Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Οὐάλεντι μὲν οὖν ὧδε θανεῖν ξυνηνέχθη· οἱ δὲ βάρβαροι ἐπαρθέντες τῇ νίκῃ πάλιν τὴν Θρᾴκην ἐδῄουν καὶ τελευτῶντες τὰ προάστεια Κωνσταντινουπόλεως κατέτρεχον. κινδυνεύουσι δὲ τότε τοῖς πράγμασι μέγα γεγόνασιν ὄφελος ἐκ μὲν τῶν ὑποσπόνδων Σαρακηνῶν ὀλίγοι παρὰ Μαυίας
7.1.2
ἀποσταλέντες, πλεῖστοι δὲ ἀπὸ τοῦ δήμου. ῥητὸν γὰρ ἐκ τοῦ δημοσίου μισθὸν αὐτοῖς χορηγούσης Δομνίκης τῆς Οὐάλεντος γαμετῆς, ὡς ἔτυχεν ἕκαστος ὁπλιζόμενος ἀντεπεξῄεσαν καὶ τοὺς πολεμίους ἀμυνόμενοι πόρρω
7.1.3
τῆς πόλεως ἀπεδίωκον. Γρατιανὸς δὲ ἅμα τῷ ἀδελφῷ πᾶσαν τὴν῾ Ρωμαίων ἀρχὴν διέπων, οὐκ ἐπαινέσας τὸν θεῖον τῆς γνώμης, ἣν περὶ τοὺς ἑτέρως αὐτῷ δοξάζοντας διετέλεσεν ἔχων, πᾶσι τοῖς ὑπ' ἐκείνου διὰ τὴν θρησκείαν φεύγειν καταδικασθεῖσι τὴν κάθοδον ἀπέδωκε, καὶ νόμον ἔθετο μετὰ ἀδείας ἑκάστους θρησκεύειν ὡς βούλονται καὶ ἐκκλησιάζειν πλὴν Μανιχαίων καὶ τῶν τὰ Φωτεινοῦ καὶ Εὐνομίου φρονούντων.
7.2.1
Λογισάμενος δέ, ὡς τῶν ἀμφὶ τὸν῎ Ιστρον βαρβάρων᾿ Ιλλυριοὺς καὶ Θρᾷκας ἐνοχλούντων ἐπαμύνειν προσῆκεν, ἀναγκαῖον δὲ καὶ τοῖς πρὸς ἑσπέραν τῆς ἀρχομένης παρεῖναι καὶ μάλιστα᾿ Αλαμανῶν τοὺς ἐνθάδε Γαλάτας κακουργούντων, κοινωνὸν ἐποιήσατο τῆς ἀρχῆς ἐν τῷ Σιρμίῳ Θεοδόσιον, γένος τῶν ἀμφὶ τὸ Πυρηναῖον ὄρος᾿ Ιβήρων, εὐπατρίδην τε καὶ ἄριστα πολλάκις ἐν πολέμοις διαγενόμενον, ὡς καὶ πρὸ τῆς βασιλείας ἐν ταῖς τῶν
7.2.2
ὑπηκόων γνώμαις ἐπιτήδειον αὐτὸν δόξαι πρὸς ἡγεμονίαν. ἐν τούτῳ δὲ πλὴν῾ Ιεροσολύμων ἔτι τῶν ἀνὰ τὴν ἕω ἐκκλησιῶν οἱ τὰ᾿ Αρείου φρονοῦντες ἐκράτουν. Μακεδονιανοὶ δὲ καὶ μάλιστα οἱ ἐν Κωνσταντινουπόλει μετὰ τὰς πρὸς Λιβέριον συνθήκας οὐ μέγα τι διεφέροντο πρὸς τοὺς ἐπαινοῦντας τὸ δόγμα τῶν ἐν Νικαίᾳ συνελθόντων· ὡς ὁμοδόξοις δὲ κατὰ πόλεις ἐπεμί
7.2.3
γνυντο καὶ ἐκοινώνουν ἀλλήλοις. μετὰ δὲ τὸν τεθέντα παρὰ Γρατιανοῦ νόμον ἀδείας λαβόμενοί τινες τῶν ἐπισκόπων ταύτης τῆς αἱρέσεως κατέλαβον τὰς ἐκκλησίας, ὧν ἐπὶ Οὐάλεντος ἀφῄρηντο. καὶ συνελθόντες ἐν᾿ Αντιοχείᾳ τῆς Καρίας ἐψηφίσαντο μὴ δεῖν ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν
7.2.4
ὀνομάζειν, ἀλλ' ὁμοιούσιον ὡς πρόσθεν. ἐκ τούτου δὲ οἱ μὲν διακριθέντες ἰδίᾳ ἐκκλησίαζον, οἱ δὲ τῶν ταῦτα ψηφισαμένων ἐναντιότητα καὶ φιλονικίαν καταγνόντες ἀπέστησαν αὐτῶν καὶ βεβαιότερον ὡμοφρόνουν τοῖς κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύουσιν.
7.2.5
᾿ Εκ δὲ τῶν τότε κατὰ τὸν Γρατιανοῦ νόμον ἐπανελθόντων ἐπισκόπων ἀπὸ τῆς συμβάσης αὐτοῖς φυγῆς ἐπὶ τῆς Οὐάλεντος βασιλείας οἱ μὲν προεδρίας οὐδὲν ἐφρόντισαν, ἀλλὰ τὴν ὁμόνοιαν τῶν λαῶν προτιμήσαντες μὴ καταλιπεῖν σφᾶς ἐδεήθησαν τῶν ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως μηδὲ διχονοίᾳ κατατέμνειν τὴν ἐκκλησίαν, ἣν παρὰ θεοῦ καὶ ἀποστόλων μίαν παραδοθεῖ
7.2.6
σαν φιλονικίαι καὶ φιλοπροεδρίαι εἰς πολλὰς κατεμέρισαν. ταύτης δὲ τῆς σπουδῆς ἐγένετο καὶ Εὐλάλιος ὁ ἐν᾿ Αμασείᾳ τῇ πρὸς τῷ Πόντῳ ἐπίσκοπος· λέγεται γοῦν μετὰ τὴν ἐπάνοδον εὑρεῖν ἕτερον προϊστάμενον τῆς αὐτοῦ ἐκκλησίας τῶν᾿ Αρείου ἐπισκόπων, εἶναι δὲ τοὺς πειθομένους αὐτῷ ἐν τῇ πόλει οὐδ' ὅλους πεντήκοντα· προνοούμενον δὲ τῆς πάντων ἑνώσεως ἀντιβολῆσαι τοῦτον πρωτεύειν καὶ κοινῇ τὴν ἐκκλησίαν ἰθύνειν, ἆθλον ἐπὶ τῇ ὁμονοίᾳ τὴν προεδρίαν ἔχοντα. ἀλλ' ὁ μὲν μὴ πεισθεὶς οὐκ εἰς μακρὰν ἔμελλεν οὐδὲ ὧν εἶχεν ὀλίγων ἡγήσεσθαι προσθεμένων τοῖς ἄλλοις.
7.3.1
᾿ Εν δὲ τῷ τότε καὶ Μελετίου κατὰ τοῦτον τὸν νόμον ἐπανελθόντος εἰς᾿ Αντιόχειαν τῆς Συρίας δεινή τις τῷ λαῷ φιλονικία συνέβη. Παυλίνου γὰρ ἔτι περιόντος, οὗ τὴν εὐλάβειαν, ὡς ἔγνωμεν, αἰδεσθεὶς Οὐάλης ὁ βασιλεὺς καταδικάσαι φυγὴν οὐκ ἐτόλμησεν, οἱ μὲν σύνθρονον αὐτοῦ
7.3.2
γενέσθαι Μελέτιον ἠξίουν. ἀντιλεγόντων δὲ τῶν τὰ Παυλίνου φρονούντων καὶ τὴν Μελετίου χειροτονίαν διαβαλλόντων ὡς ὑπὸ᾿ Αρειανῶν ἐπισκόπων γεγενημένην, βίᾳ τὸ σπουδαζόμενον εἰς ἔργον ἦγον οἱ Μελετίου ἐπαινέται.
7.3.3
πλῆθος γὰρ οὐ τὸ τυχὸν ὄντες ἐν μιᾷ τῶν πρὸ τῆς πόλεως ἐκκλησιῶν εἰς τὸν ἐπισκοπικὸν θρόνον ἀνεβίβασαν αὐτόν. ἑκατέρωθεν δὲ τοῦ λαοῦ χαλεπαίνοντος καὶ στάσεως προσδοκωμένης θαυμαστή τις ἐκράτησεν βουλή,
7.3.4
πρὸς ὁμόνοιαν αὐτοὺς ἄγουσα. συνεδόκει γὰρ ὅρκους λαβεῖν παρὰ τῶν ἐπισκοπεῖν τὸν ἐνθάδε θρόνον ἐπιτηδείων εἶναι νομιζομένων ἢ προσδοκωμένων, ὧν ἦσαν ἕτεροι πέντε καὶ Φλαβιανός, ὡς οὔτε σπουδάσουσιν οὔτε χειροτονίας ἐπ' αὐτοῖς γινομένης ἀνέξονται ἐπισκοπεῖν, ἐς ὅσον Παυλῖνος ἢ Μελέτιος τῷ βίῳ περιῶσιν· συγχωρεῖν δὲ θατέρου προτελευτήσαντος τὸν ἕτερον
7.3.5
μόνον τὴν ἐπισκοπὴν ἔχειν. κατὰ ταῦτα δὲ δοθέντων τῶν ὅρκων σχεδὸν τὸ πᾶν ὡμονόει πλῆθος. ὀλίγοι δὲ τῶν Λουκίφερος ἔτι διεφέροντο, ὡς ὑπὸ ἑτεροδόξων Μελετίου χειροτονηθέντος. ἐπεὶ δὲ τάδε ὧδε γέγονε, Μελέτιος
7.3.6
μὲν ἧκεν εἰς Κωνσταντινούπολιν· ἡνίκα καὶ ἄλλοις πολλοῖς ἐπισκόποις κατὰ ταὐτὸν γενομένοις ἔδοξεν ἀναγκαῖον εἶναι ἐκ τῆς Ναζιανζοῦ μεταθεῖναι Γρηγόριον καὶ ἐπιτρέψαι αὐτῷ τὴν ἐνθάδε ἐπισκοπήν.
7.4.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον Γρατιανὸς μὲν ἔτι τῶν πρὸς ἑσπέραν Γαλατῶν ὑπὸ᾿ Αλαμανῶν ταραττομένων ἐπὶ τὴν πατρῴαν ἀνέστρεφε μοῖραν, ἣν αὐτῷ τε καὶ τῷ ἀδελφῷ διοικεῖν κατέλιπεν,᾿ Ιλλυριοὺς καὶ τὰ πρὸς
7.4.2
ἥλιον ἀνίσχοντα τῆς ἀρχῆς Θεοδοσίῳ ἐπιτρέψας. κατωρθοῦτο δὲ κατὰ γνώμην αὐτῷ τὰ πρὸς τούτους, Θεοδοσίῳ δὲ τὰ πρὸς τοὺς ἀμφὶ τὸν῎ Ιστρον βαρβάρους. ἐπεὶ δὲ τῶν μὲν μάχῃ ἐπεκράτησε, τῶν δὲ φίλους ἔχειν῾ Ρωμαίους ἀντιβολούντων ὁμήρους λαβὼν σπονδὰς ἐδέξατο, ἧκεν εἰς Θεσσα
7.4.3
λονίκην. νόσῳ δὲ περιπεσὼν ἐνταῦθα μυσταγωγοῦντος αὐτὸν᾿ Αχολίου τοῦ τῇδε ἐπισκόπου ἐμυήθη καὶ ῥᾷον ἔσχεν. ἐκ προγόνων γὰρ χριστιανίζων κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου ἥσθη᾿ Αχολίῳ ὧδε δοξάζοντι καὶ ἔργοις ἀγαθοῖς καὶ συλλήβδην, ὡς εἰπεῖν, πρὸς πᾶσαν ἱερωσύνης ἀρετὴν συντεταγμένῳ, ἥσθη δὲ καὶ᾿ Ιλλυριοῖς ἅπασι μὴ μετασχοῦσι τῆς᾿ Αρείου
7.4.4
δόξης. πυνθανόμενος δὲ περὶ τῶν ἄλλων ἐθνῶν μέχρι μὲν Μακεδόνων ἔγνω τὰς ἐκκλησίας ὁμονοεῖν καὶ πάντας ἐπίσης τῷ πατρὶ τὸν θεὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα σέβειν, ἐντεῦθεν δὲ τὰ πρὸς ἕω στασιάζειν, ὡς καὶ τοὺς λαοὺς εἰς διαφόρους αἱρέσεις μεμερίσθαι, καὶ μάλιστα ἀνὰ τὴν Κων
7.4.5
σταντινούπολιν. λογισάμενος δὲ ἄμεινον εἶναι προαγορεῦσαι τοῖς ὑπηκόοις ἣν ἔχει περὶ τὸ θεῖον δόξαν, ὥστε μὴ βιάζεσθαι δοκεῖν ἀθρόον ἐπιτάττοντα παρὰ γνώμην θρησκεύειν, νόμον ἐκ Θεσσαλονίκης προσεφώνησε τῷ δήμῳ Κωνσταντινουπόλεως· συνεῖδε γὰρ ἐνθένδε ὡς ἀπό τινος ἀκροπόλεως τῆς πάσης ὑπηκόου καὶ ταῖς ἄλλαις πόλεσι δήλην ἔσεσθαι ἐν τάχει τὴν γραφήν.
7.4.6
ἐδήλου δὲ διὰ ταύτης βούλεσθαι πάντας τοὺς ἀρχομένους θρησκεύειν, ὡς ἐξ ἀρχῆς῾ Ρωμαίοις παρέδωκε Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ἐφύλαττον δὲ τότε Δάμασος ὁ῾ Ρώμης ἐπίσκοπος καὶ Πέτρος ὁ᾿ Αλεξανδρείας· μόνων δὲ τῶν ἰσότιμον τριάδα θείαν θρησκευόντων καθολικὴν τὴν ἐκκλησίαν ὀνομάζεσθαι, τοὺς δὲ παρὰ ταῦτα δοξάζοντας αἱρετικοὺς προσαγορεύεσθαι καὶ ἀτίμους εἶναι καὶ τιμωρίαν προσδέχεσθαι.
7.5.1
Ταῦτα νομοθετήσας οὐ πολλῷ ὕστερον ἧκεν εἰς Κωνσταντινούπολιν. ἐκράτουν δὲ τῶν ἐκκλησιῶν ἔτι οἱ τὰ᾿ Αρείου φρονοῦντες, ὧν ἡγεῖτο Δημόφιλος· Γρηγόριος δὲ ὁ ἐκ Ναζιανζοῦ προΐστατο τῶν ὁμοούσιον τριάδα δοξαζόντων, ἐκκλησίαζε δὲ ἐν οἰκίσκῳ μικρῷ παρ' ὁμοδόξων αὐτῷ τε καὶ
7.5.2
τοῖς ὁμοίως θρησκεύουσιν εἰς εὐκτήριον οἶκον κατασκευασθέντι. μετὰ δὲ ταῦτα περιφανὴς τῶν ἐν τῇ πόλει νεὼς γέγονεν οὗτος καὶ ἔστιν, οὐ μόνον οἰκοδομημάτων κάλλει τε καὶ μεγέθει, ἀλλὰ καὶ ἐναργῶν θεοφανειῶν ὠφελείαις. προφαινομένη γὰρ ἐνθάδε θεία δύναμις ὕπαρ τε καὶ ἐν ὀνείρασι πολλοῖς πολλάκις νόσοις τε καὶ περιπετείαις πραγμάτων κάμνουσιν ἐπήμυνε· πιστεύεται δὲ ταύτην τὴν Χριστοῦ μητέρα Μαρίαν τὴν ἁγίαν παρθένον
7.5.3
εἶναι· τοιαύτη γὰρ ἐπιφαίνεται.᾿ Αναστασίαν δὲ ταύτην τὴν ἐκκλησίαν ὀνομάζουσιν, ὡς μὲν ᾠόμην, καθότι τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, πεπτωκὸς ἤδη ἐν Κωνσταντινουπόλει καὶ τεθνηκός, ὡς εἰπεῖν, διὰ τὴν δύναμιν τῶν ἑτεροδόξων, ἐνθάδε ἀνέστη τε καὶ ἀνεβίω διὰ τῶν Γρηγορίου
7.5.4
λόγων. ὡς δέ τινων ἀληθῆ λέγειν ἰσχυριζομένων ἀκήκοα, ἐκκλησιάζοντος τοῦ λαοῦ γυνὴ ἐγκύμων ἀπὸ τῆς ὑπερῴου στοᾶς καταπεσοῦσα ἐνθάδε τέθνηκε, κοινῆς δὲ παρὰ πάντων εὐχῆς ἐπ' αὐτῇ γενομένης ἀνέζησε καὶ σὺν τῷ βρέφει ἐσώθη· ὡς ἐπὶ παραδόξῳ δὲ θειόθεν συμβάντι ταύτην ἔλαχε τὴν προσηγορίαν ἐξ ἐκείνου ὁ τόπος. καὶ περὶ μὲν τούτου τοιοῦτος εἰσέτι νῦν φέρεται λόγος.
7.5.5
῾ Ο δὲ βασιλεὺς πέμψας πρὸς Δημόφιλον ἐκέλευσεν αὐτὸν κατὰ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου θρησκεύειν καὶ τὸν λαὸν εἰς ὁμόνοιαν ἄγειν ἢ τῶν ἐκκλησιῶν ὑποχωρεῖν. ὁ δὲ τὸ πλῆθος συγκαλέσας τὴν βασιλέως ἐδήλωσε γνώμην καὶ εἰς τὴν ὑστεραίαν πρὸ τῶν τειχῶν ἐκκλησιάζειν προηγόρευσεν· «ἐπεὶ θεῖος», ἔφη, «ἐπιτάττει λόγος· ἐὰν ὑμᾶς διώκωσιν ἐκ τῆς πόλεως
7.5.6
ταύτης, φεύγετε εἰς τὴν ἄλλην.» τοιάδε προσειπὼν ἐξ ἐκείνου πρὸ τῆς πόλεως ἐκκλησίαζεν, σὺν αὐτῷ δὲ καὶ Λούκιος ὁ πάλαι πρὸς τῶν᾿ Αρείου τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν ἐπιτραπείς· ἐξελαθεὶς γάρ, ὡς εἴρηται, φυγὰς
7.5.7
εἰς Κωνσταντινούπολιν ἐλθὼν ἐνθάδε διέτριβεν. ἀπολιπόντων δὲ τὴν ἐκκλησίαν τῶν ἀμφὶ Δημόφιλον εἰσελθὼν ὁ βασιλεὺς ηὔξατο. καὶ τὸ ἐξ ἐκείνου τοὺς εὐκτηρίους οἴκους κατέσχον οἱ τριάδα ὁμοούσιον πρεσβεύοντες. ἔτος δὲ τοῦτο ἦν ἐν ᾧ Γρατιανὸς τὸ πέμπτον καὶ Θεοδόσιος τὸ πρῶτον ὑπάτευον, τεσσαρακοστὸν δὲ ἀφ' οὗ τῶν ἐκκλησιῶν ἐκράτησαν οἱ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως.
7.6.1
῎ Ετι δὲ οὗτοι, πλῆθος ὄντες ἐκ τῆς Κωνσταντίου καὶ Οὐάλεντος ῥοπῆς, ἀδεέστερον συνιόντες περὶ θεοῦ καὶ οὐσίας αὐτοῦ δημοσίᾳ διελέγοντο καὶ ἀποπειρᾶσθαι τοῦ βασιλέως ἔπειθον τοὺς ὁμόφρονας αὐτοῖς ἐν τοῖς βασιλείοις. ἡγοῦντο γὰρ ἐπιτεύξεσθαι τῆς ἐπιχειρήσεως τὰ ἐπὶ Κωνσταντίου
7.6.2
συμβάντα σκοποῦντες. τοῦτο δὲ αὐτὸ καὶ τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας φροντίδας καὶ φόβον ἐκίνει· οὐχ ἥκιστα δὲ περιδεεῖς ἦσαν λογιζόμενοι τὴν ἐν ταῖς διαλέξεσιν Εὐνομίου δεινότητα. οὐ πρὸ πολλοῦ γὰρ οὗτος δι' ἣν ἔσχεν ἐν Κυζίκῳ διαφορὰν ἐπὶ τῆς Οὐάλεντος βασιλείας πρὸς τοὺς αὐτοῦ κληρικοὺς ἀποσχίσας τῶν᾿ Αρείου καθ' ἑαυτὸν διῆγεν ἐν Βιθυνίᾳ πέραν Κωνσταντινουπόλεως· καὶ πλῆθος ἐπεραιοῦτο πρὸς αὐτόν, οἱ δὲ καὶ ἄλλοθεν
7.6.3
συνῄεσαν, οἱ μὲν ἀποπειρώμενοι, οἱ δὲ ὧν λέγει ἀκουσόμενοι. φήμη δὲ τούτων καὶ εἰς βασιλέα ἦλθεν, καὶ συγγενέσθαι αὐτῷ ἕτοιμος ἦν· ἀλλ' ἡ βασιλὶς Πλακίλλα ἐπέσχε σπουδῇ ἀντιβολοῦσα· πιστοτάτη γὰρ οὖσα φύλαξ τοῦ δόγματος τῆς ἐν Νικαίᾳ συνόδου ἔδεισε, μὴ ὡς εἰκὸς ἐν διαλέξει παρα
7.6.4
πεισθεὶς ὁ ἀνὴρ μεταβάλοι εἰς τὴν αὐτοῦ δόξαν. ἔτι δὲ ἐφ' ἑκάτερα τῆς
7.6.5
περὶ ταῦτα σπουδῆς ἀκμαζούσης λέγεται τῶν ἐνδημούντων ἐπισκόπων τῇ Κωνσταντινουπόλει παραγενομένων εἰς τὰ βασίλεια, οἷά γε εἰκός, ἀσπάσασθαι τὸν κρατοῦντα, ὡς συνῆν αὐτοῖς πρεσβύτης τις ἀσήμου πόλεως
7.6.5
ἱερεύς, ἁπλοῦς καὶ πραγμάτων ἀτριβής, περὶ δὲ τὰ θεῖα νοῦν ἔχων. οἱ μὲν οὖν ἄλλοι σεμνῶς μάλα καὶ εὐλαβῶς τὸν βασιλέα ἠσπάσαντο· ὁμοίως δὲ τοῦτον προσεῖπε καὶ ὁ πρεσβύτης ἱερεύς, τῷ δὲ τοῦ βασιλέως παιδὶ συγκαθεζομένῳ τῷ πατρὶ τὴν ἴσην οὐκ ἀπένειμε τιμήν, ἀλλὰ προσελθὼν οἷά γε νηπίῳ «χαῖρε τεκνίον» ἔφη, τῷ δακτύλῳ σαίνων· κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς καὶ ὡς ἐπὶ ὑβρισμένῳ παιδὶ χαλεπαίνων, ὅτι μὴ τῆς ὁμοίας ἠξίωτο τιμῆς, ἐκβάλλεσθαι τὸν πρεσβύτην ὑβριστικῶς ἐκέλευσεν.
7.6.6
ὁ δὲ ἀστεϊζόμενος ὑποστραφεὶς εἶπεν· «οὕτω δὴ νόμισον, ὦ βασιλεῦ, καὶ τὸν οὐράνιον πατέρα ἀγανακτεῖν πρὸς τοὺς ἀνομοίως τὸν υἱὸν τιμῶντας καὶ ἥττονα τολμῶντας ἀποκαλεῖν τοῦ γεννήσαντος.» ἀγασθεὶς δὲ ἐπὶ τῷ εἰρημένῳ ὁ βασιλεὺς μετεκαλέσατο τὸν ἱερέα καὶ συγγνώμην ᾔτει καὶ ἀληθῶς
7.6.7
εἰρηκέναι συνωμολόγει. καὶ ἀσφαλέστερος γενόμενος οὐ προσίετο τοὺς παρὰ ταῦτα δοξάζοντας. καὶ τὰς ἐπ' ἀγορᾶς ἔριδας καὶ συνόδους ἀπηγόρευσε, καὶ διαλέγεσθαι τὸν αὐτὸν τρόπον περὶ φύσεως ἢ οὐσίας θεοῦ οὐκ ἀκίνδυνον ἐποιεῖτο νόμον θέμενος περὶ τούτου καὶ τιμωρίαν ὁρίσας.
7.7.1
᾿ Εν τάχει τε καὶ σύνοδον ἐπισκόπων ὁμοδόξων αὐτῷ συνεκάλεσε βεβαιότητός τε ἕνεκα τῶν ἐν Νικαίᾳ δοξάντων καὶ χειροτονίας τοῦ μέλλοντος
7.7.2
ἐπισκοπεῖν τὸν Κωνσταντινουπόλεως θρόνον. ὑπολαβὼν δὲ δύνασθαι συνάψαι τῇ καθόλου ἐκκλησίᾳ τοὺς καλουμένους Μακεδονιανούς, ὡς μὴ περὶ μέγα τι διαφερομένους ἐν τῇ κατὰ τὸ δόγμα ζητήσει, συνεκάλεσε καὶ τούτους. συνῆλθον οὖν ἐκ μὲν τῶν ὁμοούσιον τριάδα δοξαζόντων ἀμφὶ ἑκατὸν καὶ πεντήκοντα, τῶν δὲ ἀπὸ τῆς Μακεδονίου αἱρέσεως ἓξ καὶ τριάκοντα, ὧν
7.7.3
οἱ πλείους ἐτύγχανον ἐκ τῶν περὶ τὸν῾ Ελλήσποντον πόλεων. ἡγοῦντο δὲ τούτων᾿ Ελεύσιός τε ὁ Κυζίκου καὶ Μαρκιανὸς ὁ Λαμψάκου, τῶν δὲ ἄλλων Τιμόθεος ὁ τὸν᾿ Αλεξανδρέων διέπων θρόνον, οὐ πρὸ πολλοῦ τετελευτηκότα Πέτρον ἀδελφὸν αὐτοῦ ὄντα διαδεξάμενος, καὶ Μελέτιος ὁ᾿ Αντιοχείας ἐπίσκοπος, ἤδη πρώην εἰς τὴν Κωνσταντινούπολιν διὰ τὴν Γρηγορίου κατάστασιν ἀφικόμενος, καὶ Κύριλλος ὁ῾ Ιεροσολύμων, μεταμεληθεὶς
7.7.4
τότε ὅτι πρότερον τὰ Μακεδονίου ἐφρόνει. σὺν τούτοις δὲ ἦσαν᾿ Αχόλιός τε ὁ Θεσσαλονίκης καὶ Διόδωρος ὁ Ταρσοῦ καὶ᾿ Ακάκιος ὁ Βεροίας· οἳ δὴ πάντες ἐπαινέται τυγχάνοντες τῆς ἐν Νικαίᾳ βεβαιωθείσης γραφῆς ἐδέοντο σφίσιν ὁμογνώμονας γενέσθαι τοὺς ἀμφὶ᾿ Ελεύσιον, ἀναμιμνήσκοντες ὧν τε πρὸς Λιβέριον ἐπρεσβεύσαντο καὶ ὡμολόγησαν διὰ Εὐσταθίου καὶ Σιλβανοῦ
7.7.5
καὶ Θεοφίλου, ὡς εἴρηται. ἀλλ' οἱ μὲν μήποτε ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν δοξάζειν ἀναφανδὸν εἰπόντες, εἰ καὶ ἐναντία ταῖς πρὸς Λιβέριον ὁμολογίαις ἐροῦσιν, ἀπεδήμησαν καὶ τοῖς κατὰ πόλιν ὁμοφρονοῦσιν ἔγραψαν
7.7.6
μὴ συνθέσθαι τοῖς ἐν Νικαίᾳ δεδογμένοις. οἱ δὲ ἐν Κωνσταντινουπόλει προσμείναντες ἐβουλεύοντο τίνι δέοι ἐπιτρέψαι τὴν ἐνθάδε καθέδραν. λέγεται γὰρ βασιλέα μὲν θαυμάζοντα τοῦ βίου καὶ τῶν λόγων Γρηγόριον ἄξιον ψηφίσασθαι ταύτης τῆς ἐπισκοπῆς, συναινέσαι δὲ καὶ τοὺς πλείους τῆς συνόδου αἰδοῖ τῆς αὐτοῦ ἀρετῆς· τὸν δὲ τὰ μὲν πρῶτα ἑλέσθαι προστατεῖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, αἰσθόμενον δέ τινας ἀντερεῖν
7.7.7
καὶ μάλιστα τοὺς ἐξ Αἰγύπτου παραιτήσασθαι· καί μοι τόνδε σοφώτατον ἄνδρα πάντων ἕνεκα, οὐχ ἥκιστα δὲ τοῦ παρόντος θαυμάζεσθαι· οὔτε γὰρ ὑπὸ εὐγλωττίας ἐνεπλήσθη τύφου οὔτε ὑπὸ κενῆς δόξης εἰς ἐπιθυμίαν ἦλθεν ἡγεῖσθαι τῆς ἐκκλησίας, ἣν παρέλαβε μηκέτι εἶναι κινδυνεύ
7.7.8
ουσαν. ἀπαιτοῦσι δὲ τοῖς ἐπισκόποις τὴν παρακαταθήκην ἀπέδωκεν, οὐ τοὺς πολλοὺς ἱδρῶτας μεμψάμενος ἢ τοὺς κινδύνους οὓς ὑπέστη πρὸς τὰς αἱρέσεις ζυγομαχῶν· καίτοι γε λυποῦν οὐδὲν ἦν μηδενὸς ὄντος μένειν αὐτὸν Κωνσταντινουπόλεως ἐπίσκοπον· ἤδη γὰρ καὶ Ναζιανζοῦ ἕτερος κεχειροτόνητο. ἀλλ' ὅμως ἡ σύνοδος τοὺς πατρίους νόμους καὶ τὴν ἐκκλησιαστικὴν τάξιν φυλάττουσα, ὃ δέδωκε παρ' ἑκόντος ἀπείληφε μηδὲν αἰδεσθεῖσα τῶν 7. 7. τοῦ ἀνδρὸς πλεονεκτημάτων. ὡς ἐπὶ μεγίστῳ δὲ πεφροντισμένης βουλῆς τῷ βασιλεῖ καὶ τοῖς ἱερεῦσιν οὔσης, παρεγγυωμένου τε τοῦ κρατοῦντος ἀκριβῆ ποιήσασθαι βάσανον, ὅπως ὅτι μάλιστα καλός τε καὶ ἀγαθὸς εὑρεθείη, ᾧ δέοι πιστεῦσαι τῆς μεγίστης καὶ βασιλευούσης πόλεως τὴν ἀρχιερωσύνην, οὐ τὴν αὐτὴν γνώμην εἶχεν ἡ σύνοδος, ἕκαστοι δέ τινα τῶν αὐτοῖς ἐπιτηδείων ἠξίουν χειροτονεῖν.
7.8.1
᾿ Εν τούτῳ δὲ Νεκτάριός τις Ταρσεὺς τῆς Κιλικίας τοῦ λαμπροτάτου τάγματος τῆς συγκλήτου ἐν Κωνσταντινουπόλει διέτριβεν. ἤδη δὲ παρεσκευασμένος εἰς τὴν πατρίδα ἀπιέναι παραγίνεται πρὸς Διόδωρον τὸν Ταρσοῦ
7.8.2
ἐπίσκοπον, εἴ γε βούλοιτο γράφειν ἐπιστολὰς κομισόμενος. ἔτυχε δὲ τότε διανοούμενος καθ' ἑαυτὸν ὁ Διόδωρος, τίνα χρὴ προβαλέσθαι εἰς τὴν σπουδαζομένην χειροτονίαν. καὶ ἰδὼν εἰς Νεκτάριον ἄξιον εἶναι τῆς ἐπισκοπῆς ἐνόμισε καὶ κατὰ νοῦν εὐθὺς αὐτῷ προσετέθη, πολιὰν τἀνδρὸς καὶ εἶδος
7.8.3
ἱεροπρεπὲς καὶ τὸ προσηνὲς τῶν τρόπων. καὶ ὡς ἐπ' ἄλλο τι ἀγαγὼν αὐτὸν παρὰ τὸν᾿ Αντιοχείας ἐπίσκοπον ἐπῄνει καὶ σπουδάζειν αὐτῷ παρεκάλει. ὁ δὲ ἐπὶ μεμεριμνημένῳ πράγματι πολλῶν ἐπισημοτάτων ἀνδρῶν ὑποψήφων ὄντων ἐγέλασε τὴν Διοδώρου ψῆφον· ὅμως δὲ πρὸς
7.8.4
ἑαυτὸν καλέσας Νεκτάριον περιμένειν βραχύν τινα χρόνον ἐκέλευσεν. οὐκ εἰς μακρὰν δὲ προστάξαντος τοῦ βασιλέως τοῖς ἱερεῦσιν ἐγγράψαι χάρτῃ τὰς προσηγορίας ὧν ἕκαστοι δοκιμάζουσιν εἰς τὴν χειροτονίαν ἀξίων, ἑαυτῷ δὲ φυλάξαντος ἐκ πάντων τοῦ ἑνὸς τὴν αἵρεσιν, ἄλλοι μὲν ἄλλους ἐνέγραψαν, ὁ δὲ τῆς᾿ Αντιοχέων ἐκκλησίας ἡγούμενος ἐγγράφει μὲν οὓς ἐβούλετο, ἔσχατον δὲ πάντων προστίθησι Νεκτάριον διὰ τὴν πρὸς Διόδωρον χάριν.
7.8.5
ἀναγνοὺς δὲ ὁ βασιλεὺς τῶν ἐγγραφέντων τὸν κατάλογον, ἔστη ἐπὶ Νεκταρίῳ. καὶ σύννους γενόμενος σχολῇ καθ' ἑαυτὸν ἐβουλεύετο τὸν δάκτυλον ἐπιθεὶς τῇ τελευταίᾳ γραφῇ. καὶ ἀναδραμὼν εἰς τὴν ἀρχὴν αὖθις πάντας ἐπῆλθε,
7.8.6
καὶ Νεκτάριον αἱρεῖται. θαῦμα δὲ πᾶσιν ἐγένετο, καὶ ἐπυνθάνοντο ὅστις εἴη Νεκτάριος οὗτος καὶ ποδαπὸς τὸ ἐπιτήδευμα καὶ πόθεν. μαθόντες δὲ μηδὲ μυστηρίων μετεσχηκέναι τὸν ἄνδρα ἔτι μᾶλλον κατεπλάγησαν πρὸς τὸ παράδοξον τῆς βασιλέως κρίσεως. ἠγνόει δὲ τοῦτο, οἶμαι, καὶ Διόδωρος· οὐ γὰρ ἂν ἐθάρρησεν εἰδὼς ἔτι ἀμυήτῳ δοῦναι ψῆφον ἱερωσύνης, ἀλλ' οἷα
7.8.7
εἰκὸς νομίσας πολιὸν ὄντα [μὴ] καὶ πάλαι μεμυῆσθαι. οὐκ ἀθεεὶ δὲ ταῦτα συνέβαινεν· ἐπεὶ καὶ ὁ βασιλεὺς ἀμύητον αὐτὸν εἶναι μαθὼν ἐπὶ τῆς αὐτῆς ἔμεινε γνώμης πολλῶν ἱερέων ἀντιτεινόντων. ἐπεὶ δὲ πάντες εἶξαν καὶ τῇ ψήφῳ τοῦ κρατοῦντος συνέβησαν, ἐμυήθη. καὶ τὴν μυστικὴν ἐσθῆτα ἔτι ἠμφιεσμένος κοινῇ ψήφῳ τῆς συνόδου ἀναγορεύεται Κωνσταντινουπόλεως
7.8.8
ἐπίσκοπος. ταῦτα δὲ οὕτως γενέσθαι πολλοῖς πιστεύεται τοῦ θεοῦ χρήσαντος τῷ βασιλεῖ· οὐκ ἀκριβῶ δὲ τοῦτο πότερον ἀληθὲς ἢ οὔ· πείθομαί γε μὴν οὐκ ἐκτὸς θείας ῥοπῆς ἐπιτελεσθῆναι τὸ συμβάν, καὶ εἰς τὸ παράδοξον τῆς χειροτονίας ἀφορῶν καὶ ἐκ τῶν μετὰ ταῦτα σκοπῶν, ὡς ἐπὶ πραότατον καὶ καλὸν καὶ ἀγαθὸν ταυτηνὶ τὴν ἱερωσύνην ὁ θεὸς ἤγαγεν. καὶ τὰ μὲν ἀμφὶ τὴν Νεκταρίου χειροτονίαν ὧδε ἔσχεν, ὡς ἐπυθόμην. 7.. 1 Μετὰ δὲ ταῦτα συνελθόντες αὐτός τε Νεκτάριος καὶ οἱ ἄλλοι ἱερεῖς ἐψηφίσαντο τῆς ἐν Νικαίᾳ συνόδου κυρίαν μένειν τὴν πίστιν καὶ πᾶσαν αἵρεσιν ἀποκεκηρύχθαι, διοικεῖσθαι δὲ τὰς πανταχῇ ἐκκλησίας κατὰ τοὺς πάλαι κανόνας, καὶ τοὺς ἐπισκόπους ἐπὶ τῶν ἰδίων μένειν ἐκκλησιῶν καὶ μὴ εἰκῇ ταῖς ὑπερορίαις ἐπιβαίνειν μήτε ἀκλήτους χειροτονίαις μηδὲν αὐτοῖς προσηκούσαις σφᾶς ἐπιβάλλειν, καθὰ πρότερον ὡς ἔτυχε διωκομένης τῆς 7.. 2 καθόλου ἐκκλησίας πολλάκις συνέβη. τὰ δὲ παρ' ἑκάστῃ συμβαίνοντα τὴν τοῦ ἔθνους σύνοδον, ὡς ἂν ἄριστα φανείη, διοικεῖν τε καὶ πράττειν. μετὰ δὲ τὸν῾ Ρώμης τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα ἔχειν 7.. 3 ὡς Νέας῾ Ρώμης τὸν θρόνον ἐπιτροπεύοντα. (ἤδη γὰρ οὐ μόνον ταύτην εἶχε τὴν προσηγορίαν ἡ πόλις καὶ γερουσίᾳ καὶ τάγμασι δήμων καὶ ἀρχαῖς ὁμοίως ἐχρῆτο, ἀλλὰ καὶ τὰ συμβόλαια κατὰ τὰ νόμιμα τῶν ἐν᾿ Ιταλίᾳ῾ Ρωμαίων ἐκρίνετο, καὶ τὰ δίκαια καὶ τὰ γέρα περὶ πάντα ἑκατέρᾳ ἰσάζετο.) 7.. 4 Μάξιμον δὲ μήτε γεγενῆσθαι ἢ εἶναι ἐπίσκοπον μήτε κληρικοὺς τοὺς παρ' αὐτοῦ χειροτονηθέντας· καὶ τὰ ἐπ' αὐτῷ ἢ παρ' αὐτοῦ πεπραγμένα ἄκυρα ἐψηφίσαντο. τοῦτον γὰρ᾿ Αλεξανδρέα τὸ γένος ὄντα κυνικόν τε φιλόσοφον τὸ ἐπιτήδευμα, σπουδαῖον δὲ περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κλέψαντες τὴν χειροτονίαν ἐπίσκοπον Κωνσταντινουπόλεως κατέστησαν οἱ τότε ἐξ 7.. 5 Αἰγύπτου συνεληλυθότες. καὶ τὰ μὲν ὧδε τῇδε τῇ συνόδῳ ἔδοξε· καὶ ὁ βασιλεὺς ἐπεψηφίσατο, καὶ νόμον ἔθετο κυρίαν εἶναι τὴν πίστιν τῶν ἐν Νικαίᾳ συνεληλυθότων, παραδοθῆναι δὲ τὰς πανταχῇ ἐκκλησίας τοῖς ἐν ὑποστάσει τριῶν προσώπων ἰσοτίμων τε καὶ ἰσοδυνάμων μίαν καὶ τὴν αὐτὴν 7.. 6 ὁμολογοῦσι θεότητα, πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· τούτους δὲ εἶναι τοὺς κοινωνοῦντας Νεκταρίῳ ἐν Κωνσταντινουπόλει, ἐν Αἰγύπτῳ δὲ Τιμοθέῳ τῷ ἐπισκόπῳ᾿ Αλεξανδρείας, ἐν δὲ ταῖς ἀνὰ τὴν ἕω ἐκκλησίαις Διοδώρῳ τῷ Ταρσοῦ καὶ Πελαγίῳ τῷ ἐπισκόπῳ Λαοδικείας τῆς Σύρων, παρὰ δὲ᾿ Ασιανοῖς᾿ Αμφιλοχίῳ τῷ προϊσταμένῳ τῆς ἐν᾿ Ικονίῳ ἐκκλησίας, ἐν δὲ ταῖς περὶ Πόντον πόλεσιν ἀπὸ Βιθυνῶν μέχρι᾿ Αρμενίων῾ Ελλαδίῳ τῷ Καισαρείας τῆς Καππαδοκῶν ἐπισκόπῳ καὶ Γρηγορίῳ τῷ Νύσης καὶ᾿ Οτρηίῳ τῷ Μελιτινῆς, ἐν δὲ ταῖς περὶ Θρᾴκην καὶ Σκυθίαν πόλεσι Τερεντίῳ 7.. 7 τῷ Τομέων καὶ Μαρτυρίῳ τῷ Μαρκιανουπόλεως. τούτους γὰρ καὶ βασιλεὺς αὐτὸς ἐπῄνεσεν ἰδὼν καὶ συγγενόμενος, καὶ δόξα ἀγαθὴ περὶ αὐτῶν ἐκράτει ὡς τὰς ἐκκλησίας εὐσεβῶς ἀγόντων. ἐπεὶ δὲ τάδε ἐγένετο καὶ ἡ σύνοδος τέλος ἔσχεν, οἱ μὲν ἄλλοι ἕκαστος οἴκαδε ἐπανῆλθον.
7.10.1
Νεκτάριος δὲ ὑπὸ διδασκάλῳ Κυριακῷ τῷ ἐπισκόπῳ᾿ Αδάνων τὴν ἱερατικὴν τάξιν ἐμάνθανεν· τοῦτον γὰρ αὐτῷ συγγενέσθαι ἐπί τινα χρόνον ᾔτησε Διόδωρον τὸν Ταρσέων ἐπίσκοπον. προὐτρέψατο δὲ καὶ πολλοὺς ἄλλους Κίλικας αὐτῷ συνεῖναι καὶ Μαρτύριον, ὃν ἐπιτήδειον ἰατρὸν ἔχων καὶ συνίστορα τῶν ἐν νεότητι ἡμαρτημένων αὐτῷ διάκονον χειροτονεῖν ἐβου
7.10.2
λεύετο. οὐ μὴν ἠνέσχετο Μαρτύριος, ἀνάξιος εἶναι θείας διακονίας ἰσχυριζόμενος καὶ τῶν αὐτῷ βεβιωμένων αὐτὸν Νεκτάριον μάρτυρα ποιούμενος. καὶ ὁ Νεκτάριος «ἦ οὐκ ἐγώ», ἔφη, «ὁ νῦν ἱερεύς, ἀμελέστερόν σου πολλῷ τὸν πρὸ τοῦ διετέθην βίον, ὡς καὶ αὐτὸς μαρτυρεῖς πολλάκις διακονησάμενος
7.10.3
ταῖς πολλαῖς ἐμαῖς ἀκολασίαις;» ὁ δέ «ἀλλὰ σύ, ὦ μακάριε», ὑπολαβὼν ἔφη, «ἔναγχος βαπτισθεὶς κεκάθαρσαι καὶ ἐπὶ τούτῳ ἱερωσύνης ἠξίωσαι, ἀμφότερα δὲ καθάρσια ἁμαρτημάτων τὸ θεῖον ἐνομοθέτησεν· καί μοι δοκῶ, οὐδὲν διαφέρεις τῶν ἀρτιτόκων βρεφῶν· ἐγὼ δὲ πάλαι τῆς θείας βαπτίσεως μετασχὼν τῇ αὐτῇ διετέλεσα βιοτῇ χρώμενος.» καὶ ὁ μὲν τοιάδε λέγων οὐχ ὑπέστη τὴν χειροτονίαν. ἐγὼ δὲ καὶ τῆς παραιτήσεως ἐπαινῶ τὸν ἄνδρα καὶ διὰ τοῦτο μέρος ἐποιησάμην αὐτὸν ταύτης τῆς γραφῆς.
7.10.4
῾ Ο δὲ βασιλεὺς μαθὼν τὰ συμβάντα Παύλῳ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ γενομένῳ μετεκόμισεν αὐτοῦ τὸ σῶμα καὶ ἐν τῇ ἐκκλησίᾳ ἔθαψεν, ἣν ᾠκοδόμησε Μακεδόνιος ὁ ἐπιβουλεύσας αὐτῷ· εἰσέτι τε νῦν ἐπώνυμός ἐστιν αὐτῷ μέγιστος ὢν καὶ ἐπισημότατος ὁ ναὸς οὗτος. ὃ καὶ πολλοὺς ἀγνοοῦντας τὴν ἀλήθειαν ὑπονοεῖν ποιεῖ Παῦλον τὸν ἀπόστολον ἐνθάδε
7.10.5
κεῖσθαι, μάλιστα δὲ τὰς γυναῖκας καὶ τοῦ δήμου τοὺς πλείους. περὶ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸ Μελετίου λείψανον διεκομίσθη εἰς᾿ Αντιόχειαν καὶ παρὰ τὴν θήκην Βαβύλα τοῦ μάρτυρος ἐτάφη. λέγεται δὲ διὰ πάσης τῆς λεωφόρου κατὰ βασιλέως πρόσταγμα ἐντὸς τειχῶν εἰς τὰς πόλεις εἰσδεχθῆναι παρὰ τὸ νενομισμένον῾ Ρωμαίοις, ἀμοιβαδόν τε ὑπὸ ψαλμῳδίαις ταῖς κατὰ τόπον τιμώμενον ἕως᾿ Αντιοχείας διακομισθῆναι.
7.11.1
Καὶ Μελέτιος μὲν τοιᾶσδε ἠξιώθη ταφῆς. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ Φλαβιανὸς παρὰ τοὺς δοθέντας ὅρκους· ἔτι γὰρ Παυλῖνος τῷ βίῳ περιῆν. ἐκ τούτου δὲ μεγίστη πάλιν ταραχὴ τὴν᾿ Αντιοχέων ἐκκλησίαν ἐπέλαβε, καὶ πλεῖστοι σφᾶς ἀπέσχισαν τῆς πρὸς Φλαβιανὸν κοινωνίας καὶ
7.11.2
ὑπὸ Παυλίνῳ ἰδίᾳ ἐκκλησίαζον. διεφέροντο δὲ τούτου χάριν πρὸς ἀλλήλους καὶ αὐτοὶ οἱ ἱερεῖς. καὶ Αἰγύπτιοι μὲν καὶ᾿ Αράβιοι καὶ Κύπριοι ὡς ἐπὶ ἠδικημένῳ Παυλίνῳ ἠγανάκτουν, Σύροι δὲ καὶ Παλαιστῖνοι καὶ Φοίνικες,᾿ Αρμενίων τε καὶ Καππαδοκῶν καὶ Γαλατῶν καὶ τῶν πρὸς τῷ Πόντῳ
7.11.3
οἱ πλείους τὰ Φλαβιανοῦ ἐφρόνουν. οὐχ ἥκιστα δὲ ἐχαλέπαινον ὁ῾ Ρωμαίων ἐπίσκοπος καὶ πάντες οἱ πρὸς ἑσπέραν ἱερεῖς, καὶ Παυλίνῳ μὲν ὡς ἐπισκόπῳ᾿ Αντιοχείας τὰς συνήθεις ἔγραφον ἐπιστολάς, ἃς συνοδικὰς καλοῦσι, πρὸς δὲ Φλαβιανὸν σιωπὴν ἦγον, καὶ τοὺς ἀμφὶ Διόδωρον τὸν Ταρσοῦ καὶ᾿ Ακάκιον τὸν Βεροίας, τοὺς αὐτὸν χειροτονήσαντας, ἐν αἰτίᾳ ἐποι
7.11.4
οῦντο καὶ ἀκοινωνήτους εἶχον. ὥστε δὲ τὰ περὶ τούτων διαγνῶναι, ἔγραψαν αὐτοί τε καὶ Γρατιανὸς ὁ βασιλεύς, συγκαλοῦντες εἰς τὴν δύσιν τοὺς ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους.
7.12.1
Κατὰ δὲ τοῦτον τὸν χρόνον τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας καταλαμβανόντων τοὺς εὐκτηρίους οἴκους πλεῖσται πολλαχῇ τῆς ὑπηκόου ταραχαὶ συνέβησαν τῶν ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως ἀνθισταμένων. Θεοδόσιος δὲ ὁ βασιλεὺς ὀλίγον τῆς προτέρας συνόδου διαλιπὼν χρόνον αὖθις τοὺς προεστῶτας τῶν ἀκμαζουσῶν τότε αἱρέσεων συνεκάλεσεν, ἢ πεισθησομένους ἢ πεί
7.12.2
σοντας περὶ ὧν διεφέροντο. ὑπέλαβε γὰρ πάντας ὁμοδόξους ποιήσειν, εἰ κοινὴν αὐτοῖς διάλεξιν προθείη περὶ τῶν ἀμφιβόλων τοῦ δόγματος. ἐπεὶ δὲ συνῆλθον (ἔτος δὲ τοῦτο ἦν, ἐν ᾧ Μεροβαύδης τὸ δεύτερον καὶ Σατουρνῖνος ὑπάτευον, ἡνίκα δὴ συμβασιλεύειν αὐτῷ τὸν υἱὸν᾿ Αρκάδιον ἀνηγόρευσε), μετακαλεσάμενος Νεκτάριον ἐκοινώσατο περὶ τῆς ἐσομένης συνόδου καὶ τὸ ποιοῦν τὰς αἱρέσεις ζήτημα εἰς διάλεξιν ἄγειν ἐκέλευσεν, ὅπως μία τῶν πιστευόντων εἰς Χριστὸν ἐκκλησία γένοιτο καὶ δόγμα, καθ' ὃ δεῖ θρη
7.12.3
σκεύειν, σύμφωνον. καθ' ἑαυτὸν δὲ Νεκτάριος ἐν φροντίσι γενόμενος ὡς ὁμόφρονι περὶ τὴν πίστιν δήλην ἐποίησε τὴν βασιλέως γνώμην᾿ Αγελίῳ
7.12.4
τῷ προϊσταμένῳ τῆς Ναυατιανῶν ἐκκλησίας. ὁ δὲ τὴν ἀρετὴν τοῦ βίου διὰ τῶν ἔργων φέρων, κομψότητος δὲ καὶ τερθρείας λόγων ἀτριβής, προεβάλετο ἀντ' αὐτοῦ τὸ πρακτέον ἰδεῖν διαλεχθῆναί τε, εἰ δεήσειεν, ἄνδρα τῶν ὑπ' αὐτὸν ἀναγνωστῶν τότε, Σισίννιον ὄνομα, ὃς ὕστερον ἐπετράπη τὴν αὐτὴν ἐπισκοπήν, ἱκανὸν νοῆσαί τε καὶ φράσαι καὶ τὰς ἐξηγήσεις τῶν ἱερῶν βίβλων ἀκριβῶς ἐπιστάμενον καὶ πολυμαθῆ τῶν ἱστορημένων ὑπὸ τῶν παρ'
7.12.5
῞ Ελλησι καὶ τῇ ἐκκλησίᾳ φιλοσοφησάντων. ὃς δὴ καὶ τότε δόξας ἄριστα λέγειν συνεβούλευεν ἀποφυγεῖν τὰς πρὸς τοὺς ἑτεροδόξους διαλέξεις ὡς ἔριδος καὶ μάχης αἰτίς, πυνθάνεσθαι δὲ αὐτῶν, εἰ προσίενται τοὺς πρὸ τῆς διαιρέσεως τῆς ἐκκλησίας καθηγητὰς καὶ διδασκάλους τῶν ἱερῶν λό
7.12.6
γων γενομένους· «εἰ μὲν γὰρ τούτων», ἔφη, «τὰς μαρτυρίας ἀποβάλωσιν, ὑπὸ τῶν οἰκείων ἐξελαθήσονται· εἰ δὲ ἱκανοὺς εἰς ἀπόδειξιν τῶν ἀμφιβόλων ἡγήσονται, προΐσχεσθαι δεῖ τὰς αὐτῶν βίβλους.» εὖ γὰρ ᾔδει, ὡς οἱ παλαιοὶ συναΐδιον τῷ πατρὶ τὸν υἱὸν εὑρόντες οὐκ ἐτόλμησαν εἰπεῖν ἔκ τινος
7.12.7
ἀρχῆς τὴν γένεσιν αὐτὸν ἔχειν. ἐπεὶ δὲ τάδε καλῶς ἔχειν καὶ Νεκταρίῳ συνεδόκει, μαθὼν δὲ καὶ βασιλεὺς ἐπῄνεσε τὴν βουλήν, ἀπεπειρᾶτο τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων, ὅπως ἔχουσι γνώμης περὶ τὰς τῶν παλαιοτέρων ἐξηγήσεις. τῶν δὲ μάλα θαυμασάντων ἀναφανδὸν ἐδήλωσεν, εἰ ἐπὶ τοῖς εἰρημένοις αὐτοῖς καταπαύουσι τὰς ζητήσεις καὶ ἀξιοχρέους ἡγοῦνται μάρ
7.12.8
τυρας τοῦ δόγματος. διχονοίας δὲ καὶ περὶ τοῦτο συμβάσης τοῖς προεστῶσι τῶν αἱρέσεων (οὐ ταὐτὰ γὰρ ἕκαστοι περὶ τὰς τῶν ἀρχαιοτέρων ἐφρόνουν βίβλους) ἔγνω ὁ βασιλεύς, ὡς διαλέξεσι μόναις οἰκείων λόγων πεποιθότες παραιτοῦνται τὴν πρότασιν, καὶ τῆς γνώμης αὐτοὺς μεμψάμενος ἐκέλευσεν ἑκάστην αἵρεσιν γραφὴν αὐτῷ διδόναι τοῦ οἰκείου. τος. ἐπεὶ δὲ ἡ ἡμέρα παρῆν, καθ' ἣν ὥριστο τοῦτο ποιεῖν, συνῆλθον εἰς τὰ βασίλεια ὑπὲρ μὲν τῶν ὁμοούσιον τριάδα δοξαζόντων Νεκτάριος καὶ᾿ Αγέλιος, ὑπὲρ δὲ τῆς᾿ Αρείου αἱρέσεως Δημόφιλος ὁ ταύτης προεστώς, τῆς δὲ Εὐνομίου αὐτὸς Εὐνόμιος,᾿ Ελεύσιος δὲ ὁ Κυζίκου ἐπίσκοπος ὑπὲρ τῶν καλουμένων Μακεδονιανῶν. δεξάμενος δὲ τὴν ἑκάστου γραφὴν μόνην τὴν ὁμοούσιον τριάδα εἰσηγουμένην ἐπῄνεσε, τὰς δὲ ἄλλας ὡς ἐναντίας
7.12.10
διέρρηξε. καὶ Ναυατιανοῖς μὲν οὐδὲν ἐντεῦθεν παρὰ γνώμην ἀπέβη· ὁμοίως γὰρ τῇ καθόλου ἐκκλησίᾳ τὰ περὶ θεοῦ δοξάζουσιν. οἱ δὲ ἄλλοι πρὸς τοὺς αὐτῶν ἱερέας ἐχαλέπαινον ὡς ἀμαθῶς σφίσιν ἐναντίους ἐπὶ τοῦ κρατοῦντος γενομένους, πολλοὶ δὲ καὶ καταγνόντες πρὸς τὴν ἐπαινεθεῖσαν
7.12.11
πίστιν μετέθεντο. ὁ δὲ βασιλεὺς νομοθετῶν ἐκέλευσε τοὺς ἑτεροδόξους μήτε ἐκκλησιάζειν μήτε περὶ πίστεως διδάσκειν μήτε ἐπισκόπους ἢ ἄλλους χειροτονεῖν, καὶ τοὺς μὲν πόλεων καὶ ἀγρῶν ἐλαύνεσθαι, τοὺς δὲ ἀτίμους
7.12.12
εἶναι καὶ πολιτείας ὁμοίας μὴ μετέχειν τοῖς ἄλλοις. καὶ χαλεπὰς τοῖς νόμοις ἐνέγραφε τιμωρίας. ἀλλ' οὐκ ἐπεξῄει· οὐ γὰρ τιμωρεῖσθαι, ἀλλ' εἰς δέος καθιστᾶν τοὺς ὑπηκόους ἐσπούδαζεν, ὅπως ὁμόφρονες αὐτῷ γένοιντο περὶ τὸ θεῖον· ἐπεὶ καὶ τοὺς ἑκοντὶ μετατιθεμένους ἐπῄνει.
7.13.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον ἠσχολημένῳ Γρατιανῷ εἰς τὸν πρὸς᾿ Αλα- μανοὺς πόλεμον ἐπανέστη Μάξιμος ἐκ τῆς Βρεττανίας καὶ ὑφ' ἑαυτὸν τὴν῾ Ρωμαίων ἀρχὴν ποιεῖν ἐσπούδαζεν. ἐν᾿ Ιταλίᾳ δὲ τότε διέτριβεν Οὐαλεν- τινιανὸς ἔτι νέος ὤν· ἐπετέτραπτο δὲ τῶν τῇδε πραγμάτων τὴν διοίκησιν
7.13.2
ὕπαρχος ὢν Πρόβος, ὑπατικὸς ἀνήρ· ἡνίκα δὴ᾿ Ιουστίνα ἡ τοῦ βασιλέως μήτηρ τὰ᾿ Αρείου φρονοῦσα πράγματα παρεῖχεν᾿ Αμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνου καὶ τὰς ἐκκλησίας ἐτάραττεν, ἐπιχειροῦσα νεωτερίζειν κατὰ τῶν ἐν Νικαίᾳ δοξάντων καὶ περὶ πολλοῦ ποιουμένη κρατεῖν τὴν πίστιν
7.13.3
τῶν ἐν᾿ Αριμήνῳ συνεληλυθότων. ἐπεὶ δὲ τοὐναντίον ἐσπούδαζεν᾿ Αμβρόσιος, χαλεπήνασα διαβάλλει αὐτὸν πρὸς τὸν υἱὸν ὡς ὑβρισμένη. ὑπολαβὼν δὲ Οὐαλεντινιανὸς ἀληθεῖς εἶναι τὰς διαβολάς, ἅτε δὴ μητρὶ τιμωρῶν
7.13.4
πλῆθος στρατιωτῶν ἐπιπέμπει τῇ ἐκκλησίᾳ. οἱ δὲ τῷ ναῷ προσβαλόντες βίᾳ τῶν θυρῶν ἐντὸς ἐγένοντο καὶ τὸν᾿ Αμβρόσιον εἷλκον αὐθωρὸν εἰς ὑπερορίαν ἄξοντες. περιχυθέντες δὲ αὐτῷ τὸ πλῆθος τῆς ἐκκλησίας ἀντέσχον τοῖς στρατιώταις καὶ πρότερον ἔγνωσαν ἀποθανεῖν ἢ τὸν ἱερέα
7.13.5
ὑπεριδεῖν. ἐκ τούτου δὲ εἰς μείζονα ὀργὴν᾿ Ιουστίνα ἐξήφθη καὶ νόμῳ κρατῦναι τὴν ἐγχείρησιν ἐβουλεύετο. μετακαλεσαμένη τοίνυν Βενίβολον τὸν ἐπὶ τοῖς γραμματεῦσι τῶν θεσμῶν τότε τεταγμένον ἐκέλευσε τὴν ταχίστην τιθέναι νόμον ἐπὶ βεβαιώσει τῆς ἀναγνωσθείσης ἐν᾿ Αριμήνῳ πίστεως.
7.13.6
ὑποπαραιτούμενον δὲ τὴν πρᾶξιν (ἦν γὰρ τῆς καθόλου ἐκκλησίας) προὐτρέπετο μείζονος τιμῆς ἐπαγγελίαις δελεάζουσα, ἀλλ' οὐκ ἔπεισεν· περιελὼν δὲ τὴν ζώνην Βενίβολος πρὸ τῶν ποδῶν τῆς βασιλίδος ἔρριψεν, μήτε τῆς οὔσης τιμῆς μήτε μείζονος μεταποιεῖσθαι φήσας ἐπὶ μισθῷ ἀσεβείας.
7.13.7
ἐπεὶ οὖν ἐνέστη μήποτε τοῦτο διαπράξασθαι, ἕτεροι διηκονήσαντο πρὸς τὴν θέσιν τοῦ τοιούτου νόμου. παρεκελεύετο δὲ ἀδεῶς συνιέναι τοὺς ὁμοίως δοξάζοντας τοῖς ἐν᾿ Αριμήνῳ καὶ μετὰ ταῦτα ἐν Κωνσταντινουπόλει συνεληλυθόσι, τοὺς δὲ ἐμποδὼν γενομένους ἢ ἐναντία τῷ νόμῳ βασιλέως δεομένους θανάτῳ ζημιοῦσθαι.
7.13.8
Ταῦτα σπουδαζούσης τῆς τοῦ βασιλέως μητρὸς καὶ τὸν νόμον εἰς ἔργον ἄγειν κατεπειγούσης, ἀγγέλλεται δόλῳ᾿ Ανδραγαθίου, ὃς στρατηγὸς ἦν Μαξίμου, Γρατιανὸν ἀνῃρῆσθαι. ἐφ' ἁρμαμάξης γὰρ βασιλικῆς ὀχούμενος ἀπεκρύβη, καὶ ὡς τοῦ βασιλέως εἴη γαμετὴ τοῖς ἡγουμένοις ἀγγέλλειν 7. 13. ἐκέλευεν. ἀπερισκέπτως δὲ Γρατιανὸς διαβὰς τὸν τῇδε ποταμόν, ὡς ἔναγχος γήμας καὶ νέος ὢν καὶ ἐρωτικῶς περὶ τὴν γυναῖκα διατεθείς, ὑπὸ προθυμίας τοῦ θεάσασθαι αὐτὴν μηδὲν προϊδόμενος εἰς τὰς᾿ Ανδραγαθίου ἐνέπεσε χεῖρας. καὶ συλληφθεὶς οὐκ εἰς μακρὰν ἀνῃρέθη, ἔτη μὲν ἀμφὶ τὰ εἰκοσιτέσσαρα γεγονώς, δέκα δὲ καὶ πέντε βασιλεύσας. ὡς ἐπιγενομένης δὲ τοσαύτης συμφορᾶς ἐπαύσατο᾿ Ιουστίνα τῆς κατὰ᾿ Αμβροσίου ὀργῆς.
7.13.10
ἐν τούτῳ δὲ Μάξιμος πλείστην ἀγείρας στρατιὰν Βρεττανῶν ἀνδρῶν καὶ τῶν ὁμόρων Γαλατῶν καὶ Κελτῶν καὶ τῶν τῇδε ἐθνῶν ἐπὶ τὴν᾿ Ιταλίαν ᾔει, πρόφασιν μὲν ὡς οὐκ ἀνεξόμενος νεώτερόν τι γενέσθαι περὶ τὴν πάτριον πίστιν καὶ τὴν ἐκκλησιαστικὴν τάξιν, τὸ δὲ ἀληθὲς τυράννου δόξης ἑαυτὸν καθαίρων, πρὸς δὲ τὴν βασιλείαν βλέπων καὶ πραγματευόμενος, εἴ πῃ ἄρα
7.13.11
δύναιτο δόξαι νόμῳ, οὐ βίᾳ, τὴν ἀρχὴν῾ Ρωμαίων ἑαυτῷ περιποιεῖν. Οὐαλεντινιανὸς δὲ ὑπὸ τοῦ καιροῦ βιασθεὶς ἐδέξατο τὰ σύμβολα τῆς αὐτοῦ βασιλείας. δείσας δέ, μή τι πάθοι, φεύγων ἐξ᾿ Ιταλίας εἰς Θεσσαλονίκην ἧκεν, σὺν αὐτῷ δὲ καὶ ἡ μήτηρ καὶ Πρόβος ὁ ὕπαρχος.
7.14.1
᾿ Εν τούτῳ δὲ παρασκευαζομένῳ Θεοδοσίῳ εἰς τὸν πρὸς Μάξιμον πόλεμον γίνεται παῖς᾿ Ονώριος. ὡς δὲ αὐτῷ τὰ περὶ τὴν στρατιὰν ηὐτρέπιστο, καταλιπὼν ἐν Κωνσταντινουπόλει βασιλεύοντα᾿ Αρκάδιον τὸν υἱὸν καταλαμβάνει ἐν Θεσσαλονίκῃ Οὐαλεντινιανόν. καὶ τοὺς μὲν ἀποσταλέντας παρὰ Μαξίμου πρέσβεις οὔτε ἀπέπεμπεν εἰς τὸ προφανὲς οὔτε προσίετο, ἀνα
7.14.2
λαβὼν δὲ τοὺς στρατιώτας ἐπὶ τὴν᾿ Ιταλίαν ἐχώρει. περὶ δὲ τοῦτον τὸν χρόνον μέλλων τελευτᾶν᾿ Αγέλιος ὁ ἐν Κωνσταντινουπόλει τῶν Ναυατιανῶν ἐπίσκοπος ἐψηφίσατο ἀντ' αὐτοῦ Σισίννιον πρεσβύτερον τῶν ὑπ' αὐτόν. μεμφομένου δὲ τοῦ πλήθους, ὅτι μὴ Μαρκιανὸν ἐπὶ εὐλαβείᾳ ἐπίσημον, ῥᾷον ἔχειν δόξας ἐχειροτόνησε Μαρκιανόν, καὶ τῷ λαῷ ἐν τῇ ἐκκλησίᾳ προσεφώνησε «μετ' ἐμέ», φησίν, «Μαρκιανὸν ἔχετε, μετὰ δὲ τοῦτον
7.14.3
Σισίννιον». καὶ ὁ μὲν τάδε εἰπὼν οὐκ εἰς μακρὰν ἐτελεύτησεν, ἐπὶ τεσσαράκοντα ἔτεσι εὐδοκίμως τῆς οἰκείας αἱρέσεως προστάς· εἰσὶ δὲ οἳ καὶ ὁμολογητὴν ἰσχυρίζονται τοῦτον τὸν ἄνδρα ἐν῾ Ελληνικοῖς καιροῖς γενέσθαι.
7.14.4
Οὐ πολλῷ δὲ ὕστερον Τιμοθέου καὶ Κυρίλλου τὸν βίον μεταλλαξάντων διαδέχεται τὸν᾿ Αλεξανδρέων θρόνον Θεόφιλος, τὸν δὲ῾ Ιεροσολύμων᾿ Ιωάννης. ἐπὶ δὲ τῆς Κωνσταντινουπόλεως καὶ Δημόφιλος ὁ τῆς᾿ Αρείου αἱρέσεως ἡγούμενος ἐτελεύτησε, Μαρῖνος δέ τις ἐκ Θρᾴκης μετακληθεὶς ἐπιτρέπεται τὴν αὐτοῦ διαδοχήν· ὡς ἐπιτηδειότερος δὲ Δωρόθεος ἐκ τῆς παρὰ Σύροις᾿ Αντιοχείας ἐλθὼν προΐστατο τῆς αἱρέσεως.
7.14.5
᾿ Εν τούτῳ δὲ Θεοδοσίου εἰς᾿ Ιταλίαν ἀφικομένου φῆμαι περὶ τοῦ πολέ- μου πρὸς τὸ ἑκάστῳ δοκοῦν ἐκράτουν, παρὰ δὲ᾿ Αρειανοῖς, ὡς πολλῶν ἐν τῇ μάχῃ πεσόντων ὑπὸ τὸν τύραννον ὁ βασιλεὺς ἐγένετο. καὶ ὡς ἐπὶ γενομένοις ἤδη οἷς ἐλογοποίουν ἀνεθάρρησαν, καὶ καταδραμόντες Νεκταρίου τοῦ ἐπισκόπου τὴν οἰκίαν ἐνέπρησαν, χαλεπαίνοντες ὅτι τῶν ἐκκλησιῶν
7.14.6
ἐκράτει. τῷ δὲ βασιλεῖ τὰ περὶ τὸν πόλεμον κατὰ γνώμην ἀπέβη. οἱ γὰρ ὑπὸ Μαξίμῳ στρατιῶται ἢ φόβῳ τῆς ἐπ' αὐτοὺς παρασκευῆς ἢ προδοσίᾳ συλλαβόμενοι τὸν τύραννον δέσμιον αὐτῷ προσήγαγον.᾿ Ανδραγάθιος δὲ ὁ Γρατιανὸν ἀνελών, ὡς τάδε ἔγνω, σὺν αὐτοῖς ὅπλοις εἰς ποταμὸν παραρρέ
7.14.7
οντα ἥλατο καὶ διεφθάρη. τοῦ δὲ πολέμου τοῦτον διαλυθέντος τὸν τρόπον, ἐπεὶ τὰ εἰκότα Γρατιανῷ τιμωρήσας ἧκεν εἰς῾ Ρώμην, καὶ ἐπινίκιον πομπὴν ἅμα Οὐαλεντινιανῷ ἐπετέλεσε καὶ τὰ περὶ τῆς ἐν᾿ Ιταλίᾳ ἐκκλησίας εὖ διέθηκε. συνέβη γὰρ καὶ᾿ Ιουστίναν ἀποθανεῖν.
7.15.1
᾿ Εν δὲ τῷ τότε Παυλίνου ἐν᾿ Αντιοχείᾳ τελευτήσαντος διέμειναν οἱ ὑπ' αὐτῷ ἐκκλησιάζοντες ὡς παραβάντα τοὺς ἐπὶ Μελετίου δοθέντας ὅρκους ἀποστρεφόμενοι Φλαβιανόν, καίπερ οὐδὲν περὶ τὸ δόγμα διαφερόμενοι· καθίσταται δὲ αὐτῶν Εὐάγριος ἐπίσκοπος. τοῦ δὲ βραχύν τινα χρόνον ἐπιβιώσαντος οὐκέτι ταύτην τὴν διαδοχὴν ἕτερος ἐπλήρωσε, Φλαβιανοῦ ἀντιπράττοντος· ἰδίᾳ δὲ ἐκκλησίαζον ὅσοι τὴν πρὸς αὐτὸν παρῃτοῦντο κοινωνίαν.
7.15.2
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον ὁ᾿ Αλεξανδρέων ἐπίσκοπος τὸ παρ' αὐτοῖς Διονύσου ἱερὸν εἰς ἐκκλησίαν μετεσκεύαζεν· δῶρον γὰρ εἰλήφει τοῦτο παρὰ τοῦ βασιλέως αἰτήσας. καθαιρουμένων δὲ τῶν ἐνθάδε ξοάνων καὶ τῶν ἀδύτων ἀνακαλυπτομένων, ἐπίτηδες ἐνυβρίσαι σπουδάζων τοῖς῾ Ελληνικοῖς μυ
7.15.3
στηρίοις ἐξεπόμπευέ τε ταῦτα, καὶ φαλλοὺς καὶ εἴ τι ἕτερον ἐν τοῖς ἀδύτοις κεκρυμμένον καταγέλαστον ἦν ἢ ἐφαίνετο, δημοσίᾳ ἦγεν εἰς ἐπίδειξιν. πρὸς δὲ τὸ ἄηθες καὶ τὸ ἀδόκητον τοῦ συμβάντος καταπλαγέντες οἱ῞ Ελληνες ἠρεμεῖν οὐκ ἠνείχοντο, παρακελευσάμενοι δὲ ἐν ἑαυτοῖς κατέδραμον τοὺς Χριστιανούς. καὶ τοὺς μὲν κτείναντες, τοὺς δὲ τραυματίας ποιήσαντες καταλαμβάνουσι τὸ Σεραπεῖον· ναὸς δὲ ἦν οὗτος κάλλει καὶ
7.15.4
μεγέθει ἐμφανέστατος, ἐπὶ γεωλόφου κείμενος. ἐντεῦθεν ὡς ἀπ' ἄκρας τινὸς ἐξαπιναίως ἐλθόντες συνελάβοντο πολλοὺς Χριστιανῶν καὶ βασανίζοντες ἠνάγκαζον θύειν. παραιτουμένους δὲ τοὺς μὲν ἀνεσκολόπισαν, τῶν δὲ
7.15.5
τὰ σκέλη κατέαξαν, ἄλλους δὲ ἄλλως ἀνῄρουν. ἐπὶ πολλῷ δὲ χρόνῳ τῆς στάσεως κρατούσης παραγενόμενοι πρὸς αὐτοὺς οἱ ἄρχοντες νόμων ὑπεμίμνησκον καὶ παύεσθαι πολέμου παρεκελεύοντο καὶ τὸ Σεραπεῖον καταλιμπάνειν. ἦρχε δὲ τότε τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν ταγμάτων῾ Ρωμανός, Εὐάγριος δὲ ὕπαρχος τῆς᾿ Αλεξανδρείας ἡγεῖτο. ὡς δὲ οὐδὲν ἤνυον,
7.15.6
ἐμήνυσαν βασιλεῖ τὰ γενόμενα. προθυμοτέρους δὲ τοὺς ἐν τῷ Σεραπείῳ παρεσκεύαζεν εἶναι τὸ συνειδέναι σφίσιν ἃ τετολμήκασιν, ἔπειτα δὲ καὶ᾿ Ολύμπιός τις ἐν φιλοσόφου σχήματι συνὼν αὐτοῖς καὶ πείθων χρῆναι μὴ ἀμελεῖν τῶν πατρίων, ἀλλ' εἰ δέοι ὑπὲρ αὐτῶν θνῄσκειν· καθαιρουμένων δὲ τῶν ξοάνων ἀθυμοῦντας ὁρῶν συνεβούλευε μὴ ἐξίστασθαι τῆς θρησκείας, ὕλην φθαρτὴν καὶ ἰνδάλματα λέγων εἶναι τὰ ἀγάλματα καὶ διὰ τοῦτο ἀφανισμὸν ὑπομένειν, δυνάμεις δέ τινας ἐνοικῆσαι αὐτοῖς καὶ εἰς οὐρανοὺς ἀποπτῆναι. καὶ ὁ μὲν τοιαῦτα εἰσηγούμενος καὶ πληθὺν῾ Ελλήνων ἔχων περὶ
7.15.7
αὐτὸν ἐν τῷ Σεραπείῳ διέτριβεν. ὁ δὲ βασιλεὺς ἀγγελθέντων τῶν γενομένων τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάριζεν ὡς μαρτυρίας γερῶν μετασχόντας καὶ ὑπὲρ τοῦ δόγματος προκινδυνεύσαντας, τοὺς δὲ ἀνελόντας συγγνώμης τυχεῖν προσέταξεν, ὡς ἂν ῥᾷστα εἰς Χριστιανισμὸν μεταβάλοιεν τὴν εὐεργεσίαν αἰδούμενοι, καθαιρεθῆναι δὲ τοὺς ἐν᾿ Αλεξανδρείᾳ ναοὺς ὡς
7.15.8
αἰτίους στάσεως τῷ δήμῳ. λέγεται δὲ τῶν περὶ τούτου γραφέντων παρὰ βασιλέως εἰς τὸ κοινὸν ἀναγνωσθέντων μέγα ἀναβοῆσαι τοὺς Χριστιανούς, καθότι εὐθὺς ἐκ προοιμίων ἐν αἰτίᾳ τοὺς῾ Ελληνιστὰς ἐποιεῖτο. ἐντεῦθεν δὲ εἰς δέος ἐμπεσόντας τοὺς τὸ Σεραπεῖον φυλάττοντας εἰς φυγὴν τραπῆναι, 7. 15. καταλαβόντας δὲ τὸν τόπον τοὺς Χριστιανοὺς ἐξ ἐκείνου κατασχεῖν. ὁ δὲ᾿ Ολύμπιος, ὡς ἐπυθόμην, οὐ πολλῷ πρότερον ἀωρὶ τῆς νυκτός, μεθ' ἣν ταῦτα ἐπιγενομένης ἡμέρας συνέβη, ἐπήκουσέ τινος ἐν τῷ Σεραπείῳ ἀλληλούια ψάλλοντος. ἐπεὶ δὲ τῶν θυρῶν κεκλεισμένων καὶ ἡσυχίας οὔσης οὐδένα καθεώρα, φωνῆς δὲ μόνης ἤκουε τὸν αὐτὸν ψαλμὸν μελῳδούσης, ἔγνω τὸ σύμβολον. καὶ λαθὼν πάντας ἔξεισι τοῦ Σεραπείου, καὶ πλοίου
7.15.10
τυχὼν εἰς᾿ Ιταλίαν ἀνήχθη. φασὶ δὲ τοῦ ναοῦ τούτου τότε καθαιρουμένου τινὰς τῶν καλουμένων ἱερογλυφικῶν χαρακτήρων σταυροῦ σημείῳ ἐμφερεῖς ἐγκεχαραγμένους τοῖς λίθοις ἀναφανῆναι· παρ' ἐπιστημόνων δὲ τὰ τοιαῦτα ἑρμηνευθεῖσαν σημᾶναι ταύτην τὴν γραφὴν ζωὴν ἐπερχομένην· τοῦτο δὲ πρόφασιν Χριστιανισμοῦ πολλοῖς γενέσθαι τῶν῾ Ελληνιστῶν, καθότι καὶ γράμματα ἕτερα τοῦτο τὸ ἱερὸν τέλος ἕξειν ἐδήλου, ἡνίκα οὗτος ὁ χαρακτὴρ φανῇ. τὸ μὲν δὴ Σεραπεῖον ὧδε ἥλω καὶ μετ' οὐ πολὺ εἰς ἐκκλησίαν μετεσκευάσθη᾿ Αρκαδίου τοῦ βασιλέως ἐπώνυμον.
7.15.11
Εἰσέτι δὲ κατὰ πόλεις τινὰς προθύμως ὑπερεμάχοντο τῶν ναῶν οἱ῾ Ελληνισταί, παρὰ μὲν᾿ Αραβίοις Πετραῖοι καὶ᾿ Αρεοπολῖται, παρὰ δὲ Παλαιστίνοις῾ Ραφεῶται καὶ Γαζαῖοι, παρὰ δὲ Φοίνιξιν οἱ τὴν῾ Ηλιούπολιν
7.15.12
οἰκοῦντες, Σύρων δὲ μάλιστα οἱ τοῦ νομοῦ᾿ Απαμείας τῆς πρὸς τῷ᾿ Αξίῳ ποταμῷ· οὓς ἐπυθόμην ἐπὶ φυλακῇ τῶν παρ' αὐτοῖς ναῶν συμμαχίαις χρήσασθαι πολλάκις Γαλιλαίων ἀνδρῶν καὶ τῶν περὶ τὸν Λίβανον κωμῶν, τὸ δὲ τελευταῖον ἐπὶ τοσοῦτον προελθεῖν τόλμης, ὡς καὶ Μάρκελλον τὸν τῇδε
7.15.13
ἐπίσκοπον ἀνελεῖν. λογισάμενος γάρ, ὡς οὐκ ἄλλως αὐτοὺς ῥᾴδιον μεταθεῖναι τῆς προτέρας θρησκείας, τοὺς ἀνὰ τὴν πόλιν καὶ τὰς κώμας ναοὺς κατεστρέψατο. πυθόμενος δὲ μέγιστον εἶναι ναὸν ἐν τῷ Αὐλῶνι (κλίμα δὲ τοῦτο τῆς᾿ Απαμέων χώρας) στρατιώτας τινὰς καὶ μονομάχους παραλα
7.15.14
βὼν ἐπὶ τοῦτο ᾔει. πλησίον δὲ γενόμενος ἔξω βελῶν περιέμενεν· ἦν γὰρ ποδαλγὸς καὶ οὔτε μάχεσθαι οὔτε διώκειν ἢ φεύγειν ἠδύνατο. ἠσχολημένων δὲ τῶν στρατιωτῶν καὶ μονομάχων περὶ τὸ ἑλεῖν τὸν ναόν, μαθόντες αὐτόν τινες τῶν῾ Ελληνιστῶν μεμονῶσθαι, καθ' ὃ μέρος ἐλεύθερον ἦν μάχης τὸ χωρίον, ἐξῆλθον· ἐξαπίνης τε ἐπιστάντες συνελάβοντο αὐτὸν καὶ πυρᾷ
7.15.15
ἐμβαλόντες ἀνεῖλον. καὶ πρὸς τὸ παρὸν ἔλαθον. ἐπεὶ δὲ τῷ χρόνῳ ἐφωράθησαν, οἱ μὲν Μαρκέλλου παῖδες τιμωρεῖν τῷ πατρὶ ἐσπούδαζον, ἡ δὲ ἀνὰ τὸ ἔθνος σύνοδος διεκώλυσε, μὴ δίκαιον νομίσασα τοιαύτης τελευτῆς τιμωρίαν λαμβάνειν, ἐφ' ᾗ προσῆκε χάριν ὁμολογεῖν τὸν ὧδε θανόντα καὶ γένος αὐτοῦ καὶ φίλους, ὡς ὑπὲρ θεοῦ ἀποθανεῖν ἠξιωμένον. καὶ τὰ μὲν οὕτως ἔσχεν.
7.16.1
᾿ Εν τούτῳ δὲ τὸν ἐπὶ τῶν μετανοούντων τεταγμένον πρεσβύτερον οὐκέτι συνεχώρησεν εἶναι πρῶτος Νεκτάριος ὁ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἐπιτροπεύων· ἐπηκολούθησαν δὲ σχεδὸν οἱ πανταχῇ ἐπίσκοποι. τοῦτο δὲ τί ποτέ ἐστιν ἢ πόθεν ἤρξατο ἢ κατὰ ποίαν αἰτίαν ἐπαύσατο, ἄλλοι
7.16.2
μὲν ἴσως ἄλλως λέγουσιν· ἐγὼ δὲ ὡς οἶμαι ἀφηγήσομαι. ἐπεὶ γὰρ τὸ μὴ παντελῶς ἁμαρτεῖν θειοτέρας ἢ κατὰ ἄνθρωπον ἐδεῖτο φύσεως, μεταμελομένοις δὲ καὶ πολλάκις ἁμαρτάνουσι συγγνώμην νέμειν ὁ θεὸς παρεκελεύσατο, ἐν δὲ τῷ παραιτεῖσθαι συνομολογεῖν τὴν ἁμαρτίαν χρεών, φορτικὸν ὡς εἰκὸς τοῖς ἐξ ἀρχῆς ἱερεῦσιν ἔδοξεν ὡς ἐν θεάτρῳ ὑπὸ μάρτυρι τῷ πλήθει τῆς ἐκκλησίας τὰς ἁμαρτίας ἐξαγγέλλειν· πρεσβύτερον δὲ τῶν ἄριστα πολιτευομένων ἐχέμυθόν τε καὶ ἔμφρονα ἐπὶ τούτῳ τετάχασιν.
7.16.3
ᾧ δὴ προσιόντες οἱ ἡμαρτηκότες τὰ βεβιωμένα ὡμολόγουν· ὁ δὲ πρὸς τὴν ἑκάστου ἁμαρτίαν ὅ τι χρὴ ποιῆσαι ἢ ἐκτῖσαι ἐπιτίμιον ἐπιτιθεὶς ἀπέλυε παρὰ
7.16.4
σφῶν αὐτῶν τὴν δίκην εἰσπραξομένους. ἀλλὰ Ναυατιανοῖς μέν, οἷς οὐ λόγος μετανοίας, οὐδὲν τούτου ἐδέησεν· ἐν δὲ ταῖς ἄλλαις αἱρέσεσι εἰσέτι νῦν τοῦτο κρατεῖ, ἐπιμελῶς δὲ καὶ ἐν ταῖς ἀνὰ τὴν δύσιν ἐκκλησίαις φυλάτ
7.16.5
τεται καὶ μάλιστα ἐν τῇ῾ Ρωμαίων. ἐνθάδε γὰρ ἔκδηλός ἐστιν ὁ τόπος τῶν ἐν μετανοίᾳ ὄντων· ἑστᾶσι δὲ κατηφεῖς καὶ οἱονεὶ πενθοῦντες, ἤδη δὲ πληρωθείσης τῆς τοῦ θεοῦ λειτουργίας, μὴ μετασχόντες ὧν θέμις μύσταις,
7.16.6
σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πρηνεῖς ἐπὶ γῆν ῥίπτουσι σφᾶς. ἀντιπρόσωπος δὲ δεδακρυμένος ὁ ἐπίσκοπος προσδραμὼν ὁμοίως ἐπὶ τοῦ ἐδάφους πίπτει· σὺν ὀλολυγῇ δὲ καὶ τὸ πᾶν τῆς ἐκκλησίας πλῆθος δακρύων ἐμπίμπλαται. τὸ μετὰ τοῦτο δὲ πρῶτος ὁ ἐπίσκοπος ἐξανίσταται καὶ τοὺς κειμένους ἐξανίστησι, καὶ ᾗ προσῆκεν ὑπὲρ ἡμαρτηκότων μεταμελουμένων εὐξάμενος ἀπο
7.16.7
πέμπει. ἑκοντὶ δὲ ταλαιπωρούμενος ἕκαστος ἢ νηστείαις ἢ ἀλουσίαις ἢ ἐδεσμάτων ἀποχῇ ἢ ἑτέροις οἷς προστέτακται περιμένει τὸν χρόνον, εἰς ὅσον αὐτῷ τέταχεν ὁ ἐπίσκοπος· τῇ δὲ προθεσμίᾳ, ὥσπερ τι ὄφλημα διαλύσας τῇ τιμωρίᾳ, τὴν ἁμαρτίαν ἀνίεται καὶ μετὰ τοῦ λαοῦ ἐκκλησιάζει. τάδε
7.16.8
μὲν ἀρχῆθεν οἱ῾ Ρωμαίων ἱερεῖς ἄχρι καὶ εἰς ἡμᾶς φυλάττουσιν. ἐν δὲ τῇ Κωνσταντινουπόλεως ἐκκλησίᾳ ὁ ἐπὶ τῶν μετανοούντων τεταγμένος πρεσβύτερος ἐπολιτεύετο, εἰσότε δὴ γυνή τις τῶν εὐπατριδῶν ἐπὶ ἁμαρτίαις αἷς προσήγγειλε προσταχθεῖσα παρὰ τούτου τοῦ πρεσβυτέρου νηστεύειν καὶ τὸν θεὸν ἱκετεύειν, τούτου χάριν ἐν τῇ ἐκκλησίᾳ διατρίβουσα, 7. 16. ἐκπεπορνεῦσθαι παρὰ ἀνδρὸς διακόνου κατεμήνυσεν. ἐφ' ᾧ τὸ πλῆθος μαθὸν ἐχαλέπαινεν ὡς τῆς ἐκκλησίας ὑβρισμένης. μεγίστη δὲ διαβολὴ τοὺς ἱερωμένους εἶχεν. ἀπορῶν δὲ ὅ τι χρήσαιτο τῷ συμβεβηκότι Νεκτάριος ἀφείλετο τῆς διακονίας τὸν ἡταιρηκότα. συμβουλευσάντων δέ τινων συγχωρεῖν ἕκαστον, ὡς ἂν ἑαυτῷ συνειδείη καὶ θαρρεῖν δύναιτο, κοινωνεῖν τῶν
7.16.10
μυστηρίων, ἔπαυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον. καὶ ἐξ ἐκείνου τοῦτο κρατοῦν διέμεινεν, ἤδη τῆς ἀρχαιότητος, οἶμαι, καὶ τῆς κατ' αὐτὴν σεμνότητος καὶ ἀκριβείας εἰς ἀδιάφορον καὶ ἠμελημένον ἦθος κατὰ μικρὸν διολισθαίνειν ἀρξαμένης· ἐπεὶ πρότερον, ὡς ἡγοῦμαι, μείω τὰ ἁμαρτήματα ἦν, ὑπό τε αἰδοῦς τῶν ἐξαγγελλόντων τὰς σφῶν αὐτῶν πλημμελείας καὶ
7.16.11
ὑπὸ ἀκριβείας τῶν ἐπὶ τούτῳ τεταγμένων κριτῶν. ἐκ ταύτης δὲ τῆς αἰτίας συμβάλλω καὶ Θεοδόσιον τὸν βασιλέα προνοούμενον τῆς τῶν ἐκκλησιῶν εὐκλείας τε καὶ σεμνότητος νομοθετῆσαι τὰς γυναῖκας, εἰ μὴ παῖδας ἔχοιεν καὶ ὑπὲρ ἑξήκοντα ἔτη γένοιντο, διακονίαν θεοῦ μὴ ἐπιτρέπεσθαι κατὰ τὸ τοῦ ἀποστόλου πρόσταγμα, τὰς δὲ κειρομένας τὰς κεφαλὰς ἀπελαύνεσθαι τῶν ἐκκλησιῶν, τοὺς δὲ ταύτας προσιεμένους ἐπισκόπους ἀφαιρεῖσθαι τῆς ἐπισκοπῆς.
7.17.1
᾿ Αλλὰ τάδε μέν, ᾗ ἂν ἑκάστῳ δοκῇ, ταύτῃ σκοπείτω. ὁ δὲ βασιλεὺς ὑπερορίαν φυγὴν Εὐνομίου τότε κατεδίκασεν. ἔτι γὰρ ἐν Κωνσταντινουπόλει ἐν προαστείοις διατρίβων ἢ ἐν οἰκίαις καθ' ἑαυτὸν ἐκκλησίαζε καὶ τοὺς λόγους, οὓς συνέγραψεν, ἐπεδείκνυτο, καὶ πολλοὺς ἔπειθεν ὁμοίως φρονεῖν, ὡς ἐν ὀλίγῳ πολυάνθρωπον γενέσθαι λαὸν τῆς ἐπωνύμου αὐτῷ αἱρέσεως. ἀλλ' ὁ μὲν οὐ πολλῷ ὕστερον τῆς φυγῆς τελευτήσας ἔτυχε τῆς ἐν πατρίδι ταφῆς· κώμη δὲ αὕτη Καππαδοκῶν (Δάκορα ἦν δ' ὀνομαζομένη) νομοῦ
7.17.2
τῆς πρὸς τῷ᾿ Αργαίῳ Καισαρείας. Θεοφρόνιος δέ, ὃς ὑπ' αὐτῷ διδασκάλῳ τοὺς ὁμοίους ἐπαιδεύθη λόγους, Καππαδόκης δὲ καὶ οὗτος, συνίστατο τοῖς αὐτοῦ δόγμασι. μετρίως δὲ διὰ τῶν᾿ Αριστοτέλους μαθημάτων ἐλθὼν ἐπιτηδείαν πρὸς εἴδησιν τῶν παρ' αὐτοῖς συλλογισμῶν εἰσαγωγὴν κατέλιπεν,
7.17.3
ἣν Περὶ γυμνασίας νοῦ ἐπέγραψεν. εἰς ἀτόπους δὲ διαλέξεις ἐκπεσών, ὡς ἐπυθόμην, οὐκ ἠξίωσεν ἐπὶ τῶν αὐτῶν μένειν τῷ διδασκάλῳ λόγων. πολυπραγμονῶν δὲ καὶ ἐκ τῶν κειμένων ἐν ταῖς ἱεραῖς γραφαῖς ὀνομάτων κατεσκεύαζεν, ὡς τὸ θεῖον προγινῶσκον τὸ μὴ ὄν, γινῶσκον δὲ τὸ ὂν καὶ τοῦ γεγονότος μεμνημένον, οὐκ ἀεὶ ὡσαύτως ἔχοι πρός τε τὸ μέλλον καὶ παρὸν καὶ παρῳχηκὸς μεταβάλλον τὴν γνῶσιν. ἐκ τοιούτων δὲ δογμάτων οὐδὲ τοῖς Εὐνομίου φορητὸς εἶναι δόξας, ἐκβληθεὶς τῆς αὐτῶν ἐκκλησίας
7.17.4
τοὺς ἀπ' αὐτοῦ καλουμένους Θεοφρονιανοὺς ἐποίησεν. οὐκ εἰς μακρὰν δὲ καὶ Εὐτύχιός τις ἐν Κωνσταντινουπόλει τὰ Εὐνομίου φρονῶν ἐπώνυμον αὐτῷ κατέλιπεν αἵρεσιν. ζητουμένου γὰρ εἰ τὴν ἐσχάτην ὥραν γινώσκει ὁ υἱός, καὶ εἰς ἀναίρεσιν τούτου τῶν εἰρημένων ἐν τοῖς εὐαγγελίοις, ὅτι μόνος ὁ πατὴρ οἶδεν, ἀντικεῖσθαι δοκούντων, ἰσχυρίζετο μηδὲ ταύτης τῆς γνώσεως ἄμοιρον εἶναι τὸν υἱόν, ὡς ἀνενδεῶς λαβόντα πάντα παρὰ τοῦ πατρός.
7.17.5
μὴ προσιεμένων δὲ τὸν λόγον τῶν τότε προεστώτων τῆς αἱρέσεως, ἑαυτὸν χωρίσας τῆς κοινωνίας ἀφίκετο πρὸς Εὐνόμιον ἐν τῇ ὑπερορίᾳ ὄντα. καταλαβόντων δὲ ἤδη διακόνων καὶ ἑτέρων, οἳ ἐκ τῆς Κωνσταντινουπόλεως ἀπεστάλησαν διαβαλεῖν τε αὐτὸν καὶ εἰ δεήσοι διαλεξόμενοι, μαθὼν Εὐνό
7.17.6
μιος, ἐφ' ᾧ παρεγένοντο, τοὺς Εὐτυχίου λόγους ἐπῄνεσε. καὶ συνηύξατο αὐτῷ, καίπερ οὐ θεμιτὸν ἐν αὐτοῖς συνεύχεσθαι τοῖς ἀλλαχόσε δίχα γραμμάτων ἀφικνουμένοις, ἃ πρὸς σφᾶς αὐτοὺς ὁμοδόξους δηλοῖ διὰ σημείων
7.17.7
ἐγγραφομένων ταῖς ἐπιστολαῖς, ἀγνώστων τοῖς ἄλλοις. οὐκ εἰς μακρὰν δὲ ταύτης τῆς ζητήσεως Εὐνομίου τελευτήσαντος οὐ προσίετο τὸν Εὐτύχιον ὁ προεστὼς ἐν Κωνσταντινουπόλει τῆς αἱρέσεως, ὑπὸ ζηλοτυπίας ἀπεχθανόμενος, ὅτι μηδὲ κληρικοῦ ὄντος ἐναντίος εἶναι σπουδάζων τοῖς αὐτοῦ λόγοις οὐχ οἷός τε ἦν διαλύειν τὸ πρόβλημα. ἐντεῦθέν τε μετὰ τῶν ὁμοίως
7.17.8
αὐτῷ φρονούντων εἰς ἰδίαν αἵρεσιν ἐχωρίσθη Εὐτύχιος. τῆς μέντοι περὶ τὴν θείαν βάπτισιν διαφορᾶς αὐτόν τε καὶ Θεοφρόνιον ὁ πολὺς λόγος ἐπαιτιᾶται. τάδε ἐξ ὧν ἐπυθόμην ἔγραψα πρὸς σύντομον εἴδησιν τῶν αἰτιῶν ἀφ' ὧν Εὐνομιανοὶ διῃρέθησαν. ἐπεξελθεῖν δὲ πάντας τοὺς διὰ τοῦτο κινηθέντας λόγους μακρὸν ἂν εἴη κἀμοὶ δὲ οὐ ῥᾴδιον, ἐπεὶ μηδὲ ἐμπείρως ἔχω τῶν τοιούτων διαλέξεων. 7. 17. Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ τοῖς ἐν Κωνσταντινουπόλει᾿ Αρειανοῖς ἀνεφύη ζήτησις, εἰ πρὶν εἶναι τὸν υἱόν, ὡς ἐξ οὐκ ὄντων παρ' αὐτοῖς ὁμολογούμενον, δύναιτο καλεῖσθαι πατὴρ ὁ θεός. καὶ Δωρόθεος μέν, ὃς ἀντὶ Μαρίνου μετακληθεὶς ἐκ τῆς᾿ Αντιοχείας προΐστατο ταύτης τῆς αἱρέσεως, ὡς πρός τι τοῦ ὀνόματος ὄντος, πρὶν τὸν υἱὸν ὑποστῆναι μὴ καλεῖσθαι
7.17.10
πατέρα τὸν θεὸν ἀπεφήνατο. Μαρῖνος δὲ τοὐναντίον ἰσχυρίζετο καὶ μὴ ὑφεστῶτος τοῦ υἱοῦ τὸν πατέρα ἀεὶ εἶναι πατέρα ἐδόξαζεν, ἢ οὕτως ἔχων γνώμης ἢ καθὸ Δωροθέῳ διάφορος ἦν προκριθέντι προεστάναι τῆς αὐτῶν ἐκ
7.17.11
κλησίας. ἐκ ταύτης δὲ τῆς αἰτίας εἰς ἑκάτερον διεκρίθη τὸ πλῆθος. Δω
7.17.12
ροθέου δὲ σὺν τοῖς αὐτῷ πειθομένοις ἐφ' ὧν κατεῖχεν εὐκτηρίων οἴκων μείναντος, ἑτέρους οἰκοδομήσαντες οἱ ἀμφὶ Μαρῖνον ἰδίᾳ ἐκκλησίαζον. ἐπωνομάζοντο δὲ Ψαθυριανοὶ ἤτοι τῶν Γότθων, τὸ μὲν ὅτι Θεόκτιστός τις ψαθυροπώλης (ποπάνου δὲ τοῦτο εἶδος) προθύμως ταύτῃ τῇ δόξῃ συνίστατο, Γότθων δέ, καθότι καὶ Σελινᾶς ὁ τούτων ἐπίσκοπος ὁμοίως ἐδόξαζεν, ἐπακολουθήσαν
7.17.12
τες δὲ τούτῳ σχεδὸν πάντες οἱ βάρβαροι σὺν αὐτοῖς ἐκκλησίαζον. πειθήνιοι γὰρ ἐς τὰ μάλιστα τῷ Σελινᾷ ἐτύγχανον, ὑπογραφεῖ τε γενομένῳ καὶ διαδόχῳ Οὐλφίλα τοῦ παρ' αὐτοῖς ἐπισκοπήσαντος καὶ ἐπὶ ἐκκλησίας ἱκανῷ διδάσκειν, οὐ μόνον κατὰ τὴν πάτριον αὐτῶν φωνήν, ἀλλὰ γὰρ καὶ τὴν῾ Ελλήνων.
7.17.13
οὐ πολλῷ δὲ ὕστερον διαφορᾶς περὶ προεδρίας γενομένης Μαρίνῳ πρὸς᾿ Αγάπιον, ὃν ἐπίσκοπον τῶν ἐν᾿ Εφέσῳ ὁμοδόξων ἐχειροτόνησεν, διακριθέντες ἀλλήλων μονονουχὶ πρὸς σφᾶς ἐπολέμουν, ἐπαμυνόντων᾿ Αγαπίῳ τῶν Γότθων. ἐκ ταύτης δὲ τῆς αἰτίας λέγεται πολλοὺς τῶν ἐνθάδε κληρικῶν μεμφο
7.17.14
μένους τὴν τῶν ἡγουμένων φιλοτιμίαν τῇ καθόλου ἐκκλησίᾳ κοινωνῆσαι. ὧδε μὲν᾿ Αρειανοὶ τὴν ἀρχὴν ἐχωρίσθησαν, καὶ εἰσέτι νῦν ἐν αἷς εἰσι πόλεσι ἰδίᾳ ἐκκλησιάζουσιν· τοὺς δὲ ἐν Κωνσταντινουπόλει ἐπὶ τριάκοντα καὶ πέντε ἔτεσι διενεχθέντας πρὸς σφᾶς εἰς ὁμόνοιαν ὕστερον συνῆψεν ὁμόδοξος αὐτοῖς ὢν Πλίνθας, ἀνὴρ ὑπατικός, ἵππου τε καὶ πεζῆς στρατιᾶς ἡγεμών, δυνατώτατος τότε τῶν ἐν τοῖς βασιλείοις γεγονώς. καὶ εἰς ταὐτὸν συνελθόντες ἐψηφίσαντο μήποτε ταύτην τὴν ζήτησιν εἰς διάλεξιν ἄγειν. καὶ τὰ μὲν ὕστερον ὧδε ἀπέβη.
7.18.1
᾿ Επὶ δὲ τῆς παρούσης ἡγεμονίας καὶ Ναυατιανοὶ πρὸς σφᾶς διενεχθέντες περὶ τῆς πασχαλίας ἑορτῆς ἑτέραν αἵρεσιν τῶν καλουμένων Σαββατιανῶν συνεστήσαντο. Σαββάτιος γάρ τις πρεσβύτερος ὑπὸ Μαρκιανοῦ χειροτονηθεὶς ἅμα Θεοκτίστῳ καὶ Μακαρίῳ συμπρεσβυτέροις ἑπόμενος τοῖς ἐν Παζουκώμῃ συνεληλυθόσιν ἐπὶ τῆς Οὐάλεντος βασιλείας ἠξίου ἅμα τοῖς᾿ Ιου
7.18.2
δαίοις τὴν τοῦ πάσχα ἑορτὴν ἐπιτελεῖν. ἀποστὰς δὲ τῆς ἐκκλησίας τὰ μὲν πρῶτα πῇ μὲν ἀσκήσεως ἕνεκεν (ἄριστα γὰρ ἐβίου), πῇ δέ τινας ὑπονοεῖν ἀναξίους κοινωνίας μυστηρίων ἐσκήπτετο· ὡς δὲ ἐγεγόνει δῆλος νεωτερίζων, ἐμέμφετο μὲν Μαρκιανὸς τὴν ἐπ' αὐτῷ χειροτονίαν· ἄμεινόν τε ἦν ἐπὶ ἀκάνθας ἐπιτεθεικέναι τὰς χεῖρας ἢ ἐπ' αὐτόν, πολλάκις, φασίν,
7.18.3
ἀνεβόα. διατεμνομένην δὲ αὐτῷ τὴν ἐκκλησίαν εἰς ἕτερον πλῆθος ὁρῶν συνεκάλεσεν ὁμοδόξους ἐπισκόπους εἰς Σάγγαρον (χωρίον δὲ τοῦτο Βιθυνίας οὐκ ἀπὸ πολλοῦ῾ Ελενοπόλεως ἐπὶ τῆς θαλάσσης κείμενον)· ἔνθα δὴ συνελ
7.18.4
θόντες μετεκαλέσαντο Σαββάτιον. ἐπεὶ δὲ τῆς λύπης τὴν αἰτίαν ἀπαιτηθεὶς λέγειν ἐπῃτιᾶτο τῆς ἑορτῆς τὸ διάφορον, ὑπονοήσαντες ἔρωτι προεδρίας ταῦτα αὐτὸν σκήπτεσθαι ὅρκον ἀπῄτησαν ὡς ἐπισκοπὴν οὐκ ἂν ἕλοιτό ποτε. τοῦ δὲ τάδε ἐνωμότως ὁμολογήσαντος λογισάμενοι μὴ ἀξιόχρεων εἶναι ταύτην τὴν αἰτίαν εἰς χωρισμὸν κοινωνίας, ἅπαντας μὲν ὁμονοεῖν καὶ ἅμα ἐκκλησιάζειν ἐψηφίσαντο, ἕκαστον δὲ ᾗ ἂν αὐτῷ δοκῇ ταύτην τὴν ἑορτὴν ἐπιτελεῖν. καὶ κανόνα περὶ τούτου ἔθεντο, ὃν ἀδιάφορον ἐπωνόμασαν.
7.18.5
καὶ τὰ μὲν ὧδε ἔδοξε τοῖς ἐν Σαγγάρῳ συνελθοῦσιν. ἐξ ἐκείνου δὲ Σαββάτιος τοῖς᾿ Ιουδαίοις ἑπόμενος, εἰ μὴ κατὰ ταὐτὸν ξυνηνέχθη πάντας ἄγειν τὴν ἑορτήν, φθάνων ὡς ἔθος ἐνήστευε καὶ καθ' ἑαυτὸν διὰ τῶν νενομισμένων ἐπετέλει τὸ πάσχα. τῷ δὲ σαββάτῳ ἀφ' ἑσπέρας ἐπὶ τὸν δέοντα καιρὸν ἐν ἀγρυπνίᾳ καὶ ταῖς προσηκούσαις εὐχαῖς διαγενόμενος τῇ ἑξῆς ἡμέρᾳ
7.18.6
κοινῇ πᾶσιν ἐκκλησίαζεν καὶ τῶν μυστηρίων μετεῖχεν. καὶ τὰ μὲν πρῶτα τὸ πλῆθος ἐλάνθανεν· ὡς δὲ τῷ χρόνῳ ἐντεῦθεν ἐπίσημος ἐγένετο, πολλοὺς τοὺς ζηλοῦντας ἔσχεν, καὶ μάλιστα Φρύγας καὶ Γαλάτας, οἷς πάτριον ὧδε ταύτην τὴν ἑορτὴν ἐπιτελεῖν. ὕστερον δὲ εἰς τὸ προφανὲς ἀποστὰς τῶν
7.18.7
αὐτῷ πειθομένων τὴν ἐπισκοπὴν ἀνεδέξατο, ὡς ἐν καιρῷ λελέξεται. ἐμοὶ δὲ θαυμάζειν ἔπεισι τοῦδε τοῦ ἀνδρὸς καὶ τῶν ἑπομένων αὐτῷ, ὅτι τάδε ἐνεωτέρισαν,῾ Εβραίων τῶν πάλαι, ὡς ἱστορεῖ Εὐσέβιος ὑπὸ μάρτυσι Φίλωνί τε καὶ᾿ Ιωσήπῳ καὶ᾿ Αριστοβούλῳ καὶ ἑτέροις πλείστοις, μετὰ ἐαρινὴν ἰσημερίαν τὰ διαβατήρια θυόντων, ἡλίου τὸ πρῶτον δωδεκατημόριον τμῆμα ὁδεύοντος, ὃ κριὸν῞ Ελληνες καλοῦσιν, ἐν διαμέτρῳ δὲ τῆς σελήνης τεσσα
7.18.8
ρεσκαιδεκαταίας τὴν πορείαν ποιουμένης. ἐπεὶ καὶ αὐτοὶ οἱ Ναυατιανοὶ οἷς ἀκριβείας μέλει ἰσχυρίζονται, ὡς οὔτε αὐτοῖς οὔτε τῷ ἀρχηγῷ τῆς αἱρέσεως τοῦτο πρότερον ἦν ἔθος, ἀλλ' ὑπὸ τῶν ἐν Παζουκώμῃ συνεληλυθότων ἐνεωτερίσθη· εἰσέτι τε νῦν τοὺς ἐν τῇ πρεσβυτέρᾳ῾ Ρώμῃ ὁμοδόξους αὐτοῖς σὺν τοῖς ἄλλοις῾ Ρωμαίοις ἑορτάζειν, οὓς οὔποτε ἄλλως ἑορτάσαι ὁ παρελθὼν χρόνος ἤλεγξε, Πέτρου καὶ Παύλου τῶν ἀποστόλων τῇ παραδόσει. νους. προσέτι δὲ καὶ Σαμαρεῖται, οἳ τοῦ Μωσέως νόμου τὰ μάλιστα ζηλωταὶ τυγχάνουσι, πρὶν τὸν νέον τελεσφορεῖσθαι καρπὸν οὐκ ἀνέχονται ταύτην ἐπιτελεῖν τὴν ἑορτήν· νέων γάρ, φασίν, αὐτὴν ἑορτὴν ὁ νόμος καλεῖ· μήπω τε τούτων φανέντων ἑορτάζειν οὐ θέμις, ὡς ἐξ ἀνάγκης φθάνειν τὴν
7.18.10
ἐν τῷ ἦρι ἰσημερίαν. τοὺς μὲν᾿ Ιουδαίους περὶ τοῦτο μιμουμένους θαυμαστὸν ὅτι μὴ τὴν παρ' αὐτοῖς ἀρχαιότητα μᾶλλον ἐπῄνεσαν. ὡς ἔοικε δέ, πλὴν τούτων καὶ τῶν ἐπὶ τῆς᾿ Ασίας καλουμένων Τεσσαρεσκαιδεκατιτῶν, ὁμοίως῾ Ρωμαίοις καὶ Αἰγυπτίοις καὶ οἱ ἀπὸ τῶν ἄλλων αἱρέσεων ταύτην τὴν ἑορτὴν ἄγουσιν· ἀλλ' οἱ μὲν ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκαταίᾳ σὺν τοῖς
7.18.11
᾿ Ιουδαίοις ἑορτάζουσι, ὅθεν ὧδε ὀνομάζονται. οἱ δὲ Ναυατιανοὶ τὴν ἀναστάσιμον ἡμέραν ἐπιτηροῦσιν·᾿ Ιουδαίοις δὲ καὶ οὗτοι ἕπονται, καὶ εἰς ταὐτὸν τοῖς Τεσσαρεσκαιδεκατίταις καταστρέφουσιν· πλὴν εἰ μὴ τύχῃ τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης ἡ πρώτη τοῦ σαββάτου ἡμέρα συμπεσοῦσα, κατόπιν γίνονται τῶν᾿ Ιουδαίων, ὅσαις ἂν ἡμέραις συμβαίη τὴν ἐχομένην κυριακὴν ὑστερίζειν τῆς τεσσαρεσκαιδεκαταίας τῆς σελήνης.
7.18.12
Μοντανισταὶ δέ, οὓς Πεπουζίτας καὶ Φρύγας ὀνομάζουσι, ξένην τινὰ μέθοδον εἰσάγοντες κατὰ ταύτην τὸ πάσχα ἄγουσι. τοῖς μὲν γὰρ ἐπὶ τούτῳ τὸν τῆς σελήνης δρόμον πολυπραγμονοῦσι καταμέμφονται, φασὶ δὲ χρῆναι μόνοις τοῖς ἡλιακοῖς ἕπεσθαι κύκλοις τοὺς ὀρθῶς ταῦτα κανονίζοντας· καὶ μῆνα μὲν ἕκαστον εἶναι ἡμερῶν τριάκοντα ὁρίζουσιν, ἄρχεσθαι δὲ τὸν πρῶτον ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας, ἣ ῥηθείη ἂν κατὰ῾ Ρωμαίους πρὸ ἐννέα καλανδῶν᾿ Απριλλίων, ἐπειδή, φησί, τότε οἱ δύο φωστῆρες ἐγένοντο, οἷς οἱ καιροὶ
7.18.13
καὶ οἱ ἐνιαυτοὶ δηλοῦνται. καὶ τοῦτο δείκνυσθαι τῷ τὴν σελήνην διὰ ὀκταετηρίδος τῷ ἡλίῳ συνιέναι καὶ ἀμφοῖν κατὰ ταὐτὸν νουμηνίαν συμβαίνειν, καθότι ἡ ὀκταετηρὶς τοῦ σεληνιακοῦ δρόμου πληροῦται ἐννέα καὶ ἐνενήκοντα μησίν, ἡμέραις δὲ δισχιλίαις ἐνακοσίαις εἰκοσιδύο, ἐν αἷς ὁ ἥλιος τοὺς ὀκτὼ δρόμους ἀνύει, λογιζομένων ἑκάστῳ ἔτει τριακοσίων ἑξήκοντα ἡμε
7.18.14
ρῶν καὶ προσέτι τετάρτου ἡμέρας μιᾶς. ἀπὸ γοῦν τῆς πρὸ ἐννέα καλανδῶν᾿ Απριλλίων, ὡς ἀρχῆς οὔσης κτίσεως ἡλίου καὶ πρώτου μηνός, ἀναλογίζονται τὴν εἰρημένην ταῖς ἱεραῖς γραφαῖς τεσσαρεσκαιδεκαταίαν, καὶ ταύτην εἶναι λέγουσι τὴν πρὸ ὀκτὼ εἰδῶν᾿ Απριλλίων, καθ' ἣν ἀεὶ τὸ πάσχα ἄγουσιν, εἰ συμβαίη καὶ τὴν ἀναστάσιμον αὐτῇ συνδραμεῖν ἡμέραν· ἐπὶ τῇ ἐχομένῃ κυριακῇ ἑορτάζουσι. γέγραπται γάρ, φασίν, ἀπὸ τεσσαρεσκαιδεκάτης μέχρις εἰκοστῆς πρώτης.
7.1.2
Αἵδε μὲν περὶ ταύτης τῆς ἑορτῆς αἱ διαφοραί. σοφώτατα δέ πως οἶμαι καταλῦσαι τὴν συμβᾶσαν πάλαι περὶ ταύτης φιλονικίαν τοὺς ἀμφὶ Βίκτορα τὸν τότε τῆς῾ Ρώμης ἐπίσκοπον καὶ Πολύκαρπον τὸν Σμυρναῖον. ἐπεὶ γὰρ οἱ πρὸς δύσιν ἱερεῖς οὐκ ᾤοντο δεῖν Παύλου καὶ Πέτρου τὴν παράδοσιν ἀτιμάζειν, οἱ δὲ ἐκ τῆς᾿ Ασίας᾿ Ιωάννῃ τῷ εὐαγγελιστῇ ἀκολουθεῖν ἰσχυρίζοντο, τοῦτο κοινῇ δόξαν, ἕκαστοι ὡς εἰώθεσαν ἑορτάζοντες τῆς πρὸς σφᾶς κοινωνίας οὐκ ἐχωρίσθησαν. εὔηθες γὰρ καὶ μάλα δικαίως ὑπέλαβον ἐθῶν ἕνεκα ἀλλήλων χωρίζεσθαι περὶ τὰ καίρια τῆς θρησκείας συμφω
7.1.3
νοῦντες. οὐ γὰρ δὴ τὰς αὐτὰς παραδόσεις περὶ πάντα ὁμοίας, κἂν ὁμόδοξοι εἶεν, ἐν πάσαις ταῖς ἐκκλησίαις εὑρεῖν ἔστι. ἀμέλει Σκύθαι πολλαὶ πόλεις ὄντες ἕνα πάντες ἐπίσκοπον ἔχουσιν· ἐν ἄλλοις δὲ ἔθνεσιν ἔστιν ὅπῃ καὶ ἐν κώμαις ἐπίσκοποι ἱερῶνται, ὡς παρὰ᾿ Αραβίοις καὶ Κυπρίοις ἔγνων
7.1.4
καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς καὶ Μοντανισταῖς. διάκονοι δὲ παρὰ μὲν῾ Ρωμαίοις εἰσέτι νῦν οὐ πλείους εἰσὶν ἑπτὰ καθ' ὁμοιότητα τῶν ὑπὸ τῶν ἀποστόλων χειροτονηθέντων, ὧν ἦν Στέφανος ὁ πρῶτος μαρτυρήσας·
7.1.4
παρὰ δὲ τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός. πάλιν αὖ ἑκάστου ἔτους ἅπαξ ἐν῾ Ρώμῃ τὸ ἀλληλούια ψάλλουσι κατὰ τὴν πρώτην ἡμέραν τῆς πασχαλίας ἑορτῆς, ὡς πολλοῖς῾ Ρωμαίων ὅρκον εἶναι τοῦτον ἀξιωθῆναι
7.1.5
τὸν ὕμνον ἀκοῦσαί τε καὶ ψᾶλαι. οὔτε δὲ ὁ ἐπίσκοπος οὔτε ἄλλος τις ἐνθάδε ἐπ' ἐκκλησίας διδάσκει, παρὰ δὲ᾿ Αλεξανδρεῦσι μόνος ὁ τῆς πόλεως ἐπίσκοπος. φασὶ δὲ τοῦτο οὐ πρότερον εἰωθὸς ἐπιγενέσθαι ἀφ' οὗ῎ Αρειος
7.1.6
πρεσβύτερος ὢν περὶ τοῦ δόγματος διαλεγόμενος ἐνεωτέρισε. ξένον δὲ κἀκεῖνο παρὰ᾿ Αλεξανδρεῦσι τούτοις· ἀναγινωσκομένων γὰρ τῶν εὐαγγελίων οὐκ ἐπανίσταται ὁ ἐπίσκοπος· ὃ παρ' ἄλλοις οὔτε ἔγνων οὔτε ἀκήκοα. ταύτην δὲ τὴν ἱερὰν ἀναγινώσκει βίβλον ἐνθάδε μόνος ὁ ἀρχιδιάκονος, παρὰ δὲ ἄλλοις διάκονοι, ἐν πολλαῖς δὲ ἐκκλησίαις οἱ ἱερεῖς μόνοι, ἐν δὲ ἐπισήμοις ἡμέραις ἐπίσκοποι, ὡς ἐν Κωνσταντινουπόλει κατὰ τὴν πρώτην ἡμέραν τῆς ἀναστασίμου ἑορτῆς.
7.1.7
Καὶ τὴν πρὸ ταύτης δὲ καλουμένην τεσσαρακοστήν, ἐν ᾗ νηστεύει τὸ πλῆθος, οἱ μὲν εἰς ἓξ ἑβδομάδας ἡμερῶν λογίζονται, ὡς οἱ᾿ Ιλλυριοὶ καὶ οἱ πρὸς δύσιν, Λιβύη τε πᾶσα καὶ Αἴγυπτος σὺν τοῖς Παλαιστίνοις, οἱ δὲ ἑπτά, ὡς ἐν Κωνσταντινουπόλει καὶ τοῖς πέριξ ἔθνεσι μέχρι Φοινίκων, ἄλλοι δὲ τρεῖς σποράδην ἐν ταῖς ἓξ ἢ ἑπτὰ νηστεύουσιν, οἱ δὲ ἅμα τρεῖς πρὸ τῆς
7.1.8
ἑορτῆς συνάπτουσιν, οἱ δὲ δύο, ὡς οἱ τὰ Μοντανοῦ φρονοῦντες. οὐ μὴν ἀλλὰ καὶ τοῦ ἐκκλησιάζειν οὐχ ὁ αὐτὸς παρὰ πᾶσι καιρὸς ἢ τρόπος. ἀμέλει οἱ μὲν καὶ τῷ σαββάτῳ ὁμοίως τῇ μιᾷ σαββάτου ἐκκλησιάζουσιν, ὡς ἐν Κωνσταντινουπόλει καὶ σχεδὸν πανταχῇ, ἐν῾ Ρώμῃ δὲ καὶ᾿ Αλεξανδρείᾳοὐκέτι· παρὰ δὲ Αἰγυπτίοις ἐν πολλαῖς πόλεσι καὶ κώμαις παρὰ τὸ κοινῇ πᾶσι νενομισμένον πρὸς ἑσπέραν τῷ σαββάτῳ συνιόντες, ἠριστηκότες ἤδη, 7. 1. μυστηρίων μετέχουσι. καὶ εὐχαῖς δὲ καὶ ψαλμῳδίαις ταῖς αὐταῖς ἢ ἀναγνώσμασι κατὰ τὸν αὐτὸν καιρὸν οὐ πάντας εὑρεῖν ἔστι κεχρημένους. οὕτω γοῦν τὴν καλουμένην᾿ Αποκάλυψιν Πέτρου, ὡς νόθον παντελῶς πρὸς τῶν ἀρχαίων δοκιμασθεῖσαν, ἔν τισιν ἐκκλησίαις τῆς Παλαιστίνης εἰσέτι νῦν ἅπαξ ἑκάστου ἔτους ἀναγινωσκομένην ἔγνων ἐν τῇ ἡμέρᾳ τῆς παρασκευῆς, ἣν εὐλαβῶς ἅπας ὁ λαὸς νηστεύει ἐπὶ ἀναμνήσει τοῦ σωτηρίου πάθους.
7.1.10
τὴν δὲ νῦν ὡς᾿ Αποκάλυψιν Παύλου τοῦ ἀποστόλου φερομένην, ἣν οὐδεὶς ἀρχαίων οἶδε, πλεῖστοι μοναχῶν ἐπαινοῦσιν. ἐπὶ ταύτης δὲ τῆς βασιλείας ἰσχυρίζονταί τινες ταύτην ηὑρῆσθαι τὴν βίβλον. λέγουσι γὰρ ἐκ θείας ἐπιφανείας ἐν Ταρσῷ τῆς Κιλικίας κατὰ τὴν οἰκίαν Παύλου μαρμαρίνην λάρ
7.1.11
νακα ὑπὸ γῆν εὑρεθῆναι καὶ ἐν αὐτῇ τὴν βίβλον εἶναι. ἐρομένῳ δέ μοι περὶ τούτου ψεῦδος ἔφησεν εἶναι Κίλιξ πρεσβύτερος τῆς ἐν Ταρσῷ ἐκκλησίας· γεγονέναι μὲν γὰρ πολλῶν ἐτῶν καὶ ἡ πολιὰ τὸν ἄνδρα ἐδείκνυ· ἔλεγε δὲ μηδὲν τοιοῦτον ἐπίστασθαι παρ' αὐτοῖς συμβάν, θαυμάζειν τε εἰ μὴ τάδε
7.1.12
πρὸς αἱρετικῶν ἀναπέπλασται. ἀλλὰ περὶ μὲν τούτου τάδε. πολλὰ δ' ἂν εὕροι τις ἔθη κατὰ πόλεις καὶ κώμας, ἅπερ αἰδοῖ τῶν ἐξ ἀρχῆς παραδεδωκότων ἢ τῶν τούτους διαδεξαμένων οὐχ ὅσιον οὐδὲ ἀνεκτὸν ἡγοῦνται παραβαίνειν οἱ τούτοις ἐντραφέντες. ταὐτὸν δὲ τοῦτο πεπονθέναι νομιστέον τοὺς ἀνθρώπους καὶ περὶ ταύτην τὴν ἑορτήν, ἧς ἕνεκεν εἰς τοὺς περὶ τούτων ἐξηνέχθην λόγους. 7.. 1 Διασπωμένων δὲ ὡς εἴρηται τῶν ἀπὸ τῶν ἄλλων αἱρέσεων ἔτι μᾶλλον ἐπεδίδου ἡ καθόλου ἐκκλησία, προστιθεμένων αὐτῇ πλείστων ἔκ τε τῆς τῶν ἑτεροδόξων πρὸς σφᾶς διχονοίας καὶ μάλιστα ἐκ τοῦ῾ Ελληνικοῦ πλήθους. ἐπεὶ γὰρ εἶδεν ὁ βασιλεὺς τὴν συνήθειαν τοῦ παρελθόντος χρόνου ἔτι πρὸς τὸ πατρῷον σέβας καὶ τοὺς θρησκευομένους παρ' αὐτῶν τόπους ἕλκουσαν τὸ ὑπήκοον, ἀρξάμενος βασιλεύειν ἐκώλυσε τούτων ἐπιβαίνειν· τελευτῶν δὲ 7.. 2 καὶ πολλοὺς καθεῖλεν. οἱ δὲ ἀπορίᾳ εὐκτηρίων οἴκων τῷ χρόνῳ προσειθίσθησαν ταῖς ἐκκλησίαις φοιτᾶν· οὐδὲ γὰρ οὐδὲ λάθρα θύειν῾ Ελληνικῶς ἀκίνδυνον ἦν, ἀλλ' ἐν ἀφαιρέσει κεφαλῆς καὶ οὐσίας νόμος ἔκειτο κατὰ τῶν ταῦτα τολμώντων τὴν τιμωρίαν κυρῶν. τηνικαῦτα δέ φασι τὸν Αἰγύπτου ποταμὸν κατόπιν τοῦ καιροῦ γενέσθαι περὶ τὴν πρώτην ἀνάβασιν τῶν ὑδάτων· οἱ δὲ Αἰγύπτιοι ἐχαλέπαινον ὅτι μὴ συγχωροῖντο κατὰ τὸν πάτριον νόμον τῷ 7.. 3 ποταμῷ θύειν. ὑπονοήσας δὲ ὁ τοῦ ἔθνους ἡγούμενος εἰς στάσιν αὐτοὺς παρασκευάζεσθαι τάδε ἐμήνυσεν. μαθὼν δὲ ὁ βασιλεὺς ἄμεινον ἔφη πρὸς τὸ θεῖον διαμεῖναι πιστὸν ἢ τὰ Νείλου νάματα καὶ τὴν ἐντεῦθεν εὐετηρίαν προτιμῆσαι τῆς εὐσεβείας· μηδέποτε γὰρ ῥεύσοιεν ἐκεῖνος ὁ ποταμός, εἴπερ ἀληθῶς οἷός τέ ἐστι γοητείαις ὑπάγεσθαι καὶ θυσίαις χαίρειν καὶ αἱμάτων 7.. 4 ῥύσει μιαίνειν τὰς ἐκ τοῦ θείου παραδείσου ἐπιρροάς. οὐκ εἰς μακρὰν δὲ ὁ Νεῖλος πολὺς ἐκχυθεὶς καὶ τοῖς ὑψηλοτέροις ἐπαφῆκε τὰ ῥεύματα. ἐπεὶ δὲ πρὸς τὸ τελειότατον καὶ σπανίως πληρούμενον μέτρον ἔφθασεν, οὐδὲν δὲ ἧττον ἐκορυφοῦτο τὸ ὕδωρ, εἰς ἐναντίον φόβον περιέστησαν οἱ Αἰγύπτιοι· καὶ δέος ἦν μὴ καὶ τὴν᾿ Αλεξάνδρου πόλιν καὶ Λιβύης μέρος 7.. 5 [οὖσαν] κατακλύσῃ· ἡνίκα δὴ λέγεται τοὺς῾ Ελληνιστὰς᾿ Αλεξανδρέων ἀγανακτοῦντας πρὸς τὸ συμβὰν παρὰ γνώμην ἐπιτωθάσαι καὶ ἐν τοῖς θεάτροις ἀναβοῆσαι, ὡς οἷα γέρων καὶ λῆρος ἐξούρησεν ὁ ποταμός. ἐκ τούτου δὲ πλεῖστοι Αἰγυπτίων τῆς πατρῴας δεισιδαιμονίας κατέγνωσαν καὶ εἰς Χριστιανισμὸν μετεβάλοντο. καὶ τὰ μὲν ὡς ἐπυθόμην.
7.21.1
῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον διεκομίσθη εἰς Κωνσταντινούπολιν ἡ᾿ Ιω- άννου τοῦ βαπτιστοῦ κεφαλή, ἣν῾ Ηρῳδιὰς ᾐτήσατο παρὰ῾ Ηρῴδου τοῦ τετράρχου. λέγεται δὲ εὑρεθῆναι παρὰ ἀνδράσι μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως, οἳ τὰ μὲν πρῶτα ἐν῾ Ιεροσολύμοις διέτριβον, ὕστερον δὲ εἰς
7.21.2
Κιλικίαν μετῳκίσθησαν. ἐπὶ δὲ τῆς πρὸ ταύτης ἡγεμονίας Μαρδονίου μηνύσαντος, ὃς τῆς βασιλικῆς οἰκίας μείζων ἦν εὐνοῦχος, προσέταξεν Οὐάλης εἰς Κωνσταντινούπολιν αὐτὴν κομισθῆναι. καὶ οἱ μὲν ἐπὶ τοῦτο ἀποσταλέντες ἐπιθέντες ὀχήματι δημοσίῳ ἦγον· ὡς δὲ εἰς τὸ Παντείχιον ἧκον (χωρίον δὲ τοῦτο Χαλκηδόνος), οὐκέτι προσωτέρω βαδίζειν ἠνείχοντο αἱ τὸ ὄχημα καθέλκουσαι ἡμίονοι, καὶ ταῦτα τῶν ἱπποκόμων ἐπαπειλούντων
7.21.3
καὶ τοῦ ἡνιόχου χαλεπῶς τῇ μάστιγι κεντοῦντος. ὡς δὲ οὐδὲν ἤνυον (ἐδόκει δὲ πᾶσι καὶ αὐτῷ τῷ βασιλεῖ παράδοξον εἶναι καὶ θεῖον τὸ πρᾶγμα), ἀπέθεντο ταύτην τὴν ἱερὰν κεφαλὴν ἐν τῇ Κοσιλάου κώμῃ· ἔτυχε γὰρ ἐκ
7.21.4
γειτόνων οὖσα καὶ Μαρδονίου τούτου κτῆμα. περὶ δὲ τοῦτον τὸν χρόνον ἢ τοῦ θεοῦ ἢ αὐτοῦ τοῦ προφήτου κινοῦντος ἧκεν εἰς τήνδε τὴν κώμην Θεοδόσιος ὁ βασιλεύς, βουλομένῳ τε τοῦ βαπτιστοῦ τὸ λείψανον λαβεῖν μόνην φασὶν ἀντειπεῖν Ματρώναν, ἣ παρθένος μὲν ἦν ἱερά, εἵπετο δὲ αὐτῷ διάκονος καὶ φύλαξ· ἀνθισταμένην δὲ παντὶ σθένει βιάσασθαι οὐχ ἡγήσατο
7.21.5
δεῖν, ἀντιβολῶν δὲ ἐδεῖτο συγχωρεῖν. ἐπεὶ δὲ μόλις εἶξεν ἀνήνυτον εἶναι νομίσασα τῷ κρατοῦντι τὴν ἐπιχείρησιν κατὰ τὸ συμβὰν ἐπὶ τῶν Οὐάλεντος χρόνων, περιλαβὼν τῇ ἁλουργίδι τὴν θήκην ἐν ᾗ ἔκειτο ἔχων ἐπανῆλθε, καὶ πρὸ τοῦ ἄστεως Κωνσταντινουπόλεως ἔθετο ἐν τῷ καλουμένῳ῾ Εβδόμῳ, μέγιστον καὶ περικαλλέστατον τῷ θεῷ ἐνθάδε ναὸν ἐγείρας. πολλὰ δὲ πολλάκις λιπαρήσας Ματρώναν καὶ κεχαρισμένα ὑποσχόμενος οὐκ ἔπεισε μετα
7.21.6
θέσθαι τῆς δόξης· ἦν γὰρ τῆς Μακεδονίου αἱρέσεως. καίτοι γε Βικέντιος πρεσβύτερος, ὁμόδοξος ὢν αὐτῇ καὶ τὴν σορὸν τοῦ προφήτου ἐπίσης θεραπεύων καὶ περὶ ταύτην ἱερώμενος, ἠκολούθησεν αὐτίκα καὶ τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐκοινώνησεν, ἀπώμοτον μέν, ὡς λέγουσιν οἱ τὰ Μακεδονίου φρονοῦντες, ποιησάμενος μήποτε μεταθήσεσθαι τῆς αὐτῶν δόξης, τὸ δὲ τελευταῖον εἰς τὸ προφανὲς ὁρίσας, ὡς εἰ ἕλοιτο ὁ βαπτιστὴς ἀκολουθῆσαι τῷ βασιλεῖ, καὶ αὐτὸν κοινωνήσειν αὐτῷ μηδὲν διαφερόμενον.
7.21.7
ἐγένετο δὲ οὗτος Πέρσης τὸ γένος, ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας διωγμοῦ καταλαβόντος τοὺς ἐν Περσίδι Χριστιανοὺς φεύγων ἅμα᾿ Αδδᾷ τῷ
7.21.8
αὐτοῦ ἀνεψιῷ εἰς῾ Ρωμαίους ἦλθεν. ἀλλ' ὁ μὲν κλήρῳ ἐγκατελέγη καὶ εἰς πρεσβυτέρου προῆλθεν ἀξίαν·᾿ Αδδᾶς δὲ γήμας μέγιστα τὴν ἐκκλησίαν ὠφέλησε παῖδα καταλιπὼν Αὐξέντιον, ἄνδρα περὶ τὸ θεῖον πιστότατον καὶ περὶ φίλους σπουδαῖον, ἐμμελῆ δὲ τὸν βίον καὶ φιλόλογον καὶ πολυμαθῆ τῶν῞ Ελλησι καὶ τοῖς ἐκκλησιαστικοῖς συγγραφεῦσιν ἱστορημένων, μέτριον δὲ τὸ ἦθος καὶ βασιλεῖ καὶ τοῖς ἀμφ' αὐτὸν ἐπιτήδειον καὶ λαμπρᾶς ἐπειλημμένον στρατείας. ἀλλὰ τοῦδε μὲν πολύς ἐστι λόγος παρά τε εὐδοκιμωτάτοις 7. 21. μοναχοῖς καὶ σπουδαίοις ἀνδράσι, οἵπερ αὐτοῦ ἐπειράθησαν. ἡ δὲ Ματρώνα μέχρι τελευτῆς ἐν τῇ Κοσιλάου κώμῃ διέτριβε· διεβίω δὲ ἱεροπρεπῶς μάλα καὶ σωφρόνως ἱερῶν παρθένων ἡγουμένη· ὧν εἰσέτι νῦν πολλὰς περιεῖναι ἐπυθόμην, τῆς ὑπὸ Ματρώναν παιδεύσεως ἄξιον φερούσας ἦθος.
7.22.1
Καὶ ὁ μὲν Θεοδόσιος ἐν εἰρήνῃ τὴν πρὸς ἕω ἀρχομένην ἰθύνων ἐν τούτοις ἐσπούδαζεν καὶ ἐπιμελῶς μάλα τὸ θεῖον ἐθεράπευεν. ἐν τούτῳ δὲ
7.22.2
ἀγγέλλεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγχόνῃ ἀπολωλέναι. ἐλέγετο δὲ ταύτην αὐτῷ καττῦσαι τὴν τελευτὴν διὰ τῶν θαλαμηπόλων εὐνούχων ἄλλους τέ τινας τῶν ἀμφὶ τὰ βασίλεια καὶ᾿ Αρουαγάστην τὸν ἐπὶ τῶν αὐτοῦ στρατευμάτων τεταγμένον, καθότι πατρῴζοντα τὸν νέον εὗρον περὶ τὴν ἀρχὴν καὶ πρὸς πολλὰ τῶν ἐκείνοις δοκούντων χαλεπαίνοντα. οἱ δὲ αὐτὸν ἡγοῦνται αὐτόχειρα ἑαυτοῦ γενέσθαι, ὡς ἐπιχειροῦντά τισιν οὐ δέον ἐν τῷ ζέοντι τῆς ἡλικίας καὶ κωλυόμενον καὶ τούτου χάριν οὐ καταξιώσαντα ζῆν,
7.22.3
ὅτι βασιλεύων μὴ συγχωροῖτο ποιεῖν ἃ βούλεται. φασί γε μὴν τοῦτο τὸ μειράκιον εὐγενείᾳ σώματος καὶ βασιλικῶν τρόπων ἀρετῇ ὑπερφυῶς δόξαι τῆς ἡγεμονίας ἄξιον καὶ οἷος μεγαλοψυχίᾳ καὶ δικαιοσύνῃ ὑπερβα
7.22.4
λέσθαι τὸν αὐτοῦ πατέρα, εἰ παρῆλθεν εἰς ἄνδρας. καὶ ὁ μὲν τοιοῦτος ὢν ὧδε τέθνηκεν· Εὐγένιος δέ τις οὐχ ὑγιῶς διακείμενος περὶ τὸ δόγμα τῶν Χριστιανῶν ἐπεισπηδᾷ τῇ ἀρχῇ καὶ τὰ σύμβολα τῆς βασιλείας ἀμφιέννυται· ᾤετο δὲ τοῦ ἐπιχειρήματος ἀσφαλῶς κρατήσειν ὑπαγόμενος λόγοις ἀνθρώπων εἰδέναι τὸ μέλλον ὑπισχνουμένων σφαγίοις τισὶ καὶ ἡπατοσκοπίαις καὶ
7.22.5
καταλήψει ἀστέρων. ἐσπούδαζον δὲ περὶ ταῦτα ἄλλοι τε τῶν ἐν τέλει῾ Ρωμαίων καὶ Φλαβιανὸς ὁ τότε ὕπαρχος, ἀνὴρ ἐλλόγιμος καὶ περὶ τὰ πολιτικὰ ἐχέφρων εἶναι δοκῶν, προσέτι δὲ καὶ τὰ μέλλοντα ἀκριβοῦν νομιζόμενος ἐπιστήμῃ παντοδαπῆς μαντείας. ταύτῃ γὰρ μάλιστα τὸν Εὐγένιον ἔπεισεν εἰς πόλεμον παρασκευάσασθαι, μοιρίδιον εἶναι αὐτῷ τὴν βασιλείαν ἰσχυριζόμενος καὶ νίκην ἐπὶ τῇ μάχῃ ξυμβήσεσθαι καὶ μεταβολὴν τῆς τῶν
7.22.6
Χριστιανῶν θρησκείας. καὶ Εὐγένιος μὲν ταύταις ταῖς ἐλπίσι βουκολούμενος πλείστην ἤγειρε στρατιὰν καὶ τὰς πρὸς τῇ᾿ Ιταλίᾳ πύλας, ἃς᾿ Ιουλίας῎ Αλπεις῾ Ρωμαῖοι καλοῦσι, προκαταλαβὼν ἐφρούρει, ὡς ἐν στενῷ μίαν πάροδον ἐχούσας, ἑκατέρωθεν περιπεφραγμένας ἀπορρῶξι καὶ ὑψηλοτάτοις ὄρεσι.
7.22.7
Θεοδόσιος δὲ διανοούμενος, πῇ ἄρα τὴν ἀπόβασιν ἕξει ὁ πρὸς αὐτὸν πόλεμος καὶ πότερον ἐπ' αὐτὸν χωρεῖν δεῖ ἢ ἐπιόντα περιμένειν, ἔγνωκε περὶ τούτου συμβούλῳ χρήσασθαι᾿ Ιωάννῃ τῷ ἐν Θηβαΐδι μοναχῷ, ὃν ἐν τοῖς πρόσθεν εἴρηται ἐπιφανέστατον τηνικάδε γενέσθαι ἐπὶ προγνώσει τῶν ἐσομένων· καὶ Εὐτρόπιον, ὃς πιστὸς ἦν αὐτῷ τῶν ἐν τοῖς βασιλείοις εὐνούχων, πέπομφεν εἰς Αἴγυπτον, εἰ μὲν δυνατόν, ἄξοντα αὐτόν, εἰ δὲ παραιτήσαιτο, τὸ
7.22.8
πρακτέον μαθεῖν. καὶ ὁ μὲν ὡς᾿ Ιωάννην παραγενόμενος οὐκ ἔπεισε πρὸς τὸν βασιλέα ἐλθεῖν, ἐπανελθὼν δὲ ἤγγειλεν εἰπεῖν αὐτόν, ὡς νικήσει τὸν πόλεμον καθελών τε τὸν τύραννον μετὰ τὴν νίκην ἐν᾿ Ιταλίᾳ μεταλλάξει τὸν βίον. ἀμφότερα δὲ ἀληθῆ τὸ τέλος ἔδειξεν.
7.23.1
᾿ Εν τούτῳ δὲ διὰ τὴν χρείαν τοῦ πολέμου ἔδοξε τοῖς ἄρχουσι, οἷς τούτου μέλει, πλέον τι τῶν εἰωθότων φόρων εἰσπράξασθαι τοὺς ὑποτελεῖς. ἐπὶ τούτῳ δὲ στασιάσας ὁ ἐν Συρίᾳ τῶν᾿ Αντιοχέων δῆμος τοὺς βασιλέως ἀνδριάντας καθεῖλε καὶ τῆς αὐτοῦ γαμετῆς, καὶ σχοίνῳ προσάψας εἷλκεν,
7.23.2
οἷα εἰκὸς ὑπὸ χαλεπαίνοντος τοῦ πλήθους, ὑβριστικὰς ἀφιεὶς φωνάς. ἐπεὶ δὲ πολλοὺς᾿ Αντιοχέων διαφθεῖραι διενοεῖτο, καὶ πρὸς μόνην τὴν φήμην κατεπλάγη τὸ πλῆθος καὶ παυσάμενοι μαίνεσθαι μετεμέλοντο· καὶ ὡς ἐπὶ παροῦσι τοῖς ἀγγελλομένοις κακοῖς ἔστενόν τε καὶ ἐδάκρυον καὶ τὸν θεὸν ἱκέτευον καταπαῦσαι τοῦ κρατοῦντος τὴν ὀργήν, μελῳδίαις τισὶν ὀλοφυρ
7.23.3
τικαῖς πρὸς τὰς λιτὰς κεχρημένοι· ἡνίκα δὴ καὶ Φλαβιανὸς ὁ τῆς᾿ Αντιοχέων ἐπίσκοπος πρεσβευόμενος ὑπὲρ τῶν πολιτῶν, ἔτι τοῦ βασιλέως χαλεπαίνοντος, πέπεικε τοὺς παρὰ τὴν βασιλικὴν τράπεζαν ᾄδειν εἰωθότας νέους τὰς ἐν ταῖς λιταῖς τῶν᾿ Αντιοχέων ψαλμῳδίας εἰπεῖν· ἐφ' ᾧ λέγεται φιλανθρωπίᾳ διαχεθέντα τὸν βασιλέα κρατηθῆναι τῷ ἐλέῳ καὶ αὐτίκα τὴν ὀργὴν ἐκβαλεῖν καὶ σπείσασθαι πρὸς τὴν πόλιν, δάκρυσι βρέξαντα τὴν φιάλην ἣν
7.23.4
ἔτυχε κατέχων. φασὶ δὲ τῆς φθασάσης νυκτός, μεθ' ἣν εὐθὺς ἐπιγενομένης ἡμέρας ἡ στάσις ἐγένετο, φάσμα γυναικὸς θεαθῆναι μεγέθει ἐξαίσιον καὶ θέᾳ φοβερόν, μετάρσιόν τε διατρέχον ἀνὰ τὰς ἀγυιὰς τῆς πόλεως τὸν ἀέρα μαστίζειν ὑπὸ μάστιγι δυσήχῳ, οἵαις εἰς θυμὸν προκαλοῦνται τοὺς θῆρας
7.23.5
οἱ περὶ τὰ τοιαῦτα θέατρα πονοῦντες. οὕτω τις ἀλαστόρων δαιμόνων ἐπιβουλῇ τὴν στάσιν ἐκίνησεν· ἐπηκολούθησε δ' ἂν καὶ φόνος πολύς, εἰ μὴ τὴν ὀργὴν κατέπαυσεν ὁ βασιλεὺς τὴν ἱερατικὴν ὑπὸ εὐσεβείας ἱκεσίαν αἰδεσθείς.
7.24.1
᾿ Επεὶ δὲ τὰ πρὸς τὸν πόλεμον αὐτῷ παρεσκεύαστο, ἀναγορεύει βασιλέα καὶ᾿ Ονώριον τὸν νεώτερον υἱόν·᾿ Αρκάδιον γὰρ ἤδη χειροτονήσας ἦν. ἄμφω δὲ ἐν Κωνσταντινουπόλει καταλιπὼν σπουδῇ σὺν ταῖς ἀπὸ τῆς ἕω στρατιαῖς ἐπὶ τὴν πρὸς δύσιν ἀρχομένην ἠπείγετο. συνείπετο δὲ αὐτῷ καὶ
7.24.2
πλῆθος συμμάχων τῶν παρὰ τὸν῎ Ιστρον βαρβάρων. λέγεται δὲ τότε τῆς Κωνσταντινουπόλεως ἐκδημῶν, πρὸς τῷ ἑβδόμῳ μιλίῳ γενόμενος, προσεύξασθαι τῷ θεῷ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ, ἣν ἐπὶ τιμῇ᾿ Ιωάννου τοῦ βαπτιστοῦ ἐδείματο, αἰτῆσαί τε αἰσίαν αὐτῷ καὶ τῇ στρατιᾷ καὶ῾ Ρωμαίοις ἅπασι γενέσθαι τὴν ἔκβασιν τοῦ πολέμου, καὶ σύμμαχον αὐτὸν ἐπικαλέσασθαι
7.24.3
τὸν βαπτιστήν. ταῦτα δὲ προσευξάμενος εἰς᾿ Ιταλίαν ἀφίκετο. καὶ προσβαλὼν ταῖς῎ Αλπεσιν εἷλε τὰς πρώτας φυλακάς. παραμείψας δὲ τῆς παρόδου τὸ ἄκρον, ὡς πρὸς τῇ καθόδῳ ἐγένετο, εἶδε τὸ πεδίον πλῆρες ἱππέων καὶ πεζῶν, οὐκ ἄπωθεν δὲ κατὰ νώτου πολλοὺς τῶν πολεμίων ἐν τῇ
7.24.4
κορυφῇ τοῦ ὄρους τέως ἠρεμοῦντας. ἐπεὶ δὲ οἱ πρῶτοι παρελθόντες συνεμίσγοντο τοῖς ἐν τῷ πεδίῳ, μάχη καρτερὰ καὶ ἀμφήριστος ἐκινήθη ἔτι παριούσης τῆς στρατιᾶς· λογισάμενος δέ, ὅσον ἧκεν εἰς ἀνθρώπων δύναμιν καὶ βουλήν, μὴ δυνατὸν σῴζεσθαι, ἐπιτιθεμένων τῶν ἀπὸ νώτου τὴν ἀκρώρειαν καταλαβόντων, πρηνὴς ἐπὶ τοῦ ἐδάφους πεσὼν ηὔχετο δακρύων. καὶ
7.24.5
ὁ θεὸς αὐτίκα ἐπήκουσεν, ὡς τὸ ἀποβὰν ἔδειξεν. πέμψαντες γάρ τινας συμμάχους σφᾶς ἔσεσθαι προσήγγειλαν οἱ ἡγεμόνες τῶν περικαθημένων τὴν ἄκραν, εἰ μέλλοιεν ἐν τιμῇ παρ' αὐτῷ εἶναι. ἐπεὶ δὲ χάρτην καὶ μέλαν ἐπιζητήσας οὐχ εὗρε, δέλτον λαβών, ἣν ἔτυχέ τις τῶν παρεστώτων ἔχων, ἐνέγραψεν αὐτοῖς ἐπισήμου καὶ ἁρμοδίας στρατείας τάξιν, ἣν ἕξουσι παρ' αὐτῷ τὴν ὑπόσχεσιν πληροῦντες. καὶ οἱ μὲν ἐπὶ τούτοις τῷ βασιλεῖ προσεχώ
7.24.6
ρησαν. μήπω δὲ θατέρου μέρους κλίναντος, ἀλλ' ἔτι τῆς ἐν τῷ πεδίῳ μάχης ἑκατέρωθεν ἰσαζούσης, ἀντιπρόσωπον τοῖς ἐναντίοις ἐμβαλὼν ἄνεμος ἐξαίσιος καὶ οἷον οὔπω πρότερον ἱστορήσαμεν διέλυσε τὰς τῶν πολεμίων τάξεις, βέλη δὲ καὶ ἀκόντια κατὰ τῶν῾ Ρωμαίων πεμπόμενα ὡς ἀντιτύποις προσβάλλοντα εἰς τὰ τῶν ἀκοντιζόντων περιέστρεφε σώματα, καὶ τὰς ἀσπίδας ἐξαρπάζων τῶν χειρῶν σὺν φορυτῷ καὶ κονιορτῷ κατ' αὐτῶν
7.24.7
ἐκύλιε. γυμνωθέντες δὲ τῶν ὅπλων οἱ μὲν πλείους αὐτίκα διεφθάρησαν, οἱ δὲ πρὸς ὀλίγον φυγῇ διασωθέντες μετ' οὐ πολὺ ἥλωσαν. Εὐγένιος δὲ προσδραμὼν τοῖς ποσὶ τοῦ βασιλέως ἐδεῖτο σῴζεσθαι· ἐν ᾧ δὲ ἱκέτευε, πρός του τῶν στρατιωτῶν τὴν κεφαλὴν ἀπετμήθη.᾿ Αρβογάστης δὲ φεύ
7.24.8
γων μετὰ τὴν μάχην αὐτόχειρ ἑαυτοῦ γέγονε. λέγεται δέ, καθ' ὃν καιρὸν οὗτος ὁ πόλεμος συνεκροτεῖτο, ὡς ἐν τῷ νεῷ τοῦ θεοῦ τῷ ὄντι ἐν τῷ῾ Εβδόμῳ, οὗ προσηύξατο ὁ βασιλεὺς ἐξιών, δαιμονῶν τις ἀναρπασθεὶς μετάρσιος τὸν βαπτιστὴν᾿ Ιωάννην ἐλοιδορεῖτο καὶ ὡς τῆς κεφαλῆς ἀποτμηθέντα 7. 24. ὠνείδιζε καὶ ἀνεβόα· «σύ με νικᾷς καὶ τῇ ἐμῇ στρατιᾷ ἐπιβουλεύεις.» οἱ δὲ περιτυχόντες, ὡς εἰκός, πολλῆς οὔσης περὶ τοῦ πολέμου σπουδῆς νεώτερόν τι ἀκούειν καὶ λέγειν, καταπλαγέντες ἀνεγράψαντο τὴν ἡμέραν, καθ' ἣν γενέσθαι τὰ περὶ τὸν πόλεμον οὐκ εἰς μακρὰν ἔγνωσαν παρὰ τῶν κοινωνησάντων τῇ μάχῃ. καὶ τὰ μὲν ὧδε γενέσθαι λόγος.
7.25.1
Μετὰ δὲ τὴν Εὐγενίου καθαίρεσιν ἀφικόμενος εἰς Μεδιόλανον ὁ βασιλεὺς ἧκεν εἰς τὴν ἐκκλησίαν εὐξόμενος. ὡς δὲ πρὸς ταῖς θύραις ἐγένετο, ὑπήντετο᾿ Αμβρόσιος ὁ τῆς πόλεως ἐπίσκοπος, καὶ λαβόμενος τῆς ἁλουργίδος
7.25.2
ἐπὶ τοῦ πλήθους «ἐπίσχες», ἔφη· «ἀνδρὶ γὰρ ὑπὸ ἁμαρτίας βεβήλῳ καὶ τὰς χεῖρας ᾑμαγμένας οὐκ ἐν δίκῃ ἔχοντι οὐ θεμιτὸν πρὸ μετανοίας τοῦ ἱεροῦ ἐπιβαίνειν οὐδοῦ ἢ μυστηρίων θείων κοινωνεῖν.» ὁ δὲ βασιλεὺς θαυμάσας τὸν ἱερέα τῆς παρρησίας, σύννους γεγονὼς ὑπέστρεφεν ὑπὸ μετα
7.25.3
νοίας κεντούμενος. ἦν δὲ τῆς ἁμαρτίας πρόφασις τοιάδε· Βουθερίχου τοῦ ἡγουμένου τότε τῶν παρ'᾿ Ιλλυριοῖς στρατιωτῶν ἡνίοχος τὸν οἰνοχόον αἰσχρῶς ἰδὼν ἐπείρασε, καὶ συλληφθεὶς ἐν φρουρᾷ ἦν. ἐπισήμου δὲ ἱπποδρομίας ἐπιτελεῖσθαι μελλούσης ὡς ἀναγκαῖον εἰς τὴν ἀγωνίαν ὁ Θεσσαλονικέων δῆμος ἐξῄτει ἀφίεσθαι· ὡς δὲ οὐδὲν ἤνυεν, εἰς χαλεπὴν κατέστη
7.25.4
στάσιν καὶ τελευταῖον τὸν Βουθερίχαν ἀνεῖλε. καὶ ἐπεὶ τάδε ἐμηνύθη, εἰς ἄμετρον ὀργὴν ἐμπεσὼν ὁ βασιλεὺς ῥητὸν τῶν προστυγχανόντων ἀριθμὸν ἀναιρεθῆναι προσέταξεν. ἐντεῦθεν δὲ πολλῶν ἀδίκων ἐνεπλήσθη φόνων ἡ πόλις· ξένοι τε γὰρ αὐτίκα προσπλεύσαντες καὶ ἐξ ὁδοῦ ἀφικόμενοι ἀδο
7.25.5
κήτως ἥλωσαν· καὶ πάθη ἐλεεινὰ συνέβη, ἐν οἷς καὶ τόδε· ἔμπορος ἀντὶ δύο παίδων αὐτοῦ συλληφθέντων προσαγαγὼν ἑαυτὸν ἀποθανεῖν ἐδεῖτο, τοὺς δὲ σῴζεσθαι· καὶ μισθὸν τούτου χρυσίον ὅσον εἶχε προΐσχετο τοῖς στρατιώταις. οἱ δὲ τὸν ἄνθρωπον τῆς συμφορᾶς ἐλεήσαντες ἀντὶ ἑνὸς οὗ ἂν ἕληται τῶν υἱέων τὴν ἱκεσίαν προσίεντο· τοὺς δὲ δύο ἀφιέναι ὡς ἐπιλεί
7.25.6
ποντος τοῦ ἀριθμοῦ οὐκ ἀκίνδυνον σφίσιν ἔφασαν. εἰς ἀμφοτέρους δὲ βλέπων ὁ πατήρ, ὀλοφυρόμενός τε καὶ κλαίων, οὐδετέρου τὴν αἵρεσιν ὑπέστη, ἀλλ' ἀπορῶν εἰσότε τεθνήκασιν διετέλεσεν ἑκατέρου τῷ φίλτρῳ ἐπίσης νικώμενος. καὶ οἰκέτην δὲ ἀγαθὸν ἐπυθόμην τότε ἀντὶ δεσπότου ἀγομένου πρὸς
7.25.7
τὴν σφαγὴν ἀναιρεθῆναι προθύμως. τοιούτων δὲ καὶ ἑτέρων ὡς εἰκὸς συγκυρησάντων κακῶν ἐπαιτιώμενος᾿ Αμβρόσιος τὸν βασιλέα τῆς ἐκκλησίας εἷρξε καὶ ἀκοινώνητον ἐποίησε. δημοσίᾳ δὲ καὶ αὐτὸς τὴν ἁμαρτίαν ἐπὶ τῆς ἐκκλησίας ὡμολόγησεν καὶ πάντα τὸν ὁρισθέντα αὐτῷ χρόνον εἰς μετάνοιαν, οἷά γε πενθῶν, βασιλικῷ κόσμῳ οὐκ ἐχρήσατο· καὶ νόμῳ προσέταξε τοὺς διακονουμένους τοῖς βασιλέως προστάγμασιν εἰς τριακοστὴν ἡμέραν ἀναβάλλεσθαι τὴν τιμωρίαν τῶν ἐπὶ θανάτῳ καταδεδικασμένων, ὥστε καὶ τὸν ἐν μέσῳ χρόνον μαλάσσειν τὴν τοῦ βασιλέως ὀργὴν καὶ τοῦ θυμοῦ παρακμάζοντος ἐλέῳ καὶ μεταμελείᾳ γενέσθαι χώραν.
7.25.8
᾿ Αμβροσίῳ δὲ τούτῳ πολλὰ μὲν καὶ ἄλλα κατώρθωται ἄξια ἱερωσύνης, ἃ μόνοις ἐπιχωρίοις κατὰ τὸ εἰκὸς ἔγνωσται. τῶν δ' αὖ ἐπισημοτάτων αὐτοῦ 7. 25. ἔργων καὶ τοῦτο ἐπυθόμην. ἔθος ἦν τοὺς βασιλέας ἐν τῷ ἱερατείῳ ἐκκλησιάζειν κατ' ἐξοχὴν τῶν ὁρίων τοῦ λαοῦ κεχωρισμένους· κολακείας δὲ ἢ ἀταξίας εἶναι τοῦτο συνιδὼν τόπον εἶναι βασιλέως ἐν ἐκκλησίαις τέταχε τὸν πρὸ τῶν δρυφάκτων τοῦ ἱερατείου, ὥστε τοῦ μὲν λαοῦ τὸν κρατοῦντα τὴν προεδρίαν ἔχειν, αὐτοῦ δὲ τοὺς ἱερέας προκαθῆσθαι. ταύτην δὲ τὴν ἀρίστην παράδοσιν ἐπῄνεσε Θεοδόσιος ὁ βασιλεὺς καὶ οἱ μετὰ ταῦτα ἐκρά
7.25.10
τυναν, καὶ ἐξ ἐκείνου νυνὶ φυλαττομένην ὁρῶμεν. τούτου δὲ τοῦ ἀνδρὸς καὶ τόδε τὸ ἔργον ἀξιομνημόνευτον περιλαβεῖν τῇ γραφῇ ἀναγκαῖον εἶναί μοι δοκεῖ.῞ Ελλην τις τῶν ἐν τέλει τὸν Γρατιανὸν ἐλοιδόρει καὶ τοῦ πατρὸς ἀνάξιον ἀπεκάλει, καὶ γραφὴν ἐπὶ τούτοις ὑπομείνας κατεδικάσθη ἀποθανεῖν. ἀγομένου δὲ αὐτοῦ ἐπὶ τιμωρίᾳ ἧκεν᾿ Αμβρόσιος εἰς τὰ βασίλεια ὑπὲρ
7.25.11
αὐτοῦ δεησόμενος. ὑπὸ σπουδῆς δὲ τῶν αὐτῷ ἐπιβουλευόντων ἀσχολουμένου Γρατιανοῦ περὶ θέαν κυνηγίων, οἵας ἐπιτελεῖν εἰώθασιν οἱ βασιλεῖς τερπωλῆς ἰδίας χάριν οὐ δημοσίας, μηδενός τε τῶν ἐπὶ ταῖς βασιλικαῖς
7.25.12
πύλαις τεταγμένων μηνύοντος ὡς οὐ καιροῦ ὄντος, ὑπεχώρησεν. ἐλθὼν δὲ ἐπὶ τὴν πύλην ᾗ τοὺς θῆρας εἰσῆγον ἔλαθεν, καὶ συνεισελθὼν τοῖς κυνηγοῖς οὐ πρότερον καθυφῆκεν οὐδὲ Γρατιανοῦ καὶ τῶν ἀμφ' αὐτὸν ἀντιβολούντων εἶξεν, εἰ μὴ παραυτίκα σωτήριον ψῆφον τοῦ βασιλέως ἐξέσπασε τὸν
7.25.13
ἐπὶ θανάτῳ ἀγόμενον ἐλευθεροῦσαν. οὐ μὴν ἀλλὰ καὶ περὶ τὴν φυλακὴν τῶν νόμων τῆς ἐκκλησίας καὶ τὴν ἀγωγὴν τῶν ὑπ' αὐτὸν κληρικῶν σπουδαῖος εἰσάγαν ἐγένετο. ἐκ πολλῶν δὲ τῶν αὐτῷ κατωρθωμένων τάδε μοι εἰρήσθω εἰς ἀπόδειξιν ἧς εἶχε διὰ θεὸν πρὸς τοὺς κρατοῦντας παρρησίας.
7.26.1
Κατὰ τοῦτον δὲ πολλοὶ πολλαχῇ τῆς οἰκουμένης ἐν ἐπισκόποις διέπρεπον, ὡς Δονᾶτος ὁ Εὐροίας τῆς᾿ Ηπείρου· ᾧ δὴ πολλὰ τεθαυματουργῆσθαι μαρτυροῦσιν οἱ ἐπιχώριοι, μέγιστα δὲ τὰ περὶ τὴν ἀναίρεσιν τοῦ δράκοντος, ὃς περὶ τὰς καλουμένας Χαμαιγεφύρας παρὰ τὴν λεωφόρον ἐφώλευε καὶ
7.26.2
πρόβατα καὶ αἶγας, ἵππους τε καὶ βόας καὶ ἀνθρώπους ἐξήρπαζεν. οὐ γὰρ ξίφος ἢ δόρυ φέρων οὐδὲ ἄλλο τι βέλος ἔχων ἐπὶ τουτὶ τὸ θηρίον ἦλθεν· ἀλλ' ὡς ᾔσθετο καὶ τὴν κεφαλὴν ὡς ἐφορμῆσον ἐξανέστησεν, ἀντιπρόσωπον αὐτῷ εἰς σταυροῦ σύμβολον τὸν ἀέρα τῷ δακτύλῳ κατεσήμανε καὶ ἐπέ
7.26.3
πτυσε. τὸ δὲ τὸν σίελον εἰς τὸ στόμα δεξάμενον αὐτίκα κατέπεσε· καὶ νεκρὸν κείμενον οὐ μεῖον τῶν παρ'᾿ Ινδοῖς ἱστορουμένων ἑρπετῶν διεφάνη τὸ μέγεθος· ἀμέλει τοι, ὡς ἐπυθόμην, ὑπὸ ζεύγεσιν ὀκτὼ εἰς τὸ πλησίον πεδίον ἐξελκύσαντες αὐτὸ οἱ ἐπιχώριοι κατέκαυσαν, ὅπως μὴ διασαπεὶς τὸν
7.26.4
ἀέρα λυμήνηται καὶ λοιμώδη ποιήσῃ. Δονάτῳ δὲ τούτῳ τάφος ἐστὶν ἐπίσημος εὐκτήριος οἶκος ἀπ' αὐτοῦ τὴν ἐπωνυμίαν ἔχων, παρὰ τοῦτον δὲ πηγὴ ὑδάτων πολλῶν, ἣν οὐ πρότερον οὖσαν εὐξαμένου αὐτοῦ τὸ θεῖον ἀνέ
7.26.5
δωκεν· ἦν μὲν γὰρ οὗτος ὁ χῶρος παντελῶς ἄνυδρος. ἐξ ὁδοιπορίας δέ ποτε ἐνθάδε παραγενόμενος λέγεται τῶν ἀμφ' αὐτὸν ἀπορίᾳ ὕδατος ταλαιπωρουμένων τῇ χειρὶ τὴν γῆν λαχήνας εὔξασθαι· ἅμα δὲ τῇ εὐχῇ ἄφθονον ἀναβλύσαι ὕδωρ καὶ ἐξ ἐκείνου μὴ διαλιπεῖν. ἀλλὰ τῶνδε μὲν μάρτυρες οἱ τὴν᾿ Ισωρίαν οἰκοῦντες κώμην Εὐροίας καθ' ἣν τάδε συνέβη.
7.26.6
᾿ Εν τούτῳ δὲ Τόμεως καὶ τῆς ἄλλης Σκυθίας τὴν ἐκκλησίαν ἐπετρόπευε Θεότιμος Σκύθης, ἀνὴρ ἐν φιλοσοφίᾳ διατραφείς· ὃν ἀγάμενοι τῆς ἀρετῆς οἱ παρὰ τὸν῎ Ιστρον Οὖννοι βάρβαροι θεὸν῾ Ρωμαίων ὠνόμαζον· καὶ γὰρ
7.26.7
δὴ καὶ θείων ἐπ' αὐτῷ πραγμάτων ἐπειράθησαν. λέγεται γοῦν ὡς ὁδεύοντί ποτε παρὰ τὴν ἐνθάδε βαρβάρων γῆν ὑπήντοντο ἐναντίαν τὴν αὐτὴν ὁδὸν ἐπὶ Τόμιν ἐλαύνοντες· ὀλοφυρομένων δὲ τῶν ἀμφ' αὐτὸν ὡς αὐτίκα ἀπολουμένων ἀποβὰς τοῦ ἵππου ηὔξατο· οἱ δὲ βάρβαροι μήτε αὐτὸν μήτε τοὺς ἑπομένους ἢ τοὺς ἵππους ὧν ἀπέβησαν θεασάμενοι παρέδραμον.
7.26.8
ἐπεὶ δὲ πολλάκις ἐπιόντες ἐκακούργουν τοὺς Σκύθας, φύσει θηριώδεις ὄντας εἰς ἡμερότητα μετέβαλλεν ἑστιῶν τε καὶ δώροις φιλοφρονούμενος. ἐντεῦθεν δὲ βάρβαρος ἀνὴρ ὑπολαβὼν εὔπορον εἶναι ἐπεβούλευσεν αὐτὸν ἑλεῖν· καὶ βρόχον παρασκευάσας, ἀσπίδι ἐπερειδόμενος, ὥσπερ εἰώθει τοῖς πολεμίοις διαλεγόμενος, ἀνασχὼν τὴν δεξιὰν ἀκοντίζειν ἐπ' αὐτὸν τὸ σχοινίον ἔμελλεν ὡς πρὸς ἑαυτὸν καὶ τοὺς ὁμοφύλους ἑλκύσων. ἅμα δὲ τῇ ἐπιχειρήσει ἀνατεταμένη ἡ χεὶρ πρὸς τὸν ἀέρα δέδετο, καὶ οὐ πρότερον ὁ βάρβαρος τῶν ἀοράτων ἠφείθη δεσμῶν, εἰ μὴ τῶν ἄλλων ἀντιβολούντων ὑπὲρ αὐτοῦ τὸν 7. 26. θεὸν ἱκέτευσε Θεότιμος. φασὶ δὲ κομήτην αὐτὸν διαμεῖναι καθ' ὃ σχῆμα φιλοσοφεῖν ἀρξάμενος ἐπετήδευσε, λιτὸν δὲ τὴν δίαιταν, τροφῆς δὲ οὐ τὸν αὐτόν, ἀλλ' ἐν τῷ πεινῆν ἢ διψῆν τὸν καιρὸν ὁρίσαι· φιλοσόφου γὰρ ἦν, οἶμαι, καὶ τούτοις πρὸς χρείαν, οὐ διὰ ῥᾳστώνην εἴκειν.
7.27.1
Περὶ δὲ τοῦτον τὸν χρόνον καὶ᾿ Επιφάνιος τὴν Κυπρίων ἐπεσκόπει μητρόπολιν. ὃν οὐ μόνον τὰ περὶ τὴν πολιτείαν ἐπίσημον ἐπ' ἀρεταῖς ἀπέδειξεν, ἀλλὰ καὶ ὅσα παράδοξα ζῶντος αὐτοῦ καὶ μετὰ τελευτὴν τιμῶν τὸν ἄνδρα ὁ θεὸς ἐπετέλεσεν. ἀποθανόντι γάρ, ὃ μὴ περιόντι ὑπῆρξε, λόγος ἐπὶ τῷ τάφῳ αὐτοῦ εἰσέτι νῦν δαίμονας ἀπελαύνεσθαι καὶ ἰάσεις τινὰς
7.27.2
γίνεσθαι· ἐν ᾧ δὲ ζῶν ἐτύγχανε, πολλὰ θαυμάσια αὐτῷ ἀνατιθέασι. τῶν γε μὴν εἰς ἡμᾶς ἐλθόντων ἐκεῖνο· μεταδοτικὸς ὢν περὶ δεομένους ἢ ναυαγίοις ἢ ἄλλως δυστυχήσαντας, ἐπειδὴ πάλαι τὴν οὐσίαν ἀνάλωσε, εἰς δέον ἐσπάθα τοῖς τῆς ἐκκλησίας χρήμασιν· πλεῖστα δὲ ἦν· πάντοθεν γὰρ πολλοὶ τὸν πλοῦτον εὐσεβῶς ἀναλίσκειν προθέμενοι καὶ ζῶντες τῇ ὑπ' αὐτὸν ἐκκλησίᾳ παρεῖχον καὶ τελευτῶντες κατελίμπανον· ἐθάρρουν γὰρ ὡς οἰκονομικὸς καὶ
7.27.3
θεοφιλὴς ὢν κατὰ γνώμην αὐτοῖς ἀναλώσει τὰ δῶρα. φασὶ γοῦν ποτε ὀλίγων ἔτι λειπομένων χρημάτων χαλεπῆναι τῆς ἐκκλησίας τὸν οἰκονόμον καὶ ὡς δαπανηρὸν αὐτὸν μέμψασθαι· τὸν δὲ μηδ' οὕτως καθυφεῖναι περὶ τοὺς ἐνδεεῖς φιλοτιμούμενον. ἐπεὶ δὲ πάντα ἀνάλωτο, ἐπιστάς τις τῷ δωματίῳ οὗ διῆγεν ὁ οἰκονόμος βαλάντιον πολλῶν χρυσῶν νομισμάτων ἔδωκεν. ὡς δὲ οὔτε ὁ δοὺς ἢ ὁ πεπομφὼς δῆλος ἦν, ἐδόκει δὲ παράδοξον εἰκότως ἐπὶ δόσει τοσούτων χρημάτων ἄνθρωπον ἄγνωστον ἑαυτὸν παρέχειν, τότε
7.27.4
δὴ πάντες θεῖον εἶναι τὸ πρᾶγμα συνέβαλον. ἀλλ' οἷον ἕτερον περὶ αὐτοῦ λέγεται καὶ ἀφηγήσασθαι βούλομαι, πυνθάνομαι τεθαυματουργῆσθαι Γρηγορίῳ τῷ θεσπεσίῳ, ὃς πάλαι τὴν Νεοκαισαρείας ἐπετρόπευσε, καὶ μάλα πείθομαι· ἀλλ' οὐ παρὰ τοῦτο ἀπιστητέον ὅμοιον καὶ᾿ Επιφανίῳ εἰργάσθαι, ἐπεὶ οὐδὲ μόνος Πέτρος ὁ ἀπόστολος ἤγειρε νεκρόν, ἀλλὰ καὶ᾿ Ιωάννης ὁ εὐαγγελιστὴς ἐν᾿ Εφέσῳ καὶ αἱ Φιλίππου θυγατέρες ἐν῾ Ιεραπόλει, καὶ τὰ αὐτὰ πολλάκις ἐξειργασμένους εὑρεῖν ἔστιν πολλοὺς τῶν πάλαι καὶ νῦν
7.27.5
θεοφιλῶν ἀνθρώπων. ἔστι δὲ τοιόνδε ὃ μέλλω λέγειν. ἐπιτηρήσαντες δύο τινὲς πτωχοὶ ἀπιόντα που τὸν᾿ Επιφάνιον, πλέον τι κομίσασθαι πραγματευόμενοι, ὁ μὲν ἐφαπλώσας ἑαυτὸν τῷ ἐδάφει ἔκειτο δῆθεν νεκρός, ὁ δὲ παρεστὼς ἔκλαιεν, οἷά γε ὁμοῦ συνήθους θάνατον ὀδυρόμενος καὶ ὅτι
7.27.6
μηδὲ θάπτειν αὐτὸν δύναιτο τὴν πενίαν καταμεμφόμενος. ὁ δὲ᾿ Επιφάνιος ἐν ἀναπαύσει εἶναι τὸν κείμενον ηὔξατο, καὶ τὰ πρὸς τὴν κηδείαν ἐπιτήδεια δεδωκώς «ἐπιμελοῦ», φησὶ τῷ δακρύοντι, «τῆς ταφῆς, καὶ παύου κλαίων, ὦ τέκνον· οὐ γὰρ ἀναστήσεται νῦν· τὸ δὲ ἐπὶ τῷ συμβεβηκότι
7.27.7
ἀπαραίτητον καὶ παντελῶς ἀποκείμενον δεῖ φέρειν γενναίως.» καὶ ὁ μὲν τοιάδε εἰπὼν παρῆλθεν. ὡς δὲ οὐδεὶς ἐφαίνετο, τῷ ποδὶ κινήσας τὸν κείμενον ὁ ἑστώς, ἅμα τε ἐπαινῶν ὡς μάλα σοφῶς τεθνάναι ἐμιμήσατο, «ἔγειρε σαυτόν», ἔφη, «καὶ τὴν ἡμέραν ἐκ τῶν σῶν πόνων ἐν τρυφῇ διάξωμεν.» ἐπεὶ δὲ ὁμοίως ἔκειτο καὶ οὐδὲν μᾶλλον οὔτε βοῶντος ἤκουεν οὔτε παντὶ σθένει κινοῦντος ᾐσθάνετο, δρομαῖος καταλαβὼν τὸν ἱερέα τὴν σφῶν τέχνην κατεμήνυεν, κλάων τε καὶ τὰς τρίχας τίλλων ἐδεῖτο τὸν ἑταῖρον ἐξανίστασθαι.
7.27.8
ὁ δὲ᾿ Επιφάνιος μὴ χαλεπῶς φέρειν τὸ συμβὰν παραινέσας ἀπέπεμψε τὸν ἄνθρωπον· οὐ γὰρ ἀνέλυσε τὸ γεγονὸς ὁ θεός, πάντως, οἶμαι, τοὺς ἀνθρώπους πιστούμενος ὡς αὐτὸν τὸν πάντα εἰδότα καὶ ἀκούοντα καὶ ἐφορῶντα ἐξαπατῶσιν οἱ τοιούτους σφᾶς περὶ τοὺς αὐτοῦ θεράποντας παρέχοντες.
7.28.1
᾿ Αλλὰ τὰ μὲν ὧδε ἐπυθόμην. ἐξ ἐκείνου δὲ καὶ᾿ Ακάκιος ἐν ἐπισκόποις διέπρεπεν, ἤδη πρότερον τὴν ἐν Βεροίᾳ τῆς Συρίας ἐπισκοπὴν ἐπιτραπείς. τούτου δὲ εἰκὸς μὲν καὶ ἄλλα φέρεσθαι γραφῆς ἄξια, καθὸ τὸν βίον ἐκ
7.28.2
νέου μοναχικῶς ἀσκηθεὶς ἀκριβῶς ἐπολιτεύσατο. τεκμήριον δὲ μεγίστης ἔδωκεν ἀρετῆς παρὰ πάντα τὸν χρόνον τὸ ἐπισκοπικὸν καταγώγιον ἠνεῳγμένον ἔχων, ὡς καὶ τροφῆς ὥρᾳ καὶ ὕπνου ἀδεῶς οἷς ἐδόκει ξένοις τε καὶ
7.28.3
ἀστοῖς αὐτὸν ὁρᾶν. ἄγαμαι δὲ τοῦτο μάλιστα· ἢ γὰρ οὕτως ἐβίω ὡς ἀεὶ πεποιθέναι, ἢ πρὸς τὸ ἕτοιμον εἰς κακίαν τῆς φύσεως παρασκευαζόμενος τουτὶ ἐπενόησεν, ὥστε ἀεὶ φωραθήσεσθαι προσδοκῶν ὑπὸ τῶν ἐξαπίνης εἰσιόντων ἐν τῇ συνεχεῖ φυλακῇ μὴ διαμαρτάνειν ὧν δεῖ, ἀλλ' ἐν σπουδαίοις εἶναι πράγμασιν.
7.28.4
᾿ Εν δὲ τῷ τότε ἐπισήμω ἤστην καὶ Ζήνων καὶ Αἴας ἀδελφοί· οἳ δὴ τὸ πρὶν ἐφιλοσόφουν οὐκ ἐν μοναγρίαις, ἀλλ' ἐν Γάζῃ πρὸς θάλασσαν, ὅπερ καὶ Μαϊουμᾶν ὀνομάζουσιν. ἄμφω δὲ πιστοτάτω περὶ τὸ δόγμα ἐγενέσθην καὶ θεὸν ὡμολόγησαν ἀνδρείως, ὡς καὶ πολλάκις πρὸς τῶν
7.28.5
῾ Ελληνιστῶν χαλεπῶς αἰκισθῆναι. λέγεται δὲ Αἴαντα μὲν γῆμαι εὐειδεστάτην γυναῖκα, τρίτον δὲ μόνον αὐτῇ συνελθεῖν ἐν παντὶ τῷ χρόνῳ καὶ τρεῖς παῖδας ποιῆσαι, τὸ μετὰ ταῦτα δὲ συνουσίας ἕνεκα τοιᾶσδε τῇ γαμετῇ ἀποταξάμενον μοναχικῶς πεπολιτεῦσθαι· καὶ τῶν υἱέων δύο μὲν ἐπὶ τὰ θεῖα καὶ τὴν ἀγαμίαν παιδαγωγῆσαι, τὸν ἄλλον δὲ ἐπὶ γάμον. ἐπιεικῶς δὲ καὶ μάλα εὐδοκίμως τὴν τοῦ Βιτουλίου ἐκ
7.28.6
κλησίαν ἐπετρόπευσε. Ζήνων δὲ ἔτι νέος ὢν γάμῳ καὶ βίῳ ἀπαγορεύσας ἐπιμελέστατος ἐγένετο περὶ τὴν διακονίαν τοῦ θεοῦ. φασὶ γοῦν αὐτόν, μᾶλλον δὲ καὶ ἡμεῖς τεθεάμεθα ἐπισκοποῦντα τὴν ἐν τῷ Μαϊουμᾷ ἐκκλησίαν, ἤδη γηραλέον καὶ ἀμφὶ τὰ ἑκατὸν ἔτη ὄντα, μηδεπώποτε ἑωθινῶν ἢ ἑσπερινῶν ὕμνων ἢ ἄλλης λειτουργίας θεοῦ κατόπιν γενόμενον, εἰ μή γε
7.28.7
νόσος αὐτὸν ἐπέσχεν. ἐν φιλοσοφίᾳ δὲ μοναχικῇ τὸν βίον ἄγων λινῆν ἐσθῆτα ὕφαινεν ἐπὶ μονήρους ἱστοῦ, ἐντεῦθέν τε τὰ ἐπιτήδεια εἶχε καὶ ἄλλοις ἐχορήγει, καὶ οὐ διέλιπεν ἄχρι τελευτῆς τὸ αὐτὸ διέπων ἔργον, καίπερ ἀρχαιότητι τῶν ἀνὰ τὸ ἔθνος ἱερέων πρωτεύων καὶ λαῷ καὶ χρήμασι με
7.28.8
γίστης ἐκκλησίας προεστώς. ἀλλὰ τῶνδε μὲν εἰς ἀπόδειξιν τῶν τότε ἱερωμένων ἐπεμνήσθην, πάντας δὲ διεξελθεῖν ἔργον, ἐπεὶ οἱ πλείους ἀγαθοὶ ἐγένοντο, καὶ τὸ θεῖον ἐμαρτύρει τοῖς αὐτῶν βίοις ἐπικαλουμένων ἑτοίμως ἐπακοῦον καὶ πλεῖστα θαυματουργοῦν.
7.2.2
῾ Υπὸ δὲ τοιούτων ἀγομένη ἡ πανταχῇ ἐκκλησία πρὸς ὁμόνοιαν καὶ ἀρετὴν τοὺς λαοὺς καὶ τοὺς κλήρους ἀνῆγεν. οὐ μόνον δὲ ταῦτα τὴν θρησκείαν ἐσέμνυνεν, ἀλλὰ γὰρ καὶ᾿ Αμβακούμ, μετ' οὐ πολὺ δὲ τούτου καὶ
7.2.3
Μιχαίας, πρῶτοι προφητῶν περὶ τοῦτον τὸν χρόνον ἀναφανέντες. ἀμφοῖν δὲ τὰ σώματα, ὡς ἐπυθόμην, κατὰ θείαν ὀνείρατος ὄψιν ἀνεδείχθη Ζεβέννῳ τῷ τότε ἐπιτροπεύοντι τὴν᾿ Ελευθεροπόλεως ἐκκλησίαν. καὶ γὰρ δὴ καὶ τοῦ νομοῦ ταύτης ἤστην Κελὰ ἡ πρὶν Κεϊλὰ ὀνομαζομένη κώμη, καθ' ἣν ὁ᾿ Αμβακοὺμ ηὑρέθη, καὶ Βηραθσάτια χωρίον ἀμφὶ δέκα στάδια τῆς πόλεως διεστώς· περὶ τοῦτο δὲ ὁ Μιχαίου τάφος ἦν, ὃ μνῆμα πιστὸν ἀγνοοῦντες ὅ τι λέγουσιν οἱ ἐπιχώριοι ἐκάλουν, Νεφσαμεεμανᾶ τῇ πατρίῳ φωνῇ ὀνομάζοντες.
7.2.4
ἱκανὰ μὲν οὖν καὶ τάδε πρὸς εὔκλειαν τοῦ Χριστιανῶν δόγματος ἐπὶ τῆς παρούσης βασιλείας συνεκύρησε. Μετὰ δὲ τὴν κατὰ Εὐγενίου νίκην ἔτι ἐν Μεδιολάνῳ διάγων Θεοδόσιος ὁ βασιλεὺς ἀρρώστως διετέθη, ἐννοηθείς τε, ὡς οἶμαι, τὴν᾿ Ιωάννου τοῦ
7.2.5
μοναχοῦ προφητείαν ὑφωρᾶτο τελευτήν. ἐν τάχει τε τὸν υἱὸν᾿ Ονώριον ἐκ τῆς Κωνσταντινουπόλεως μετεκαλέσατο καὶ παραγενόμενον ἰδὼν ἔδοξε ῥᾷον ἔχειν, ὡς καὶ ἐπὶ θέαν ἱπποδρομίας σὺν αὐτῷ προελθεῖν. ἐξαπίνης δὲ μετὰ τὸ ἄριστον κακῶς διατεθεὶς ἐκέλευσε τῷ παιδὶ τὴν θέαν ἐπιτελέσαι, τῆς δὲ ἐχομένης νυκτὸς τὸν βίον μετήλλαξεν᾿ Ολυβρίου καὶ Προβίνου τῶν ἀδελφῶν ὑπατευόντων. 8. τ. 1 ΕΡΜΕΙΟΥ ΣΩΖΟΜΕΝΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ