημένων οὐδὲν ἀκριβῶ. ὡς δὲ συμφωνοῦντες οἱ λέγοντες ἰσχυρίζονται, ἀψευδὴς λόγος εἰς ἡμᾶς ἦλθε κατὰ θεομηνίαν αὐτὸν ἀναιρεθῆναι· καὶ τούτου ἀπόδειξις θεία ὄψις, ἥν τινα τῶν ἐπιτηδείων αὐτῷ ἰδεῖν ἐπυθόμην.
6.2.3
Λέγεται γάρ, ἐπεὶ πρὸς αὐτὸν ἐν Πέρσαις ὄντα ἠπείγετο, ἔν τινι χωρίῳ καταλῦσαι τῆς λεωφόρου καὶ ἀπορίᾳ οἰκήματος ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ καθευδῆσαι, καὶ ὕπαρ ἢ ὄναρ ἰδεῖν, ὡς εἰς ταὐτὸν συνελθόντες πολλοὶ τῶν ἀποστόλων καὶ προφητῶν ἀπωδύροντο τὴν εἰς τὰς ἐκκλησίας τοῦ κρατοῦντος
6.2.4
ὕβριν καὶ ὅ τι χρὴ ποιεῖν ἐβουλεύοντο. ἐπὶ πολὺ δὲ περὶ τούτου διαλογιζομένων καὶ ὥσπερ διαπορουμένων ἀναστάντες ἐκ μέσων δύο θαρρεῖν τοῖς ἄλλοις παρεκελεύσαντο καὶ ὡς ἐπὶ καθαιρέσει τῆς᾿ Ιουλιανοῦ ἀρχῆς ὁρμῶν
6.2.5
τες σπουδῇ τὸν σύλλογον κατέλιπον. ὁ δὲ ἄνθρωπος, ὃς τῶν παραδόξων τούτων ἐγεγόνει θεατής, τῆς μὲν ὁδοιπορίας ὠλιγώρει λοιπόν· ὀρρωδῶν δὲ πῇ ἄρα τὸ τέλος ἐκβήσεται τῆς τοιαύτης ὄψεως, πάλιν ἐνθάδε καθεύδων τὸν αὐτὸν ἰδεῖν σύλλογον ἐξαπίνης τε ὡς ἀπὸ ὁδοῦ εἰσεληλυθότας, οἳ τῇ προτεραίᾳ νυκτὶ ἐπεστράτευσαν᾿ Ιουλιανῷ, καὶ ἀναγγεῖλαι τοῖς ἄλλοις ἀνῃρῆσθαι τοῦτον.
6.2.6
Κατ' ἐκείνην δὲ τὴν ἡμέραν καὶ Δίδυμος ὁ ἐκκλησιαστικὸς φιλόσοφος ἐν᾿ Αλεξανδρείᾳ διατρίβων, οἷά γε τοῦ βασιλέως εἰς τὴν θρησκείαν διασφαλέντος περίλυπος ὢν διά τε αὐτὸν ὡς πεπλανημένον καὶ διὰ τὴν καταφρόνησιν τῶν ἐκκλησιῶν, ἐνήστευέ τε καὶ τὸν θεὸν περὶ τούτου ἱκέ
6.2.7
τευεν. ὑπὸ δὲ τῆς μερίμνης οὐδὲ τῆς νυκτὸς ἐπιγενομένης μεταλαβὼν τροφῆς, ἐπὶ θρόνου καθεζόμενος εἰς ὕπνον κατηνέχθη, καὶ ὡς ἐν ἐκστάσει γεγονὼς ἔδοξεν ὁρᾶν ἵππους λευκοὺς ἐν τῷ ἀέρι διατρέχοντας, τοὺς δὲ ἐπ' αὐτῶν ὀχουμένους κηρύττειν· «ἀγγείλατε Διδύμῳ σήμερον περὶ τήνδε τὴν ὥραν᾿ Ιουλιανὸν ἀνῃρῆσθαι· καὶ᾿ Αθανασίῳ τῷ ἐπισκόπῳ τοῦτο μηνυσάτω·
6.2.8
καὶ ἀναστὰς ἐσθιέτω.» καὶ ἃ μὲν τεθέαντο ὅ τε᾿ Ιουλιανοῦ οἰκεῖος καὶ ὁ φιλόσοφος, ὧδε γενέσθαι ἐπυθόμην. καὶ οὐδέτερος ἐν οἷς τεθέατο τῆς ἀληθείας διήμαρτεν, ὡς ἐμηνύθη ὕστερον.῟ Ωι δὲ οὐκ ἀρκεῖ ταῦτα εἰς ἀπόδειξιν τοῦ θεόθεν αὐτὸν ἀναιρεθῆναι ὡς ταῖς ἐκκλησίαις αὐτοῦ λυμαινόμενον, καὶ τὴν προφητείαν εἰς νοῦν λαμβάνοι 6. 2. ἣν ἐκκλησιαστικὸς ἀνὴρ προηγόρευσε. μέλλοντος γὰρ αὐτοῦ ἐπὶ Πέρσας στρατεύειν καὶ μετὰ τὸν πόλεμον τὰς ἐκκλησίας κακῶς ποιήσειν ἀπειλοῦντος καὶ ἐπιτωθάζοντος ὡς οὐδὲν αὐτοῖς ἐπαμύνειν δυνήσεται ὁ τοῦ τέκτονος υἱός, ὡδὶ λέγων ἀπεφήνατο· «οὗτος δὲ ὁ τοῦ τέκτονος υἱὸς θήκην αὐτῷ ξυλίνην πρὸς θάνατον κατασκευάζει.»
6.2.10
Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς μετὰ τὴν πληγὴν ἁμωσγέπως συνῆκεν ὅθεν ἐβλάβη, καὶ τὸ αἴτιον τῆς συμφορᾶς οὐ παντελῶς ἠγνόησε. λέγεται γάρ, ὅτε ἐτρώθη, αἷμα ἐκ τῆς ὠτειλῆς ἀρυσάμενος εἰς τὸν αἰθέρα ἀκοντίσαι, οἷά γε πρὸς φαινόμενον τὸν Χριστὸν ἀφορῶν καὶ τῆς ἰδίας σφαγῆς αὐτὸν ἐπαιτιώ
6.2.11
μενος. οἱ δέ φασιν ὡς πρὸς τὸν῞ Ηλιον ἀγανακτῶν, ὅτι Πέρσαις ἐπήμυνεν ἢ αὐτὸν οὐ διέσωσεν ἔφορος ὢν τῆς αὐτοῦ γενέσεως κατά τινα τοιαύτην ἀστρονομικὴν θεωρίαν, τῇ χειρὶ τὸ αἷμα ἐπιδείξας εἰς τὸν ἀέρα ἠκόντισεν.
6.2.12
εἰ δὲ ἀληθῶς μέλλων τελευτᾶν, οἷά περ εἴωθε συμβαίνειν τῆς ψυχῆς ἤδη χωριζομένης τοῦ σώματος καὶ θειότερα ἢ κατὰ ἄνθρωπον ὁρᾶν δυναμένης, τὸν Χριστὸν ἐθεάσατο, οὐκ ἔχω λέγειν· οὐ γὰρ πολλῶν ὅδε ὁ λόγος· οὔτε δὲ ὡς ψεῦδος ἐκβαλεῖν θαρρῶ, ἐπεὶ οὐκ ἀπεικὸς καὶ τῶνδε θαυμαστότερα συμβῆναι εἰς ἐπίδειξιν τοῦ μὴ ἀνθρωπείᾳ σπουδῇ συστῆναι τὴν ἐπώνυμον τοῦ Χριστοῦ θρησκείαν.
6.2.13
᾿ Αμέλει τοι παρὰ πάντα τὸν χρόνον ταυτησὶ τῆς βασιλείας ἀγανακτῶν ὁ θεὸς ἐφαίνετο, καὶ παντοδαπαῖς συμφοραῖς ἐν πολλοῖς ἔθνεσιν ἐπέτριψε τὴν῾ Ρωμαίων ὑπήκοον. τῆς τε γὰρ γῆς συνεχῶς ὑπὸ χαλεπωτάτων σεισμῶν τινασσομένης καὶ τῶν οἰκημάτων ἐρειπομένων καὶ πολλαχοῦ χασμάτων
6.2.14
ἀθρόων γινομένων οὐκ ἀσφαλὲς ἦν οἴκοι οὔτε αἰθρίους διατρίβειν. συμβάλλω δὲ ἐξ ὧν ἐπυθόμην ἢ βασιλεύοντος αὐτοῦ ἢ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας ὄντος καὶ τὸ συμβὰν τοῖς πρὸς Αἴγυπτον᾿ Αλεξανδρεῦσι γεγονέναι πάθος· ἡνίκα δὴ ἡ θάλασσα ὑπονοστήσασα πάλιν ἐξ ἐπιδρομῆς τοὺς ἰδίους ὅρους παρήμειψε καὶ μέχρι πολλοῦ τὴν ξηρὰν κατέκλυσεν, ὡς καὶ ἐπὶ τῶν
6.2.15
κεράμων ἀποχωρήσαντος τοῦ ὕδατος θαλάττια εὑρεθῆναι σκάφη. ἀμέλει τοι τὴν ἡμέραν καθ' ἣν τάδε συνέβη, ἣν γενέσια τοῦ σεισμοῦ προσαγορεύουσιν, εἰσέτι νῦν οἱ᾿ Αλεξανδρεῖς ἐτήσιον ἑορτὴν ἄγουσι, λύχνους τε πλείστους ἀνὰ πᾶσαν τὴν πόλιν καίοντες καὶ χαριστηρίους λιτὰς τῷ θεῷ
6.2.16
προσφέροντες λαμπρῶς μάλα καὶ εὐλαβῶς ταύτην ἐπιτελοῦσιν. οὐ μὴν ἀλλὰ καὶ αὐχμοὶ ἐπιτείναντες πάντας τοὺς καρποὺς καὶ τὸν ἀέρα ἐπὶ ταύτης τῆς ἡγεμονίας ἐλυμήναντο· ἐντεῦθέν τε σπάνει τῶν ἐπιτηδείων ἐπὶ τὰς τῶν ἀλόγων ζῴων τροφὰς τοὺς ἀνθρώπους ἤλαυνεν ὁ λιμός. ἐπακολουθῶν δὲ καὶ ὁ λοιμὸς ἰδίας ἐπῆγε νόσους καὶ τὰ σώματα διέφθειρε. τὰ μὲν δὴ κατὰ᾿ Ιουλιανὸν ὧδε ἔσχε.
6.3.1
Μετὰ δὲ τοῦτον κοινῇ συνθήκῃ τοῦ στρατοπέδου παραλαμβάνει τὴν βασιλείαν᾿ Ιοβιανός· ἡνίκα δὴ ἐν τῇ πολεμίᾳ αὐτοκράτορα χειροτονούντων αὐτὸν τῶν στρατευμάτων αὐτὸς Χριστιανὸν ἑαυτὸν εἶναι λέγων παρῃτεῖτο τὴν ἡγεμονίαν καὶ τὰ σύμβολα τῆς βασιλείας οὐ προσίετο, εἰσότε δὴ καὶ ἡ στρατιὰ μαθοῦσα τῆς παραιτήσεως τὴν αἰτίαν Χριστιανοὺς εἶναι σφᾶς ἀν
6.3.2
έκραγον. ἐν κινδύνῳ δὲ καὶ ταραχῇ τῶν πραγμάτων ὄντων ἐκ τῆς᾿ Ιουλιανοῦ στρατηγίας, καμνούσης τε τῆς στρατιᾶς ἐνδείᾳ τῶν ἐπιτηδείων, ἀναγκαῖον εἶδεν εἰς συμβάσεις ἐλθεῖν, παραδούς τινα Πέρσαις τῶν πρό
6.3.3
τερον῾ Ρωμαίοις ὑποτελῶν. τῇ δὲ πείρᾳ μαθὼν ὑπὸ θεομηνίας τοῦ πρὸ αὐτοῦ βασιλεύσαντος κακῶς παθεῖν τὸ ὑπήκοον, μηδὲν μελλήσας ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐθνῶν ἀδεῶς ἐν ταῖς ἐκκλησίαις ἀθροίζεσθαι καὶ τὸ θεῖον ἐπιμελῶς θεραπεύειν, καὶ μόνην εἶναι σεβαστὴν τοῖς ἀρχομένοις τὴν
6.3.4
τῶν Χριστιανῶν πίστιν. ἀπέδωκε δὲ καὶ τὰς ἀτελείας ἐκκλησίαις τε καὶ κλήροις, χήραις τε καὶ παρθένοις, καὶ εἴ τι πρότερον ἐπ' ὠφελείᾳ τε καὶ τιμῇ τῆς θρησκείας δωρηθὲν ἢ νομοθετηθὲν ἐτύγχανεν ὑπὸ Κωνσταν
6.3.5
τίνου καὶ τῶν αὐτοῦ παίδων, ὕστερον δὲ ἐπὶ᾿ Ιουλιανοῦ ἀφῃρέθη. προσεφώνησε δὲ καὶ Σεκούνδῳ τῷ τότε τὴν ὕπαρχον ἐξουσίαν διέποντι γενικὸν νόμον, εἰς κεφαλὴν τιμωρεῖσθαι παρακελευόμενον τὸν ἱερὰν παρθένον μνᾶσθαι πρὸς γάμον πειρώμενον ἢ καὶ ἀκολάστως μόνον προσβλέποντα, μή τί
6.3.6
γε διαρπάζειν ἐπιχειροῦντα. ἔθετο δὲ τοῦτον τὸν νόμον, καθότι μοχθηροί τινες ἄνδρες ἐπὶ τῆς ἡγεμονίας᾿ Ιουλιανοῦ ἔτυχον τοιούτων παρθένων γάμους ἐπιτελέσαντες καὶ ἀνάγκῃ ἢ καὶ πειθοῖ προσφθαρέντες, οἷά γε φιλεῖ τῆς αἰσχρᾶς ἐπιθυμίας ἀκινδύνως ταῦτα τολμᾶν ὑποθεμένης δυσπραγούσης τῆς θρησκείας.
6.4.1
Αἱ δὲ περὶ τῶν δογμάτων ζητήσεις τε καὶ διαλέξεις πάλιν ἀνεκινοῦντο τοῖς προεστῶσι τῶν ἐκκλησιῶν.᾿ Ιουλιανοῦ γὰρ βασιλεύοντος, ὡς παντελῶς τοῦ Χριστιανισμοῦ κινδυνεύοντος, ἡσυχίαν ἦγον, κοινῇ δὲ πάντες τὸν θεὸν
6.4.2
ἱκέτευον ἵλεων αὐτοῖς γενέσθαι. οὕτω πῃ τοῖς ἀνθρώποις φίλον παρ' ἑτέρων μὲν ἀδικουμένοις πρὸς τὸ ὁμόφυλον ὁμονοεῖν, ἀπηλλαγμένοις δὲ τῶν ἔξωθεν κακῶν πρὸς σφᾶς αὐτοὺς στασιάζειν. ἀλλ' ὅσαις μὲν πολιτείαις καὶ
6.4.3
ἔθνεσι τοῦτο συνέβη, οὐ τοῦ παρόντος καιροῦ καταλέγειν ἐστίν. περὶ δὲ τοῦτον τὸν χρόνον Βασίλειος ὁ᾿ Αγκύρας ἐπίσκοπος καὶ Σιλβανὸς ὁ Ταρσοῦ καὶ Σωφρόνιος ὁ Πομπηιουπόλεως καὶ οἱ σὺν αὐτοῖς, τὴν τῶν᾿ Ανομοίων καλουμένην αἵρεσιν ἀποστρεφόμενοι, τὸ δὲ ὁμοιούσιον ὄνομα ἀντὶ τοῦ ὁμοουσίου δεχόμενοι, βιβλίου τῷ βασιλεῖ διεπέμψαντο χάριν ἔχειν τῷ θεῷ ὁμο
6.4.4
λογοῦντες, ὅτι αὐτὸν προεστήσατο τῆς῾ Ρωμαίων ἀρχῆς. ἐζήτουν δὲ ἢ τὰ ἐν᾿ Αριμήνῳ καὶ Σελευκείᾳ πεπραγμένα κύρια μένειν καὶ τὰ σπουδῇ καὶ δυνάμει τινῶν γενόμενα ἀργεῖν, ἢ τοῦ σχίσματος τοῦ πρὸ τῶν συνόδων ταῖς ἐκκλησίαις μένοντος συγχωρηθῆναι τοὺς πανταχῇ ἐπισκόπους αὐτοὺς καθ' ἑαυτοὺς ὅποι βούλονται συνελθεῖν μηδενὸς ἄλλου κοινωνοῦντος, μὴ προχωρεῖν δὲ κατὰ σκοπὸν τὰ ἐπιχειρούμενα τοῖς ἐν μέρει τι βουλομένοις πράττειν
6.4.5
ἢ ἐξαπατᾶν ὡς ἐπὶ Κωνσταντίου τοῦ βασιλέως. ἐδήλουν δὲ μὴ παραγενέσθαι σφᾶς εἰς τὸ στρατόπεδον, ὥστε μὴ ὀχληροὺς εἶναι δοκεῖν· εἰ δὲ ἐπιτραπεῖεν, ἀσμένως τοῦτο ποιήσειν ὑποζυγίοις ἰδίοις καὶ δαπάνῃ χρω
6.4.6
μένους. καὶ οἱ μὲν τοιάδε᾿ Ιοβιανῷ τῷ βασιλεῖ ἔγραψαν. ἐν τούτῳ δὲ συνόδου γενομένης ἐν᾿ Αντιοχείᾳ τῆς Συρίας βεβαιοῦται τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις καὶ κρατεῖ ὥστε ἀναμφηρίστως τὸν υἱὸν τῷ πατρὶ δοξάζειν ὁμοούσιον. ἐκοινώνησαν δὲ ταύτης τῆς συνόδου Μελέτιος, ὃς τότε αὐτῆς τῆς᾿ Αντιοχείας τὴν ἐκκλησίαν ἐπετρόπευε, καὶ Εὐσέβιος ὁ Σαμοσάτων καὶ Πελάγιος ὁ Λαοδικείας τῆς Σύρων καὶ᾿ Ακάκιος ὁ Καισαρείας τῆς Πα
6.4.7
λαιστίνης καὶ Εἰρηνίων ὁ Γαζαῖος καὶ᾿ Αθανάσιος ὁ᾿ Αγκύρας. ταῦτα δὲ πράξαντες ἐδήλωσαν τῷ βασιλεῖ τὰ δόξαντα γράψαντες ὧδε· «Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν᾿ Ιοβιανῷ Νικητῇ" 7Αὐγούστῳ ἡ τῶν ἐν᾿ Αντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν" 7σύνοδος." 7Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν ὅτι σοῦ καὶ πρώτη πρεσ" 7βεύειν ἐσπούδακεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοί, θεοφιλέστατε βασιλεῦ." 7ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως
6.4.8
" 7καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν. ἵνα τοίνυν μὴ" 7μετὰ τῶν παραχαρασσόντων τὰ δόγματα τῆς ἀληθείας τετάχθαι νομιζώ" 7μεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι" 7πρότερον συγκροτηθείσης τὴν πίστιν καὶ ἀποδεχόμεθα καὶ κατέχομεν, 6. 4." 7ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισι ξένον ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμέν," 7ἀσφαλοῦς τετύχηκε παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς" 7οὐσίας τοῦ πατρὸς ὁ υἱὸς ἐγεννήθη καὶ ὅτι ὅμοιος κατ' οὐσίαν τῷ πατρί·" 7οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε" 7κατά τινα χρῆσιν῾ Ελληνικὴν λαμβάνεται τοῖς πατράσι τὸ ὄνομα τῆς οὐσίας," 7εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων περὶ τοῦ υἱοῦ ἀσεβῶς τολμηθέντος
6.4.10
" 7᾿ Αρείῳ. ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες᾿ Ανόμοιοι ἔτι θρασύτερον καὶ" 7τολμηρότερον ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρη" 7σιάζονται. συνετάξαμεν δὲ τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς" 7αὐτῆς πίστεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων τεθεί" 7σης, ἥντινα καὶ ἀγαπῶμεν.»
6.4.11
Καὶ τὰ μὲν ὧδε ἐψηφίσαντο οἱ τότε τῇ᾿ Αντιοχείᾳ ἐνδημοῦντες ἱερεῖς, αὐτοῖς ῥητοῖς τὴν παρὰ τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἐκτεθεῖσαν πίστιν τῇ ἰδίᾳ γραφῇ ὑποτάξαντες.
6.5.1
᾿ Εν τούτῳ δὲ᾿ Αθανάσιος ὁ τὸν᾿ Αλεξανδρέων θρόνον ἐπιτροπεύωνὀλίγοις τῶν ἐπιτηδείων κοινωσάμενος ἀναγκαῖον ᾠήθη Χριστιανὸν ὄντα τὸν βασιλέα ἰδεῖν· καὶ παραγενόμενος εἰς᾿ Αντιόχειαν περὶ ὧν ἐδεῖτο τὸν κρατοῦντα διδάσκει. οἱ δέ φασιν, ὡς αὐτὸς ὁ βασιλεὺς τὸν ἄνδρα μετεκαλέσατο
6.5.2
τὰ πρακτέα περὶ τὴν θρησκείαν καὶ τὴν ὀρθὴν δόξαν εἰσηγησόμενον. διαθείς τε τὰ τῆς ἐκκλησίας ὡς οἷόν τε ἦν, ἐφρόντιζε τῆς ἐπανόδου. Εὐζώιος δὲ ὁ ἐν᾿ Αντιοχείᾳ ἐπίσκοπος τῆς᾿ Αρειανῆς αἱρέσεως ἐσπούδαζε προεστάναι τῆς αὐτῆς δόξης ἐν᾿ Αλεξανδρείᾳ Προβάτιον εὐνοῦχον· εἰσηγησαμένων τε τοῦτο τῶν ἀμφὶ τὸν Εὐζώιον Λούκιός τις᾿ Αλεξανδρεὺς τὸ γένος, πρεσβύτερος
6.5.3
τῶν παρὰ Γεωργίου χειροτονηθέντων, πρόσεισι τῷ βασιλεῖ. καὶ βλασφημήσας᾿ Αθανάσιον ὡς ἐν τῷ χρόνῳ τῆς ἐπισκοπῆς ἀεὶ γραφὰς ὑπομείναντα καὶ πολλάκις ὑπερορίαν οἰκεῖν καταδικασθέντα παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων, διχονοίας τε περὶ τὸ θεῖον καὶ ταραχῆς παραίτιον γενόμενον, ἐδεῖτο
6.5.4
ἕτερον ἀντ' αὐτοῦ τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν ἐπισκοπεῖν. ὁ δὲ βασιλεύς (ᾔδει γὰρ τὰς᾿ Αθανασίῳ τότε συμβάσας ἐπιβουλάς) οὐκ ἔθετο ταῖς κατ' αὐτοῦ διαβολαῖς, ἀλλὰ Λούκιον μὲν σὺν ἀπειλῇ ἡσυχίαν ἄγειν ἐπιτάττει, Προβάτιον δὲ καὶ τοὺς ἀμφ' αὐτὸν εὐνούχους ὡς αἰτίους τῶν τοιούτων θορύβων σωφρονισθῆναι προσέταξε, τὸν δὲ᾿ Αθανάσιον ἐκ τῆς τότε συνουσίας τὰ μάλιστα φίλον αὐτῷ γενόμενον ἀπέστειλεν εἰς Αἴγυπτον, ᾗ ἄριστα αὐτῷ δοκοίη τὰς ἐκκλησίας καὶ τοὺς λαοὺς ἄγειν κελεύσας. λέγεται γὰρ εἰσάγαν αὐτὸν ἧς εἶχεν ἀρετῆς ἐπαινέσαι, βίου τε ἕνεκεν καὶ φρονήσεως καὶ λόγων.
6.5.5
῟ Ωδε μὲν τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἡ πίστις, τὸν ἐν μέσῳ χρόνον πολεμηθεῖσα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, αὖθις ἐπὶ τῆς παρούσης ἡγεμονίας ὑπερέσχεν. οὐκ εἰς μακρὰν δὲ τῆς ὁμοίας ἔμελλε πειρᾶσθαι ταραχῆς. ὡς ἔοικε γάρ, οὐκ ἐπὶ μόνοις τοῖς ἐπὶ Κωνσταντίου τῇ ἐκκλησίᾳ συμβᾶσι πέρας εἶχεν ἡ᾿ Αντωνίου τοῦ μοναχοῦ πρόρρησις, ἀλλ' ἐλείπετο ἔτι καὶ τὰ
6.5.6
μετὰ ταῦτα ἐπὶ Οὐάλεντος γενόμενα. λέγεται γάρ, πρὶν κρατῆσαι τῶν ἐκκλησιῶν τοὺς ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως, ἐπὶ τῆς Κωνσταντίου βασιλείας ὄναρ ἰδεῖν᾿ Αντώνιον ἡμιόνους τὸ θυσιαστήριον λακτίζοντας καὶ τὴν ἱερὰν τράπεζαν ἀνατρέποντας, καὶ αὐτίκα προειπεῖν, ὡς ὑπὸ νόθων καὶ ἐπιμίκτων δογμάτων καταλήψεται τὴν ἐκκλησίαν ταραχὴ καὶ ἑτεροδόξων ἐπανάστασις. ἀλλὰ ταῦτα μὲν ἀψευδῶς τεθεᾶσθαί τε καὶ εἰρῆσθαι ἀπέδειξε τὰ πρὸ τοῦ καὶ μετὰ ταῦτα γεγενημένα.
6.6.1
῾ Ο δὲ᾿ Ιοβιανὸς ἀμφὶ ὀκτὼ μῆνας ἐν τῇ βασιλείᾳ διαγενόμενος, ἀπιὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξαπίνης ἐν Δαδαστάνοις χωρίῳ τῆς Βιθυνίας καθ' ὁδὸν ἐτελεύτησεν, ἢ ἀφειδέστερον, ὥς τινες λέγουσι, δειπνήσας ἢ ὑπὸ τῆς ὀδμῆς τοῦ οἰκήματος, ἐν ᾧ ἐκάθευδεν, ἀσβέστῳ προσφάτως χρισθέντος· ἐπιγενέσθαι γὰρ ἰκμάδα καὶ νοτισθῆναι τοὺς τοίχους ἀμέτρως, πολλῶν ἀνθράκων αὐτόθι καιομένων ὡς ἐν ὥρᾳ χειμῶνος διὰ τὴν ἀλέαν.
6.6.2
᾿ Επεὶ δὲ εἰς Νίκαιαν τῆς Βιθυνίας ἀφίκετο ἡ στρατιά, ἀναγορεύουσι
6.6.3
βασιλέα Οὐαλεντινιανόν, ἄνδρα ἀγαθὸν καὶ τῆς ἡγεμονίας ἄξιον. ἔτυχε δὲ τότε παρὼν ἀπὸ τῆς ὑπερορίας φυγῆς. λέγεται γὰρ ὡς, ἡνίκα᾿ Ιουλιανὸς ἐκράτει῾ Ρωμαίων, συνταγματάρχην αὐτὸν ὄντα τοῦ καταλόγου τῶν καλουμένων᾿ Ιοβιανῶν, τῆς στρατείας ἀπεώσατο καὶ ἀιδίῳ φυγῇ ἐζημίωσε, πρόφασιν μὲν ὡς οὐ δεόντως ἔταξε τοὺς ὑπ' αὐτὸν στρατιώτας πρὸς τοὺς πολε
6.6.4
μίους, τὸ δὲ ἀληθὲς ἐντεῦθεν· ἔτι διάγων᾿ Ιουλιανὸς ἐν τοῖς πρὸς δύσιν Γαλάταις ἧκεν εἴς τινα ναὸν θύσων· συνῆν δὲ αὐτῷ καὶ Οὐαλεντινιανός· ἔθος γὰρ παλαιὸν῾ Ρωμαίοις τὸν ἡγούμενον τῶν᾿ Ιοβιανῶν καὶ῾ Ερκουλιανῶν (τάγματα δὲ ταῦτα τῶν ἐν λόγῳ στρατιωτῶν, τὸ μὲν ἀφ'῾ Ηρακλέος, τὸ δὲ ἀπὸ Διὸς λαχόντα τὴν προσηγορίαν) κατὰ νώτου ἐγγὺς ὡσανεὶ φύλακας
6.6.5
ἕπεσθαι τῷ βασιλεῖ. ἐπεὶ δὲ ἔμελλεν ὑπεραμείβειν τοῦ ναοῦ τὸν οὐδόν, θαλλούς τινας διαβρόχους κατέχων ὁ ἱερεὺς νόμῳ῾ Ελληνικῷ περιέρραινε τοὺς εἰσιόντας· ἐκπεσούσης δὲ σταγόνος ἐπὶ τὴν αὐτοῦ ἐσθῆτα χαλεπῶς ἤνεγκεν Οὐαλεντινιανός (ἦν γὰρ Χριστιανός) καὶ τῷ ῥαίνοντι ἐλοιδορήσατο· φασὶ δὲ καὶ τοῦ βασιλέως ὁρῶντος αὐτίκα περιτεμεῖν καὶ ἀπορρῖψαι σὺν
6.6.6
αὐτῇ τῇ ψεκάδι ὅσον ἐβράχη τῆς ἐσθῆτος. τὸ δὲ ἐξ ἐκείνου μηνιῶν᾿ Ιουλιανὸς οὐ πολλῷ ὕστερον κατεδίκασεν αὐτοῦ τὴν Μελιτινὴν τῆς᾿ Αρμε- νίας διηνεκῶς οἰκεῖν, αἰτίαν σκηψάμενος τὴν περὶ τοὺς ὑπ' αὐτὸν στρατιώτας ῥᾳστώνην· οὐ γὰρ ἐβούλετο δόξαι διὰ τὴν θρησκείαν κακῶς αὐτὸν ποιεῖν, ἵνα μὴ μάρτυρος ἢ ὁμολογητοῦ γερῶν ἀξιωθείη· καθότι ταύτης ἕνεκα τῆς αἰτίας καὶ τῶν ἄλλων ἐφείσατο Χριστιανῶν, ὁρῶν αὐτοὺς εὔκλειαν καὶ σύστασιν τοῦ δόγματος τοῖς κινδύνοις ποριζομένους, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.
6.6.7
᾿ Επεὶ δὲ᾿ Ιοβιανὸς ἐπετράπη τὴν῾ Ρωμαίων ἡγεμονίαν, μετακληθεὶςἀπὸ τῆς φυγῆς εἰς Νίκαιαν, συμβὰν ἐκεῖνον τελευτῆσαι, βουλευσαμένων τοῦ τε στρατοπέδου καὶ τῶν τὰς μεγάλας ἀρχὰς ἐχόντων, ψήφῳ πάντων αἱρεῖται
6.6.8
βασιλεύειν. ὡς δὲ τὰ σύμβολα τῆς ἀρχῆς ἐδέξατο, κεκραγότων τῶν στρατιωτῶν κοινωνὸν αὐτῷ τῆς βασιλείας ἕτερον ποιήσασθαι «τὸ μὲν ἑλέσθαι με», ἔφη, «ἄρχειν ὑμῶν, ὦ ἄνδρες στρατιῶται, ἐν ὑμῖν ἦν· ἐπεὶ δὲ εἵλεσθε, ὃ νῦν ἐξαιτεῖτε οὐκ ἐν ὑμῖν ἀλλ' ἐν ἐμοί· καὶ χρὴ τοὺς μὲν ἀρχομένους 6. 6. ὑμᾶς ἡσυχίαν ἄγειν, ἐμὲ δὲ ὡς βασιλέα τὰ πρακτέα σκοπεῖν.» καὶ τότε μὲν ταῦτα προσφωνήσας οὐχ ὑπεῖξε τοῖς στρατιώταις· μετ' οὐ πολὺ δὲ παραγενόμενος εἰς Κωνσταντινούπολιν ἀνεκήρυξε βασιλέα τὸν ἀδελφόν, καὶ τῆς ὑπηκόου τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα παρέδωκεν αὐτῷ, τὰ δὲ ἀπὸ᾿ Ιλλυριῶν ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καὶ πᾶσαν τὴν ἀντικρὺ ἤπειρον μέχρι
6.6.10
τῶν ἐσχάτων Λιβύων ὑφ' ἑαυτὸν ἔταξεν. ἄμφω δὲ Χριστιανὼ τὴν θρησκείαν ἐγενέσθην, διαφόρω δὲ τὴν δόξαν καὶ τὸν τρόπον. Οὐάλης μὲν γὰρ Εὐδοξίῳ τῷ ἐπισκόπῳ μυσταγωγῷ χρησάμενος ἡνίκα ἐβαπτίσθη, τὴν᾿ Αρείου πίστιν ἐζήλου, καὶ δεινὸν ἡγεῖτο μὴ βιάζεσθαι πάντας ὁμοδόξους αὐτῷ ποιεῖν. Οὐαλεντινιανὸς δὲ τὰ αὐτὰ φρονῶν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι τούτους μὲν ὠφέλει, τοῖς δὲ ἑτέρως δοξάζουσιν οὐδὲν ἠνώχλει.
6.7.1
᾿ Επεὶ δὲ Κωνσταντινουπόλεως ἐξεδήμησεν ἐπὶ τὴν῾ Ρώμην διὰ Θρᾴκης πορευόμενος, τηνικαῦτα οἱ περὶ῾ Ελλήσποντον καὶ Βιθυνίαν ἐπίσκοποι καὶ ὅσοι ἄλλοι ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν λέγειν ἠξίουν, προβάλλονται πρεσβεύειν ὑπὲρ αὐτῶν῾ Υπατιανὸν τὸν῾ Ηρακλείας τῆς Περίνθου ἐπίσκοπον,
6.7.2
ὥστε ἐπιτραπῆναι συνελθεῖν ἐπὶ διορθώσει τοῦ δόγματος. προσελθόντος δὲ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἐπισκόπων διδάξαντος ὑπολαβὼν Οὐαλεντινιανός «ἐμοὶ μέν», ἔφη, «μετὰ λαοῦ τεταγμένῳ οὐ θέμις τοιαῦτα πολυπραγμονεῖν· οἱ δὲ ἱερεῖς, οἷς τούτου μέλει, καθ' ἑαυτοὺς ὅπῃ βούλονται συνίτωσαν.»
6.7.3
τοιαῦτα δὲ τοῦ βασιλέως ἀποκριναμένου πρὸς τὴν῾ Υπατιανοῦ πρεσβείαν συνίασιν εἰς Λάμψακον. καὶ δύο μῆνας βουλευσάμενοι τελευτῶντες ἐψηφίσαντο ἄκυρα εἶναι τὰ ἐν Κωνσταντινουπόλει πεπραγμένα σπουδῇ τῶν
6.7.4
ἀμφὶ τὸν Εὐδόξιον καὶ᾿ Ακάκιον, ἀργεῖν δὲ καὶ τὴν ἔκθεσιν τῆς πίστεως, ἣν ὡς δυτικῶν ἐπισκόπων οὖσαν προκομίσαντες ὑπογράψαι τινὰς παρεσκεύασαν ἐπὶ ὑποσχέσει ἀποκηρύξεως τοῦ ἀνομοίου κατ' οὐσίαν (ὃ διεψεύσαντο), κρατεῖν δὲ τὸ ὅμοιον δοξάζειν τὸν υἱὸν τῷ πατρὶ κατ' οὐσίαν· εἶναι γὰρ τοῦ ὁμοίου τὴν προσθήκην ἀναγκαίαν διὰ τὴν σημασίαν τῶν ὑποστάσεων·
6.7.5
πίστιν δὲ πολιτεύεσθαι κατὰ πᾶσαν ἐκκλησίαν τὴν ἐν Σελευκείᾳ ὁμολογηθεῖσαν, ἐκτεθεῖσαν δὲ ἐπὶ τῇ ἀφιερώσει τῆς ἐν᾿ Αντιοχείᾳ ἐκκλησίας· τοὺς δὲ καθαιρεθέντας παρὰ τῶν ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν λεγόντων τοὺς ἰδίους ἀπολαμβάνειν θρόνους, ὡς παρανόμως ἐκβεβλημένους τῶν ἐκκλησιῶν·
6.7.6
εἰ δέ τις αὐτῶν κατηγορεῖν βούλεται, ἐκ τοῦ ἴσου κινδύνου τοῦτο ποιεῖν· δικαστὰς δὲ εἶναι τοὺς ὀρθῶς δοξάζοντας ἐν τῷ ἔθνει ἐπισκόπους καὶ ἐκ τῶν πέλας ἐπαρχιῶν, συνιόντας ἐν τῇ ἐκκλησίᾳ ἔνθα οἱ μάρτυρές εἰσι τῶν ἑκάστῳ
6.7.7
βεβιωμένων. ταῦτα ὁρίσαντες, ἐπειδὴ τοὺς περὶ Εὐδόξιον κεκλήκασι καὶ μετανοίας αὐτοῖς μετέδωκαν, οἱ δὲ οὐχ ὑπήκουον, τὰ δόξαντα ταῖς πανταχῇ
6.7.8
ἐκκλησίαις ἐδήλωσαν. λογισάμενοι δὲ ὡς εἰκὸς Εὐδόξιον τῆς οἰκείας μερίδος ποιῆσαι τὰ βασίλεια καὶ διαβαλεῖν αὐτούς, ἔγνωσαν φθάσαι καὶ τὰ πεπραγμένα ἐν Λαμψάκῳ μηνῦσαι. ὃ δὴ καὶ ἐποίουν ἐπανιόντι Οὐάλεντι τῷ βασιλεῖ ἐκ Θρᾴκης ἐν῾ Ηρακλείᾳ περιτυχόντες· ἀποδημοῦντι γὰρ τῷ 6. 7. ἀδελφῷ εἰς τὴν πρεσβυτέραν῾ Ρώμην μέχρι τινὸς συνῆλθεν. Εὐδοξίῳ δὲ τὰ πρὸς βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν ἤδη κατὰ γνώμην διῳκεῖτο. προσελθοῦσιν οὖν τοῖς ἐκ Λαμψάκου πρεσβευταῖς παρεκελεύσατο μὴ διαφέρεσθαι πρὸς Εὐδόξιον. ἐπεὶ δὲ ἀντεῖπον καὶ τὴν ἐν Κωνσταντινουπόλει γενομένην ἀπάτην καὶ τὰ βεβουλευμένα κατὰ τῶν ἐν Σελευκείᾳ δεδογμένων Εὐδοξίῳ ἐμέμφοντο, κινηθεὶς πρὸς ὀργὴν τοὺς μὲν ὑπερορίαν οἰκεῖν προσέταξε, τὰς δὲ ἐκκλησίας παραδίδοσθαι τοῖς ἀμφὶ τὸν Εὐδόξιον.
6.7.10
᾿ Εν τούτῳ δὲ τὴν Συρίαν κατέλαβεν· ὑφωρᾶτο γὰρ μήπως οἱ Πέρσαι τὰς ἐπὶ᾿ Ιοβιανοῦ γενομένας τριακοντούτεις σπονδὰς λύσωσι. τῶν δὲ μηδὲν νεωτεριζόντων ἐν᾿ Αντιοχείᾳ διέτριβεν, ἡνίκα δὴ Μελέτιον μὲν τὸν ἐπίσκοπον ὑπερορίου φυγῆς κατεδίκασε, Παυλίνου δὲ τὸν βίον αἰδεσθεὶς ἐφείσατο, τοὺς δὲ Εὐζωίῳ μὴ κοινωνοῦντας τῶν ἐκκλησιῶν ἀπήλαυνεν, εἰς χρήματά τε ἐζημίου καὶ ᾐκίζετο καὶ ἄλλως ἐπέτριβε.
6.8.1
Γέγονε δὲ ἂν τότε, ὡς συμβαλεῖν ἔστι, καὶ τούτων δεινότερα, εἰ μὴ ὁ κατὰ Προκόπιον ἐπέλαβε πόλεμος. τυραννήσας γὰρ ἐν Κωνσταντινουπόλει καὶ πολλὴν ἐν βραχεῖ χρόνῳ στρατιὰν ἀθροίσας ἠπείγετο κατὰ Οὐάλεντος.
6.8.2
ὁ δὲ ἐκ τῆς Συρίας ἐλάσας συμβάλλει αὐτῷ περὶ Νακώλειαν πόλιν τῆς Φρυγίας· προδοσίᾳ τε᾿ Αγέλωνος καὶ Γομαρίου τῶν αὐτοῦ στρατηγῶν ζω-
6.8.3
γρήσας αὐτόν τε καὶ τοὺς προδόντας ἐλεεινῶς ἀνεῖλε. τοὺς μὲν γὰρ λέγεται καίπερ εὐνοεῖν αὐτοῖς ὀμόσας πρίοσι διχῇ διελεῖν· Προκοπίου δὲ δύο δένδροις οὐκ ἀπὸ πολλοῦ διεστῶσι κατακαμφθεῖσι πρὸς γῆν, ἑκάτερον ἑκατέρῳ φυτῷ προσῆψε σκέλος καὶ ἀφῆκεν ἀνεγείρεσθαι· τὰ δὲ πρὸς τὴν συνήθη στάσιν ἀνορθωθέντα διέσπασε τὸν ἄνθρωπον.
6.8.4
᾿ Επεὶ δὲ τέλος ἔσχεν ὁ πόλεμος, ἧκεν εἰς Νίκαιαν· ἐν ἡσυχίᾳ τε γεγονὼς αὖθις ἐτάραττε τοὺς οὐχ ὁμοίως αὐτῷ περὶ τὸ θεῖον δοξάζοντας. ὑπερφυῶς δὲ ἐχαλέπαινε κατὰ τῶν ἐν Λαμψάκῳ συνελθόντων, καθότι καὶ τοὺς τὰ᾿ Αρείου φρονοῦντας ἐπισκόπους καὶ τὴν ἐν᾿ Αριμήνῳ περὶ τῆς πίστεως ἐκτε-
6.8.5
θεῖσαν γραφὴν ἀπεκήρυξαν. οὕτω δὲ ἔχων ὀργῆς ἄγει ἐκ τῆς Κυζίκου᾿ Ελεύσιον, καὶ ὁμοδόξων αὐτῷ ἐπισκόπων σύλλογον καθίσας ἐβιάζετο κοινωνεῖν αὐτοῖς τῆς πίστεως. ὁ δὲ τὰ πρῶτα ἀνδρείως ἀντέτεινεν, ὑπερορίαν δὲ φυγὴν καὶ τῆς οὐσίας ἀφαίρεσιν δείσας (ταῦτα γὰρ ἠπείλει μὴ πειθομένῳ)
6.8.6
τὸ προσταχθὲν ἐποίησε. καὶ εὐθὺς μετεμέλετο, ἐπανελθών τε εἰς Κύζικον δημοσίᾳ τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ἐξήγγελλε καὶ ἕτερον ἐπίσκοπον χειροτονεῖν παρεκελεύετο· ἑαυτὸν γὰρ ἱερᾶσθαι μὴ προσήκειν ἔτι ὡς οἰκείου δόγματος προδότην γενόμενον. Κυζικηνοὶ δὲ αἰδοῖ τῆς τοῦ ἀνδρὸς πολιτείας εὖνοι τὰ μάλιστα αὐτῷ τυγχάνοντες ἕτερον ἔχειν ἐπίσκοπον οὐχ
6.8.7
εἵλοντο. ἐπεὶ δὲ ταῦτα ἔγνω ὁ Εὐδόξιος ὁ ἐν Κωνσταντινουπόλει τῆς
6.8.8
᾿ Αρείου δόξης προεστώς, χειροτονεῖ Εὐνόμιον τῆς Κυζίκου ἐπίσκοπον· ᾤετο γὰρ αὐτὸν δεινὸν ὄντα λέγειν πειθοῖ τινι ῥᾳδίως πρὸς τὸ οἰκεῖον δόγμα τοὺς
6.8.8
Κυζικηνοὺς ἐφελκύσασθαι. ὡς δὲ εἰς Κύζικον παρεγένετο, προστάγματι βασιλέως᾿ Ελευσίου ἐξελαθέντος τὰς ἐνθάδε ἐκκλησίας κατέσχεν. οἱ δὲ᾿ Ελευσίῳ πειθόμενοι εὐκτήριον οἶκον ἔξω τειχῶν κατασκευάσαντες πρὸ τῆς πόλεως ἐκκλησίαζον. Εὐνομίου μὲν οὖν πέρι καὶ τῆς ὁμωνύμου τούτων αἱρέσεως μικρὸν ὕστερον ἐρῶ. 6.. 1 Παραπλησίων δὲ κακῶν ἐπειρῶντο καὶ οἱ ἐν Κωνσταντινουπόλει πρεσβεύοντες τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων, σὺν αὐτοῖς δὲ καὶ οἱ τὰ Ναυάτου φρονοῦντες· καὶ πάντας μὲν ἐλαύνεσθαι τῆς πόλεως, Ναυατιανῶν δὲ καὶ τὰς ἐκκλησίας ἀποκλεισθῆναι προσέταξεν ὁ βασιλεύς· τῶν δὲ ἄλλων οὐκ εἶχεν ὅ τι ἀποκλείσειεν· ἤδη γὰρ πρότερον ἐπὶ τῆς Κωνσταντίου βασι6.. 2 λείας ἀφῄρηντο. οὐ μὴν ἀλλὰ καὶ᾿ Αγέλιον τότε εἰς ὑπερορίαν φυγὴν κατεδίκασεν, ὃς ἐκ τῶν Κωνσταντίνου χρόνων ἡγεῖτο ἐν Κωνσταντινουπόλει τῆς Ναυατιανῶν ἐκκλησίας. ἐλέγετο δὲ ὅτι μάλιστα θαυμασίως πολιτεύσασθαι κατὰ τοὺς ἐκκλησιαστικοὺς νόμους, ὁ δὲ βίος ἦν αὐτῷ– τοῦτο δὴ τὸ προὖχον ἐν φιλοσοφίᾳ– κτήσεως χρημάτων ἐλεύθερος, καὶ ἡ ἀγωγὴ ἐδείκνυ· ἑνί τε γὰρ χιτωνίῳ ἐχρῆτο καὶ δίχα ὑποδημάτων ἀεὶ ἐβάδιζεν. οὐ πολλῷ δὲ ὕστερον αὐτός τε μετεκλήθη καὶ τὰς ὑπ' αὐτὸν ἐκκλησίας ἀπέλαβεν 6.. 3 καὶ ἀδεῶς ἐκκλησίαζεν. αἴτιος δὲ τούτων Μαρκιανός τις, ὃς ἐπὶ βίῳ καὶ λόγοις θαυμαζόμενος πάλαι μὲν ἐν τοῖς βασιλείοις ἐστρατεύετο, τότε δὲ πρεσβύτερος ὢν τῆς Ναυατιανῶν αἱρέσεως γραμματικοὺς λόγους ἐξεδίδασκε τὰς βασιλέως θυγατέρας,᾿ Αναστασίαν τε καὶ Καρῶσαν· ὧν εἰσέτι νῦν ἐπώνυμα λουτρὰ δημόσια κατὰ τὴν Κωνσταντινούπολίν ἐστι. διὰ γὰρ τὴν πρὸς αὐτὸν αἰδῶ καὶ χάριν μόνοις Ναυατιανοῖς τὰ εἰρημένα ὑπῆρξεν.
6.10.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον ὁμώνυμος Οὐαλεντινιανῷ τῷ βασιλεῖ γίνεται παῖς κατὰ τὴν δύσιν, οὐ πολλῷ δὲ ὕστερον καὶ Γρατιανός, ὃν πρὸ τῆς ἀρχῆς
6.10.2
εἶχε, καθίσταται βασιλεύς. ἐν τούτῳ δέ, καίπερ παρὰ τὸ εἰωθὸς χαλάζης ἐμφεροῦς λίθοις ἐν πολλοῖς τόποις καταρραγείσης καὶ μεγίστων σεισμῶν ἄλλαις τε πόλεσι καὶ Νικαίᾳ τῇ Βιθυνῶν εἰσάγαν λυμηναμένων, οὐκ ἐπαύσαντο Οὐάλης τε ὁ βασιλεὺς καὶ Εὐδόξιος ὁ ἐπίσκοπος τοὺς ἑτέρως αὐτοῖς δοξάζοντας Χριστιανοὺς ἐκδιώκοντες. καὶ πρὸς μὲν τοὺς ὁμοδόξους τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐδόκει πως αὐτοῖς κατωρθῶσθαι τὸ σπουδασθέν· ἐν γὰρ τῷ πλείονι τῆς ὑπὸ Οὐάλεντος ἀρχομένης καὶ μάλιστα ἀνά τε Θρᾴκην καὶ Βιθυνίαν καὶ῾ Ελλήσποντον καὶ ἔτι τούτων προσωτέρω οὔτε ἐκκλησίας
6.10.3
οὔτε ἱερέας εἶχον. πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολυπλασίους αὐτῶν ὄντας κατὰ τόδε τὸ κλίμα, ἐχαλέπαινον, καὶ τραπέντες ἐπ' αὐτοὺς οὐ μετρίως ἐδίωκον. οἱ δὲ δέει τῶν ἐπικειμένων κακῶν διαπρεσβευόμενοι πρὸς ἀλλήλους κατὰ πόλεις ἄμεινον ἐδοκίμασαν ἐπὶ Οὐαλεντινιανὸν καὶ τὸν῾ Ρωμαίων ἐπίσκοπον καταφυγεῖν κἀκείνοις μᾶλλον ἢ Εὐδοξίῳ καὶ Οὐάλεντι
6.10.4
καὶ τοῖς ἀμφ' αὐτοὺς κοινωνεῖν τῆς πίστεως. καὶ ἐπεὶ τάδε καλῶς ἔχειν ἔδοξεν, αἱροῦνται ἐπὶ τούτοις τρεῖς ἐξ αὐτῶν, Εὐστάθιόν τε τὸν ἐκ Σεβαστείας ἐπίσκοπον καὶ Σιλβανὸν τὸν Ταρσοῦ καὶ Θεόφιλον τὸν Κασταβάλων, καὶ πρὸς Οὐαλεντινιανὸν τὸν βασιλέα πέμπουσι γράψαντες Λιβερίῳ τῷ῾ Ρωμαίων ἐπισκόπῳ καὶ τοῖς ἀνὰ τὴν δύσιν ἱερεῦσιν, οἷα δὴ πίστιν δόκιμον καὶ βεβαίαν ἀπὸ τῶν ἀποστόλων ἔχουσι καὶ πρὸ τῶν ἄλλων προνοεῖν τῆς θρησκείας ὀφείλουσι, παντὶ σθένει συλλαβέσθαι τοῖς αὐτῶν πρέσβεσι καὶ σὺν αὐτοῖς περὶ τῶν πρακτέων βουλεύσασθαι καὶ ὡς ἂν δοκιμάσωσι διορθῶσαι τὰ τῆς ἐκκλησίας πράγματα.
6.10.5
Καὶ οἱ μὲν εἰς᾿ Ιταλίαν ἀφικόμενοι ἔγνωσαν τὸν βασιλέα ἐν Γαλατίᾳ διάγειν τοῖς τῇδε παρακειμένοις βαρβάροις μαχόμενον. ἀπόρου δὲ φανείσης αὐτοῖς τῆς ἐπὶ Γαλάτας ὁδοῦ διὰ τὸν πόλεμον ἔδωκαν Λιβερίῳ τὰ γράμματα.
6.10.6
κοινωσάμενοί τε περὶ ὧν ἐπρεσβεύοντο, καταγινώσκουσιν᾿ Αρείου καὶ τῶν ὁμοίως αὐτῷ φρονούντων καὶ διδασκόντων· ἀποκηρύττουσι δὲ καὶ πᾶσαν αἵρεσιν ἐναντιουμένην τῇ πίστει τῆς ἐν Νικαίᾳ συνόδου, καὶ τὸ ὁμοούσιον
6.10.7
ὄνομα δέχονται ὡς τῷ ὁμοίῳ κατ' οὐσίαν τὰ αὐτὰ σημαῖνον. ὡς δὲ τούτων ἔγγραφον αὐτῶν ὁμολογίαν ἔλαβεν ὁ Λιβέριος, ἐκοινώνησεν αὐτοῖς, καὶ τοῖς ἀνὰ τὴν ἕω ἐπισκόποις ἔγραψε τῆς ὁμονοίας καὶ τῆς περὶ τὸ δόγμα συμφωνίας ἐπαινῶν, καὶ τὰ πρὸς τοὺς πρέσβεις πεπραγμένα ἐμήνυσεν. ἦν δὲ τῶν ἀμφὶ τὸν Εὐστάθιον ἡ ὁμολογία ἥδε·
6.11.1
«Κυρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Σιλβανός, Θεό" 7φιλος ἐν κυρίῳ χαίρειν." 7Διὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολι" 7καῖς ἐκκλησίαις σκάνδαλα ἐπισπείρειν, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν" 7ἀναιροῦντες ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ Σμύρνῃ
6.11.2
" 7καὶ ἐν ἑτέροις διαφόροις τόποις τῶν ὀρθοδόξων ἐπισκόπων, ἧς συνόδου" 7πρεσβείαν ποιούμενοι πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς᾿ Ιταλούς" 7τε καὶ δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν πίστιν τὴν καθολικὴν" 7κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ ἐπὶ τοῦ μακαρίου" 7Κωνσταντίνου ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα" 7ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει, ἐν ᾗ" 7τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς᾿ Αρείου διαστροφῆς·
6.11.3
" 7ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι" 7τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ ὁμολογοῦμεν, κατα" 7κρίνοντες῎ Αρειον καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ σὺν τοῖς μαθηταῖς αὐτοῦ" 7καὶ πᾶσαν αἵρεσιν Σαβελλίου καὶ Πατροπασσιανοῦ, Μαρκίωνος, Φωτεινοῦ," 7Μαρκέλλου καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν καὶ" 7πάντας τοὺς ὁμόφρονας αὐτῶν· καὶ πάσας δὲ τὰς αἱρέσεις τὰς ἐναντιου" 7μένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν" 7ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ, ἀναθεματίζομεν, ἀναθεματίζοντες ἐξαι" 7ρέτως καὶ τὰ ἐν τῇ᾿ Αριμήνῳ συνόδῳ, ὅσα ὑπεναντίως ταύτης τῆς προ" 7ειρημένης πίστεως τῆς ἁγίας συνόδου Νικαέων ἐπράχθη, οἷς δόλῳ καὶ" 7ἐπιορκίᾳ ὑποπεισθέντες ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς" 7Θρᾴκης ὑπεγράψαμεν.»
6.11.4
Ταῦτα ὁμολογήσαντες καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν αὐτοῖς ῥητοῖς τῇ οἰκείᾳ ὁμολογίᾳ συνῆψαν· καὶ περὶ τῶν πραχθέντων γράμματα Λιβερίου λαβόντες ἔπλευσαν εἰς Σικελίαν.
6.12.1
Γενομένης δὲ κἀκεῖσε συνόδου καὶ τὰ αὐτὰ ψηφισαμένων τῶν τῇδε
6.12.2
ἐπισκόπων, ἐπεὶ τάδε ἔπραξαν, ἐπανῆλθον. κατ' ἐκεῖνο δὲ καιροῦ σύνοδον ἀγόντων ἐν Τυάνοις Εὐσεβίου τοῦ ἐπισκόπου τῆς Καππαδοκῶν Καισαρείας,᾿ Αθανασίου τε τοῦ᾿ Αγκύρας καὶ Πελαγίου τοῦ Λαοδικείας, Ζήνωνός τε τοῦ Τυρίου καὶ Παύλου τοῦ᾿ Εμέσης,᾿ Οτρέως τε τοῦ Μελιτινῆς καὶ Γρηγορίουτοῦ Ναζιανζοῦ καὶ πολλῶν ἄλλων, οἳ τὸ ὁμοούσιον πρεσβεύειν ἐψηφίσαντο ἐν᾿ Αντιοχείᾳ ἐπὶ τῆς᾿ Ιοβιανοῦ βασιλείας, ἀναγινώσκεται τὰ Λιβερίου καὶ
6.12.3
τῶν ἀνὰ τὴν δύσιν γράμματα. περιχαρεῖς τε ἐπὶ τούτοις γενόμενοι ἔγραψαν πάσαις ταῖς ἐκκλησίαις ἐντυχεῖν τοῖς ψηφίσμασι τῶν ἀνὰ τὴν᾿ Ασίαν ἐπισκόπων καὶ τοῖς Λιβερίου γράμμασι καὶ᾿ Ιταλῶν καὶ῎ Αφρων καὶ Γαλα- τῶν τῶν πρὸς δύσιν καὶ Σικελῶν (ἐκόμισαν γὰρ καὶ τούτων τὰ γράμματα οἱ ἐκ Λαμψάκου πρέσβεις), καὶ ἀναλογίσασθαι τὸν πάντων ἀριθμόν· πολλῷ γὰρ τῷ πλήθει τὴν ἐν᾿ Αριμήνῳ σύνοδον ἐνίκων· καὶ ὁμόφρονας αὐτοῖς γενέσθαι καὶ κοινωνούς, καὶ ὅτι ταύτης εἰσὶ τῆς γνώμης, διὰ γραφῆς οἰκείας δηλῶσαι, συνελθεῖν δὲ εἰς Ταρσὸν τῆς Κιλικίας ἔτι ἦρος ὄντος εἰς ῥητὴν ἡμέραν ἣν ὥρισαν.
6.12.4
Καὶ οἱ μὲν ὧδε ἀλλήλοις συνιέναι προετρέποντο. ἤδη δὲ συνίστασθαι μελλούσης τῆς ἐν Ταρσῷ συνόδου συνελθόντες ἐν᾿ Αντιοχείᾳ τῆς Καρίας ἀμφὶ τριάκοντα καὶ τέσσαρες τῶν᾿ Ασιανῶν ἐπισκόπων τὴν μὲν ἐπὶ τῇ ὁμονοίᾳ τῶν ἐκκλησιῶν σπουδὴν ἐπῄνουν, παρῃτοῦντο δὲ τὸ τοῦ ὁμοουσίου ὄνομα, καὶ τὴν ἐν᾿ Αντιοχείᾳ καὶ Σελευκείᾳ ἐκτεθεῖσαν πίστιν χρῆναι κρατεῖν ἰσχυρίζοντο, ὡς καὶ Λουκιανοῦ τοῦ μάρτυρος οὖσαν καὶ μετὰ κινδύνων καὶ πολλῶν ἱδρώ
6.12.5
των παρὰ τῶν πρὸ αὐτῶν δοκιμασθεῖσαν. ὁ δὲ βασιλεὺς Εὐδοξίου σπουδῇ τὴν ἐν Κιλικίᾳ προσδοκωμένην διέλυσε σύνοδον, γράψας περὶ τούτου καὶ ἀπειλὴν ἐπιθείς. ἐν μέρει δὲ τοῖς ἄρχουσι τῶν ἐθνῶν ἀπελαύνειν τῶν ἐκκλησιῶν προσέταξε τοὺς ἐπὶ Κωνσταντίου καθαιρεθέντας ἐπισκόπους, αὖθις
6.12.6
δὲ τὴν ἱερωσύνην ἀναλαβόντας ἐπὶ τῆς᾿ Ιουλιανοῦ βασιλείας. ἐκ ταύτης δὲ τῆς προστάξεως καὶ ταῖς ἀνὰ τὴν Αἴγυπτον ἀρχαῖς σπουδὴ γέγονεν ἀφελέσθαι τῶν αὐτόθι ἐκκλησιῶν᾿ Αθανάσιον καὶ τῆς πόλεως ἀπελάσαι. οὐ τὸ τυχὸν γὰρ ἐπιτίμιον ἐνέκειτο τῷ βασιλέως γράμματι, εἰ μὴ ταῦτα γένηται, πάντων ἐπίσης ἀρχόντων τε καὶ τῶν ὑπ' αὐτοὺς στρατιωτῶν καὶ βουλευτηρίων ἔκτισιν πολλῶν χρημάτων καταδικάζον καὶ σώματος αἰκισμοὺς
6.12.7
ἀπειλούμενον. συνελθὸν δὲ τὸ πλῆθος τῶν Χριστιανῶν ἐξῄτουν τὸν ἔπαρχον ἀπερισκέπτως μὴ ἀπελαύνειν τὸν ἐπίσκοπον, ἀκριβέστερον δὲ σκοπεῖν τὸν ὅρον τῶν βασιλέως γραμμάτων, ὡς κατ' ἐκείνων μόνον κρατοῦντα
6.12.8
τῶν ἐπὶ᾿ Ιουλιανοῦ κατελθόντων μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγήν. τὸν δὲ᾿ Αθανάσιον ἔλεγον φυγεῖν μὲν ἐπὶ Κωνσταντίου, μετακληθῆναι δὲ παρ' αὐτοῦ καὶ τὴν ἐπισκοπὴν ἀπολαβεῖν·᾿ Ιουλιανὸν δὲ πάντας καταγαγόντα μόνον αὐτὸν διῶξαι· πάλιν δ' αὖ᾿ Ιοβιανὸν αὐτὸν μετακαλέσασθαι. 6. 12. Ταῦτα λέγοντες οὐκ ἔπειθον. ἀντεῖχον δὲ ὅμως καὶ βιάζεσθαι οὐ συνεχώρουν. πανταχόθεν δὲ τοῦ δήμου συρρέοντος καὶ πολλοῦ θορύβου καὶ ταράχου ἀνὰ τὴν πόλιν ὄντος καὶ στάσεως προσδοκωμένης ἐμήνυσεν ὁ ὕπαρ
6.12.10
χος βασιλεῖ τὰ γενόμενα, συγχωρήσας αὐτὸν ἐν τῇ πόλει διάγειν. ἤδη δὲ πολλῶν διαγενομένων ἡμερῶν καὶ τῆς κινηθείσης στάσεως πεπαῦσθαι δοκούσης, ἑσπέρας λαθὼν᾿ Αθανάσιος ἐξῆλθε τῆς πόλεως καὶ εἴς τι χωρίον
6.12.11
ἐκρύπτετο. ἀωρὶ δὲ τῆς αὐτῆς νυκτὸς ὁ ὕπαρχος Αἰγύπτου καὶ ὁ τῶν τῇδε στρατευμάτων ἡγεμὼν κατέλαβον τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ καταγώγιον εἶχε· πανταχῇ τε καὶ εἰς τὰς ὑπερῴους οἰκήσεις ἀναζητήσαντες αὐτὸν ἀπεχώρουν διαμαρτόντες τῆς βουλῆς· ᾤοντο γὰρ λοιπὸν τοῦ πλήθους ἐπιλελησμένου τῆς προτέρας κινήσεως, εἰ ἐπίθοιντο πάντων πρὸς ὕπνον τετραμμένων, ῥᾳδίως τὴν βασιλέως πρόσταξιν ἐπιτελέσειν καὶ τὴν πόλιν ἀστα
6.12.12
σίαστον φυλάξειν. θαῦμα δὲ πάντας εἰκότως εἶχεν᾿ Αθανασίου μὴ εὑρεθέντος. εἴτε γὰρ θείας δυνάμεως προειπούσης ὑπανεχώρησεν εἴτε τινῶν ἀγγειλάντων, ἀμφότερα εἰς ταὐτὸν τελεῖ. καὶ προμηθείας ἢ κατὰ ἄνθρωπον ἐδόκει εἰς ἀναγκαῖον ὧδε καιρὸν προμαθεῖν τὴν ἐπιβουλὴν καὶ φυλάξασθαι. ἕτεροι δέ φασιν, ὡς τὴν τοῦ πλήθους παράλογον κίνησιν προορῶν, δείσας τε μὴ τῶν ἐντεῦθεν συμβησομένων δεινῶν αἴτιος εἶναι δόξῃ, πάντα τοῦτον τὸν χρόνον ἐν πατρῴῳ μνήματι διέτριβεν. καὶ ὁ μὲν ὧδε διαφυγὼν ἐλάνθανεν.
6.12.13
Οὐ πολλῷ δὲ ὕστερον ἔγραψεν ὁ βασιλεὺς ἐπανελθεῖν αὐτὸν καὶ τὴν ἐκκλησίαν ἔχειν. τεκμαίρομαι δὲ Οὐάλεντα παρὰ σκοπὸν ἐπὶ ταύτην τὴν γραφὴν ἐλθεῖν, ἢ τὴν κρατοῦσαν περὶ᾿ Αθανασίου δόξαν λογιζόμενον καὶ ὅτι τούτου χάριν εἰκὸς ἦν μέμψασθαι Οὐαλεντινιανόν, ἐπειδὴ τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δόγμα ἐπρέσβευεν, ἢ τῶν ἐπαινούντων αὐτὸν πολλῶν ὄντων τὴν κίνησιν ὑφορώμενον, μή τι νεωτερίσωσιν ἐπὶ βλάβῃ τῶν κοινῶν πραγ
6.12.14
μάτων. οἶμαι δὲ ὡς εἰκὸς καὶ τοὺς προεστῶτας τῆς᾿ Αρείου αἱρέσεως μὴ λίαν ἐπιθέσθαι τῇ περὶ τούτου σπουδῇ, λογισαμένους ὡς τῆς πόλεως ἐκβληθεὶς αὖθις ἐνοχλήσει τοῖς βασιλεύουσι καὶ ἀφορμὴν ἐντεῦθεν ἕξει τῆς πρὸς αὐτοὺς ὁμιλίας καὶ μεταπείσει Οὐάλεντα, Οὐαλεντινιανὸν δὲ καὶ εἰς ὀργὴν κινήσει ὡς ὁμόφρονα. μάλιστα γὰρ περιδεεῖς ἦσαν ἐκ τῶν ἐπὶ Κων
6.12.15
σταντίου συμβάντων πεπειραμένοι τῆς αὐτοῦ ἀρετῆς. ἐπὶ τοσοῦτον γὰρ καὶ τότε τῆς τῶν ἐναντίων ἐκράτησεν ἐπιβουλῆς, ὡς ἀσμένως αὐτῷ παραχωρῆσαι τῶν ἀνὰ τὴν Αἴγυπτον ἐκκλησιῶν, καὶ ἐπὶ τούτῳ μόλις εἶξαι Κωνσταντίου γράμμασιν ἐκ τῆς᾿ Ιταλίας ἐπανελθεῖν. Τὸ μὲν οὖν αἴτιον καθότι᾿ Αθανάσιος ἐπίσης τοῖς ἄλλοις οὐκ ἀφῃρέθη
6.12.16
τῆς ἐκκλησίας, τοῦτο εἰκάζω εἶναι. τοῖς δὲ λοιποῖς μονονουχὶ διωγμὸς συνέβη῾ Ελληνικῷ παραπλήσιος· φυγαί τε γὰρ ὑπερόριοι ἐσπουδάζοντο τῶν τὰ αὐτὰ φρονεῖν ἀναινομένων, καὶ εὐκτήριοι οἶκοι τῶν μὲν ἀφῃροῦντο, τοῖς δὲ παρεδίδοντο· ἡ δὲ Αἴγυπτος τέως τούτων ἀπείρατος ἦν ἔτι᾿ Αθανασίου τῷ βίῳ περιόντος.
6.13.1
Τῷ δὲ βασιλεῖ Οὐάλεντι τὴν παρ'᾿ Ορόντῃ᾿ Αντιόχειαν καταλαβεῖν ἐδόκει. ἐχομένου δὲ αὐτοῦ τῆς ὁδοῦ τελευτᾷ τὸν βίον Εὐδόξιος, ἐπὶ ἕνδεκα ἐνιαυτοῖς κρατήσας τῶν ἐν Κωνσταντινουπόλει ἐκκλησιῶν, ἐπιτρέπεται δὲ ταύτας Δημόφιλος, χειροτονηθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν παρὰ τῶν τὰ
6.13.2
᾿ Αρείου φρονούντων. οἱ δὲ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου, νομίσαντες εἰς καιρὸν αὐτοῖς τόδε συμβεβηκέναι, ψηφίζονται Εὐάγριόν τινα ἐπισκοπεῖν αὐτῶν. χειροτονεῖ δὲ τοῦτον Εὐστάθιος, ὃς τὴν᾿ Αντιοχέων Σύρων διεῖπεν ἐκκλησίαν. μετακληθεὶς γὰρ ὑπὸ᾿ Ιοβιανοῦ ἐκ τῆς ὑπερορίας φυγῆς λάθρα τότε ἐν Κωνσταντινουπόλει διέτριβε τοὺς ὁμοδόξους αὐτῷ διδάσκων καὶ προτρέπων ἐπὶ τῆς αὐτῆς μένειν περὶ τὸ θεῖον γνώμης.
6.13.3
ἐντεῦθεν δὲ οἱ μὲν ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως πρὸς στάσιν ἀνακινηθέντες χαλεπῶς ἐδίωκον τοὺς σπουδαστὰς τῆς Εὐαγρίου χειροτονίας· ὁ δὲ βασιλεὺς ταῦτα γνοὺς ἐν Νικομηδείᾳ τέως τὴν ὁδὸν ἐπέσχεν· δείσας δὲ περὶ τῆς πόλεως, μή τι πάθοι ὑπὸ στάσεως, συνεῖδεν πέμψαι στρατιώτας εἰς Κων
6.13.4
σταντινούπολιν, οὓς ἱκανοὺς ἐνόμισεν εἰς τοῦτο. Εὐστάθιον δὲ συλληφθέντα προσέταξεν ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης διάγειν καὶ Εὐάγριον ἑτέρωθι ἀπάγεσθαι. καὶ τὰ μὲν ὧδε ἔσχε.
6.14.1
Θρασύτεροι δέ, ὡς φιλεῖ συμβαίνειν τοῖς εὐτυχοῦσι, γενόμενοι οἱ τὰ᾿ Αρείου φρονοῦντες οὐκ ἀνεκτὰ ἐπεβούλευον τοῖς ἀπὸ τῆς ἐναντίας δόξης. οἱ δὲ εἴς τε τὸ σῶμα ὑβριζόμενοι, ἄρχουσί τε καὶ δεσμωτηρίοις παραδιδόμενοι καὶ τὰς οὐσίας κατ' ὀλίγον δαπανώμενοι ταῖς ἐνθένδε συχνῶς συμβαινούσαις ζημίαις, ἔγνωσαν δεηθῆναι τοῦ βασιλέως ὅπως τινὰ τῶν δεινῶν εὕροιεν ἀπαλ
6.14.2
λαγήν. καὶ ἐκκλησιαστικοὺς ὀγδοήκοντα ἄνδρας ἐπὶ τοῦτο εἵλοντο, ὧν ἡγοῦντο Οὔρβασος καὶ Θεόδωρος καὶ Μενέδημος. ὡς δὲ εἰς Νικομήδειαν ἀφίκοντο, προσελθόντες Οὐάλεντι βιβλίον ἐπέδοσαν τὰ κατ' αὐτοὺς ἐγγράψαντες. ὁ δὲ σφόδρα θυμωθείς, ὅσον μὲν ὠργίσθη οὐκ ἐγένετο δῆλος, λάθρα δὲ τῷ ὑπάρ
6.14.3
χῳ προσέταξε συλλαβεῖν αὐτοὺς καὶ ἀνελεῖν. ὁ δὲ ὕπαρχος δείσας, μὴ στασιάσῃ τὸ πλῆθος τοσούτων εὐλαβῶν ἀνδρῶν καὶ μηδὲν ἠδικηκότων παραλόγως ἀναιρουμένων, πλάττεται καταδικάζειν αὐτῶν ὑπερορίαν φυγήν. ὡς ἐπὶ τοῦτο δὲ πέμπων αὐτοὺς εἰς πλοῖον ἐνεβίβασεν οὐκ ἀγεννῶς τάδε παθεῖν
6.14.4
ὑπομένοντας. ἐπεὶ δὲ πλέοντες κατὰ μέσον τοῦ᾿ Αστακίου καλουμένου κόλπου ἐγένοντο, οἱ μὲν ναῦται πυρὶ τὸ σκάφος ὑφάψαντες, ὡς ἦν αὐτοῖς προστεταγμένον, ἀπεχώρουν εἰς τὸ ἐφόλκιον μεταπηδήσαντες, ἡ δὲ ναῦς ὑπὸ ἐπιφόρου ἀνέμου ἐλαυνομένη ἄχρι Δακιδίζης (χωρίον δὲ τοῦτο τῆς παραλίου Βιθυνίας) διήρκεσε πρὸς τὸν ἔκπλουν· ἅμα δὲ τῇ γῇ προσέσχε καὶ διελύθη σὺν αὐτοῖς ἀνδράσι καταφλεχθεῖσα.
6.15.1
Οὐάλης δὲ καταλιπὼν τὴν Νικομήδειαν ἐπὶ τὴν᾿ Αντιόχειαν τὴν ὁδὸν ἐποιεῖτο. ἐν τούτῳ δὲ Καππαδόκαις ἐνδημήσας, ὅπερ εἰώθει ποιεῖν, ἐσπούδαζε κακοῦν τοὺς ὀρθόφρονας καὶ τὰς ἐνθάδε ἐκκλησίας παραδιδόναι τοῖς τὰ
6.15.2
᾿ Αρείου φρονοῦσι. ῥᾳδίως δὲ τοῦτο κατορθώσειν ᾤετο ἐκ τοῦ ἐκ διαφορᾶς τινος εἰς λύπην καταστῆναι Βασίλειον Εὐσεβίῳ τῷ τότε ἐπιτροπεύοντι τὴν Καισαρέων ἐκκλησίαν· διὸ καὶ πρὸς τὸν Πόντον ὑπεχώρησε καὶ τοῖς
6.15.3
ἐνθάδε φιλοσοφοῦσι μοναχοῖς συνῆν. τὸ δὲ πλῆθος καὶ μάλιστα οἱ κράτιστοι καὶ σοφώτεροι ἐν ὑπονοίᾳ τὸν Εὐσέβιον εἶχον, καὶ ὡς φυγῆς αἴτιον γενόμενον ἀνδρὸς εὐδοκιμωτάτου ἐν τῷ βιοῦν καὶ λέγειν, ἀπολιπεῖν αὐτὸν
6.15.4
ἐβουλεύοντο καὶ καθ' ἑαυτοὺς ἐκκλησιάζειν. ἀλλ' ὁ μὲν ἵνα μὴ καὶ τὸ καθ' ἑαυτὸν ἐπιτρίψῃ τὴν ἐκκλησίαν, οὐκ ἐνδεᾶ θορύβων διὰ τὰς ἐπαναστάσεις τῶν ἑτεροδόξων, ἐν τοῖς παρὰ τὸν Πόντον φροντιστηρίοις ἡσυχίαν ἦγεν. βασιλέα δὲ καὶ τοὺς ἀμφ' αὐτὸν ἐπισκόπους (ἀεὶ γὰρ αὐτῷ συνῆσαν τῆς᾿ Αρείου αἱρέσεως) προθυμοτέρους εἰς τὴν ἐπιχείρησιν ἐποίει ἡ Βασιλείου ἀπουσία καὶ τὸ περὶ Εὐσέβιον τοῦ λαοῦ μῖσος. ἀπέβη δὲ παρὰ γνώμην
6.15.5
αὐτοῖς. ἅμα γὰρ ἠγγέλθησαν ἐπὶ Καππαδόκαις ἐλαύνειν, καταλιπὼν τὸν Πόντον Βασίλειος ἐθελοντὴς εἰς Καισάρειαν ἧκε, καὶ Εὐσεβίῳ σπεισάμενος εὔνους ἦν· τῇ δὲ ἐκκλησίᾳ εἰς καιρὸν τοῖς λόγοις ἐπήμυνεν. ὁ δὲ Οὐάλης ἀποτυχὼν τῆς σπουδῆς ἄπρακτος ἅμα τοῖς σὺν αὐτῷ ἐπισκόποις ἀπεχώρησε τότε.
6.16.1
Μετὰ δὲ χρόνον πάλιν εἰς Καππαδοκίαν ἐλθὼν καταλαμβάνει Βασίλειον τὰς τῇδε ἐκκλησίας ἐπιτραπέντα μετὰ τὴν Εὐσεβίου τελευτήν. βουλευόμενος
6.16.2
δὲ καὶ αὐτὸν ἐξελάσαι οὐχ ἑκὼν ἀπέσχετο τῆς ἐπιβουλῆς. ἅμα γὰρ τῇ ἐπιχειρήσει λέγεται τῆς ἐχομένης νυκτὸς τὴν αὐτοῦ γαμετὴν περιπεσεῖν δείμασι καὶ Γαλάτην, τὸν υἱὸν ὃν μόνον εἶχε, ταχείᾳ νόσῳ ἀποθανεῖν. ἐδόκει δὲ πᾶσι τιμωρὸν γενόμενον τὸν θεὸν τῶν κατὰ Βασιλείου βεβουλευμένων, ἐπὶ κακώσει
6.16.3
τῶν τεκόντων ἀπολέσαι τὸν παῖδα. ταῦτα δὲ καὶ Οὐάλης ὑπελάμβανεν. ἀμέλει ἀποθανόντος μὲν τοῦ υἱέος οὐκέτι αὐτὸν ἠνώχλησεν, ἐν ᾧ δὲ περιῆν καὶ κακῶς ἔχων ἔμελλε τελευτᾶν, πέπομφε πρὸς αὐτὸν ἀντιβολῶν ὑπὲρ
6.16.4
τοῦ κάμνοντος εὔξασθαι. ἅμα γὰρ ἀφίκετο εἰς Καισάρειαν, μετακαλεσάμενος ὁ ὕπαρχος τὸν Βασίλειον ἐκέλευσε τὰ βασιλέως φρονεῖν· ἀπειθοῦντι δὲ ἠπείλησε θάνατον. τὸν δὲ φάναι πολλοῦ ἄξιον αὐτῷ ἔσεσθαι, καὶ μεγίστην δώσειν χάριν ὡς ἐν τάχει τουτωνὶ τῶν δεσμῶν τοῦ σώματος† λέγων†
6.16.5
αὐτὸν ἀπαλλάξειεν. ἐπεὶ δὲ τὴν τότε ἡμέραν καὶ τὴν ἑξῆς νύκτα ἐκέλευσεν αὐτὸν ὁ ὕπαρχος βουλεύσασθαι καὶ μὴ ἀπερισκέπτως εἰς προῦπτον ἅλασθαι κίνδυνον, εἰς δὲ τὴν ὑστεραίαν παρεῖναι καὶ τὴν ἑαυτοῦ γνώμην δήλην ποιεῖν, «ἐμοὶ μέν», ἔφη, «οὐ δεῖ βουλῆς· αὐτὸς γὰρ ἔσομαι καὶ τῇ ὑστεραίᾳ· κτίσμα γὰρ ὢν οὐκ ἀνέξομαι τὸν ὅμοιον προσκυνεῖν καὶ θεὸν
6.16.6
συνομολογεῖν, οὐδὲ κοινωνὸς σοί τε καὶ βασιλεῖ τῆς θρησκείας εἶναι. εἰ γὰρ καὶ λίαν ἐπίσημοι τυγχάνετε καὶ οὐκ ὀλίγης τῆς οἰκουμένης ἡγεῖσθε μοίρας, οὐ παρὰ τοῦτο ἀνθρώποις χαριστέον, ὀλιγωρῆσαι δὲ τῆς εἰς τὸ θεῖον πίστεως, ἣν οὐκ ἄν ποτε προδοίην, οὔτε δήμευσιν οὐσίας οὔτε ὑπερορίαν φυγὴν οὔτε θάνατον καταδικασθείς. ἐπεὶ καὶ τούτων οὐδέν με ἀνιᾶν δυνήσεται, εἴ γε οὐσίαν μὲν ἔχω ῥάκη τε καὶ βιβλία ὀλίγα, οἰκῶ δὲ τὴν γῆν ὡς ἀεὶ παροδεύων, σῶμα δέ μοι δι' ἀσθένειαν μετὰ τὴν πρώτην πληγὴν αἰσθήσεως καὶ βασάνων
6.16.7
κρεῖττον.» τοιαῦτα Βασιλείου παρρησιασαμένου θαυμάσας τοῦ ἀνδρὸς τὴν ἀρετὴν ὁ ὕπαρχος ἀνήγγειλε τῷ βασιλεῖ. ὁ δὲ ἐπιτελουμένης τῆς τῶν θεοφανίων ἑορτῆς σὺν τοῖς ἄρχουσι καὶ δορυφόροις εἰς τὴν ἐκκλησίαν παραγενόμενος δῶρά τε τῇ ἱερᾷ τραπέζῃ προσήνεγκε καὶ εἰς λόγους αὐτῷ ἦλθε καὶ σοφίας καὶ τοῦ περὶ τὸ ἱερᾶσθαι καὶ ἐκκλησιάζειν κόσμου τε καὶ εὐταξίας
6.16.8
ἐπῄνεσεν. ἐκράτει δὲ ὅμως οὐκ εἰς μακρὰν ἐκ διαβολῆς τῶν ἐναντίων ὑπερορίαν αὐτὸν οἰκεῖν. καὶ ἡ νὺξ παρῆν καθ' ἣν ἐδόκει τοῦτο γενέσθαι· ἐξαπίνης δὲ πυρετὸς τοῦ βασιλέως τὸν υἱὸν ἐπιλαβὼν εἰς ἀθρόαν καὶ. ρὰν νόσον κατέβαλε. καὶ ὁ πατὴρ κατὰ τοῦ ἐδάφους ἔρριπτο ἔτι ζῶντα τὸν παῖδα πενθῶν· ἀμηχανῶν δὲ καὶ πανταχόθεν σῶον αὐτὸν ἔχειν σπουδάζων ἐπιτρέπει τοῖς οἰκείοις μετακαλέσασθαι Βασίλειον εἰς ἐπίσκεψιν τοῦ κειμένου· ἔναγχος γὰρ ὑβρισμένῳ ᾐδεῖτο αὐτὸς περὶ τούτου κελεύειν. ἅμα δὲ παρῆν καὶ ὁ παῖς ῥᾷον ἔσχεν, ὡς πολλοὺς τότε ἰσχυρίζεσθαι ὡς οὐκ ἂν ἀπωλώλει, εἰ μὴ καὶ ἑτεροδόξους ἅμα Βασιλείῳ συνεκάλεσεν ὑπὲρ τοῦ
6.16.10
παιδὸς εὐξομένους. λόγος δὲ καὶ τὸν ὕπαρχον τότε νόσῳ περιπεσεῖν, ἀντιβολοῦντα δὲ καὶ παραιτούμενον αὐτὸν ὑγιᾶ γενέσθαι. ἀλλὰ ταῦτα μὲν οὐ θαυμαστὰ ἴσως δόξειεν ἐπὶ Βασιλείου σκοπούμενα, ἀνδρὸς φιλοσοφωτάτου καὶ θεοφιλοῦς ἔργοις τε καὶ λόγοις ὑπερφυῶς εὐδοκιμήσαντος.
6.17.1
Σύγχρονοι δὲ ὄντες αὐτός τε καὶ Γρηγόριος ὁμόζηλοι ταῖς ἀρεταῖς ὡς εἰπεῖν ἐγένοντο. ἄμφω μὲν γὰρ νέοι ὄντες῾ Ιμερίῳ καὶ Προαιρεσίῳ τοῖς τότε εὐδοκιμωτάτοις σοφισταῖς ἐν᾿ Αθήναις ἐφοίτησαν, μετὰ ταῦτα δὲ ἐν᾿ Αντιοχείᾳ Λιβανίῳ τῷ Σύρῳ· σοφιστεύειν δὲ ἢ δίκας ἀγορεύειν ὑπεριδόντες
6.17.2
φιλοσοφεῖν ἔγνωσαν κατὰ τὸν τῆς ἐκκλησίας νόμον. ἐπί τινα δὲ χρόνον τοῖς μαθήμασι τῶν παρ'῞ Ελλησι φιλοσόφων ἐνδιατρίψαντες καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν λόγων ἐξακριβώσαντες ἐκ τῶν᾿ Ωριγένους καὶ τῶν πρὸ αὐτοῦ καὶ μετ' ἐκεῖνον ἐν ταῖς ἑρμηνείαις τῶν ἐκκλησιαστικῶν βιβλίων εὐδοκιμησάντων, μέγα ὄφελος κατὰ τὸν παρόντα καιρὸν ἐγένοντο τοῖς ὁμο
6.17.3
δόξοις τῶν ἐν Νικαίᾳ συνεληλυθότων. ἑκάτερος γὰρ ἀνδρείως συνίστατο τούτῳ τῷ δόγματι πρὸς τοὺς τὰ᾿ Αρείου φρονοῦντας, καὶ διήλεγχεν ὡς μήτε τὰ ἄλλα ὀρθῶς φρονοῦντας μήτε τὰς᾿ Ωριγένους δόξας, αἷς μάλιστα ἐπηρεί
6.17.4
δοντο. κοινῇ δὲ συνθήκῃ ἢ κλήρῳ, ὡς πρός τινων ἐπυθόμην, τοὺς κινδύνους ἐμερίσαντο. καὶ Βασίλειος μὲν τὰς πρὸς τῷ Πόντῳ περιιὼν πόλεις συνοικίας τε μοναχῶν πολλὰς ἐκεῖσε κατεστήσατο καὶ τὰ πλήθη διδάσκων
6.17.5
ὁμοίως αὐτῷ φρονεῖν ἔπειθε. Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως μικρᾶς ἐπισκοπεῖν μετὰ τὸν αὐτοῦ πατέρα λαχὼν ἀλλαχῇ τε τούτου χάριν καὶ μάλιστα τῇ Κωνσταντινουπόλει συνεχῶς ἐνεδήμει. οὐ πολλῷ δὲ ὕστερον τοῦ τῇδε λαοῦ προστατεῖν ἐπετράπη ψήφῳ πολλῶν ἱερέων· μήτε γὰρ ἐπισκόπου μήτε ἐκκλησίας οὔσης ἐνθάδε ἐκινδύνευε μηκέτι εἶναι λοιπὸν ἐν Κωνσταντινουπόλει τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου.
6.18.1
᾿ Επεὶ δὲ εἰς᾿ Αντιόχειαν παρεγένετο ὁ βασιλεύς, παντελῶς ἐξήλασε τῶν τῇδε ἐκκλησιῶν ἀνά τε τὰς πέριξ πόλεις τοὺς ὁμοίως φρονοῦντας τοῖς ἐν Νικαίᾳ συνελθοῦσι, καὶ παντοδαπαῖς ἐπέτριβεν αὐτοὺς τιμωρίαις, ὡς καί τινας ἰσχυρίζεσθαι πολλοὺς αὐτῶν ἀνελεῖν ἄλλοις τε τρόποις καὶ εἰς τὸν
6.18.2
᾿ Ορόντην ποταμὸν ἐμβάλλεσθαι προστάξαντα. μαθὼν δὲ ἐν᾿ Εδέσσῃ εὐκτήριον ἐπιφανὲς εἶναι Θωμᾶ τοῦ ἀποστόλου ἐπώνυμον, ἦλθε τοῦτο ἱστορῆσαι. ἀφαιρεθέντων δὲ κἀνταῦθα τῶν εὐκτηρίων οἴκων θεασάμενος ἐν πεδίῳ πρὸ τοῦ ἄστεως συνηγμένους τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας λέγεται τὸν [καθόλου] ὕπαρχον λοιδορήσασθαι καὶ πὺξ κατὰ τῆς σιαγόνος πλῆξαι, ὡς παρὰ τὴν αὐτοῦ πρόσταξιν συγχωρήσαντα γενέσθαι τοιαύτας συνόδους.
6.18.3
ὁ δὲ Μόδεστος (τοῦτο γὰρ ὄνομα τῷ ὑπάρχῳ ἦν) καίπερ ἑτερόδοξος ὢν λάθρα τοῖς᾿ Εδεσσηνοῖς ἐμήνυσε φυλάξασθαι τὴν ὑστεραίαν καὶ μὴ συνελθεῖν εἰς τὸν εἰωθότα τόπον εὐξομένους· εἶναι γὰρ αὐτῷ προστεταγμένον παρὰ βασιλέως τιμωρεῖσθαι τοὺς ἁλισκομένους. καὶ ὁ μὲν ταῦτα ἠπείλει ἢ ὀλίγους ἢ μηδένα κινδυνεῦσαι προνοῶν καὶ ἑαυτὸν παραιτεῖσθαι σπουδάζων πρὸς
6.18.4
τὴν τοῦ κρατοῦντος ὀργήν. οἱ δὲ᾿ Εδεσσηνοὶ παρ' οὐδὲν ποιησάμενοι τὴν ἀπειλὴν σπουδαιότερον ἢ πρὸ τοῦ συνέρρεον ἕωθεν καὶ τὸν εἰωθότα τόπον ἐπλήρουν. ὁ δὲ Μόδεστος ἀγγελθέντος τούτου οὐκ εἶχεν ὅ τι καὶ ποιή
6.18.5
σειεν, ἀμηχανῶν δὲ τοῖς παροῦσιν ὅμως ἐπὶ τὸ πεδίον ᾔει. γυνὴ δέ τις παιδάριον ἕλκουσα καὶ τὸ φᾶρος εἰκῇ ἐπισυρομένη παρὰ τὸν πρέποντα γυναικὶ κόσμον, ὡς ἐπί τι σπουδαῖον ἐπειγομένη, τὴν ἡγουμένην τοῦ ὑπάρχου στρατιωτικὴν στίχα διέτεμεν. ἰδὼν δὲ Μόδεστος προσέταξεν αὐτὴν συλληφθῆ
6.18.6
ναι, καὶ προσκαλεσάμενος ἀπῄτει λέγειν τοῦ δρόμου τὴν αἰτίαν. τῆς δὲ εἰπούσης, ἵνα θᾶττον καταλάβοι τὸ πεδίον ἔνθα συνίασι οἱ ἀπὸ τῆς καθόλου ἐκκλησίας, «μόνη γοῦν», ἔφη Μόδεστος, «οὐκ ἔγνως αὐτίκα μέλλειν ἐκεῖσε τὸν ὕπαρχον ἰέναι καὶ οὓς ἂν εὕροι πάντας ἀναιρήσειν;» «ναίχι ἀκήκοα», φησί, «καὶ διὰ τοῦτο μάλιστα δρόμου δεῖ μοι, ἵνα μὴ τοῦ καιροῦ κατόπιν γένωμαι καὶ ἁμάρτω τῆς περὶ θεοῦ μαρτυρίας.» «ἀτὰρ τί καὶ τοῦτο τὸ παιδάριον μεθ' ἑαυτῆς ἄγεις;» ἤρετο ὁ ὕπαρχος. «ὡς ἂν καὶ αὐτός», ἔφη, «τοῦ
6.18.7
κοινοῦ πάθους μετάσχοι καὶ τῶν ἴσων ἀξιωθείη.» θαυμάσας δὲ ὁ Μόδεστος τὴν γυναῖκα τῆς ἀνδρείας ἀνέστρεψεν εἰς τὰ βασίλεια· καὶ κοινωσάμενος τῷ κρατοῦντι περὶ αὐτῆς ἔπεισε μὴ χρῆναι τὸ δόξαν ἐπιτελεῖν, αἰσχρὸν τοῦτο καὶ ἀσύμφορον ἐπιδείξας. ἡ μὲν δὴ᾿ Εδεσσηνῶν πόλις πανδημεὶ τὸν εἰρημένον τρόπον ὑπὲρ τοῦ δόγματος ὡμολόγησεν.
6.1.2
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον ἐτελεύτησεν᾿ Αθανάσιος ὁ τῆς᾿ Αλεξανδρέωνἐκκλησίας ἡγούμενος, ἀμφὶ τεσσαράκοντα καὶ ἓξ ἐνιαυτοὺς τὴν ἀρχιερωσύ
6.1.3
νην ἀνύσας. τῶν δὲ τὰ᾿ Αρείου φρονούντων ἐν τάχει τὴν αὐτοῦ τελευτὴν δηλωσάντων οὐκ εἰς μακρὰν παραγενόμενος Εὐζώιος, ὃς ἐν᾿ Αντιοχείᾳ τῆς᾿ Αρείου αἱρέσεως προΐστατο, σὺν αὐτῷ δὲ καὶ Μάγνος ὁ τῶν θησαυρῶν ταμίας παρὰ τοῦ βασιλέως ἀποσταλείς, Πέτρον μέν, ᾧ τὴν ἐπισκοπὴν ἐπέτρεψεν᾿ Αθανάσιος, συλλαβόμενοι καθεῖρξαν, Λουκίῳ δὲ τὴν᾿ Αλεξανδρέων
6.1.4
ἐκκλησίαν παρέδωκαν. ἐντεῦθεν δὲ παρὰ τοὺς ἀλλαχόσε χαλεπώτερον συνέβη διατεθῆναι τοὺς ἐν Αἰγύπτῳ· συμφοραί τε συμφοραῖς ἐπιγινόμεναι τοὺς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐπίεζον. ἅμα γὰρ τῇ᾿ Αλεξανδρέων ἐνεδήμησε
6.1.5
καὶ τὰς ἐκκλησίας κατασχεῖν ἐπεχείρησεν. ἀντιπεσόντος δὲ τοῦ πλήθους στάσεως αἰτία τοῖς κληρικοῖς ἐπλάκη καὶ ταῖς ἱεραῖς παρθένοις· ὡς πολεμίων δὲ καταδραμόντων τὴν πόλιν οἱ μὲν ἔφυγον, οἱ δὲ διωκόμενοι κατελαμβάνοντο καὶ δεσμῶται ἐφρουροῦντο· καὶ ἀπὸ τοῦ δεσμωτηρίου προαγόμενοι ἐτιμωροῦντο, οἱ μὲν ὄνυξι καὶ βοείαις αἰκιζόμενοι, οἱ δὲ ὑπὸ λαμπάσι πυρὸς φλεγόμενοι. παράδοξον δὲ ἦν ταῖς τιμωρίαις ἐπιβιῶναι, ἀποθανεῖν δὲ πρὸ τῆς τούτων πείρας ἢ ὑπερορίαν οἰκεῖν καταδικασθῆναι ζηλωτὸν ἐνομίζετο.
6.1.6
καὶ τὰ μὲν ὧδε ἐγίνετο. Πέτρος δὲ ὁ ἐπίσκοπος διαδρὰς ἀπὸ τοῦ δεσμωτηρίου, ὡς πρὸς ὁμόδοξον τὸν῾ Ρωμαίων ἐπίσκοπον νηὸς ἐπιτυχὼν ἀνέπλευσεν.
6.1.7
οἱ δὲ᾿ Αρείου καίπερ οὐ πολλοὶ ὄντες τῶν ἐκκλησιῶν ἐκράτησαν. ἐν αὐτῷ δὲ καὶ βασιλέως ἐπηκολούθησε πρόσταγμα, τῶν ὁμοδόξων τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν᾿ Αλεξανδρείας τε καὶ αὐτῆς Αἰγύπτου ἀπελαῦνον ὅσους ἐκέλευε Λούκιος· ὧδε γὰρ ἦν προστεταγμένον τῷ ἡγουμένῳ τοῦ ἔθνους. Εὐζώιος δὲ κατωρθωμένων ὧν ἐσπούδαζεν ἐπὶ τὴν᾿ Αντιόχειαν ἀνέστρεψεν. 6.. 1῾ Ο δὲ Λούκιος παραλαβὼν τὸν ἡγεμόνα τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν σὺν πλήθει ἐπεστράτευε τοῖς ἐν ταῖς ἐρήμοις μοναχοῖς. ᾤετο γὰρ ἴσως, εἰ διενοχλήσειεν αὐτοὺς ἡσυχίας ἐρῶντας, πειθηνίους ἕξειν καὶ ταύτῃ μάλιστα 6.. 2 τοὺς ἐν ταῖς πόλεσι Χριστιανοὺς πρὸς αὐτὸν μεταστήσειν· καθότι πολλοὶ καὶ θεσπέσιοι ἄνδρες προΐσταντο τότε τῶν αὐτόθι μοναστηρίων καὶ πάντες τὴν᾿ Αρείου δόξαν ἀπεστρέφοντο· τῇ δὲ μαρτυρίᾳ τούτων καὶ τὸ πλῆθος ἑπόμενον ὁμοίως ἐφρόνει, διαλέγεσθαι μὲν καὶ περὶ δογμάτων ἀδολεσχεῖν οὔτε θέλον οὔτε ἐπιστάμενον, παρ' ἐκείνοις δὲ πειθόμενον εἶναι τὴν ἀλήθειαν, 6.. 3 οἳ τοῖς ἔργοις τὴν ἀρετὴν ἐπεδείκνυντο· ὁποίους τότε τῶν Αἰγυπτίων ἀσκητῶν ἡγεμόνας γενέσθαι ἀκούομεν τοὺς δύο Μακαρίους, οὓς ἐν τοῖς πρόσθεν ἔγνωμεν, καὶ Παμβὼ καὶ῾ Ηρακλείδην καὶ λοιποὺς᾿ Αντωνίου 6.. 4 μαθητάς. λογισάμενος οὖν Λούκιος, ὡς οὐκ ἐγγενήσεται τοῖς᾿ Αρείου βεβαίως κρατῆσαι τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, εἰ μὴ τοὺς μοναχοὺς τούτους ὁμόφρονας σφίσιν ἀποδείξειεν, ἐπεχείρει βιάζεσθαι· πείθειν γὰρ 6.. 5 οὐκ ἠδύνατο. διημάρτανε δὲ καὶ οὕτως τοῦ σκοποῦ, εἰ καὶ ἀποθανεῖν δέοι, παρεσκευασμένων αὐτῶν καὶ τοὺς αὐχένας ἑτοίμως ὑποβαλλόντων τοῖς 6.. 6 ξίφεσιν, ἢ τῶν ἐν Νικαίᾳ δοξάντων ὑπεριδεῖν. λέγεται δὲ τότε προσδοκωμένων αὐτοῖς ἐπιθήσεσθαι τῶν στρατιωτῶν, διακομισθῆναί τινα πρὸς αὐτοὺς ἐκ πολλοῦ τὰ ἄρθρα ἀπεσκληκότα καὶ ἐπὶ τῶν ποδῶν στῆναι μὴ δυνάμενον. ἐπεὶ δὲ ἐλαίῳ τοῦτον ἔχρισαν, παρεκελεύσαντο ἐπ' ὀνόματι Χριστοῦ, ὃν Λούκιος διώκει, ἐξανίστασθαι καὶ οἴκαδε ἀπιέναι· ἐξαπίνης δὲ ὑγιὴς γενόμενος ὁ ἄνθρωπος ἀναφανδὸν ἀπέδειξε παραπλήσια χρῆναι δοξάζειν τούτοις, οἷς καὶ θεὸς αὐτὸς ἀλήθειαν ἐπεψηφίσατο κακηγορουμένου Λουκίου, καὶ καλούντων ἐπακούσας καὶ τὸν κάμνοντα ἰασάμενος. 6.. 7᾿ Αλλ' οὐ παρὰ τοῦτο μετεμελήθησαν οἱ τούτοις τοῖς μοναχοῖς ἐπιβουλεύοντες, εἰσότε δὴ νύκτωρ αὐτοὺς συλλαβόμενοι διήγαγον εἰς Αἰγυπτίαν τινὰ νῆσον ὑπὸ λιμνῶν κυκλουμένην. ᾤκουν δὲ ταύτην ἄνδρες ἀμύητοι τοῦ Χριστιανῶν δόγματος καὶ δεισιδαίμονες, καθότι καὶ παλαιοτάτου ναοῦ παρ' 6.. 8 αὐτοῖς ὄντος πολὺ τούτου σέβας εἶχον. ὡς δὲ κατῆραν ἐνταῦθα, φασὶν ἅμα τῇ ἐπιβάσει τῶν ἀνδρῶν δαίμονι κρατηθεῖσαν τὴν θυγατέρα τοῦ ἱερέως εἰς ἀπάντησιν αὐτοῖς ἐλθεῖν· θεούσης δὲ καὶ βοώσης τῆς κόρης καταπλαγέντες 6.. οἱ τῇδε ἄνθρωποι τῷ αἰφνιδίῳ καὶ παραδόξῳ τοῦ πράγματος εἵποντο. ὡς δὲ πρὸς τῇ νηὶ ἐγένοντο, ἣ τοὺς ἱεροὺς πρεσβύτας ἔφερε, ποτνιωμένη καὶ ἐπὶ γῆν καλινδουμένη ἱκέτευε καὶ μέγα ἀνέκραγε· «τί δὴ καὶ πρὸς ἡμᾶς ἥκετε, ὦ τοῦ μεγάλου θεοῦ θεράποντες; νησίον γὰρ τοῦτο παλαιὸν ἡμῖν ἐστιν οἰκητήριον· ὀχλοῦμεν δὲ οὐδενί· πᾶσι δὲ τοῖς ἄλλοις ἀνθρώποις ἀγνῶτες αὐτόθι λανθάνομεν ταύταις ταῖς λίμναις περικεκλεισμένοι πάντοθεν· εἰ δὲ τοῦτο φίλον ὑμῖν, δέχεσθε τὸ ἡμέτερον κτῆμα καὶ οἰκεῖον ποιήσατε· ἡμεῖς 6.. 10 δὲ ὑπείκομεν.» καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς· ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ τῶν ἀμφὶ Μακάριον ἡ παῖς ἐσωφρόνησεν· ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλε, καὶ ἀμελλητὶ καθελόντες τὸν παρ' αὐτοῖς ναὸν εἰς ἐκκλησίαν μετεσκεύασαν. 6.. 11 Ταῦτα δὲ τοῖς ἐν᾿ Αλεξανδρείᾳ ἀγγελλόμενα οὐ μετρίως ἐλύπει τὸν Λούκιον· ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλ' αὐτῷ τῷ θεῷ προφανῆ πόλεμον καταγγέλλων· αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν. 6.. 12῾ Ο μὲν οὖν Λούκιος ὧδε τὴν Αἴγυπτον ἐδόνει. ὑπὸ δὲ τοῦτον τὸν χρόνον οὐ μόνον Διδύμῳ τῷ φιλοσόφῳ κατ' ἐκεῖνο καιροῦ ἀκμάζοντι, ἀλλὰ καὶ ἄλλοις ἐλλογίμοις διέπρεπεν, ὧν εἰς τὴν ἀρετὴν ἀποβλέπουσα καὶ τῶν αὐτόθι μοναχῶν ἐναντίως εἶχε τοῖς ἀμφὶ Λούκιον. παρευδοκίμει δὲ τοὺς᾿ Αρείου πολλῷ τοῖς πλήθεσι καὶ διωκομένη ἡ κατ' Αἴγυπτον ἐκκλησία.
6.21.1
Τοῦτο δὲ τότε συνέβαινε καὶ παρὰ᾿ Οσροηνοῖς, οὐ μὴν ἀλλὰ καὶ Καππαδόκαις, οἷά γε ξυνωρίδα τινὰ θείαν καὶ λογιωτάτην λαχοῦσι Βασίλειον τὸν Καισαρείας τῆς παρ' αὐτοῖς ἐπίσκοπον καὶ Γρηγόριον τὸν Ναζιανζοῦ. Συρία δὲ καὶ τὰ πέριξ ἔθνη, καὶ μάλιστα ἡ τῶν᾿ Αντιοχέων πόλις, ἐν ἀταξίαις καὶ ταραχαῖς ἦσαν πλειόνων μὲν ὄντων τῶν τὰ᾿ Αρείου φρονούντων καὶ τὰς
6.21.2
ἐκκλησίας ἐχόντων, οὐκ ὀλίγων δὲ ὄντων οὐδὲ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, οὓς Εὐσταθιανοὺς καὶ Παυλιανοὺς ὠνόμαζον, ὧν ἡγεῖτο Παυλῖνός τε καὶ Μελέτιος, ὡς ἐν τοῖς πρόσθεν ἔγνωμεν· διὰ δὲ τούτους ἡ᾿ Αντιοχέων ἐκκλησία πᾶσα κινδυνεύσασα γενέσθαι τῆς᾿ Αρείου αἱρέσεως μόλις ὑπερέσχεν ἐναντίον τῆς βασιλέως σπουδῆς καὶ τῶν ἀμφ' αὐτὸν δυναμένων. ὡς ἔοικε γάρ, εἰ συνέβη ἀνδρείους τὰς ἐκκλησίας ἰθύνειν, οὐ μετε
6.21.3
βάλλοντο τῆς προτέρας δόξης τὰ πλήθη. ἀμέλει τοι καὶ Σκύθας λόγος διὰ τοιαύτην αἰτίαν ἐπὶ τῆς αὐτῆς μεῖναι πίστεως. τοῦτο δὲ τὸ ἔθνος πολλὰς μὲν ἔχει καὶ πόλεις καὶ κώμας καὶ φρούρια, μητρόπολις δέ ἐστι Τόμις, πόλις μεγάλη καὶ εὐδαίμων, παράλιος ἐξ εὐωνύμων εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον. εἰσέτι δὲ καὶ νῦν ἔθος παλαιὸν ἐνθάδε κρατεῖ τοῦ παντὸς ἔθνους ἕνα τὰς ἐκκλησίας ἐπισκοπεῖν. κατὰ δὴ τὸν παρόντα καιρὸν ἐπε
6.21.4
τρόπευε τούτων Βρετανίων. καὶ Οὐάλης ὁ βασιλεὺς ἧκεν εἰς Τόμιν· ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνεληλυθότων ἀπέλιπεν αὐτὸν
6.21.5
καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν, καὶ ὁ λαὸς ἐπηκολούθησε· σχεδὸν γὰρ πᾶσα ἡ πόλις συνεληλύθεσαν βασιλέα τε ὀψόμενοι καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες· ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ' αὐτὸν χαλεπῶς ἤνεγκε τὴν ὕβριν, καὶ συλληφθέντα Βρετανίωνα εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε.
6.21.6
καὶ οὐκ εἰς μακρὰν αὖθις ἐπανάγεσθαι ἐπέτρεψε. χαλεπαίνοντας γὰρ ὡς οἶμαι πρὸς τὴν φυγὴν τοῦ ἐπισκόπου ἰδὼν τοὺς Σκύθας ἐδεδίει, μή τι νεωτερίσωσιν, ἀνδρείους τε ἐπιστάμενος καὶ τῇ θέσει τῶν τόπων ἀναγκαίους τῇ῾ Ρωμαίων οἰκουμένῃ καὶ τῶν κατὰ τόδε τὸ κλίμα βαρβάρων προβεβλημένους. Βρετανίων μὲν οὖν ὧδε κρείττων ἀνεφάνη τῆς τοῦ κρατοῦντος σπουδῆς, ἀνὴρ τά τε ἄλλα ἀγαθὸς καὶ ἐπὶ βίου ἀρετῇ ἐπίσημος, ὡς καὶ αὐτοὶ
6.21.7
Σκύθαι μαρτυροῦσιν. ὡς ἐπίπαν δὲ πᾶς κλῆρος ἐπειράθη διὰ ταῦτα τῆς τοῦ βασιλέως ὀργῆς, πλὴν τῶν πρὸς ἑσπέραν τῆς ἀρχομένης ἐκκλησιῶν, καθότι τῶν ἐπέκεινα῾ Ρωμαίων ἦρχεν Οὐαλεντινιανός, ἐπαινέτης τε ὢν τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου καὶ εὐλαβῶς εἰσάγαν περὶ τὸ θεῖον ἔχων, ὡς μήτε ἐπιτάττειν τοῖς ἱερεῦσι μηδὲν μήτε ἄλλως αἱρεῖσθαι νεωτερίζειν ἐπὶ χείρονι ἢ ἀμείνονι δοκοῦντι περὶ τοὺς τῆς ἐκκλησίας θεσμούς· τάδε γὰρ κρείττω τῆς αὐτοῦ δοκιμασίας ἡγεῖτο, καίπερ βασιλεὺς ἄριστος γεγονὼς καὶ ἱκανὸς ἄρχειν διὰ τῶν πραγμάτων ἀναφανείς.
6.22.1
᾿ Εν τούτῳ δὲ πάλιν ἤδη μὲν πρότερον ἀρξαμένη, νῦν δὲ πλέον ἐπιδοῦσα ζήτησις ἦν, εἰ καὶ τὸ ἅγιον πνεῦμα πατρί τε καὶ υἱῷ ὁμοούσιον δοξάζειν προσῆκεν. ἐριστικαί τε καὶ περὶ τούτου πολλαὶ διαλέξεις οὐχ ἧττον ἢ πρό
6.22.2
τερον περὶ τοῦ θεοῦ λόγου συνέβησαν. κατὰ τοῦτο δὲ ἀλλήλοις συνεφέροντο οἵ τε ἀνόμοιον καὶ ὁμοιούσιον τὸν υἱὸν εἶναι λέγοντες· ἀμφότεροι γὰρ διακονικὸν καὶ τρίτον τῇ τάξει καὶ τῇ τιμῇ καὶ τῇ οὐσίᾳ ἀλλοῖον τὸ πνεῦμα ἰσχυρίζοντο· ὅσοι δὲ ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν ἐδόξαζον, τὰ αὐτὰ καὶ
6.22.3
περὶ τοῦ πνεύματος ἐφρόνουν. οὐκ ἀγεννῶς δὲ τούτῳ τῷ λόγῳ συνίσταντο ἐν μὲν τῇ Συρίᾳ᾿ Απολινάριος ὁ Λαοδικεύς, ἐν Αἰγύπτῳ δὲ᾿ Αθανάσιος ὁ ἐπίσκοπος, παρὰ δὲ Καππαδόκαις καὶ ταῖς παρὰ τὸν Πόντον ἐκκλη
6.22.4
σίαις Βασίλειος καὶ Γρηγόριος. ἀνακινουμένης δὲ τῆς τοιαύτης ζητήσεως καὶ ὡς εἰκὸς ταῖς φιλονικίαις ὁσημέραι πλέον ἐπιδιδούσης, μαθὼν ὁ῾ Ρώμης ἐπίσκοπος ἔγραψε ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις σὺν τοῖς ἀπὸ τῆς δύσεως ἱερεῦσι τριάδα ὁμοούσιον καὶ ὁμόδοξον πρεσβεύειν. τούτου δὲ γενομένου ὡς ἐπὶ κεκριμένοις ἅπαξ παρὰ τῆς῾ Ρωμαίων ἐκκλησίας ἡσυχίαν ἦγον ἕκαστοι, καὶ τέλος ἔχειν ἔδοξεν ἡ τοιαύτη ζήτησις.
6.23.1
Περὶ δὲ τοῦτον τὸν χρόνον Λιβερίου τελευτήσαντος ἐπιτρέπεται Δάμασος τὸν῾ Ρωμαίων θρόνον. ὑπόψηφος δὲ ὢν τῇ χειροτονίᾳ καὶ Οὐρσακῖνός τις διάκονος, ἀποτυχὼν οὐκ ἤνεγκε· λάθρα δὲ ὑπό τινων ἀσήμων ἐπισκόπων χειροτονηθεὶς διασπᾶν τὸν λαὸν ἐσπούδαζε καὶ καθ' ἑαυτὸν ἐκκλη
6.23.2
σιάζειν. μερισθέντος δὲ τοῦ πλήθους οἱ μὲν τοῦτον, οἱ δὲ Δάμασον ἐπισκοπεῖν ἠξίουν· καὶ πολλὴ τὸν δῆμον ὡς εἰκὸς ἔρις εἶχε καὶ στάσις, ὡς μέχρι τραυμάτων καὶ φόνων τὸ κακὸν προελθεῖν, εἰσότε δὴ ὁ τῆς῾ Ρώμης ὕπαρχος πολλοὺς τοῦ δήμου καὶ τοῦ κλήρου τιμωρίαις ὑποβαλὼν ἔπαυσε
6.23.3
τὴν Οὐρσακίνου ἐπιχείρησιν. δογμάτων δὲ πέρι, καθὰ πρότερον, οὔτε῾ Ρωμαῖοι διεφέροντο οὔτε ἕτεροι τῶν ἀνὰ τὴν δύσιν, ἀλλὰ πάντες τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπῄνουν καὶ τριάδα ἰσότιμόν τε καὶ ἰσοδύναμον
6.23.4
ἐδόξαζον, πλὴν τῶν ἀμφὶ τὸν Αὐξέντιον· ὃς προεστὼς τότε τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ἅμα τισὶν ἐπεχείρει νεωτερίζειν καὶ παρὰ τὴν κοινὴν συνθήκην τῶν πρὸς δύσιν ἱερέων τὸ᾿ Αρείου δόγμα κρατύνειν καὶ τὰ ἴσα φρονεῖν τοῖς ἀνόμοιον καὶ τὸ πνεῦμα δοξάζουσι κατὰ τὴν ὕστερον ἐπιγενο
6.23.5
μένην ζήτησιν. καταμηνυσάντων δὲ τῶν ἀπὸ Γαλλίας καὶ Βενετίας καὶ παρ' ἑτέρων τινῶν ταῦτα σπουδάζεσθαι παρ' αὐτοῖς, οὐ πολλῷ ὕστερον πολλῶν ἐθνῶν ἐπίσκοποι συνελθόντες εἰς῾ Ρώμην ἐψηφίσαντο τῆς αὐτῶν κοινωνίας ἀλλότριον εἶναι Αὐξέντιον καὶ τοὺς ὁμοίως αὐτῷ δοξάζοντας, βεβαίαν δὲ μένειν τὴν παραδοθεῖσαν πίστιν παρὰ τῆς ἐν Νικαίᾳ συνόδου, τῶν ἐν᾿ Αριμήνῳ δοξάντων ὑπεναντίων ταύτης ἀκύρων ὄντων, ὡς μήτε τοῦ῾ Ρωμαίων ἐπισκόπου μήτε τῶν ἄλλων συνθεμένων αὐτοῖς καὶ ὡς πολλῶν τῶν αὐτόθι συνελθόντων ἀπαρεσθέντων τοῖς τότε παρ' αὐτῶν δεδογμένοις.
6.23.6
ταῦτα δὲ οὕτως γενέσθαι καὶ δόξαι μαρτυρεῖ καὶ ἡ ἐπιστολὴ Δαμάσου τοῦ῾ Ρωμαίων ἐπισκόπου καὶ τῶν ἅμα αὐτῷ τότε συνελθόντων πρὸς τοὺς᾿ Ιλλυ- ριῶν ἐπισκόπους γραφεῖσα· ἔχει δὲ ὧδε·
6.23.7
«Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς῾ Ρωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες" 7τοῖς ἐν τῷ᾿ Ιλλυρικῷ καθεστῶσιν ἐπισκόποις, Δάμασος καὶ Οὐαλέριος καὶ" 7οἱ λοιποὶ τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.
6.23.8
" 7Πιστεύομεν τὴν ἁγίαν πίστιν ὑμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων" 7θεμελιωθεῖσαν ταύτην κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ" 7τῶν ὁρισθέντων παρὰ τῶν πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ. οὐδὲ γὰρ ἄλλως" 7ἁρμόζει διανοεῖσθαι τοὺς τοῦ θεοῦ ἱερεῖς, ὑφ' ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς 6. 23." 7παιδεύεσθαι. ἀλλὰ δι' ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν" 7ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν, ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι" 7ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι εἰκαίαις" 7ἑρμηνείαις† ἀνθίσταται†· ἀπὸ οὖν τῶν διαφόρους διδασκαλίας διανοου" 7μένων μὴ παρολισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν" 7γνώμην, ὁσάκις ἂν διαφόροις βουλαῖς περιφέρωνται. τοιγαροῦν Αὐξέντιον" 7τὸν Μεδιολάνου ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέ
6.23.10
" 7γραπται. δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ῾ Ρωμαίων κόσμῳ διδασκά" 7λους ὁμοφρονεῖν καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν· καὶ" 7γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν" 7μάλιστα, ὅπερ ἀπείη, τῶν᾿ Αρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τρια" 7κόσιοι δέκα ὀκτὼ ἐπίλεκτοι, εἰς Νίκαιαν γενομένου σκέμματος, τοῦτο τὸ" 7τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ" 7τὰ θανάσιμα φάρμακα ἀπεώσαντο, ὥστε τὸν πατέρα καὶ τὸν υἱὸν μιᾶς" 7θεότητος, μιᾶς ἀρετῆς καὶ ἑνὸς σχήματος πιστεύεσθαι· χρὴ δὲ τῆς αὐτῆς" 7ὑποστάσεως καὶ τὸ πνεῦμα τὸ ἅγιον πιστεύειν· τὸν δὲ ἄλλως φρονοῦντα
6.23.11
" 7ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἐκρίναμεν. ὅνπερ σωτηριώδη" 7ὅρον καὶ τὴν προσκυνητὴν σκέψιν τινὲς μιᾶναι ἠθέλησαν. ἀλλ' ἐν αὐτῇ" 7τῇ ἀρχῇ ἀπ' αὐτῶν τούτων, οἵτινες τοῦτο ἐν᾿ Αριμήνῳ ἀνανεώσασθαι ἢ" 7ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη, ὡς ὁμολογεῖν αὐτοὺς" 7ἑτέρᾳ τινὶ διαλέξει ὑφηρπάσθαι, ὅτι οὐκ ἐνόησαν τῇ τῶν πατέρων γνώμῃ
6.23.12
" 7τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι. οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη" 7γενέσθαι ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν᾿ Αριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε" 7μήτε τοῦ῾ Ρωμαίων ἐπισκόπου, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι," 7οὔτε Βικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν," 7οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὼς" 7προειρήκαμεν, αὐτοὶ οὗτοι, οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν," 7οὗτοι καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.
6.23.13
" 7Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν" 7Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαι" 7ότητι καθεκτέον εἶναι, καὶ μεθ' ἡμῶν τοὺς ἀνατολικούς, οἵτινες ἑαυτοὺς
6.23.14
" 7τῆς καθολικῆς εἶναι ἐπιγιγνώσκουσι, τοὺς δὲ δυτικοὺς καυχᾶσθαι. πι" 7στεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ" 7τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι αὐτῶν τὸ" 7τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας" 7ἀναπνεῦσαι. οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν
6.23.15
" 7ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται. συμφωνείτω τοίνυν" 7μετὰ πάντων τῶν τοῦ θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη," 7ἐν ᾗ ὑμᾶς παγίους καὶ βεβαίους πιστεύομεν. ὅτι δὲ οὕτως ἡμεῖς μεθ' ὑμῶν" 7πιστεύειν ὀφείλομεν, τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης ἐπιδείξασθε.»
6.24.1
Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάνοντες τοὺς παρ' αὐτοῖς νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς πίστιν, ὡς κομιδῇ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι καὶ σχεδὸν μόνους τοὺς ἀμφὶ
6.24.2
τὸν Αὐξέντιον. οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος θανάτῳ ἐκποδὼν ἐγένετο· τελευτήσαντος δὲ αὐτοῦ ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνου ἐκκλησίαν ἐπισκοπεῖν· καὶ ἡ πόλις ἐκινδύνευεν. ἕκαστοι γὰρ ἀποτυχόντες ἠπείλουν ποιεῖν ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις ταραχαῖς. δείσας δὲ τὴν τοῦ δήμου κίνησιν᾿ Αμβρόσιος ὁ τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν συνεβούλευε τοῖς πλήθεσι παύεσθαι τῆς ἔριδος,
6.24.3
νόμων ὑπομιμνήσκων ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν. οὔπω δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν ἐξαπίνης πάντες ἀφέμενοι τῆς πρὸς ἀλλήλους ὀργῆς ἐπ' αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι τὴν τῆς ἐπισκοπῆς ψῆφον, καὶ βαπτίζεσθαι παρεκελεύοντο (ἔτι γὰρ ἀμύητος ἦν)
6.24.4
καὶ τὴν ἱερωσύνην παραλαμβάνειν ἐδέοντο. ἐπεὶ δὲ ὁ μὲν παρῃτεῖτο καὶ ἀπεμάχετο καὶ ἀτεχνῶς τὸ πρᾶγμα ἀπέφευγεν, ὁ δὲ δῆμος ἐπέκειτο καὶ τῆς ἔριδος οὐκ ἄλλως ἀνήσειν ἰσχυρίζετο, μηνύεται τάδε ταῖς ἐν τοῖς βασιλείοις ἀρχαῖς. ἅμα δὲ τῇ περὶ τούτων ἀγγελίᾳ λέγεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς εὔξασθαι καὶ φάναι χάριν ὁμολογεῖν τῷ θεῷ ὡς ἱερᾶσθαι ἐπιλεγομένῳ οὓς αὐτὸς ἄρχειν προβάλλεται. μαθὼν δὲ τὴν τοῦ πλήθους ἔνστασιν καὶ τὴν᾿ Αμβροσίου παραίτησιν συνέβαλεν ἐπὶ ὁμονοίᾳ τῆς ἐν Μεδιολάνῳ ἐκκλησίας ταῦτα βραβεύειν τὸν θεόν, καὶ τὴν ταχίστην αὐτὸν χειροτονεῖσθαι
6.24.5
προσέταξεν. ἅμα δὲ ἐμυήθη καὶ τὴν ἱερωσύνην παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ τὰ θεῖα τὴν ὑπ' αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν ἐκ τῆς Αὐξεντίου προστασίας.᾿ Αλλ' οἷος μὲν᾿ Αμβρόσιος οὗτος μετὰ τὴν χειροτονίαν ἐγένετο καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν
6.24.6
λελέξεται. περὶ δὲ τοῦτον τὸν χρόνον οἱ ἀμφὶ τὴν Φρυγίαν Ναυατιανοὶ παρὰ τὸ πρότερον εἰωθὸς ἤρξαντο μετὰ τῶν᾿ Ιουδαίων τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν. Ναυάτος μὲν γάρ, ὃς ἀρχηγὸς ἐγένετο τῆς αἱρέσεως, τοὺς μεταμελομένους ἐπὶ τοῖς ἁμαρτήμασιν εἰς κοινωνίαν οὐ προσίετο καὶ τοῦτο μόνον ἐκαινοτόμει· παραπλησίως δὲ τῇ῾ Ρωμαίων ἐκκλησίᾳ μετὰ τὴν ἐαρινὴν ἰσημερίαν διετέλεσεν αὐτός τε καὶ οἱ μετ' αὐτὸν ταύτην ἄγοντες τὴν ἑορτήν,
6.24.7
εἰσότε δὴ ἐπὶ ταύτης τῆς ἡγεμονίας τινὲς τῶν ἀνὰ τὴν Φρυγίαν Ναυατιανῶν ἐπισκόπων συνελθόντες ἐν Παζουκώμῃ (χωρίον δὲ τοῦτο Φρυγῶν ὅθεν Σαγαρίου τοῦ ποταμοῦ αἱ πηγαὶ ῥέουσιν) ὡς οὐδὲ ταύτῃ κοινωνεῖν ἀξιοῦντες τοῖς ἑτέρως αὐτοῖς δοξάζουσιν ἴδιον ἔθεντο νόμον, ὥστε τὴν τῶν ἀζύμων
6.24.8
ἐπιτηρεῖν ἑορτὴν καὶ σὺν τοῖς᾿ Ιουδαίοις τὸ πάσχα ἐπιτελεῖν. οὐκ ἐκοινώνει δὲ ταύτῃ τῇ συνόδῳ οὔτε᾿ Αγέλιος ὁ τῶν ἐν Κωνσταντινουπόλει Ναυατιανῶν ἐπίσκοπος οὔτε ὁ Νικαίας ἢ ὁ Νικομηδείας ἢ ὁ Κοτυαείου (πόλις δὲ αὕτη Φρυγίας οὐκ ἄσημος), οὓς δὴ κυρίους καὶ κολοφῶνας, ὡς εἰπεῖν, οἱ Ναυατιανοὶ νομίζουσι τῶν περὶ τὴν οἰκείαν αἵρεσιν καὶ τὰς αὐτῶν. σίας πραττομένων. ἐκ ταύτης δὲ τῆς αἰτίας ὅπως καὶ οὗτοι εἰς διαφορὰν κατέστησαν καὶ σφᾶς αὐτοὺς διατεμόντες χωρὶς ἐκκλησίαζον, κατὰ καιρὸν ἐρῶ.
6.25.1
᾿ Εν τούτῳ δὲ εἰς τὸ προφανὲς προΐστατο᾿ Απολινάριος τῆς ἀπ' αὐτοῦ ὀνομαζομένης αἱρέσεως, καὶ πολλοὺς ἀποτεμὼν τῆς ἐκκλησίας καθ' ἑαυτὸν συνῆγε. συνελάβετο δὲ αὐτῷ πρὸς τὴν τοῦ οἰκείου δόγματος σύστασιν καὶ Βιτάλιος, πρεσβύτερος᾿ Αντιοχεὺς τῶν ὑπὸ Μελέτιον ἱερωμένων, ἀνὴρ εἰ καί τις ἄλλος ἐκ τοῦ βίου καὶ τῆς πολιτείας ἐπιφανὴς καὶ περὶ τοὺς ὑπ' αὐτὸν
6.25.2
ἀγομένους σπουδαῖος καὶ τούτου χάριν τῷ λαῷ σεβάσμιος. μετ' οὐ πολὺ γὰρ ἀποσχίσας ἑαυτὸν τῆς Μελετίου κοινωνίας᾿ Απολιναρίῳ προσέθετο· καὶ τῶν τὰ αὐτὰ δοξαζόντων ἐπὶ τῆς᾿ Αντιοχέων ἡγεῖτο, αἰδοῖ τῆς αὐτοῦ πολιτείας πλῆθος οὐκ ὀλίγον πειθόμενον ἔχων, οἳ καὶ ἀπ' αὐτοῦ τὴν προσηγορίαν
6.25.3
ἔλαχον, Βιταλιανοὶ παρὰ᾿ Αντιοχεῦσιν εἰσέτι νῦν ὀνομαζόμενοι. λέγεται δὲ τοῦτο παθεῖν ὑπὸ λύπης, ὡς ὑπεροφθεὶς καὶ παρὰ Φλαβιανοῦ, ὃς ὕστερον ἐπετράπη τὸν᾿ Αντιοχέων θρόνον, συμπρεσβυτέρου τότε ὄντος αὐτῷ, κωλυθεὶς συνήθως ἰδεῖν τὸν ἐπίσκοπον· παρευδοκιμεῖσθαι γὰρ νομίσας ἀνθρώπειον ὑπέστη· καὶ πρὸς᾿ Απολινάριον ἐλθὼν ἐκοινώνησε καὶ φίλον αὐτὸν
6.25.4
εἶχεν. ἐκ τούτου δὲ καὶ ἐν ἄλλαις πόλεσι χωρὶς ἐκκλησίαζον ὑπὸ ἐπισκόποις ἰδίοις, καὶ θεσμοῖς ἐχρῶντο ἀλλοτρίοις τῆς καθόλου ἐκκλησίας, παρὰ τὰς νενομισμένας ἱερὰς ᾠδὰς ἔμμετρά τινα μελύδρια ψάλλοντες παρ' αὐ
6.25.5
τοῦ᾿ Απολιναρίου ηὑρημένα. πρὸς γὰρ τῇ ἄλλῃ παιδεύσει καὶ ποιητικὸς ὢν καὶ παντοδαπῶν μέτρων εἰδήμων καὶ τοῖς ἐντεῦθεν ἡδύσμασι τοὺς πολλοὺς ἔπειθεν αὐτῷ προσέχειν· ἄνδρες τε γὰρ παρὰ τοὺς πότους καὶ ἐν ἔργοις καὶ γυναῖκες παρὰ τοὺς ἱστοὺς τὰ αὐτοῦ μέλη ἔψαλλον. σπουδῆς γὰρ καὶ ἀνέσεως καὶ ἑορτῶν καὶ τῶν ἄλλων πρὸς τὸν ἑκάστου καιρὸν εἰδύλλια αὐτῷ πεπόνητο, πάντα εἰς εὐλογίαν θεοῦ τείνοντα.
6.25.6
Μαθὼν οὖν ταύτην τὴν αἵρεσιν εἰς πολλοὺς ἕρπειν πρῶτος Δάμασος ὁ῾ Ρωμαίων ἐπίσκοπος καὶ Πέτρος ὁ᾿ Αλεξανδρείας, συνόδου γενομένης ἐν
6.25.7
῾ Ρώμῃ, ἀλλοτρίαν τῆς καθόλου ἐκκλησίας ἐψηφίσαντο. λέγεται δὲ καὶ᾿ Απολινάριος ὁμοίως ὑπὸ μικροψυχίας νεωτερίσαι περὶ τὸ δόγμα ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα γὰρ᾿ Αθανάσιος ὁ τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας μετὰ τὴν ἐπὶ Κωνσταντίου φυγὴν προσετάχθη ἐπανελθεῖν εἰς Αἴγυπτον, διοδεύοντι τὴν Λαοδίκειαν συνήθης αὐτῷ ἐγένετο καὶ εἰς τὰ μάλιστα φίλος.
6.25.8
ἀπωμότου δὲ οὔσης τῆς πρὸς αὐτὸν κοινωνίας τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ὧν ἦν καὶ Γεώργιος ὁ ἐνθάδε ἐπίσκοπος, ὑβριστικῶς ἐκβάλλεται τῆς ἐκκλησίας, ὡς παρὰ κανόνας καὶ τοὺς τῶν ἱερέων νόμους᾿ Αθανασίῳ συγγενόμενος. ἐπῃτιᾶτο δὲ αὐτὸν διὰ ταῦτα, καὶ εὐθύνας παλαιῶν ἁμαρτημάτων 6. 25. μεταμελείᾳ λελυμένων ὠνείδιζεν. ἔτι γὰρ Θεοδότου τοῦ πρὸ αὐτοῦ τὴν Λαοδικέων ἐκκλησίαν ἰθύνοντος, κατ' ἐκεῖνο καιροῦ διαπρέπων᾿ Επιφάνιος ὁ σοφιστὴς ὕμνον εἰς τὸν Διόνυσον παρῄει· διδασκάλῳ δὲ αὐτῷ χρώμενος᾿ Απολινάριος (ἔτι γὰρ νέος ἦν) παρεγένετο τῇ ἀκροάσει σὺν τῷ πατρί· ὁμώ
6.25.10
νυμος δὲ ἦν αὐτῷ, γραμματικὸς οὐκ ἄσημος. ἐπεὶ δὲ τοῦ λόγου ἀρχόμενος᾿ Επιφάνιος, ὡς ἔθος τοῖς τὰ τοιάδε ἐπιδεικνυμένοις λέγειν, τοὺς ἀμυήτους καὶ βεβήλους ἐξιέναι θύραζε ἐκέλευεν, οὔτε δὲ᾿ Απολινάριος ὁ νέος οὔτε ὁ πρεσβύτης οὔτε ἕτερός τις τῶν παρόντων Χριστιανῶν τῆς ἀκροάσεως ἀπε
6.25.11
χώρησε, μαθὼν ταῦτα Θεόδοτος ὁ ἐπίσκοπος χαλεπῶς ἤνεγκε· καὶ τοῖς μὲν ἄλλοις ἐν λαῷ τεταγμένοις μετρίως ἐγκαλέσας συγγνώμην ἔνειμεν,᾿ Απολιναρίω δὲ ἄμφω δημοσίᾳ τὴν ἁμαρτίαν ἐλέγξας τῆς ἐκκλησίας ἀφώρισεν· ἤστην γὰρ κληρικώ, ὁ μὲν πατὴρ πρεσβύτερος, ὁ δὲ παῖς ἀναγνώστης ἔτι τῶν ἱερῶν γραφῶν. χρόνου δέ τινος διαγενομένου ἐν δάκρυσι καὶ νηστείαις
6.25.12
ἐπαξίως τῆς ἁμαρτίας μεταμεληθέντας προσίεται πάλιν Θεόδοτος. ὡς δὲ τὴν αὐτὴν ἐπισκοπὴν ἔλαχε Γεώργιος καὶ ἡ πρὸς᾿ Αθανάσιον συνουσία γέγονεν᾿ Απολιναρίῳ ὡς εἴρηται, ἀκοινώνητον αὐτὸν ἀποφαίνει καὶ τῆς ἐκκλησίας ἀλλότριον. ὁ δὲ λέγεται μὲν πολλάκις αὐτοῦ δεηθῆναι τὴν κοινωνίαν
6.25.13
ἀπολαβεῖν· ὡς δὲ οὐκ ἔπειθε, λύπῃ κρατηθεὶς ἐτάραξε τὴν ἐκκλησίαν, καὶ δογμάτων καινότητι τὴν εἰρημένην αἵρεσιν εἰσήγαγεν, ᾧπερ ἠδύνατο– τέχνῃ φημὶ λόγων– τὸν ἐχθρὸν ἀμυνόμενος καὶ διελέγχων, ὡς ἐν διδασκαλίᾳ ἱερῶν δογμάτων οὐ τοιοῦτος ὢν τὸν ἀμείνω καθεῖλεν. οὕτω πῃ αἱ ἴδιαι ἔχθραι τῶν κατὰ καιρὸν κληρικῶν τὰ μέγιστα τὴν ἐκκλησίαν ἔβλαψαν καὶ
6.25.14
τὴν θρησκείαν εἰς πολλὰς αἱρέσεις κατέτεμον. τεκμήριον δὲ τοῦτο· εἰ γὰρ ὁμοίως Θεοδότῳ καὶ Γεώργιος μεταμεληθέντα᾿ Απολινάριον ἐδέξατο, οὐκ ἄν, οἶμαι, ἡ ἀπ' αὐτοῦ καλουμένη αἵρεσις ἦν. ἡ γὰρ ἀνθρωπεία φύσις ὑπερφρονουμένη μὲν ἀπαυθαδίζεται καὶ εἰς φιλονικίαν καὶ νεωτερισμοὺς καθίσταται, ἀπολαύουσα δὲ τῶν ἴσων μετριάζειν καὶ ἐπὶ τῶν αὐτῶν μένειν φιλεῖ.
6.26.1
᾿ Αμφὶ δὲ τοῦτον τὸν χρόνον καὶ Εὐνόμιος, ὃς ἀντὶ᾿ Ελευσίου τὴν ἐν Κυζίκῳ ἐκκλησίαν κατεῖχε, τῆς᾿ Αρείου αἱρέσεως προϊστάμενος ἑτέραν παρὰ ταύτην εἰσηγήσατο, ἣν οἱ μὲν ἀπ' αὐτοῦ ὀνομάζουσιν, οἱ δὲ τὴν τῶν᾿ Ανο
6.26.2
μοίων καλοῦσι. φασὶ δέ τινες πρῶτον τοῦτον Εὐνόμιον τολμῆσαι εἰσηγήσασθαι ἐν μιᾷ καταδύσει χρῆναι ἐπιτελεῖν τὴν θείαν βάπτισιν, καὶ παραχαράξαι τὴν ἀπὸ τῶν ἀποστόλων εἰσέτι νῦν ἐν πᾶσι φυλαττομένην παράδοσιν, καὶ ὡς ἐπίπαν ἑτέραν τινὰ τῆς αὐτοῦ ἐκκλησίας ἐξευρεῖν ἀγωγήν,
6.26.3
σεμνότητι καὶ ἀκριβείᾳ πλείονι τὴν καινότητα περιπέττουσαν. ἐγένετο δὲ καὶ τεχνίτης λόγων καὶ ἐριστικὸς καὶ συλλογισμοῖς χαίρων· τοιούτους δὲ τοὺς πολλοὺς τῶν τὰ αὐτοῦ φρονούντων ἔστιν ἰδεῖν. οὐ μᾶλλον γὰρ ἐπαινοῦσι βίον ἀγαθὸν ἢ τρόπον ἢ τὸν περὶ τοὺς δεομένους ἔλεον, εἰ μὴ τὰ αὐτὰ δοξάζοιεν, ὅσον εἴ τις ἐριστικῶς διαλέγοιτο καὶ κρατεῖν δοκοίη συλλο
6.26.4
γιζόμενος· ὁ τοιοῦτος γὰρ εὐσεβὴς παρὰ πάντας νομίζεται. ὡς δ' ἄλλοις δοκεῖ, τἀληθέστερον οἶμαι λέγουσιν, ὡς Θεοφρόνιος ὁ Καππαδόκης καὶ Εὐτύχιος, σπουδασταὶ ταύτης τῆς αἱρέσεως, ἀποτεμόντες σφᾶς ἐπὶ τῆς ἐχομένης βασιλείας περί τε ἄλλα τῶν Εὐνομίῳ δοξάντων καὶ περὶ τὴν θείαν βάπτισιν ἐνεωτέρισαν, οὐκ εἰς τριάδα, ἀλλ' εἰς τὸν τοῦ Χριστοῦ θάνατον
6.26.5
βαπτίζεσθαι εἰσηγησάμενοι· Εὐνόμιον μέντοι μηδὲν περὶ τούτου καινοτομῆσαι, ἀλλ' ἐξ ἀρχῆς τοῦτον τὰ᾿ Αρείου φρονῆσαι καὶ οὕτω διαμεῖναι, ἐπίσκοπον δὲ Κυζίκου γενόμενον κατηγορηθῆναι παρὰ τῶν ὑπ' αὐτὸν κλη
6.26.6
ρικῶν ὡς νεωτέρων δογμάτων εἰσηγητήν. τηνικαῦτα δὲ Εὐδόξιον τὸν ἡγούμενον ἐν Κωνσταντινουπόλει τῆς᾿ Αρείου αἱρέσεως μετακαλεσάμενον αὐτὸν ἐπιτρέψαι τῷ λαῷ προσομιλῆσαι περὶ τοῦ δόγματος· μὴ καταγνόντα δὲ μηδὲν προτρέψασθαι μὲν εἰς Κύζικον ἐπανελθεῖν, τὸν δὲ φῆσαι μὴ αἱρεῖσθαι λοιπὸν τοῖς ἐν ὑπονοίᾳ αὐτῷ γενομένοις συνεῖναι, καὶ πρόφασιν ταύ
6.26.7
την τοῦ χωρισμοῦ ποιήσασθαι, τὸ δὲ ἀληθὲς ὅτι᾿ Αέτιον τὸν αὐτοῦ διδάσκαλον οὐ προσεδέξαντο· ἐφ' ἑαυτοῦ δὲ μεῖναι μηδὲν τῆς προτέρας δόξης παραλλάξαντα. ταῦτα οἱ μὲν ὧδε, οἱ δὲ ἑτέρως λέγουσιν. ἀλλ' εἴτε Εὐνόμιος εἴτε ἄλλοι τινὲς περὶ τὴν παράδοσιν τοῦ βαπτίσματος ταῦτα ἐνεωτέρισαν, ἐμοὶ δοκεῖ μόνοι κατὰ τὸν αὐτὸν λόγον κινδυνεύουσιν ἄμοιροι τῆς θείας
6.26.8
βαπτίσεως τὸν βίον καταλιπεῖν. ἢ γὰρ κατὰ τὸ νενομισμένον ἐξ ἀρχῆς βαπτισθέντες πρότερον αὐτοὶ ἑαυτοὺς ἀναβαπτίζειν οὐκ ἠδύναντο, ἢ τὸ μὴ συμβὰν ἐπὶ αὐτῶν τὴν ἀρχὴν εἰσηγοῦντο, καὶ ὃ μήτε αὐτοὶ ἦσαν μήτε δι' ἄλλων ἐγένοντο, τοῦτο ἑτέρους ἐποίουν, καὶ ἐξ ἀνυποστάτου τινὸς ἀρχῆς καὶ ἰδίας καταλήψεως τουτὶ τὸ δόγμα συστησάμενοι, ἃ μὴ αὐτοὶ παρειλήφασιν, 6. 26. ἄλλοις παραδεδώκασιν, ὅπερ εὔηθές ἐστι. συνωμολόγηται γὰρ καὶ παρ' αὐτῶν τοὺς ἀμυήτους μὴ δύνασθαι ἄλλους βαπτίζειν· ὁ δὲ τῷ τρόπῳ τῆς αὐτῶν παραδόσεως μὴ βαπτισθεὶς ἀβάπτιστος αὐτοῖς εἶναι δοκεῖ, ὡς μὴ δεόντως μυηθείς· καὶ μαρτυροῦσιν αὐτοὶ οὓς ἂν δύνωνται πείθειν τὰ αὐτῶν φρονεῖν ἀναβαπτίζοντες, εἰ καὶ ἔφθασαν μυηθῆναι κατὰ τὴν παράδοσιν τῆς
6.26.10
καθόλου ἐκκλησίας. ἐθορύβει μὲν οὖν οὐ μετρίως καὶ ταῦτα τὴν θρησκείαν, καὶ τοῖς ἐθέλουσι χριστιανίζειν ἐμπόδιον ἐγένετο τὸ διάφορον τῶν ἐπιγενομένων δογμάτων. ἑκάστοτε γὰρ καρτεραὶ διαλέξεις ἐγίνοντο καὶ ὡς ἐν ἀρχομέναις αἱρέσεσιν ἤκμαζον, οὐ τοὺς τυχόντας σπουδῇ καὶ λόγων δυνάμει καθηγητὰς ἔχουσαι· ὡς δὲ συμβάλλειν ἔστι, μικροῦ τῆς καθόλου ἐκκλησίας εἰς τὴν αὐτῶν δόξαν τοὺς πλείους παρέσυραν, εἰ μὴ τοὺς ἀμφὶ Βασίλειον καὶ
6.26.11
Γρηγόριον τοὺς Καππαδόκας ἀντιπάλους ηὗρον. καὶ ἡ Θεοδοσίου βασιλεία οὐκ εἰς μακρὰν ἐπιγενομένη τὴν ἐπιχείρησιν ἔστησεν καὶ αὐτοὺς τοὺς ἀρχηγοὺς τῶν αἱρέσεων ἐκ τοῦ συχνοτέρου τῆς ἀρχομένης εἰς ἐρημοτέρους
6.26.12
τόπους ἐχώρισεν. ὥστε δὲ μὴ παντελῶς ἡμᾶς ἀγνοεῖν τὸ δόγμα τῆς ἑκατέρου αἱρέσεως, ἰστέον ὡς τῆς κατ' Εὐνόμιον δόξης πρῶτος᾿ Αέτιος ὁ Σύρος εὑρετὴς ἐγένετο, ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν κτιστόν τε καὶ ἐξ οὐκ
6.26.13
ὄντων γεγονέναι μετὰ῎ Αρειον ἀποφηνάμενος. καὶ οἱ τάδε φρονοῦντες᾿ Αετιανοὶ τὸ πρὶν ὠνομάζοντο. ἐπεὶ δέ, ὡς ἐν τῇ Κωνσταντίου εἴρηται βασιλείᾳ, τῶν μὲν ὁμοούσιον τῶν δὲ ὁμοιούσιον τὸν υἱὸν δοξαζόντων, ὅμοιον ἔδοξε λέγειν τοῖς τότε κρατοῦσι κατὰ τὴν ἐν᾿ Αριμήνῳ σύνοδον,᾿ Αέτιος μὲν κατ- εδικάσθη φεύγειν ὡς εἰς θεὸν βλασφημῶν, ἡ δὲ ὑπ' αὐτοῦ συστᾶσα αἵρεσις τρόπον τινὰ τὸν ἐν μέσῳ διελύθη χρόνον, οὔτε ἄλλου του τῶν ἐν λόγῳ οὔτε
6.26.14
Εὐνομίου εἰς τὸ φανερὸν ἐπὶ ταύτῃ παρρησιάζεσθαι τολμῶντος. ὡς δὲ τὴν Κυζικηνῶν ἐκκλησίαν ἀντὶ᾿ Ελευσίου παρείληφεν, οὐκέτι παντελῶς ἠρεμεῖν ἠνείχετο, καὶ ἐν πλήθει διαλεγόμενος αὖθις τὴν᾿ Αετίου δόξαν εἰς μέσον ἤγαγεν. οἷα δὲ φιλεῖ πολλάκις, ἐπιλαθόμενοι οἱ ἄνθρωποι τοῦ πρώτου ταύτην εὑρόντος τὴν αἵρεσιν, Εὐνομίῳ τοὺς ὧδε φρονοῦντας ἐπωνόμασαν, καθότι μετὰ᾿ Αέτιον τοῦτο τὸ δόγμα ἀνενέωσε καὶ τολμηρότερον ἐπεξειργάσατο τοῦ τὴν ἀρχὴν παραδόντος.
6.27.1
Εὐνόμιον μὲν οὖν τὰ αὐτὰ φρονεῖν᾿ Αετίῳ συνομολογεῖν δέον· καὶ γὰρ δὴ καὶ αὐτὸς Εὐνόμιος διδάσκαλον᾿ Αέτιον αὐχεῖ καὶ μαρτυρεῖ τοῦτο πολλάκις ἐν ἰδίοις γράμμασι παρρησιαζόμενος.᾿ Απολινάριον δὲ ἐπαιτιώμενος Γρηγόριος ὁ Ναζιανζοῦ ἐπισκοπήσας ἐν ἐπιστολῇ που τάδε γράφει πρὸς Νεκτάριον τὸν ἡγησάμενον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας·
6.27.2
«Τὸ δὲ ἐγκόλπιον ἡμῶν κακὸν Εὐνόμιος οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν" 7εἶναι, ἀλλ' εἰ μὴ πάντας τῇ ἑαυτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει." 7καὶ ταῦτα μὲν φορητά, τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς
6.27.3
" 7συμφοραῖς ἡ τῶν᾿ Απολιναριστῶν ἐστι παρρησία. οὓς οὐκ οἶδα πῶς" 7παρεῖδέ σου ἡ ὁσιότης πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως" 7ἡμῖν παρρησίαν. πάντως μὲν οὖν διὰ πάντων κατὰ θεοῦ χάριν τὰ θεῖα" 7πεπαιδευμένος μυστήρια οὐ μόνον τὴν τοῦ ὀρθοῦ λόγου συνηγορίαν ἐπίστα" 7σαι, ἀλλὰ κἀκεῖνα ὅσα παρὰ τῶν αἱρετικῶν κατὰ τῆς ὑγιαινούσης ἐπινενόη" 7ται πίστεως· πλὴν καὶ παρὰ τῆς βραχύτητος ἡμῶν οὐκ ἄκαιρον ἴσως ἀκοῦ" 7σαί σου τὴν σεμνοπρέπειαν, ὅτι μοι πυκτίον γέγονεν ἐν χερσὶ τοῦ᾿ Απολι" 7ναρίου, ἐν ᾧ τὰ κατασκευαζόμενα πᾶσαν αἱρετικὴν κακίαν παρέρχεται.
6.27.4
" 7διαβεβαιοῦται γὰρ μὴ ἐπίκτητον εἶναι τὴν σάρκα κατ' οἰκονομίαν ὑπὸ τοῦ" 7μονογενοῦς υἱοῦ προσληφθεῖσαν ἐπὶ μεταστοιχειώσει τῆς φύσεως ἡμῶν," 7ἀλλ' ἐξ ἀρχῆς ἐν τῷ υἱῷ τὴν σαρκώδη ἐκείνην φύσιν εἶναι. καὶ κακῶς" 7ἐκλαβὼν εὐαγγελικήν τινα ῥῆσιν εἰς μαρτυρίαν τῆς τοιαύτης ἀτοπίας προ" 7βάλλεται λέγων ὅτι «οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρα" 7νοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου», ὡς καὶ πρὶν κατελθεῖν αὐτὸν υἱὸν" 7ἀνθρώπου εἶναι καὶ κατελθεῖν ἰδίαν ἐπαγόμενον σάρκα ἐκείνην, ἣν ἐν οὐ
6.27.5
" 7ρανοῖς ἔχων ἐτύγχανε προαιώνιόν τινα καὶ συνουσιωμένην. λέγει γὰρ" 7πάλιν ἀποστολικήν τινα ῥῆσιν ὅτι «ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ»· εἶτα" 7κατασκευάζει τὸν ἄνθρωπον ἐκεῖνον τὸν ἄνωθεν ἥκοντα νοῦν μὴ ἔχειν, ἀλλὰ" 7τὴν θεότητα τοῦ μονογενοῦς τὴν τοῦ νοῦ φύσιν ἀναπληρώσασαν μέρος γενέ" 7σθαι τοῦ ἀνθρωπίνου συγκρίματος τὸ τριτημόριον, ψυχῆς τε καὶ σώματος" 7κατὰ τὸ ἀνθρώπινον περὶ αὐτὸν ὄντων, νοῦ δὲ μὴ ὄντος, ἀλλὰ τὸν ἐκείνου
6.27.6
" 7τόπον τοῦ θεοῦ λόγου ἀναπληροῦντος. καὶ οὔπω τοῦτο δεινόν, ἀλλὰ τὸ" 7πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων," 7τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατα" 7σκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι πάθος δέξασθαι καὶ ἐν τῇ τριημέρῳ" 7ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ" 7σώματι καὶ οὕτω παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι." 7τὰ δὲ ἄλλα ὅσα προστίθησι ταῖς τοιαύταις ἀτοπίαις, μακρὸν ἂν εἴη διεξιέ" 7ναι.»
6.27.7
Οἷα μὲν οὖν καὶ ὅπως περὶ θεοῦ δοξάζουσιν᾿ Απολινάριός τε καὶ Εὐνόμιος, ἐκ τῶν εἰρημένων ὅτῳ μέλει σκοπείτω. εἰ δὲ περὶ μάθησιν ἀκριβῆ τῶν τοιούτων πονεῖν ἔγνωκεν, ἐκ τῶν γεγραμμένων ἢ αὐτοῖς ἢ ἑτέροις περὶ αὐτῶν ἐπιζητείτω τὰ πλείω, ἐπεὶ ἐμοὶ οὔτε συνιέναι τὰ τοιαῦτα οὔτε
6.27.8
μεταφράζειν εὐπετές. ὡς ἔοικε δέ, πρὸς ταῖς εἰρημέναις αἰτίαις τὸ μὴ κρατῆσαι τάδε τὰ δόγματα καὶ εἰς πολλοὺς προελθεῖν μάλιστα τοῖς τότε μοναχοῖς λογιστέον· ἀπρὶξ γὰρ εἴχοντο τῶν ἐν Νικαίᾳ δογμάτων οἵ τε ἐν 6. 27. Συρίᾳ καὶ Καππαδοκίᾳ καὶ πέριξ τούτων φιλοσοφοῦντες. ἡ μὲν γὰρ ἕως ἀπὸ Κιλίκων ἀρξαμένη μέχρι Φοινίκων ἐκινδύνευσε γενέσθαι τῆς᾿ Απολιναρίου μερίδος, Εὐνομίου δὲ ἀπὸ Κιλίκων καὶ Ταύρου τοῦ ὄρους μέχρι τοῦ῾ Ελλησπόντου καὶ τῆς Κωνσταντινουπόλεως. ῥᾳδίως γὰρ ἑκάτερος παρ'
6.27.10
οἷς διέτριβε καὶ τοὺς πέλας τὰ αὐτοῦ φρονεῖν ἔπειθε. παραπλήσιον δέ πως τοῖς ἐπὶ᾿ Αρείου καὶ ἐπὶ τούτοις συμβέβηκε· τὸ γὰρ τῇδε πλῆθος τοὺς δηλωθέντας μοναχοὺς τῆς ἀρετῆς τῶν ἔργων ἐκθαυμάζον ὀρθῶς αὐτοὺς δοξάζειν ἐπίστευε, καὶ τοὺς ἄλλως φρονοῦντας οἷά γε μὴ καθαρεύοντας νόθων δογμάτων ἀπεστρέφοντο, ὥσπερ Αἰγύπτιοι τοῖς παρ' αὐτοῖς μοναχοῖς ἑπόμενοι ἐναντίως εἶχον πρὸς τοὺς᾿ Αρείου.
6.28.1
Εἰς καιρὸν δέ μοι δοκεῖ ἐπιμνησθέντι τῶν τότε ἐν Χριστιανισμῷ φιλοσοφούντων ὅσους ἂν δυναίμην διεξελθεῖν. πλείστη γὰρ κατ' ἐκεῖνο καιροῦ φορὰ θεοφιλῶν ἀνδρῶν ἐπήνθει. διέπρεπε δὲ κατὰ τούτους ὧν ἴσμεν ἐν Αἰγύπτῳ᾿ Ιωάννης, ᾧ τὸ μέλλον καὶ ἄλλοις ἄδηλον ὁ θεὸς ἐδήλωσεν οὐχ ἧττον ἢ τοῖς πάλαι προφήταις καὶ δῶρον ἔδωκεν ἰᾶσθαι τοὺς ἀνιάτοις πά
6.28.2
θεσι καὶ νόσοις κάμνοντας, καὶ῍ Ωρ ὃς ἐκ νέου διέτριβεν ἐν ἐρημίαις, ἀεὶ τὸ θεῖον ὑμνῶν, ἐτρέφετο δὲ βοτάναις καὶ ῥίζαις τισίν, ὕδωρ δὲ ἔπινεν εἴ πῃ ηὗρεν· ἐπεὶ δὲ γέρων ἦν, κατὰ θείαν πρόσταξιν μετοικισθεὶς εἰς Θηβαΐδα πλείστων ἡγεῖτο μοναστηρίων, οὐδ' αὐτὸς θείων πράξεων ἀμοιρῶν· μόνον γὰρ εὐχόμενος νόσους καὶ δαίμονας ἤλαυνε, καὶ γράμματα μὴ μαθὼν οὐκ ἐδεῖτο βιβλίων εἰς ἀνάμνησιν, ἀλλὰ πᾶν ὅπερ ἂν ἔλαβεν εἰς νοῦν κρεῖττον
6.28.3
λήθης ἐτύγχανε. περὶ δὲ τοῦτο τὸ κλίμα ἐφιλοσόφει καὶ᾿ Αμμὼν ὁ τῶν καλουμένων Ταβεννησιωτῶν ἡγούμενος, ἀμφὶ τρισχιλίους μαθητὰς ἔχων· καὶ Βῆνος δὲ καὶ Θεωνᾶς μοναχικῶν ἡγοῦντο ταγμάτων, ἄμφω μὲν δημιουργὼ παραδόξων πραγμάτων καὶ θείας προγνώσεως καὶ προφητείας ἔμπλεω. λέγεται δὲ Θεωνᾶν μὲν ἵστορα ὄντα τῆς Αἰγυπτίων καὶ῾ Ελλήνων καὶ῾ Ρω- μαίων παιδεύσεως, ἐπὶ τριάκοντα ἔτεσι σιωπὴν ἀσκῆσαι· Βῆνον δὲ παρ' οὐδενὸς θεαθῆναι ὀργιζόμενον, ἢ ὀμνύοντα, ἢ ψευδόμενον, ἢ εἰκαῖον ἢ θρασὺν
6.28.4
ἢ ὠλιγωρημένον εἰπόντα λόγον. περὶ τοῦτον τὸν χρόνον ἐγένετο Κόπρας τε καὶ῾ Ελλῆς καὶ᾿ Ηλίας. φασὶ δὲ Κόπρᾳ μὲν δωρηθῆναι θειόθεν ἰάσεις
6.28.5
παθῶν καὶ νοσημάτων ποικίλων, καὶ δαιμόνων κρατεῖν·῾ Ελλῆν δὲ παιδευόμενον ἐκ νέου τὴν μοναστικὴν ἀγωγὴν πλεῖστα παραδοξοποιεῖν, ὡς καὶ πῦρ ἐν τῷ κόλπῳ κομίζειν καὶ μὴ καίειν τὴν ἐσθῆτα τούτῳ τε παροτρύνειν τοὺς συμμονάζοντας, ὡς τῇ ἀγαθῇ πολιτείᾳ καὶ τῆς ἐπιδείξεως τῶν παρα
6.28.6
δόξων ἑπομένης.᾿ Ηλίας δὲ τότε μὲν οὐ πόρρω τῆς᾿ Αντινόου πόλεως ἐν τῇ ἐρήμῳ ἐφιλοσόφει, ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἄγων ἐνιαυτούς· πρὸ τούτου δὲ ἐλέγετο ἐπὶ ἑβδομήκοντα ἔτεσι μόνος ἐρημίαν οἰκῆσαι· ἐπὶ τοσοῦτον δὲ γηραλέος γεγονὼς διετέλεσε νηστεύων καὶ ἀνδρείως πολιτευόμενος.
6.28.7
ἐπὶ τούτοις καὶ᾿ Απελλῆς τηνικάδε διέπρεπε περὶ῎ Αχωριν, ἐν τοῖς κατ' Αἴγυπτον μοναστηρίοις πλεῖστα θαυματουργῶν. ὅν ποτε χαλκεύοντα (τοῦτο γὰρ ἐπετήδευε) νύκτωρ φάσμα δαίμονος ὡς γυνὴ εὐπρεπὴς εἰς σωφροσύνην ἐπείρα· ὁ δὲ σίδηρον ὃν εἰργάζετο ἐκ τοῦ πυρὸς ἐξερύσας, κατέφλεξε τοῦ δαιμονίου τὸ πρόσωπον· τὸ δὲ τετριγὸς καὶ ὀλοφυρόμενον ἀπέδρασεν.
6.28.8
᾿ Επιφανέστατοι δὲ τότε πατέρες μοναχῶν ἦσαν᾿ Ισίδωρός τε καὶ Σερα- πίων καὶ Διόσκορος. ἀλλ'᾿ Ισίδωρος μὲν πανταχόθεν περιφράξας τὸ μοναστήριον, ἐπεμελεῖτο μηδένα τῶν ἔνδον θύραζε ἐξιέναι καὶ πάντα τὰ ἐπιτήδεια 6. 28. ἔχειν· Σεραπίων δὲ περὶ τὸν᾿ Αρσενοΐτην διέτριβεν, ἀμφὶ τοὺς μυρίους ὑφ' ἑαυτὸν ἔχων· πάντας δὲ ἦγεν ἐξ οἰκείων ἱδρώτων τὰ ἐπιτήδεια πορίζεσθαι καὶ ἄλλοις δεομένοις χορηγεῖν· ὥρᾳ δὲ θέρους ἐπὶ μισθῷ ἀμῶντες, ἀρκοῦντα
6.28.10
αὐτοῖς σῖτον ἀπετίθεντο καὶ ἄλλοις μοναχοῖς μετεδίδουν. Διοσκόρῳ δὲ οὐ πλείους ἑκατὸν ἐφοίτων. πρεσβύτερος δὲ ὤν, ἐν τῷ ἱερᾶσθαι διὰ πάσης ἀκριβείας ἐχώρει βασανίζων καὶ ἐπιμελῶς ἀνακρίνων τοὺς προσιόντας τοῖς μυστηρίοις, ὥστε αὐτοὺς προκεκαθάρθαι τὸν νοῦν καὶ μὴ συνειδέναι τι
6.28.11
πεπραχέναι δεινόν. ἀκριβέστατος δὲ τότε ἐγένετο περὶ τὴν μετάδοσιν τῶν θείων μυστηρίων καὶ Εὐλόγιος πρεσβύτερος· ὅν φασιν ἱερώμενον πρόγνωσιν ἐσχηκέναι τῆς τῶν προσιόντων ἐννοίας ἐπὶ τοσοῦτον, ὡς καὶ τὰ ἡμαρτημένα σαφῶς διελέγχειν καὶ τὰ κατὰ νοῦν ἑκάστῳ κρυπτόμενα φωρᾶν· τοὺς οὖν κακῶς πεπραχότας ἢ περί τινος φαύλου βουλευσαμένους τέως εἷργε τοῦ θυσιαστηρίου, δήλην ποιήσας τὴν ἁμαρτίαν· μεταμελείᾳ δὲ καθαρθέντας πάλιν προσίετο.
6.2.2
Κατὰ τούτους δὲ καὶ᾿ Απολλὼς ἐν Θηβαΐδι διέτριβεν· ὃς ἡβᾶν ἀρχόμενος ἐφιλοσόφησεν· ἐπὶ τεσσαράκοντα δὲ ἔτη τὴν ἔρημον οἰκήσας, σπήλαιόν τι ὑπὸ τὸ ὄρος πλησίον τῆς οἰκουμένης, τοῦ θεοῦ χρήσαντος, κατέλαβεν. ὑπὸ δὲ πλήθους θαυματουργιῶν ἐν ὀλίγῳ ἐπίσημος ἐγένετο καὶ ἡγεμὼν πλείστων μοναχῶν· ἦν γὰρ καὶ ταῖς διδασκαλίαις εἰς ὠφέλειαν ἐπαγω
6.2.3
γός. ἀλλ' οἵᾳ μὲν ἀγωγῇ ἐχρῆτο καὶ ἡλίκων ἦν θείων καὶ παραδόξων πραγμάτων ποιητὴς ἱστορεῖ Τιμόθεος ὁ τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύσας, εὖ μάλα αὐτοῦ καὶ πολλῶν ὧν ἐπεμνήσθην καὶ ἄλλων εὐδοκίμων μοναχῶν τοὺς βίους διεξελθών.
6.2.4
᾿ Εν δὲ τῷ τότε πολλοὶ καλοὶ καὶ ἀγαθοὶ σπουδαίως ἐφιλοσόφουν ἀνὰ τὴν᾿ Αλεξάνδρειαν, ἀμφὶ δισχίλιοι ὄντες· ὧν οἱ μὲν ἐν τοῖς καλουμένοις ἐρημικοῖς ᾤκουν, οἱ δὲ περὶ τὸν Μαρεώτην καὶ τοὺς ἐκ γειτόνων Λίβυας.
6.2.5
ὑπερφυῶς δὲ ἐν τούτοις διέπρεπε Δωρόθεος, Θηβαῖος τὸ γένος· ᾧ βίος ἦν ἐν ἡμέρᾳ μὲν ἀπὸ τῆς πέλας θαλάσσης λίθους συλλέγειν καὶ ἔτους ἑκάστου οἰκίδιον κατασκευάζειν καὶ διδόναι τοῖς μὴ δυναμένοις ἑαυτοῖς οἰκοδομεῖν, νύκτωρ δὲ εἰς αὐτοῦ διατροφὴν ἐκ φοινίκων φύλλων σειρὰς πλέκων, σπυρίδας
6.2.6
εἰργάζετο. τροφὴ δὲ ἦν αὐτῷ ἄρτου οὐγγίαι ἓξ καὶ λεπτῶν λαχάνων δέμα, καὶ ὕδωρ ποτόν. ἐκ νέου δὲ οὕτως ἀσκήσας, οὐ διέλιπε καὶ γέρων ὤν· οὐδέποτε δὲ ἐθεάθη ἐπὶ ῥιπὸς ἢ κλίνης καθευδήσας ἢ τοὺς πόδας ἐπὶ ἀνέσει ἐκτείνας ἢ ἑκὼν ὕπνῳ ἑαυτὸν ἐκδούς, πλὴν ὅσον ἐργαζόμενος ἢ ἐσθίων, βιασθεὶς ὑπὸ τῆς φύσεως, ἔμυσε τοὺς ὀφθαλμούς, ὡς πολλάκις νυστάζοντος ἐν τῷ ἐσθίειν
6.2.7
ἐκπεσεῖν τοῦ στόματος τὴν τροφήν. ποτὲ γοῦν εἰσάγαν κρατηθεὶς τῷ ὕπνῳ, ἔλαθεν ἐπὶ τοῦ ῥιπὸς πεσών· καὶ περίλυπος ἐπὶ τούτῳ γεγονὼς ἠρέμα ἔφη· «εἰ τοὺς ἀγγέλους πείσεις καθεύδειν, πείσεις καὶ τὸν σπουδαῖον»· ὑπεδήλου δὲ ἑαυτόν, πρὸς τὸν ὕπνον ἴσως ἀποτεινόμενος ἢ τὸν δαίμονα τὸν ἐμποδὼν γενόμενον ταῖς σπουδαίαις πράξεσιν. ὧδε δὲ αὐτῷ μοχθοῦντι προσελθών τις ἔφη· «τί τὸ σῶμα τὸ σὸν ἀποκτείνεις τοσοῦτον;» «ὅτι με ἀποκτείνει» ἀπεκρίνατο.
6.2.8
Καὶ Πιάμμων δὲ καὶ᾿ Ιωάννης τηνικαῦτα περὶ Δίολκον τῆς Αἰγύπτου ἐπισημοτάτων προΐσταντο μοναστηρίων, ἐπιμελέστατά τε καὶ μάλα σεμνῶς πρεσβύτεροι ὄντες τὴν ἱερατείαν μετῄεσαν. λέγεται δέ ποτε τὸν Πιάμμωνα ἱερώμενον θεάσασθαι παρὰ τὴν ἱερὰν τράπεζαν θεῖον ἄγγελον ἑστῶτα καὶ τῶν μοναχῶν τοὺς παρόντας ἐγγράφειν βίβλῳ τινί, τοὺς δὲ ἀπόντας
6.2.9
ἀπαλείφειν·᾿ Ιωάννῃ δὲ τοσαύτην ὁ θεὸς ἐδωρήσατο δύναμιν κατὰ παθῶν καὶ νοσημάτων, ὡς πολλοὺς ἰάσασθαι ποδαλγοὺς καὶ τὰ ἄρθρα διαλελυμένους. 6. 2.᾿ Εν τούτῳ δὲ καὶ Βενιαμὶμ γηραλέος εὖ μάλα λαμπρῶς ἀνὰ τὴν Σκῆτιν ἐφιλοσόφει, δῶρον ἔχων παρὰ θεοῦ δίχα φαρμάκων ἐπαφῇ μόνῃ χειρὸς ἢ ἐλαίῳ, ᾧ ἐπηύχετο, πάσης ἀπαλλάσσειν νόσου τοὺς κάμνοντας. τὸν δὴ τοιοῦτον λόγος ὑδέρῳ περιπεσόντα τοσοῦτον οἰδῆσαι τὸ σῶμα, ὡς μὴ δυνηθῆναι διὰ τῶν θυρῶν τοῦ οἰκήματος ἐν ᾧ διῆγεν ἐκκομισθῆναι, εἰ μὴ σὺν ταῖς θύραις καὶ
6.2.11
τὰς παραστάδας καθεῖλον. ἐν δὲ τῷ νοσεῖν, ἐν κλίνῃ κεῖσθαι μὴ δυνάμενος, ἀμφὶ τοὺς ὀκτὼ μῆνας ἐπὶ δίφρου πλατυτάτου ἐκαθέζετο, συνήθως τοὺς κάμνοντας ἰώμενος, αὐτὸς μηδὲν δυσφορῶν ὅτι μὴ τῆς ἐχούσης αὐτὸν νόσου ἀπήλλαττε· μᾶλλον μὲν οὖν καὶ τοὺς ὁρῶντας παρεμυθεῖτο καὶ ἐλιπάρει τὸν θεὸν ἱκετεύειν ὑπὲρ τῆς αὐτοῦ ψυχῆς· σώματος δὲ αὐτῷ μηδὲν μέλειν· «ἐπεὶ
6.2.12
καὶ εὐεκτοῦν», ἔφη, «οὐδέν με ὤνησε, καὶ κακῶς πάσχον οὐκ ἔβλαψε.» κατ' ἐκεῖνο δὲ καιροῦ ἐν Σκήτει διέτριβε Μᾶρκός τε ὁ ἀοίδιμος καὶ Μακάριος ὁ νέος καὶ᾿ Απολλώνιος καὶ Μωσῆς ὁ Αἰθίοψ. φασὶ δὲ Μᾶρκον μὲν καὶ ἐν τῷ νέῳ τῆς ἡλικίας εἰσάγαν πρᾶον καὶ σώφρονα καὶ μνήμονα τῶν ἱερῶν γραφῶν γενέσθαι, θεοφιλῆ δὲ ἐπὶ τοσοῦτον, ὡς ἰσχυρίζεσθαι Μακάριον τὸν ἀστόν, πρεσβύτερον ὄντα τῶν Κελλίων, μηδεπώποτε παρ' αὐτοῦ λαβεῖν τοῦτον ἃ θέμις ἱερεῦσι διδόναι τοῖς μεμυημένοις παρὰ τὴν ἱερὰν τράπεζαν· ἄγγελος δὲ αὐτῷ ἐπεδίδου, οὗ τὴν χεῖρα μέχρι τοῦ καρποῦ μόνου ἔλεγε
6.2.13
θεωρεῖν. Μακαρίῳ δὲ δέδοται παρὰ θεοῦ ὑπερφρονεῖν τῶν δαιμόνων. ἐγένετο δὲ αὐτῷ τὴν ἀρχὴν πρόφασις τῆς φιλοσοφίας ἀκούσιος φόνος· ἔτι γὰρ βούπαις ὢν πρόβατα ἔνεμε παρὰ τὴν Μαρίαν λίμνην, καὶ παίζων τινὰ τῶν ὁμηλίκων ἀνεῖλε, δείσας τε δοῦναι δίκην ἔφυγεν εἰς τὴν ἐρημίαν.
6.2.14
αἴθριος δὲ ἐπὶ τρία ἔτη αὐτόθι διάγων, μετὰ ταῦτα οἰκίδιον μικρὸν ἑαυτῷ κατεσκεύασεν, ἐν ᾧ εἴκοσι καὶ πέντε ἔτη διέτριψεν. ἔλεγον δὲ οἵ γε αὐτοῦ ἀκηκόασιν ὡς πολλὴν ὡμολόγει χάριν τῇ συμφορᾷ καὶ σωτήριον ἀπεκάλει τὸν ἀκούσιον φόνον, φιλοσοφίας καὶ μακαρίου βίου αἴτιον αὐτῷ γεγενη
6.2.15
μένον.᾿ Απολλώνιος δὲ τὸν ἄλλον χρόνον ἐμπορίαν μετιών, ἤδη πρὸς γῆρας ἐλαύνων ἐπὶ τὴν Σκῆτιν ἦλθε. λογισάμενος δὲ ὡς οὔτε γράφειν οὔτε ἄλλην τινὰ τέχνην μαθεῖν οἷός τέ ἐστι διὰ τὴν ἡλικίαν, παντοδαπῶν φαρμάκων εἴδη καὶ ἐδεσμάτων ἐπιτηδείων τοῖς κάμνουσιν ἐξ οἰκείων χρημάτων ὠνούμενος, ἀνὰ ἑκάστην θύραν μοναστικὴν ἐξ ἑωθινοῦ περιῄει μέχρις ἐννάτης ὥρας, ἐφορῶν τοὺς νοσοῦντας. ἐπιτηδείαν δὲ ταύτην αὐτῷ τὴν ἄσκησιν εὑρὼν ὧδε ἐπολιτεύσατο. μέλλων δὲ τελευτᾶν, ἄλλῳ παραδοὺς ἃ εἶχεν,
6.2.16
ἐνετείλατο τὰ αὐτὰ ποιεῖν. Μωσῆς δὲ δοῦλος ὢν διὰ μοχθηρίας ἐξηλάθη τῆς οἰκίας τοῦ κεκτημένου, καὶ εἰς λῃστείαν τραπεὶς λῃστρικοῦ τάγματος ἡγεῖτο. πολλοὺς δὲ κακουργήσας καὶ πολλοὺς φόνους τολμήσας, ἐκ περιπετείας τινὸς τὸν μοναστικὸν μετῆλθε βίον καὶ ἀθρόον εἰς ἀρετὴν φιλοσο
6.2.17
φίας ἐπέδωκεν. ἔτι γοῦν ἐκ τῆς προτέρας διαίτης εὐεξίᾳ ζέων καὶ πρὸς
6.2.18
φαντασίας ἡδονῶν κινούμενος, μυρίαις ἀσκήσεσι τὸ σῶμα κατέτηξε, πῇ μὲν δίχα ὄψου ὀλίγῳ ἄρτῳ ἀρκούμενος καὶ πλεῖστον ἔργον ἀνύων καὶ πεντηκοστὸν εὐχόμενος, πῇ δὲ ἐπὶ ἓξ ἔτεσιν ὁλόκληρον ἑκάστην νύκτα ἑστὼς προσ
6.2.17
ηύχετο, μήτε γόνυ κλίνων μήτε τοὺς ὀφθαλμοὺς μύων εἰς ὕπνον. ἄλλοτε δὲ νύκτωρ περιιὼν τὰς οἰκήσεις τῶν μοναχῶν λάθρα τὴν ἑκάστου ὑδρίαν ἐπλήρου ὕδατος· ἦν δὲ τοῦτο λίαν ἐργῶδες· τῶν μὲν γὰρ σταδίοις δέκα, τῶν δὲ εἴκοσι, τῶν δὲ τριάκοντα καὶ πλέον διειστήκει ὁ τόπος ὅθεν ὑδρεύοντο. διέμεινε δὲ ἐπὶ πολὺ τὴν προτέραν ἰσχὺν ἔχων, καίπερ ταῖς πολλαῖς ἀσκήσεσι καθελεῖν ταύτην σπουδάζων καὶ τὸ σῶμα ταῖς ταλαιπωρίαις πιέζων.
6.2.18
λέγεται γοῦν ποτε λῃστὰς καταδραμόντας τὸν οἶκον, ἐν ᾧ μόνος ἐφιλοσόφει, συλλαβέσθαι πάντας καὶ δῆσαι καὶ τέσσαρας ὄντας τοῖς ὤμοις ἐπιθεῖναι καὶ εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν, καὶ τοῖς συμμονάζουσιν ἐπιτρέψαι τὰ περὶ αὐτῶν,
6.2.3
ὡς μὴ θεμιτὸν αὐτῷ ἔτι μηδένα κακῶς ποιεῖν. φασὶ γὰρ ἀπὸ κακίας εἰς ἀρετὴν μηδενὶ τοσαύτην ὑπάρξαι μεταβολήν, ὥστε ἄκρου μὲν ἐπιψαῦσαι μοναχικῆς φιλοσοφίας, ἐξαίσιον δὲ φόβον τοῖς δαίμοσιν ἐμποιῆσαι, καὶ πρεσβύτερον γενέσθαι τῶν ἐν Σκήτει μοναχῶν. ὁ μὲν οὖν τοιοῦτος ὤν, πολλοὺς ἀρίστους μαθητὰς καταλιπών, ἀμφὶ τὰ ἑβδομήκοντα καὶ πέντε ἔτη 6. 2. γεγονὼς ἐτελεύτησεν. ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἐγένετο Παῦλος καὶ Παχών, Στέφανός τε καὶ Μωσῆς, ἄμφω Λίβυες, καὶ Πίωρ ὁ Αἰγύπτιος. ᾤκει δὲ Παῦλος μὲν ἐν Φέρμῃ (ὄρος δὲ τοῦτο ἐν Σκήτει οὐ μείους πεντακοσίων ἀσκητὰς ἔχον)· εἰργάζετο δὲ οὐδὲν οὐδὲ ἐλάμβανε παρά του πλὴν
6.2.21
ὅσον ἤσθιεν. ηὔχετο δὲ μόνον, ὥσπερ φόρον τινὰ τριακοσίας εὐχὰς ἑκάστης ἡμέρας ἀποδιδοὺς τῷ θεῷ· ἵνα δὲ μὴ λαθὼν διαμάρτοι τοῦ ἀριθμοῦ, τριακοσίας ψηφῖδας τῷ κόλπῳ ἐμβάλλων, καθ' ἑκάστην εὐχὴν ψηφῖδα ἔρριπτεν· ἀναλωθέντων δὲ τῶν λίθων δῆλον ἐγίνετο καὶ τὰς ἰσαρίθμους εὐχὰς
6.2.22
τοῖς λίθοις πεπληρῶσθαι. καὶ Παχὼν δὲ τότε ἐν Σκήτει διέπρεπεν. ὃν ἐκ νέου μέχρι γήρως πολιτευσάμενον οὔτε σῶμα εὖ ἔχον οὔτε πάθος ψυχῆς οὔτε δαίμων ἄνανδρον ἐφώρασε περὶ τὴν ἐγκράτειαν, ὧν δεῖ κρατεῖν τὸν
6.2.23
φιλόσοφον. Στέφανος δὲ παρὰ τὸν Μαρεώτην τὴν οἴκησιν εἶχεν οὐκ ἄπωθεν τῆς Μαρμαρικῆς. δι' ἀκριβοῦς δὲ καὶ τελειοτάτης χωρήσας ἀσκήσεως ἐπὶ ἑξήκοντα ἔτεσιν, εὐδοκιμώτατος ἐγένετο μοναχὸς καὶ᾿ Αντωνίῳ τῷ μεγάλῳ γνώριμος. ἐγένετο δὲ πρᾶος καὶ σοφὸς εἰσάγαν καὶ ἐν ταῖς ὁμιλίαις ἡδὺς καὶ ὠφέλιμος, καὶ ἱκανὸς τὰς τῶν λυπουμένων κηλεῖν ψυχὰς καὶ ἐπὶ τὸ εὔθυμον μεταβάλλειν, εἰ καὶ ἀναγκαίαις λύπαις προκατειλημμένοι ἐτύγ
6.2.24
χανον. τοιοῦτος δὲ ἦν καὶ περὶ τὰς οἰκείας συμφοράς· ἀμέλει τοι χαλεποῦ καὶ ἀνιάτου πάθους ἐνσκήψαντος αὐτῷ, τὰ διεφθορότα μέλη τοῖς ἰατροῖς τέμνειν παραδούς, εἰργάζετο ταῖς χερσὶ φύλλα φοινίκων πλέκων, καὶ τοῖς παροῦσι συνεβούλευε μὴ δυσφορεῖν ἐπὶ τοῖς αὐτοῦ πάθεσι, μηδὲ ἄλλο τι διανοεῖσθαι πλὴν ὅτι πρὸς τέλος χρηστὸν ἃ ποιεῖ ὁ θεὸς πάντως ἐκβαίνει, καὶ αὐτῷ συνοίσειν τοιούτων πειραθῆναι παθῶν, ὑπὲρ ἁμαρτημάτων ἴσως,
6.2.25
ὧν ἕνεκεν ἄμεινον ἐνθάδε διδόναι δίκην ἢ μετὰ τὴν βιοτὴν ταύτην. Μωσῆς δὲ πραότητι καὶ ἀγάπῃ ὑπερφυῶς εὐδοκιμηκέναι παραδέδοται καὶ ἰάσεσι
6.2.26
παθῶν εὐχῇ κατορθουμέναις. ὁ δὲ Πίωρ ἐκ νέου φιλοσοφεῖν ἐγνωκώς, ἡνίκα διὰ τοῦτο τοῦ πατρῴου οἴκου ἐξῄει, συνέθετο τῷ θεῷ τοῦ λοιποῦ μηδένα τῶν οἰκείων ὄψεσθαι· μετὰ δὲ πεντήκοντα ἔτη ἐπύθετο αὐτὸν ἡ ἀδελφὴ ζῆν· ὑπὸ δὲ χαρᾶς ἀμέτρου τῆς παραδόξου μηνύσεως καταπλαγεῖσα
6.2.27
ἠρεμεῖν οὐκ ἠδύνατο εἰ μὴ θεάσοιτο τὸν ἀδελφόν. ὀλοφυρομένην δὲ καὶ ἀντιβολοῦσαν ἐν γήρᾳ ἐλεήσας ὁ παρ' αὐτοῖς ἐπίσκοπος ἔγραψε τοῖς ἡγουμένοις τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν ἐκπέμψαι τὸν Πίωρα. ἀπιέναι δὲ προσταχθείς, οὐκ ἔχων ἀντειπεῖν (οὐ γὰρ θέμις Αἰγυπτίων μοναχοῖς, οἶμαι δὲ καὶ τοῖς ἄλλοις, ἀπειθεῖν τοῖς ἐπιταττομένοις), παραλαβών τινα ἀφίκετο εἰς
6.2.28
τὴν πατρίδα· καὶ στὰς πρὸ τῆς πατρῴας οἰκίας ἐμήνυσεν ἐληλυθέναι. ἐπεὶ δὲ ψοφεῖν τὴν θύραν ᾔσθετο, μύσας τοὺς ὀφθαλμοὺς ὀνομαστὶ τὴν ἀδελφὴν προσειπών «ἐγώ εἰμι», ἔφη, «Πίωρ ὁ σὸς ἀδελφός· ἀλλ' ὅσον βούλει, κατανόει.» ἡ μὲν οὖν ἡσθεῖσα χάριν ὡμολόγησε τῷ θεῷ· ὁ δὲ παρὰ τὴν θύραν
6.2.4
εὐξάμενος ἀνέστρεψεν ἐπὶ τὴν ἔρημον εἰς τὸν τόπον ὃν ᾤκει. ἔνθα δὴ φρέαρ ὀρύξας, πικρὸν εὗρε τὸ ὕδωρ· καὶ μέχρι τελευτῆς ὑπέμεινε τούτῳ κεχρημένος. ὁ δὲ μετὰ ταῦτα χρόνος τὸ ὑπερβάλλον ἀπέδειξε τῆς αὐτοῦ ἐγκρατείας· ἐπεὶ γὰρ ἐτελεύτησε, πολλῶν σπουδασάντων ἐν τῷ αὐτῷ τόπῳ φιλοσοφεῖν, οὐδεὶς ὑπέστη. ἐγὼ δὲ ὡς ἐμαυτὸν πείθω, εἰ μὴ καὶ τούτῳ τῷ τρόπῳ φιλοσοφεῖν ἔγνωκεν, οὐ χαλεπὸν ἦν αὐτῷ εὐξαμένῳ μεταβαλεῖν τὸ ὕδωρ εἰς
6.2.30
γεῦσιν γλυκεῖαν· ὅπου γε καὶ μὴ ὂν παντάπασιν ἀναβλύσαι ἐποίησεν. ἀμέλει τοι λέγεταί ποτε φρέαρ ὀρύσσοντας τοὺς ἀμφὶ Μωσέα, μήτε τῆς προσδοκωμένης φλεβὸς μήτε πλείονος βάθους τὸ ὕδωρ ἀναδιδόντος, μέλλειν τὸ ἔργον ἀπαγορεύειν· ἐπιστάντα δὲ αὐτοῖς περὶ μέσην ἡμέραν τὸν Πίωρα καὶ πρότερον ἀσπασάμενον ὀνειδίσαι μικροψυχίαν καὶ δυσπιστίαν· κατελθόντα δὲ εἰς τὴν τάφρον εὔξασθαι καὶ ὄρυγι τρίτον πλῆξαι τὴν γῆν· παραχρῆμα δὲ ἀναβλύσαι τὸ ὕδωρ καὶ τὴν τάφρον πληρῶσαι. ἐπεὶ δὲ εὐξάμενος ἀπῄει, δεομένων τῶν ἀμφὶ Μωσέα γεύσασθαι παρ' αὐτοῖς, οὐκ ἠνέσχετο, φήσας μὴ ἐπὶ τούτῳ ἀπεστάλθαι, ἠνύσθαι δὲ ἐφ' ᾧ ἦλθεν.
6.30.1
᾿ Εν τούτῳ δὲ εἰσέτι διέπρεπον ἐν τοῖς τῆς Σκήτεως μοναστηρίοις γηραλέοι μὲν᾿ Ωριγένης ἐκ τῶν μαθητῶν᾿ Αντωνίου τοῦ μεγάλου περιλελειμμένος καὶ Δίδυμος καὶ Κρονίων ἀμφὶ τοὺς ἑκατὸν καὶ δέκα ἐνιαυτοὺς γεγονὼς καὶ ὁ μέγας᾿ Αρσίσιος καὶ Πουτουβάστης καὶ᾿ Αρσίων καὶ Σεραπίων, οἳ καὶ
6.30.2
αὐτοὶ σύγχρονοι᾿ Αντωνίου ἐγένοντο· καταγεγηρακότες δὲ ἐν τῷ φιλοσοφεῖν, προΐσταντο τότε τῶν τῇδε μοναστηρίων· τῶν δ' αὖ νέαν καὶ μέσην ἡλικίαν ἀγόντων πολλοὶ καλοί τε καὶ ἀγαθοὶ σὺν αὐτοῖς ἐγνωρίζοντο, καὶ᾿ Αμμώνιος καὶ Εὐσέβιος καὶ Διόσκορος· οὓς ἀδελφοὺς ἀλλήλοις ὄντας,
6.30.3
μακροὺς ἐκ τῆς ἡλικίας ὠνόμαζον. λέγεται δὲ τούτων᾿ Αμμώνιον εἰς ἄκρον φιλοσοφίας προελθεῖν, ἡδονῆς τε καὶ ῥᾳστώνης ἀνδρείως κρατῆσαι καὶ φιλόλογον εἰσάγαν γενέσθαι, ὡς τοὺς᾿ Ωριγένους καὶ Διδύμου καὶ τῶν ἄλλων ἐκκλησιαστικῶν λόγους διελθεῖν· ἐκ νέου δὲ μέχρι τελευτῆς πλὴν
6.30.4
ἄρτου μηδενὸς γεύσασθαι ἐν πυρὶ γενομένου. μέλλων δέ ποτε πρὸς χειροτονίαν ἐπισκοπῆς συλλαμβάνεσθαι, ὡς ἀντιβολῶν οὐκ ἔπεισεν ἀπιέναι τοὺς ἐπ' αὐτὸν ἐληλυθότας, ἀποτεμὼν τὸ οὖς «ἄπιτε», ἔφη, «λοιπὸν γὰρ οὐδὲ ἑκόντα με ὁ ἱερατικὸς νόμος συγχωρεῖ χειροτονεῖσθαι»· ἄρτιον γὰρ χρῆναι
6.30.5
τὸν ἱερέα καθίστασθαι. ἀναχωρήσαντες δέ, ἐπεὶ τάδε ἔγνωσαν᾿ Ιουδαίοις φυλακτέα, τῇ δὲ ἐκκλησίᾳ σώματος μηδὲν μέλειν, ἢν μόνον ἄρτιος ᾖ τοῖς τρόποις ὁ ἱερεύς, αὖθις ἀνέστρεφον ὡς συλληψόμενοι τὸν ἄνδρα· ὁ δὲ ἦ μὴν καὶ τὴν γλῶσσαν ἐκτεμεῖν διωμόσατο, εἰ βιάσασθαι πειραθεῖεν· δείσαντες οὖν τὴν ἀπειλὴν ὑπεχώρουν, αὐτὸς δὲ ἐντεῦθεν᾿ Αμμώνιος ὁ Παρώτης ὠνο
6.30.6
μάζετο. τῷ δὲ μετ' οὐ πολὺ ἐπὶ τῆς ἐχομένης βασιλείας συνῆν Εὐάγριος ὁ σοφός, ἐλλόγιμος ἀνήρ, νοῆσαί τε καὶ φράσαι δεινὸς καὶ ἐπήβολος διακρῖναι τοὺς πρὸς ἀρετὴν καὶ κακίαν ἄγοντας λογισμούς, καὶ ἱκανὸς ὑποθέσθαι ᾗ χρὴ τοὺς μὲν ἐπιτηδεύειν, τοὺς δὲ φυλάξασθαι. ἀλλ' οἷος μὲν
6.30.7
περὶ λόγους ἦν, ἐπιδείξουσιν αἱ γραφαὶ ἃς καταλέλοιπεν· ἐλέγετο δὲ τὸ ἦθος μέτριος εἶναι, τύφου τε καὶ ὑπεροψίας τοσοῦτον κρατεῖν, ὡς μήτε δικαίως ἐπαινούμενος ὀγκοῦσθαι τοῖς κρότοις μήτε ἀδίκως λοιδορούμενος
6.30.8
ἀγανακτεῖν ἐπὶ ταῖς ὕβρεσιν. ἐγένετο δὲ τῷ μὲν γένει᾿ Ιβήρων πόλεως πρὸς τῷ καλουμένῳ Εὐξείνῳ πόντῳ· ἐφιλοσόφησε δὲ καὶ ἐπαιδεύθη ὑπὸ Γρηγορίῳ τῷ ἐπισκόπῳ Ναζιανζοῦ τοὺς ἱεροὺς λόγους· ἡνίκα δὲ ἐπετρόπευε 6. 30. τὴν ἐν Κωνσταντινουπόλει ἐκκλησίαν, ἀρχιδιάκονον αὐτὸν εἶχεν. ἀστεῖον δὲ ὄντα τῇ ὄψει καὶ περὶ τὴν ἐσθῆτα φιλόκαλον, μαθών τις τῶν ἐν τέλει ζηλότυπος γνώριμον εἶναι τῇ γαμετῇ, θάνατον αὐτῷ ἐμηχανᾶτο· εἰς ἔργον δὲ προβήσεσθαι μελλούσης τῆς ἐπιβουλῆς, καθεύδοντι αὐτῷ φοβεράν τινα καὶ σωτήριον ὀνείρατος ὄψιν ἐπιπέμπει τὸ θεῖον· ἔδοξε γὰρ ὡς ἐπὶ ἐγκλήματι
6.30.10
συλληφθεὶς σιδήρῳ δεδέσθαι πόδας καὶ χεῖρας. μέλλοντί τε αὐτῷ εἰς δικαστήριον ἄγεσθαι καὶ τιμωρίαν ὑπέχειν προσελθών τις ἐπέδειξε τὴν ἱερὰν τῶν εὐαγγελίων βίβλον· καὶ ὑπισχνεῖτο, εἰ τῆς πόλεως ἐξέλθοι, τῶν δεσμῶν
6.30.11
αὐτὸν ἀπαλλάξαι, καὶ ὅτι τοῦτο ποιήσει, ὅρκον ἀπῄτει. ὁ δὲ τῆς βίβλου ἐφαψάμενος ἦ μὴν ὧδε πράξειν ἐπωμόσατο· διαφεθείς τε τῶν δεσμῶν αὐτίκα ἐξηγέρθη, καὶ τῷ θείῳ ὀνείρῳ πεισθεὶς διέφυγε τὸν κίνδυνον· εἰς νοῦν τε λαβὼν χρῆναι μετιέναι τὸν ἀσκητικὸν βίον, ἐξεδήμησεν ἐκ Κωνσταντινουπόλεως εἰς῾ Ιεροσόλυμα, καὶ μετὰ χρόνον τινὰ παραγενόμενος ἐπὶ θέαν τῶν ἐν Σκήτει φιλοσοφούντων, ἠσμένισε τὴν ἐνθάδε διατριβήν.
6.31.1
Καλοῦσι δὲ τὸν χῶρον τοῦτον Νιτρίαν, καθότι κώμη τίς ἐστιν ὅμορος ἐν ᾗ τὸ νίτρον συλλέγουσιν. οὐ τὸ τυχὸν δὲ πλῆθος ἐνταῦθα ἐφιλοσόφει, καὶ μοναστήρια ἦν ἀμφὶ πεντήκοντα ἀλλήλοις ἐχόμενα, τὰ μὲν συνοικιῶν, τὰ
6.31.2
δὲ καθ' ἑαυτοὺς οἰκούντων. ἐντεῦθεν δὲ ὡς ἐπὶ τὴν ἔνδον ἔρημον ἕτερός ἐστι τόπος σχεδὸν ἑβδομήκοντα σταδίοις διεστώς, ὄνομα Κελλία· ἐν τούτῳ δὲ σποράδην ἐστὶ μοναχικὰ οἰκήματα πολλά, καθὸ καὶ τοιαύτης ἔλαχε προσηγορίας· κεχώρισται δὲ τοσοῦτον ἀλλήλων, ὡς τοὺς αὐτόθι κατοικοῦντας
6.31.3
σφᾶς αὐτοὺς μὴ καθορᾶν ἢ ἐπαΐειν. συνίασι δὲ πάντες εἰς ταὐτὸν καὶ ἅμα ἐκκλησιάζουσι τῇ πρώτῃ καὶ τῇ τελευταίᾳ ἡμέρᾳ τῆς ἑβδομάδος. ἢν δέ τις μὴ παραγένηται, δῆλός ἐστιν ἄκων ἀπολειφθεὶς ἢ πάθει τινὶ ἢ νόσῳ πεπεδημένος· καὶ ἐπὶ θέαν αὐτοῦ καὶ θεραπείαν οὐκ εὐθὺς πάντες ἀπίασιν, ἀλλ' ἐν διαφόροις καιροῖς ἕκαστος ἐπιφερόμενος ὅπερ ἂν ἔχῃ πρὸς νόσον
6.31.4
ἁρμόδιον. ἐκτὸς δὲ τοιαύτης αἰτίας οὐχ ὁμιλοῦσιν ἀλλήλοις, εἰ μὴ λόγων ἕνεκεν εἰς γνῶσιν θεοῦ τεινόντων ἢ ὠφέλειαν ψυχῆς ἔλθοι τις μαθησόμενος παρὰ τὸν φράσαι δυνάμενον. οἰκοῦσι δὲ ἐν τοῖς Κελλίοις ὅσοι τῆς φιλοσοφίας εἰς ἄκρον ἐληλύθασι καὶ σφᾶς ἄγειν δύνανται καὶ μόνοι διατρίβειν δι'
6.31.5
ἡσυχίαν χωρισθέντες τῶν ἄλλων. τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ περὶ Σκήτεως εἰρήσθω καὶ τῶν ἐνθάδε φιλοσοφούντων· εἰ γὰρ τὸ καθέκαστον τῆς αὐτῶν ἀγωγῆς διεξελθεῖν πειραθείην, μηκυνομένην ἴσως τὴν γραφὴν μωμήσαιτό τις. ἰδίαν γὰρ συστησάμενοι πολιτείαν, ἔργα καὶ ἤθη καὶ γυμνάσια καὶ
6.31.6
δίαιταν καὶ καιρὸν ἑκάστῃ ἡλικίᾳ κατὰ τὸ εἰκὸς διένειμαν. καὶ῾ Ρινοκόρουρα δὲ οὐκ ἐπεισάκτοις ἀλλ' οἴκοθεν ἀνδράσιν ἀγαθοῖς ἐξ ἐκείνου διέπρεπεν· ὧν δὲ ἐνθάδε φιλοσοφεῖν ἐπυθόμην, ἀρίστους ἔγνων τόν τε Μέλανα τὸν κατ' ἐκεῖνο καιροῦ τὴν ἐκκλησίαν ἐπιτροπεύοντα, καὶ Διονύσιον ὃς πρὸς βορέαν τῆς πόλεως ἐν ἐρημίᾳ τὸ φροντιστήριον εἶχε, καὶ Σολομῶνα τὸν
6.31.7
Μέλανος ἀδελφὸν καὶ τῆς ἐπισκοπῆς διάδοχον. λέγεται δέ, ἡνίκα προστέτακτο τοὺς κατὰ πόλιν ἱερέας ἐναντίως᾿ Αρείῳ φρονοῦντας ἀπελαύνεσθαι, καταλαβεῖν Μέλανα τοὺς ἐπ' αὐτὸν ἐλθόντας τοὺς λύχνους τῆς ἐκκλησίας παρασκευαζόμενον, οἷά γε ὑπηρέτην ἔσχατον, ἐπὶ ῥυπῶντι ἱματίῳ ὑπὸ τοῦ
6.31.8
ἐλαίου τὴν ζώνην ἔχοντα καὶ τὰς θρυαλλίδας ἐπιφερόμενον. ἐρωτηθέντα δὲ περὶ τοῦ ἐπισκόπου εἰπεῖν ὡς «ἐνθάδε ἐστί, καὶ μηνύσω τοῦτον»· αὐτίκα δὲ τοὺς ἄνδρας οἷά γε ἐξ ὁδοῦ κεκμηκότας εἰς τὸ ἐπισκοπικὸν καταγώγιον 6. 31. ὁδηγῆσαι, καὶ τράπεζαν παραθεῖναι, καὶ ἐκ τῶν ὄντων ἑστιᾶσαι· μετὰ δὲ τὴν ἑστίασιν νιψάμενον τὰς χεῖρας (διηκονεῖτο γὰρ τοῖς ἑστιωμένοις) ἑαυτὸν προσαγγεῖλαι· τοὺς δὲ τὸν ἄνδρα θαυμάσαντας ὁμολογῆσαι μὲν ἐφ' ᾧ ἐληλύθεισαν, αἰδοῖ δὲ τῇ πρὸς αὐτὸν ἐξουσίαν δοῦναι φυγῆς· τὸν δὲ φάναι ὡς «οὐκ ἂν προοίμην ταὐτὰ τοῖς ὁμοδόξοις ἱερεῦσιν μὴ ὑπομεῖναι», ἀλλ' ἑκοντὶ ἑλέσθαι εἰς τὴν ὑπερορίαν ἐλθεῖν. πᾶσαν δέ, οἷά γε ἐκ νέου
6.31.10
φιλοσοφήσας, μοναχικὴν ἀρετὴν ἐξησκεῖτο. ὁ δὲ Σολομὼν ἀπὸ ἐμπόρου εἰς μοναχὸν μεταβαλών, οὐδὲ αὐτὸς ὀλίγον ἀπώνατο τῆς ἔνθεν ὠφελείας· ὑπὸ διδασκάλῳ γὰρ τῷ ἀδελφῷ καὶ τοῖς τῇδε φιλοσοφοῦσιν ἐπιμελῶς παιδευθεὶς καὶ περὶ τὸ θεῖον ὅτι μάλιστα προθύμως ἐσπούδαζε καὶ πρὸς
6.31.11
τοὺς πέλας ἀγαθὸς ἐτύγχανεν. ἡ μὲν῾ Ρινοκορούρων ἐκκλησία τοιούτων ἐξ ἀρχῆς ἡγεμόνων ἐπιτυχοῦσα οὐ διέλιπεν ἐξ ἐκείνου μέχρι καὶ εἰς ἡμᾶς καὶ εἰσέτι νῦν τοῖς ἐκείνων χρωμένη θεσμοῖς καὶ ἀγαθοὺς ἄνδρας φέρουσα· κοινὴ δέ ἐστι τοῖς αὐτόθι κληρικοῖς οἴκησίς τε καὶ τράπεζα καὶ τἆλλα πάντα.
6.32.1
Οὐ μὴν ἀλλὰ καὶ Παλαιστίνη μοναχῶν ἀνδρῶν διατριβαῖς ἤνθει. οἵ τε γὰρ πλείους ὧν ἐν τῇ Κωνσταντίου βασιλείᾳ ἀπηριθμησάμην, ἔτι περιῆσαν ταύτην τὴν ἐπιστήμην σεμνύνοντες, οἱ δὲ ταῖς αὐτῶν συνουσίαις εἰς ἄκρον ἀρετῆς ἐπέδοσαν καὶ εἰς εὔκλειαν μείζονα τοῖς ἐνθάδε φροντιστηρίοις
6.32.2
προσετέθησαν. ὧν ἦν῾ Ησυχᾶς ὁ῾ Ιλαρίωνος ἑταῖρος καὶ᾿ Επιφάνιος ὁὕστερον Σαλαμῖνος τῆς Κύπρου γενόμενος ἐπίσκοπος. ἐφιλοσόφησε δὲ
6.32.3
῾ Ησυχᾶς μὲν οὗ καὶ ὁ διδάσκαλος,᾿ Επιφάνιος δὲ ἀμφὶ Βησανδούκην κώμην ὅθεν ἦν, νομοῦ᾿ Ελευθεροπόλεως. ἐκ νέου δὲ ὑπὸ μοναχοῖς ἀρίστοις παιδευθεὶς καὶ τούτου χάριν ἐν Αἰγύπτῳ πλεῖστον διατρίψας χρόνον, ἐπισημότατος ἐπὶ μοναστικῇ φιλοσοφίᾳ γέγονε παρά τε Αἰγυπτίοις καὶ Παλαιστίνοις, μετὰ δὲ ταῦτα καὶ Κυπρίοις, παρ' οἷς ᾑρέθη τῆς μητροπόλεως
6.32.4
τῆς νήσου ἐπισκοπεῖν. ὅθεν οἶμαι μᾶλλον κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν ὑφ' ἥλιον ἀοιδιμώτατός ἐστιν. ὡς ἐν ὁμίλῳ γὰρ καὶ πόλει μεγάλῃ τε καὶ παράλῳ ἱερωμένος καὶ μεθ' ὅσης ἀρετῆς εἶχε πολιτικοῖς ἐμβαλὼν πράγμασιν, ἀστοῖς καὶ ξένοις παντοδαποῖς γνώριμος ἐν ὀλίγῳ ἐγένετο, τοῖς μὲν θεασαμένοις καὶ πεῖραν λαβοῦσι τῆς αὐτοῦ πολιτείας, τοῖς δὲ παρὰ τούτων
6.32.5
πυθομένοις. πρὸ δὲ τῆς εἰς Κύπρον ἀποδημίας ἔτι ἐν Παλαιστίνῃ διέτριβεν ἐπὶ τῆς παρούσης ἡγεμονίας, ἡνίκα δὴ ἐν τοῖς τῇδε φροντιστηρίοις εὖ μάλα διέπρεπον Σαλαμάνης τε καὶ Φούσκων καὶ Μαλαχίων καὶ Κρισπίων ἀδελφοί· ἐφιλοσόφουν δὲ ἀμφὶ Βηθελέαν κώμην τοῦ νομοῦ Γάζης. καὶ γὰρ δὴ
6.32.6
καὶ εὐπατρίδαι τῶν ἔνθεν ἦσαν. διδασκάλου δὲ ταύτης τῆς φιλοσοφίας ἔτυχον῾ Ιλαρίωνος, ἀφ' οὗ λέγεταί ποτε τούτων ἅμα οἴκοι ἀπιόντων ἐκ μέσου ἁρπαγῆναί πως τὸν Μαλαχίωνα καὶ ἀφανῆ γενέσθαι, ἐξαπίνης τε πάλιν ἀναφανῆναι, τὴν αὐτὴν ὁδὸν συμβαδίζοντα τοῖς ἀδελφοῖς, μετ' οὐ πολὺ δὲ ἀποβιῶναι, νέον μὲν ἔτι ὄντα, τῶν γεγηρακότων δὲ ἐν φιλοσοφίᾳ
6.32.7
κατ' ἀρετὴν βίου καὶ θεοφίλειαν οὐ λειπόμενον. καὶ᾿ Αμμώνιος δὲ ὡσεὶ δέκα σταδίοις τούτων διεστὼς ᾤκει ἀμφὶ Χαφαρχόνβραν, κώμην Γαζαίαν ἀφ' ἧς τὸ γένος εἶχεν, ἀνὴρ ἀκριβῶς ὅτι μάλιστα καὶ ἀνδρείως ἐν τῇ ἀσκήσει
6.32.8
διαγενόμενος. Σιλβανὸς δέ, ὃν διὰ τὴν ἄγαν ἀρετὴν ὑπὸ ἀγγέλων ὑπη
6.32.9
ρετούμενον θεαθῆναι λόγος, Παλαιστῖνος ὢν ἔτι οἶμαι κατὰ τὴν Αἴγυπτον ἐφιλοσόφει τότε· ὕστερον δὲ ἐν τῷ Σιναίῳ ὄρει ὀλίγον διατρίψας, μετὰ τοῦτο τὴν ἐν Γεράροις ἐν τῷ χειμάρρῳ μεγίστην τε καὶ ἐπισημοτάτην πλείστων ἀγαθῶν ἀνδρῶν συνοικίαν συνεστήσατο· ἧς μετ' αὐτὸν ἡγήσατο Ζαχαρίας ὁ θεσπέσιος.
6.33.1
᾿ Εντεῦθεν δὲ ἐπὶ Συρίαν καὶ Πέρσας τοὺς Σύρων ὁμόρους ἰτέον· οἳ δὴ πρὸς πλῆθος ἐπέδωκαν, τοῖς ἐν Αἰγύπτῳ φιλοσοφοῦσιν ἁμιλλώμενοι. διέπρεπον δὲ ὅτι μάλιστα τότε παρὰ μὲν Νισιβηνοῖς ἀμφὶ τὸ Σιγάρον καλούμενον ὄρος Βαθθαῖος καὶ Εὐσέβιος καὶ Βαργῆς καὶ῾ Αλᾶς καὶ᾿ Αββῶς, Λάζαρός τε ὁ γεγονὼς ἐπίσκοπος καὶ᾿ Αβδάλεως καὶ Ζήνων καὶ῾ Ηλιό
6.33.2
δωρος ὁ γέρων. τούτους δὲ καὶ βοσκοὺς ἀπεκάλουν, ἔναγχος τῆς τοιαύτης φιλοσοφίας ἄρξαντας· ὀνομάζουσι δὲ αὐτοὺς ὧδε, καθότι οὔτε οἰκήματα ἔχουσιν οὔτε ἄρτον ἢ ὄψον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν, ἐν δὲ τοῖς ὄρεσι διατρίβοντες ἀεὶ τὸν θεὸν εὐλογοῦσιν ἐν εὐχαῖς καὶ ὕμνοις κατὰ θεσμὸν τῆς ἐκκλησίας. τροφῆς δὲ ἡνίκα γένηται καιρός, καθάπερ νεμόμενοι,
6.33.3
ἅρπην ἔχων ἕκαστος, ἀνὰ τὸ ὄρος περιιόντες τὰς βοτάνας σιτίζονται. καὶ οἱ μὲν ὧδε ἐφιλοσόφουν, ἐν Κάραις δὲ Εὐσέβιος, ὃς ἐν τῷ ἐθελοντὴς καθεῖρχθαι ἐφιλοσόφει, καὶ Πρωτογένης, ὃς τὴν αὐτόθι ἐκκλησίαν ἐπετρόπευσε μετὰ Βῖτον τὸν τότε ἐπίσκοπον, Βῖτον ἐκεῖνον τὸν ἀοίδιμον, ὅν φασι βασιλέα Κωνσταντῖνον πρώτως θεασάμενον ὁμολογῆσαι ὡς πάλαι πολλάκις ἐν ἐπιφανείαις τὸν ἄνδρα τοῦτον ὁ θεὸς αὐτῷ ἐπέδειξε καὶ παρεκελεύσατο ὅ τι
6.33.4
λέγοι πειθαρχεῖν αὐτῷ. καὶ᾿ Αώνης δὲ ἐν Φαδανᾷ τὸ φροντιστήριον εἶχε. τόπος δὲ οὗτος οὗ ὁ᾿ Ιακὼβ ὁ τοῦ᾿ Αβραὰμ ἔγγονος ἐκ Παλαιστίνης ἐπιστάς, ἔτι παρθένῳ συνήντετο τῇ μετὰ ταῦτα γαμετῇ· ἐκκυλίσας τε τοῦ ἐνθάδε φρέατος τὸν λίθον, πρῶτον αὐτῆς τὸ ποίμνιον ἐπότισε. φασὶ δὲ τοῦτον᾿ Αώνην τῆς ἐκτὸς πάτου ἀνθρώπων καὶ ἀκριβοῦς φιλοσοφίας ἄρξαι παρὰ Σύροις, ὥσπερ᾿ Αντώνιον παρ' Αἰγυπτίοις.
6.34.1
Τούτῳ δὲ συνοίκω ἤστην Γαδδανᾶς τε καὶ῎ Αζιζος, πρὸς ὁμοίαν ἀρετὴν ἁμιλλωμένω. ἀνὰ δὲ τὴν ἐκ γειτόνων῎ Εδεσσαν καὶ πέριξ ταύτης εὐδοκιμώτατοι φιλόσοφοι κατὰ τοῦτον τὸν χρόνον ἦσαν᾿ Ιουλιανὸς καὶ᾿ Εφραὶμ ὁ Σύρος συγγραφεύς, οἱ ἐν τῇ Κωνσταντίου βασιλείᾳ δηλωθέντες, Βαρσῆς τε καὶ Εὐλόγιος, οἳ καὶ ἐπισκόπω ἄμφω ὕστερον ἐγενέσθην οὐ πόλεως τινός, ἀλλὰ τιμῆς ἕνεκεν, ἀντ' ἀμοιβῆς ὥσπερ τῶν αὐτοῖς πεπολιτευμένων χειροτονηθέντες ἐν τοῖς ἰδίοις μοναστηρίοις, ὃν τρόπον καὶ Λάζαρος ὁ δηλωθείς.
6.34.2
οἵδε μὲν τῶν τότε ἐπισήμως φιλοσοφούντων ἀνά τε Σύρους καὶ Πέρσας τοὺς ἐκ γειτόνων τούτοις εἰς γνῶσιν ἐμὴν ἦλθον· πολιτεία δὲ πᾶσιν, ὡς εἰπεῖν, ἦν κοινή· ψυχῆς μὲν ὅτι μάλιστα ἐπιμελεῖσθαι καὶ ἕτοιμον ἐθίζειν πρὸς ἀπαλλαγὴν τῶν ἔνθεν ἐν εὐχαῖς τε καὶ νηστείαις καὶ θείοις ὕμνοις, καὶ περὶ ταῦτα τὸν πολὺν ἀναλίσκειν βίον, χρημάτων δὲ καὶ τῆς περὶ τὰ πολιτικὰ πράγματα ἀσχολίας, σώματός τε ῥᾳστώνης ἢ ἀσκήσεως παντελῶς
6.34.3
ἀμελεῖν. ἔνιοι δὲ ἐπὶ τοσοῦτον ἐγκρατείας ἦλθον, ὡς Βαθθαίου μὲν ὑπὸ τῆς ἄγαν ἀσιτίας σκώληκας ἐκ τῶν ὀδόντων ἕρπειν,῾ Αλᾶν δὲ ἐπὶ ὀγδοήκοντα ἐνιαυτοὺς ἄρτου μὴ γεύσασθαι, τὸν δὲ῾ Ηλιόδωρον ἀύπνους τὰς πολλὰς διακαρτερῆσαι νύκτας, ἑβδομάδας ἡμερῶν ἐν νηστείαις ἐπισυνάψαντα.
6.34.4
Συρία δὲ ἥ τε κοίλη καλουμένη καὶ ἡ ὑπὲρ ταύτην πλὴν᾿ Αντιοχείας βράδιον εἰς Χριστιανισμὸν μετέβαλεν· οὐ μὴν οὐδὲ αὕτη φιλοσόφων ἐκκλησιαστικῶν ἄμοιρος ἦν, ταύτῃ γε μᾶλλον ἀνδρείων ὄντων τε καὶ φαινομένων, ὅσῳ γε καὶ πρὸς τῶν οἰκούντων τὴν χώραν ἐμισοῦντο καὶ ἐπεβουλεύοντο· καὶ γενναίως ἀντεῖχον, οὐκ ἀμυνόμενοι οὐδὲ δίκην λαμβάνοντες, ἀλλὰ προ
6.34.5
θύμως τὰς παρὰ τῶν῾ Ελλήνων ὕβρεις τε καὶ πληγὰς ὑπομένοντες. οἵους γενέσθαι ἐπυθόμην Οὐαλεντῖνον, ὃν οἱ μὲν ἐξ᾿ Εμέσης, οἱ δὲ ἐξ᾿ Αρεθούσης τὸ γένος ἔχειν ἔφασαν, καὶ τὸν ὁμώνυμον τὸν αὐτοῦ καὶ Θεόδωρον (ἄμφω δὲ ἀπὸ Τιττῶν τοῦ᾿ Απαμέων νομοῦ ἤστην), καὶ Μαρώσαν τὸν ἐκ Νεχείλων καὶ Βάσσον καὶ Βασσώνην καὶ Παῦλον, ὃς ἀπὸ Τελμισοῦ τῆς κώμης ἐγένετο· πολλοὺς δὲ ἐν πολλοῖς τόποις συνοικίσας καὶ ὃν χρὴ τρόπον συναγαγὼν εἰς τὸ φιλοσοφεῖν εἰδέναι τὸ τελευταῖον εἰς τὸ᾿ Ιουγάτον καλούμενον χωρίον μεγίστην τε καὶ ἐπισημοτάτην συνοικίαν μοναχῶν συνεστήσατο.
6.34.6
ἔνθα δὴ καὶ ἐτελεύτησε καὶ τὸν τάφον ἔχει μακροβιώτατος γεγονώς, ὡς μέχρι καὶ εἰς ἡμᾶς ἐπιβιῶναι εὐδοκίμως καὶ θείως φιλοσοφήσας. καὶ τῶν ἄλλων δὲ τῶν δηλωθέντων μοναχῶν σχεδὸν πάντες πολὺν διεγένοντο χρόνον. καί μοι φαίνεται μακροβίους τούτους τοὺς ἄνδρας ὁ θεὸς ποιῆσαι εἰς ἐπί
6.34.7
δοσιν τὴν θρησκείαν ἄγων. Σύρους τε γὰρ ὡς ἐπίπαν καὶ Περσῶν καὶ Σαρακηνῶν πλείστους πρὸς τὸ οἰκεῖον ἐπηγάγοντο σέβας καὶ ἑλληνίζειν ἔπαυσαν· μοναχικῆς τε φιλοσοφίας ἐνθάδε ἄρξαντες πολλοὺς ὁμοίους ἀπέδειξαν. Καὶ Γαλάτας δὲ καὶ Καππαδόκας καὶ τοὺς τούτων ὁμόρους συμβάλλω πολλοὺς μὲν καὶ ἄλλους ἐσχηκέναι τότε ἐκκλησιαστικοὺς φιλοσόφους, οἷά
6.34.8
γε πάλαι τὸ δόγμα σπουδαίως πρεσβεύοντας. κατὰ συνοικίας δὲ ἐν πόλεσιν ἢ κώμαις οἱ πλείους ᾤκουν. οὔτε γὰρ παραδόσει τῶν προγεγενημένων εἰθίσθησαν, οὔτε ὑπὸ χαλεπότητος χειμῶνος φύσει τοῦ τῇδε χώρου ἑκάστοτε συμβαίνοντος δυνατὸν ἴσως κατεφαίνετο ἐν ἐρημίαις διατρίβειν. 6. 34. εὐδοκιμώτατοι δὲ ὧν ἐπυθόμην τότε ἐγένοντο ἐνθάδε μοναχοὶ Λεόντιος ὁ τὴν ἐν᾿ Αγκύρᾳ ἐκκλησίαν ὕστερον ἐπιτροπεύσας καὶ Πραπίδιος, ὃς ἤδη γηραλέος ὢν πολλὰς ἐπεσκόπει κώμας. προέστη δὲ καὶ Βασιλειάδος, ὃ πτωχῶν ἐστιν ἐπισημότατον καταγώγιον, ὑπὸ Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου οἰκοδομηθέν, ἀφ' οὗ τὴν προσηγορίαν τὴν ἀρχὴν ἔλαβε καὶ εἰσέτι νῦν ἔχει.
6.35.1
᾿ Αλλὰ τὰ μὲν ἀφηγησάμην, ἐφ' ὅσον μοι μαθεῖν ἐξεγένετο περὶ τῶν τότε ἐκκλησιαστικῶν φιλοσόφων. τῶν δ' αὖ῾ Ελληνιστῶν μικροῦ πάντες
6.35.2
κατ' ἐκεῖνο καιροῦ διεφθάρησαν. τινὲς γάρ, οἳ τῶν ἄλλων ἐν φιλοσοφίᾳ προφέρειν ἐνομίζοντο, πρὸς τὴν ἐπίδοσιν τοῦ Χριστιανισμοῦ δυσφοροῦντες ἐβουλεύσαντο προμαθεῖν τὸν ἐφεξῆς Οὐάλεντι῾ Ρωμαίων ἡγησόμενον, μαν
6.35.3
τείαις τε παντοδαπαῖς περὶ τούτου ἐχρήσαντο. καὶ τελευτῶντες τρίποδα ξύλινον ἐκ δάφνης κατεσκευάσαντο καὶ ἐπικλήσεσι καὶ λόγοις οἷς εἰώθεσαν ἐτέλεσαν, ὥστε συλλογῇ γραμμάτων καθ' ἕκαστον στοιχεῖον ὑπὸ μηχανῆς τοῦ τρίποδος καὶ τῆς μαντείας σημαινομένων ἀναφανῆναι τὸ ὄνομα τοῦ
6.35.4
ἐσομένου βασιλέως. κεχηνόσι δὲ αὐτοῖς εἰς Θεόδωρον, ἄνδρα τῶν ἐν τοῖς βασιλείοις ἐπισήμως στρατευομένων,῾ Ελληνιστὴν καὶ ἐλλόγιμον, μέχρι τοῦ δέλτα ἐπὶ τῆς τούτου προσηγορίας προελθοῦσα τῶν στοιχείων ἡ σύν
6.35.5
ταξις ἠπάτησε τοὺς φιλοσόφους. καὶ ὅσον οὔπω Θεόδωρον βασιλεύσειν προσεδόκων. καταμηνυθείσης δὲ τῆς ἐπιχειρήσεως ὡς εἰς σωτηρίαν ἐπι
6.35.6
βουλευθεὶς Οὐάλης οὐκ ἀνεκτὸς ἦν χαλεπαίνων. ἐκ τούτου δὲ συλληφθέντες Θεόδωρός τε καὶ οἱ τοῦ τρίποδος τεχνῖται οἱ μὲν πυρί, οἱ δὲ ξίφει ἀπολέσθαι προσετάχθησαν. παραπλησίως δὲ διὰ τὴν αὐτὴν αἰτίαν διεφθά
6.35.7
ρησαν καὶ οἱ ἀνὰ πᾶσαν τὴν ἀρχομένην λαμπρῶς φιλοσοφοῦντες. ἀσχέτου δὲ τῆς τοῦ βασιλέως ὀργῆς οὔσης καὶ εἰς μὴ φιλοσόφους, ἐσθῆτι δὲ τῇ ἐκείνων χρωμένους ὁ φόνος ἐχώρει, ὡς μηδὲ τοὺς ἄλλα ἐπιτηδεύοντας κροκωτοῖς ἢ τριβωνίοις ἀμφιέννυσθαι δι' ὑπόνοιαν κινδύνου καὶ δέος, ὡς
6.35.8
ἂν μὴ δόξωσι περὶ μαντείας καὶ τελετὰς ἐσχολακέναι. οὐχ ἥκιστα δὲ
6.35.9
παρὰ τοῖς εὖ φρονοῦσι δίκαιον οἶμαι καταμέμφεσθαι βασιλέα τε τῆς ἐπὶ τοσοῦτον ὀργῆς καὶ ὠμότητος καὶ τοὺς φιλοσόφους προπετείας καὶ τῆς 6. 35. ἀφιλοσόφου ἐπιχειρήσεως. ὁ μὲν γὰρ δή– τοῦτο δὴ τὸ λίαν εὔηθες– ὑπολαβὼν ἀναιρήσειν τὸν μετ' αὐτὸν βασιλεύσοντα, οὔτε τῶν μαντευσαμένων ἐφείσατο οὔτε περὶ οὗ ἐμαντεύσαντο· ὡς δέ φασιν, οὔτε τῶν ὁμωνύμων αὐτῷ, οἵτινες ἦσαν ἐπίσημοι τότε τῆς αὐτῆς προσηγορίας ἢ καὶ ὁμοίας,
6.35.10
ἀπὸ τοῦ θῆτα ἀρχομένης μέχρι τοῦ δέλτα. οἱ δὲ ὥσπερ ἐν αὐτοῖς ὂν βασιλέα καθαιρεῖν καὶ πάλιν ἐγείρειν ἐπὶ τοῦτο προήχθησαν. καὶ μέντοι, εἰ τοῖς ἅπαξ δεδογμένοις ἐν τῇ τῶν ἄστρων φορᾷ τὰ τοιαῦτα λογιστέον, ἐχρῆν τὸν ἐσόμενον ὅστις ἦν περιμένειν. εἰ δὲ θεοῦ βουλῆς τὸ ἔργον, τί πολυπραγμονεῖν ἔδει; οὐ γὰρ δήπου ἐκ προγνώσεως ἢ σπουδῆς ἀνθρωπείας ἔνεστιν ἐπίστασθαι τὸ θεῷ δοκοῦν, οὔτε, εἴπερ ἐξῆν, καλῶς εἶχεν οἴεσθαι ἀνθρώπους ὄντας, εἰ καὶ πάντων σοφωτέρους, ἄμεινον θεοῦ βουλεύεσθαι.
6.35.11
εἰ δὲ ἁπλῶς ὑπὸ προθυμίας τῆς περὶ τὸ μέλλον εἰδήσεως ἐπὶ τοσοῦτον ἀκρίτως ἔσχον, ὡς εἰς ἕτοιμον ἅλασθαι κίνδυνον καὶ νόμους ὑπεριδεῖν πάλαι τεθέντας ἐν῾ Ρωμαίοις καὶ ἡνίκα ἑλληνίζειν τε καὶ θύειν ἀκίνδυνον ἦν, οὐ τὰ αὐτὰ ἐφρόνουν Σωκράτει· ὃς ἐξὸν σῴζεσθαι καὶ ταῦτα ἀδίκως κώνειον μέλλων πίνειν, αἰδοῖ νόμων, καθ' οὓς ἐγένετο καὶ ἐτράφη, καίπερ δυνάμενος οὐκ ἀπέφυγε τὸ δεσμωτήριον.
6.36.1
᾿ Αλλὰ ταῦτα μὲν ᾗπερ ἂν ἑκάστῳ δοκῇ σκοπείτω τε καὶ λεγέτω. καταδραμόντων δὲ Σαυροματῶν χωρία τινὰ τῆς πρὸς δύσιν ἀρχομένης
6.36.2
ἐπεστράτευσε τούτοις Οὐαλεντινιανός. οἱ δὲ τῆς στρατιᾶς τὸ πλῆθος καὶ τὴν παρασκευὴν ἀκούσαντες, πρέσβεις πέμψαντες εἰρήνην ᾔτουν. ἰδὼν δὲ τούτους, εἰ τοιοῦτοι Σαυρομάται πάντες εἰσὶν ἐπυνθάνετο. τῶν δὲ τοὺς
6.36.3
ἀρίστους παρεῖναι καὶ πρεσβεύειν φησάντων ἐμπίπλαται ὀργῆς, καὶ μέγα κεκραγὼς ἦ δεινὰ τοὺς ὑπηκόους ὑπομένειν ἔφη καὶ τὴν῾ Ρωμαίων δυσπραγεῖν ἀρχὴν εἰς αὐτὸν περιστᾶσαν, εἰ Σαυρομάται, βάρβαρον ἔθνος ὧν ἄριστοι οὗτοι, οὐκ ἀγαπῶσιν ἐφ' ἑαυτῶν μένοντες ζῆν, ἀλλ' ἐπιβῆναι τῆς ὑπ' αὐτοῦ ἀρχομένης ἐθάρρησαν καὶ πολεμεῖν ὅλως πρὸς῾ Ρωμαίους
6.36.4
φαντάζονται. ἐπὶ πολὺ δὲ χαλεπαίνοντος καὶ τοιάδε βοῶντος, ὑπὸ ἀμέτρου διατάσεως σπαραχθέντων αὐτῷ τῶν ἔνδον, φλὲψ ἅμα καὶ ἀρτηρία ἐρράγη, καὶ ἀναδοθέντος αἵματος ἐν φρουρίῳ τινὶ τῆς Γαλλίας ἐτελεύτησε τὸν βίον, ἔτη μὲν ἀμφὶ τὰ πεντήκοντα τέσσαρα γεγονώς, τρισκαίδεκα
6.36.5
δὲ ἐν τῇ βασιλείᾳ εὖ μάλα καὶ λίαν ἐπισήμως διαγενόμενος. ἕκτῃ δὲ ἡμέρᾳ τῆς αὐτοῦ τελευτῆς ἀναγορεύεται βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν ὁ νεώτερος καὶ ὁμώνυμος αὐτοῦ παῖς. οὐκ εἰς μακρὰν δὲ ἐπεψηφίσαντο τῇ αὐτοῦ χειροτονίᾳ Οὐάλης τε καὶ Γρατιανὸς ὁ αὐτοῦ ἀδελφός, εἰ καὶ τὴν ἀρχὴν ἐχαλέπαινον ὡς τῶν στρατιωτῶν, πρὶν αὐτοὺς ἐπιτρέψαι, τὰ σύμβολα τῆς ἀρχῆς αὐτῷ περιθέντων.
6.36.6
᾿ Εν τούτῳ δὲ Οὐάλης ἐν᾿ Αντιοχείᾳ τῆς Συρίας διάγων ἔτι μᾶλλον ἐπεδίδου τοῖς ἑτέρως αὐτῷ περὶ τὸ θεῖον δοξάζουσιν ἀπεχθανόμενος, καὶ χαλεπῶς τούτους ἐπέτριβε καὶ ἤλαυνεν, εἰσότε δὴ λόγον αὐτῷ προσφωνῶν Θεμίστιος ὁ φιλόσοφος παρῄνει μὴ χρῆναι θαυμάζειν τὴν διαφωνίαν τῶν ἐκκλησιαστικῶν δογμάτων, μετριωτέραν καὶ μείω τῶν παρ'῞ Ελλησιν οὖσαν·
6.36.7
πολυπλασίους γὰρ εἶναι τὰς παρ' αὐτοῖς δόξας, καὶ ὡς ἐν πλήθει δογμάτων ἀνάγκῃ τὴν περὶ ταῦτα διαφορὰν πλείους ἔριδας καὶ διαλέξεις ποιεῖν· ἐπεὶ καὶ τῷ θεῷ ἴσως φίλον μὴ ῥᾳδίως γινώσκεσθαι καὶ διαφόρως δοξάζεσθαι, ὅπως ἕκαστος μᾶλλον φοβοῖτο ἀκαταλήπτου οὔσης τῆς ἀκριβοῦς αὐτοῦ γνώσεως, ἀναλογιζόμενος τῷ νῷ, ὅσον ἐφικέσθαι νομίζει, πηλίκος τε καὶ οἷός ἐστιν.
6.37.1
᾿ Εκ δὴ τοιούτων Θεμιστίου λόγων φιλανθρωπότερόν πως διατεθεὶς ὁ βασιλεὺς οὐ χαλεπῶς οὕτως ὡς πρότερον τὰς τιμωρίας ἐπῆγεν. οὐ μὴν τελείως ἐφείδετο τῆς κατὰ τῶν ἱερωμένων ὀργῆς, εἰ μὴ κοινῶν πραγμάτων
6.37.2
ἐπιγενόμεναι φροντίδες οὐκέτι τοιάδε συνεχώρουν σπουδάζειν. Γότθοι γάρ, οἳ δὴ πέραν τοῦ῎ Ιστρου ποταμοῦ τὸ πρὶν ᾤκουν καὶ τῶν ἄλλων βαρβάρων ἐκράτουν, ἐξελαθέντες παρὰ τῶν καλουμένων Οὔννων εἰς τοὺς
6.37.3
῾ Ρωμαίων ὅρους ἐπεραιώθησαν. τοῦτο δὲ τὸ ἔθνος, ὥς φασιν, ἄγνωστον ἦν πρὸ τοῦ Θρᾳξὶ τοῖς παρὰ τὸν῎ Ιστρον καὶ Γότθοις αὐτοῖς, ἐλάνθανον δὲ προσοικοῦντες ἀλλήλοις, καθότι λίμνης μεγίστης ἐν μέσῳ κειμένης ἕκαστοι τέλος εἶναι ξηρᾶς ᾤοντο τὴν κατ' αὐτοὺς οἰκουμένην, μετὰ τοῦτο δὲ θάλασσαν καὶ ὕδωρ ἀπέραντον. συμβὰν δὲ βοῦν οἰστροπλῆγα διαδραμεῖν τὴν λίμνην ἐπηκολούθησε βουκόλος, καὶ τὴν ἀντιπέραν γῆν θεασάμενος ἤγγειλε
6.37.4
τοῖς ὁμοφύλοις. ἄλλοι δὲ λέγουσιν ὡς ἔλαφος διαφυγοῦσά τισι τῶν Οὔννων θηρῶσιν ἐπέδειξε τήνδε τὴν ὁδόν, ἐξ ἐπιπολῆς καλυπτομένην τοῖς ὕδασι· τοὺς δὲ τότε μὲν ὑποστρέψαι θαυμάσαντας τὴν χώραν ἀέρι μετριωτέρῳ καὶ γεωργίᾳ ἥμερον οὖσαν καὶ τῷ κρατοῦντι τοῦ ἔθνους ἀγγεῖλαι ἃ
6.37.5
ἐθεάσαντο. δι' ὀλίγων δὲ τὰ πρῶτα καταστῆναι εἰς πεῖραν τοῖς Γότθοις, μετὰ δὲ ταῦτα πασσυδὶ ἐπιστρατεῦσαι καὶ μάχῃ κρατῆσαι καὶ πᾶσαν τὴν αὐτῶν γῆν κατασχεῖν. τοὺς δὲ διωκομένους τὸν ποταμὸν περαιωθῆναι, καὶ εἰς τοὺς῾ Ρωμαίων ὅρους διαβάντας πρέσβεις πέμψαι πρὸς βασιλέα, συμμάχους ἔσεσθαι τοῦ λοιποῦ σφᾶς ὑπισχνουμένους καὶ δεομένους συγχωρεῖν
6.37.6
αὐτοῖς ᾗ βούλεται κατοικεῖν. ταύτης δὲ τῆς πρεσβείας ἄρξαι Οὐλφίλαν τὸν τοῦ ἔθνους ἐπίσκοπον· κατὰ γνώμην δὲ αὐτοῖς προχωρησάσης ἐπιτραπῆναι ἀνὰ τὴν Θρᾴκην οἰκεῖν. οὐ πολλῷ δὲ ὕστερον πρὸς σφᾶς αὐτοὺς στασιάσαντας διχῇ διαιρεθῆναι. ἡγεῖτο δὲ τῶν μὲν᾿ Αθανάριχος, τῶν δὲ Φριτιγέρνης· ἐπεὶ δὲ πρὸς ἀλλήλους ἐπολέμησαν, κακῶς πράξας ἐν τῇ μάχῃ
6.37.7
Φριτιγέρνης ἐδεῖτο῾ Ρωμαίων βοηθεῖν αὐτῷ. τοῦ δὲ βασιλέως ἐπιτρέψαντος συμμαχεῖν αὐτῷ τοὺς ἐν Θρᾴκῃ στρατιώτας αὖθις συμβαλὼν ἐνίκησε καὶ τοὺς ἀμφὶ᾿ Αθανάριχον εἰς φυγὴν ἔτρεψεν. ὥσπερ δὲ χάριν ἀποδιδοὺς Οὐάλεντι καὶ διὰ πάντων φίλος εἶναι πιστούμενος ἐκοινώνησε τῆς αὐτοῦ θρησκείας καὶ τοὺς πειθομένους αὐτῷ βαρβάρους ἔπεισεν ὧδε φρο
6.37.8
νεῖν. οὐ τοῦτο δὲ μόνον αἴτιον οἶμαι γέγονεν εἰσέτι νῦν τὸ πᾶν φῦλον προστεθῆναι τοῖς τὰ᾿ Αρείου φρονοῦσιν, ἀλλὰ καὶ Οὐλφίλας ὁ παρ' αὐτοῖς τότε ἱερωμένος· τὰ μὲν γὰρ πρῶτα οὐδὲν διεφέρετο πρὸς τὴν καθόλου ἐκκλησίαν, ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας ἀπερισκέπτως οἶμαι μετασχὼν τοῖς ἀμφὶ Εὐδόξιον καὶ᾿ Ακάκιον τῆς ἐν Κωνσταντινουπόλει συνόδου διέμεινε κοι- 6. 37. νωνῶν τοῖς ἱερεῦσι τῶν ἐν Νικαίᾳ συνελθόντων· ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο, λέγεται διαλεχθέντων αὐτῷ περὶ τοῦ δόγματος τῶν προεστώτων τῆς᾿ Αρειανῆς αἱρέσεως καὶ τὴν πρεσβείαν αὐτῷ συμπράξειν πρὸς βασιλέα ὑποσχομένων, εἰ ὁμοίως αὐτοῖς δοξάζοι, βιασθεὶς ὑπὸ τῆς χρείας ἢ καὶ ἀληθῶς νομίσας ἄμεινον οὕτω περὶ θεοῦ φρονεῖν, τοῖς᾿ Αρείου κοινωνῆσαι καὶ αὐτὸν καὶ τὸ πᾶν φῦλον ἀποτεμεῖν τῆς καθόλου ἐκκλη
6.37.10
σίας. ὑπὸ διδασκάλῳ γὰρ αὐτῷ παιδευθέντες οἱ Γότθοι τὰ πρὸς εὐσέβειαν καὶ δι' αὐτοῦ μετασχόντες πολιτείας ἡμερωτέρας πάντα ῥᾳδίως αὐτῷ ἐπείθοντο, πεπεισμένοι μηδὲν εἶναι φαῦλον τῶν παρ' αὐτοῦ λεγομένων ἢ
6.37.11
πραττομένων, ἅπαντα δὲ συντελεῖν εἰς χρήσιμον τοῖς ζηλοῦσιν. οὐ μὴν ἀλλὰ καὶ πλείστην δέδωκε πεῖραν τῆς αὐτοῦ ἀρετῆς μυρίους μὲν ὑπομείνας κινδύνους ὑπὲρ τοῦ δόγματος ἔτι τῶν εἰρημένων βαρβάρων῾ Ελληνικῶς θρησκευόντων· πρῶτος δὲ γραμμάτων αὐτοῖς εὑρετὴς ἐγένετο καὶ εἰς τὴν οἰκείαν φωνὴν μετέφρασε τὰς ἱερὰς βίβλους. καθότι μὲν οὖν ὡς ἐπίπαν οἱ
6.37.12
παρὰ τὸν῎ Ιστρον βάρβαροι τὰ᾿ Αρείου φρονοῦσι, πρόφασις ἥδε. κατ' ἐκεῖνο δὲ καιροῦ πλῆθος τῶν ὑπὸ Φριτιγέρνην διὰ Χριστὸν μαρτυροῦντες ἀνῃρέθησαν. ὁ γὰρ᾿ Αθανάριχος καὶ τοὺς ὑπ' αὐτῷ τεταγμένους Οὐλφίλα πείθοντος χριστιανίζειν ἀγανακτῶν, ὡς τῆς πατρῴας θρησκείας καινοτομουμένης, πολλοὺς πολλαῖς τιμωρίαις ὑπέβαλε, καὶ τοὺς μὲν εἰς εὐθύνας ἀγαγὼν παρρησιασαμένους ἀνδρείως ὑπὲρ τοῦ δόγματος, τοὺς δὲ μηδὲ
6.37.13
λόγου μεταδοὺς ἀνεῖλε. λέγεται γὰρ ὥς τι ξόανον ἐφ' ἁρμαμάξης ἑστώς, οἵ γε τοῦτο ποιεῖν ὑπὸ᾿ Αθαναρίχου προσετάχθησαν, καθ' ἑκάστην σκηνὴν περιάγοντες τῶν χριστιανίζειν καταγγελλομένων ἐκέλευον τούτῳ προσκυνεῖν καὶ θύειν· τῶν δὲ παραιτουμένων σὺν αὐτοῖς ἀνθρώποις τὰς σκηνὰς
6.37.14
ἐνεπίμπρων. περιπαθέστερον δὲ τούτων τότε καὶ ἕτερον συμβῆναι πάθος ἐπυθόμην. ἀπειρηκότες γὰρ πολλοὶ τῇ βίᾳ τῶν θύειν ἀναγκαζόντων ἄνδρες τε καὶ γυναῖκες, ὧν αἱ μὲν παιδάρια ἐπήγοντο, αἱ δὲ ἀρτίτοκα βρέφη ὑπὸ τοὺς μαζοὺς ἔτρεφον, ἐπὶ τὴν σκηνὴν τῆς ἐνθάδε ἐκκλησίας κατέφυγον· προσαψάντων δὲ πῦρ τῶν῾ Ελληνιστῶν ἅπαντες διεφθάρησαν.
6.37.15
Οὐκ εἰς μακρὰν δὲ οἱ Γότθοι πρὸς ἀλλήλους ὡμονόησαν· καὶ εἰς ἀπόνοιαν ἐπαρθέντες τοὺς Θρᾷκας ἐκακούργουν καὶ τὰς αὐτῶν πόλεις καὶ κώμας ἐδῄουν. πυθόμενος δὲ Οὐάλης τῇ πείρᾳ μεμάθηκεν ὅσον ἥμαρτεν.
6.37.16
οἰηθεὶς γὰρ αὐτῷ τε καὶ τοῖς ἀρχομένοις χρησίμους ἔσεσθαι τοὺς Γότθους, φοβεροὺς δὲ τοῖς ἐναντίοις, ὡς ἐν ὅπλοις ἀεὶ παρεσκευασμένους, τῶν῾ Ρωμαϊκῶν ταγμάτων ἠμέλει· καὶ ἀντὶ τῶν εἰωθότων εἰς στρατείαν ἐπιλέγεσθαι ἐκ τῶν ὑπὸ῾ Ρωμαίους πόλεων τε καὶ κωμῶν χρυσίον εἰσεπράτ
6.37.17
τετο. σφαλεὶς δὲ τῆς ἐλπίδος καταλιπὼν τὴν᾿ Αντιόχειαν σπουδῇ εἰς τὴν Κωνσταντινούπολιν ἀφίκετο· ἡνίκα δὴ ὁ κατὰ τῶν ἑτέρως αὐτῷ χριστιανιζόντων διωγμὸς ἀνακωχὴν ἔσχεν, Εὐζωίου δὲ τελευτήσαντος προβληθεὶς εἰς τὴν αὐτοῦ διαδοχὴν Δωρόθεος τῶν τὰ᾿ Αρείου φρονούντων προΐστατο.
6.38.1
῾ Υπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον τελευτήσαντος τοῦ Σαρακηνῶν βασιλέως αἱ πρὸς τοὺς῾ Ρωμαίους σπονδαὶ ἐλύθησαν, Μαυία δὲ ἡ τούτου γαμετὴ τὴν ἡγεμονίαν τοῦ ἔθνους ἐπιτροπεύουσα ἐδῄου τὰς Φοινίκων καὶ Παλαιστίνων πόλεις μέχρι καὶ Αἰγυπτίων, ἐξ εὐωνύμων ἀνα
6.38.2
πλέοντι τὸν Νεῖλον τὸ᾿ Αράβιον καλούμενον κλίμα οἰκούντων. ἦν δὲ οὐχ οἷος νομίζεσθαι ῥᾴδιος ὁ πόλεμος ὡς παρὰ γυναικὸς παρασκευαζόμενος, καρτερὰν δὲ καὶ δυσκαταγώνιστόν φασι γενέσθαι῾ Ρωμαίοις ταύτην τὴν μάχην, ὡς καὶ τὸν ἡγεμόνα τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ στρατιωτῶν εἰς συμμαχίαν ἐπικαλέσασθαι τὸν στρατηγὸν πάσης τῆς ἀνὰ τὴν ἕω ἱππικῆς τε καὶ πεζῆς στρατιᾶς. τὸν δὲ γελάσαι μὲν τὴν κλῆσιν
6.38.3
καὶ ἀπόμαχον ποιῆσαι τὸν καλέσαντα· παραταξάμενον δὲ πρὸς Μαυίαν ἀντιστρατηγοῦσαν τραπῆναι καὶ μόλις διασωθῆναι παρὰ τοῦ ἡγεμόνος τῶν Παλαιστίνων καὶ Φοινίκων στρατιωτῶν. ὡς γὰρ εἶδεν αὐτὸν κινδυνεύοντα, μένειν ἐκτὸς τῆς μάχης κατὰ τὴν αὐτοῦ πρόσταξιν εὔηθες ἐνόμισε· προσδραμὼν δὲ ὑπήντετο τοῖς βαρβάροις καὶ τῷ μὲν καιρὸν
6.38.4
ἔδωκεν ἀσφαλεστέρας φυγῆς, αὐτὸς δὲ ὑπαναχωρῶν ἐν τῷ φεύγειν ἐτόξευε καὶ τοὺς πολεμίους ἐπικειμένους ἀπεκρούετο τοῖς τοξεύμασι. ταῦτα δὲ πολλοὶ τῶν τῇδε προσοικούντων εἰσέτι νῦν ἀπομνημονεύουσι, παρὰ δὲ
6.38.5
τοῖς Σαρακηνοῖς ἐν ᾠδαῖς ἐστιν. ἐπιβαροῦντος δὲ τοῦ πολέμου ἀναγκαῖον ἐδόκει περὶ εἰρήνης πρεσβεύεσθαι πρὸς Μαυίαν. τὴν δὲ λόγος τοῖς περὶ τούτου πρεσβευομένοις ἄντικρυς ἀπειπεῖν τὰς πρὸς῾ Ρωμαίους σπονδάς, εἰ μὴ τοῖς ὑπ' αὐτὴν ἀρχομένοις ἐπίσκοπος χειροτονηθείη Μωσῆς τις ἐν τῇ πέλας ἐρήμῳ τηνικάδε φιλοσοφῶν, ἀνὴρ ἀπὸ βίου ἀρετῆς σημείων τε
6.38.6
θείων καὶ παραδόξων πράξεων ἐπίσημος. ἐπιτραπέντες δὲ παρὰ βασιλέως οἱ τάδε μηνύσαντες τῶν στρατιωτῶν ἡγεμόνες συλλαμβάνουσι τὸν Μωσῆν καὶ παρὰ τὸν Λούκιον ἄγουσιν. ὁ δὲ παρόντων τῶν ἀρχόντων καὶ τοῦ συνελθόντος πλήθους «ἐπίσχες», ἔφη· «οὐχ οἷός τε γάρ εἰμι φέρειν ἀρχιερέως ὄνομα καὶ τιμὴν ἀξίως· εἰ δ' ἄρα καὶ ἐπὶ ἀναξίῳ ὄντι μοι τοῦτο ἐπινεύοι θεός, μαρτύρομαι τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, ὡς τὰς σὰς οὐκ ἐπιβαλεῖς μοι χεῖρας αἵματι καὶ λύθρῳ πεφυρμένας ἁγίων ἀνδρῶν.»
6.38.7
ὑπολαβὼν δὲ Λούκιος «εἰ μὲν ἔτι», φησίν, «ἀγνοεῖς τὴν ἐμὴν πίστιν, οὐ δίκαια ποιεῖς πρὶν μαθεῖν ἀποστρεφόμενος· εἰ δὲ διαβαλόντων τινῶν, ἄγε δὴ καὶ
6.38.8
νῦν ἄκουσον παρ' ἐμοῦ καὶ κριτὴς γενοῦ τῶν λεγομένων.» «ἀλλ' ἔμοιγε», ἔφη Μωσῆς, «λίαν σαφὴς φαίνεται ἡ σὴ πίστις, καὶ μαρτυροῦσιν ὁποία τίς ἐστιν ἐπίσκοποί τε καὶ πρεσβύτεροι καὶ διάκονοι ἐν ὑπερορίαις φυγαῖς καὶ μετάλλοις ταλαιπωρούμενοι· ταῦτα ὧν περὶ θεοῦ νομίζεις τὰ γνωρίσματα, ἃ παντελῶς ἐστιν ἀλλότρια Χριστοῦ καὶ τῶν ὀρθῶς περὶ θεοῦ δοξαζόντων.» 6. 38. ἐπεὶ δὲ τοιάδε λέγων ἐπώμνυτο μήποτε Λουκίου χειροτονοῦντος ὑποδέχεσθαι τὴν ἱερωσύνην, παραιτησάμενοι Λούκιον οἱ῾ Ρωμαίων ἄρχοντες ἄγουσι Μωσῆν πρὸς τοὺς ἐν φυγῇ ὄντας ἐπισκόπους, παρ' ὧν χειροτονηθεὶς ὡς τοὺς Σαρακηνοὺς ἦλθε· καὶ διαλλάξας αὐτοὺς῾ Ρωμαίοις αὐτόθι διῆγεν ἱερωμένος καὶ πολλοὺς χριστιανίσαι παρεσκεύασε, κομιδῇ ὀλίγους εὑρὼν τοῦ δόγματος μετασχόντας.
6.38.10
Τουτὶ γὰρ τὸ φῦλον ἀπὸ᾿ Ισμαὴλ τοῦ᾿ Αβραὰμ παιδὸς τὴν ἀρχὴν λαβὸν καὶ τὴν προσηγορίαν εἶχε, καὶ᾿ Ισμαηλίτας αὐτοὺς οἱ ἀρχαῖοι ἀπὸ τοῦ προπάτορος ὠνόμαζον. ἀποτριβόμενοι δὲ τοῦ νόθου τὸν ἔλεγχον καὶ τῆς᾿ Ισμαὴλ μητρὸς τὴν δυσγένειαν (δούλη γὰρ ἦν) Σαρακηνοὺς σφᾶς ὠνόμασαν ὡς ἀπὸ
6.38.11
Σάρρας τῆς᾿ Αβραὰμ γαμετῆς καταγομένους. τοιοῦτον δὲ τὸ γένος ἕλκοντες ἅπαντες μὲν ὁμοίως῾ Εβραίοις περιτέμνονται καὶ ὑείων κρεῶν ἀπέχονται καὶ ἄλλα πολλὰ τῶν παρ' αὐτοῖς ἐθῶν φυλάττουσι. τὸ δὲ μὴ πάντα ἐπίσης αὐτοῖς πολιτεύεσθαι χρόνῳ λογιστέον ἢ ταῖς ἐπιμιξίαις τῶν πέριξ ἐθνῶν. Μωσῆς τε γὰρ πολλοῖς ὕστερον χρόνοις γενόμενος μόνοις τοῖς
6.38.12
ἀπ' Αἰγύπτου ἐξελθοῦσιν ἐνομοθέτησεν· καὶ οἱ προσοικοῦντες αὐτοῖς εἰσάγαν δεισιδαίμονες ὄντες ὡς εἰκὸς διέφθειραν τὴν᾿ Ισμαὴλ πατρῴαν διαγωγήν, καθ' ἣν μόνην ἐπολιτεύοντο οἱ πάλαι῾ Εβραῖοι πρὸ τῆς Μωσέως νομοθεσίας ἀγράφοις ἔθεσι κεχρημένοι. ἀμέλει τὰ αὐτὰ δαιμόνια τοῖς ὁμόροις ἔσεβον καὶ παραπλησίως αὐτὰ τιμῶντες καὶ ὀνομάζοντες ἐν τῇ πρὸς τοὺς πέλας ὁμοιότητι τῆς θρησκείας τὸ αἴτιον ἐδείκνυον τῆς παραποιήσεως
6.38.13
τῶν πατρίων νόμων. οἷα δὲ φιλεῖ, χρόνος πολὺς ἐπιγενόμενος τὰ μὲν λήθῃ παρέδωκε, τὰ δὲ πρεσβεύεσθαι παρ' αὐτοῖς ἐποίησεν. μετὰ δὲ ταῦτά τινες αὐτῶν συγγενόμενοι᾿ Ιουδαίοις ἔμαθον, ἀφ' ὧν ἐγένοντο, καὶ ἐπὶ τὸ συγγενὲς ἐπανῆλθον καὶ τοῖς῾ Εβραίων ἔθεσι καὶ νόμοις προσέθεντο. ἐξ
6.38.14
ἐκείνου τε παρ' αὐτοῖς εἰσέτι νῦν πολλοὶ᾿ Ιουδαϊκῶς ζῶσιν. οὐ πρὸ πολλοῦ δὲ τῆς παρούσης βασιλείας καὶ χριστιανίζειν ἤρξαντο. μετέσχον δὲ τῆς εἰς τὸν Χριστὸν πίστεως ταῖς συνουσίαις τῶν προσοικούντων αὐτοῖς ἱερέων καὶ μοναχῶν, οἳ ἐν ταῖς πέλας ἐρημίαις ἐφιλοσόφουν εὖ βιοῦντες καὶ θαυματουργοῦντες. λέγεται δὲ τότε καὶ φυλὴν ὅλην εἰς Χριστιανισμὸν μεταβαλεῖν Ζωκόμου τοῦ ταύτης φυλάρχου ἐξ αἰτίας τοιᾶσδε βαπτισθέντος.
6.38.15
ἄπαις ὢν κατὰ κλέος ἀνδρὸς μοναχοῦ ἦλθεν αὐτῷ συντευξόμενος καὶ τὴν συμφορὰν ἀπωδύρατο· περὶ πολλοῦ γάρ ἐστι παιδοποιία Σαρακηνοῖς, οἶμαι δὲ καὶ πᾶσι βαρβάροις· ὁ δὲ θαρρεῖν παρακελευσάμενος ηὔξατο καὶ ἀπέπεμψεν, ἕξειν αὐτὸν υἱὸν ὑποσχόμενος, εἰ πιστεύσειεν εἰς Χριστόν. ἐπεὶ δὲ θεὸς ἔργῳ τὴν ὑπόσχεσιν ἐβεβαίωσεν καὶ ἐτέχθη αὐτῷ παῖς, αὐτός τε Ζώκο
6.38.16
μος ἐμυήθη καὶ τοὺς ὑπ' αὐτὸν ἐπὶ τοῦτο ἤγαγεν. ἐξ ἐκείνου τε ταύτην τὴν φυλὴν γενέσθαι φασὶν εὐδαίμονα καὶ πολυάνθρωπον, Πέρσαις τε καὶ τοῖς ἄλλοις Σαρακηνοῖς φοβεράν. ὃν μὲν δὴ τρόπον Σαρακηνοὶ τὴν ἀρχὴν εἰς Χριστιανισμὸν μετέβαλον καὶ οἷα περὶ τοῦ πρώτου παρ' αὐτοῖς ἐπισκοπήσαντος παρειλήφαμεν, ὧδε ἔχει.
6.3.2
Οἱ δὲ κατὰ πόλιν τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ζηλοῦντες πάλιν ἀνεθάρρουν, καὶ μάλιστα οἱ κατ' Αἴγυπτον᾿ Αλεξανδρεῖς. ἐπανελθόντι δὲ τότε Πέτρῳ ἀπὸ τῆς῾ Ρώμης μετὰ γραμμάτων Δαμάσου τά τε ἐν Νικαίᾳ δόξαντα καὶ τὴν αὐτοῦ χειροτονίαν κυρούντων παρέδωκαν τὰς ἐκκλησίας.
6.3.3
ὁ δὲ Λούκιος ἐξελαθεὶς ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπέπλευσεν. Οὐάλης δὲ ὁ βασιλεὺς ὡς εἰκὸς ἐν φροντίσι γενόμενος ἐπεξιέναι τούτοις σχολὴν οὐκ ἦγεν· ἅμα γὰρ ἧκεν εἰς τὴν Κωνσταντινούπολιν, ἐν ὑπονοίᾳ πολλῇ καὶ μίσει παρὰ τῷ δήμῳ ἐγένετο. οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην δῃώσαντες καὶ μέχρι τῶν προαστείων ἤδη προελθόντες καὶ αὐτοῖς τοῖς τείχεσι μηδενὸς κωλύον
6.3.4
τος προσβάλλειν ἐπεχείρουν. ἐπὶ τούτοις δὲ χαλεπῶς ἡ πόλις ἔφερε, καὶ τὸν βασιλέα, ὅτι μὴ ἀντεπεξῄει ἀλλ' ἀνεβάλλετο πολεμεῖν, ἐν αἰτίᾳ ἐποιοῦντο καὶ ἐλογοποίουν ὡς αὐτὸς τοὺς πολεμίους ἐπάγοιτο. τελευτῶντες δὲ καὶ ἐν ἱπποδρομίᾳ θεώμενοι εἰς τὸ φανερὸν αὐτοῦ κατεβόων ὡς τὰ κοινὰ πράγματα περιορῶντος, καὶ ὅπλα ᾔτουν ὡς αὐτοὶ πολεμήσοντες.
6.3.5
ὁ δὲ Οὐάλης ὑβρισθεὶς ἐπεστράτευσε τοῖς βαρβάροις, ἠπείλησε δέ, ἢν ὑποστρέψῃ, τιμωρήσειν αὐτῷ τῶν τότε ὕβρεων τοῦ δήμου καὶ ὅτι πρότερον Προκοπίῳ τῷ τυράννῳ προσέθεντο.
6.40.1
᾿ Εξιόντι δὲ αὐτῷ τῆς Κωνσταντινουπόλεως προσελθὼν᾿ Ισαάκιος ἀνὴρ μοναχὸς τά τε ἄλλα ἀγαθὸς καὶ διὰ τὸ θεῖον κινδύνων καταφρονῶν «ἀπόδος», ἔφη, «ὦ βασιλεῦ, τοῖς ὀρθῶς δοξάζουσι καὶ τὴν παράδοσιν φυλάττουσι τῶν ἐν Νικαίᾳ συνεληλυθότων τὰς ἀφαιρεθείσας ἐκκλησίας, καὶ νικήσεις τὸν πόλεμον.» ὀργισθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν συλληφθῆναι καὶ δέσμιον φυλάττεσθαι, ἄχρις ἐπανελθὼν δίκην εἰσπράξηται τοῦ τολμήματος. ὁ δὲ ὑπολαβών «ἀλλ' οὐχ ὑποστρέψεις», ἔφη, «μὴ ἀποδιδοὺς τὰς ἐκκλησίας.»
6.40.2
καὶ ἀπέβη οὕτως. ἐπεὶ γὰρ ἅμα τῷ στρατῷ ἐπεξῆλθεν, οἱ μὲν Γότθοι διωκόμενοι ὑπεχώρουν· ὁ δὲ ἀπιὼν ἤδη παραμείψας τὴν Θρᾴκην ἧκεν εἰς τὴν᾿ Αδριανούπολιν. οὐκ ἀπὸ πολλοῦ τε γενόμενος τοῖς βαρβάροις ἐν ἀσφαλεῖ χωρίῳ στρατοπεδευομένοις θᾶττον ἢ ἔδει συμβάλλει, μὴ προδιαθεὶς
6.40.3
ᾗ χρὴ καὶ ὅπῃ τάξαι τὴν στρατιάν. διασπασθείσης δὲ αὐτῷ τῆς ἵππου καὶ τοῦ ὁπλιτικοῦ τραπέντος διωκόμενος ὑπὸ τῶν πολεμίων εἴς τι δωμάτιον ἢ πύργον ἅμα ὀλίγοις ξυνεπομένοις αὐτῷ ἐν τῷ φεύγειν ἀποβὰς τοῦ ἵππου εἰσέδυ καὶ ἔλαθεν. οἱ δὲ βάρβαροι ἔθεον ἐπ' αὐτὸν ὡς αἱρήσοντες, καὶ ἐπὶ τὸ πρόσω ἱέμενοι παρέτρεχον· οὐ γὰρ ὑπενόουν αὐτὸν ἐκεῖσε κρύπ
6.40.4
τεσθαι. τῶν δ' αὖ σὺν αὐτῷ τινες, ἤδη τῶν πλειόνων βαρβάρων ὑπερβαλόντων τὸν τῇδε χῶρον, ὀλίγων δὲ κατόπιν ὄντων, ἐκ τοῦ ὀρόφου τοὺς παριόντας ἐτόξευον· οἱ δὲ ἐπὶ τούτῳ ἀνέκραγον· «ἐνθάδε Οὐάλης ἐστίν.» ἀκούσαντες δὲ οἱ προστυχόντες πλησίον ἔμπροσθέν τε καὶ ὄπισθεν βοῇ τοῖς μετ' αὐτοὺς ἐδήλουν ὃ ἤκουον, ὡς ἐν βραχεῖ καὶ τοὺς πορρωτέρω πολε
6.40.5
μίους ἀκοῦσαι καὶ διὰ τάχους εἰς ταὐτὸν πάντας συνελθεῖν. περιλαβόντες δὲ κύκλῳ τὸ δωμάτιον καὶ πλείστην ὕλην περὶ τοῦτο νήσαντες πῦρ ἐνέβαλον· αὐτίκα δὲ ἡ φλὸξ ὑπὸ ἐπιφόρου πνεύματος ὧδε συμβὰν ἐλαυνομένη τὴν ὕλην διῆλθεν. ἅμα δὲ καὶ τὰ ἀποκείμενα ἐν τῷ δωματίῳ τοῦ πυρὸς μετέσχεν καὶ αὐτὸν τὸν βασιλέα καὶ τοὺς ἀμφ' αὐτὸν συγκατέκαυσεν. ἐτελεύτησε δὲ γεγονὼς ἀμφὶ τὰ πεντήκοντα ἔτη, τρισκαίδεκα δὲ σὺν τῷ ἀδελφῷ βασιλεύσας καὶ μετ' ἐκεῖνον τρία. 7. τ. 1 ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ