Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica
Hermias SozomenosEccl 8 · pg-scrape-grcMore by Hermias Sozomenos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hermias-sozomenos" aria-label="More works by Hermias Sozomenos"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
῟ Ωδε μὲν ἐς τὰ μάλιστα τὴν ἐκκλησίαν αὐξήσας ἐτελεύτησε Θεοδόσιος ἀμφὶ τὰ ἑξήκοντα ἔτη γεγονώς, ἐκ τούτων δὲ δέκα καὶ ἓξ ἐβασίλευσε. καὶ διαδόχους κατέλιπε τῆς ἀρχῆς᾿ Αρκάδιον μὲν τὸν πρεσβύτερον τῶν υἱέων τῶν πρὸς ἕω ἐθνῶν,᾿ Ονώριον δὲ τῶν πρὸς ἑσπέραν· ἄμφω δὲ ὁμόφρονες τῷ πατρὶ περὶ τὴν θρησκείαν ἐγενέσθην. ἡγεῖτο δὲ τότε τῆς῾ Ρωμαίων ἐκκλησίας μετὰ Δάμασον Σιρίκιος, τῆς δὲ ἐν Κωνσταντινουπόλει Νεκτάριος, Θεόφιλος δὲ τῆς ἐν᾿ Αλεξανδρείᾳ καὶ Φλαβιανὸς τῆς᾿ Αντιοχέων καὶ
8.1.2
᾿ Ιωάννης῾ Ιεροσολύμων. ἐν τούτῳ δὲ Οὖννοι βάρβαροι᾿ Αρμενίαςκαὶ τῆς πρὸς ἕω ἀρχομένης μέρη τινὰ κατέδραμον. ἐλέγετο δὲ ὡς λάθρα τούτους ἐπηγάγετο ἐπὶ ταραχῇ τῆς βασιλείας῾ Ρουφῖνος ὁ τῆς ἀνατολῆς
8.1.3
ὕπαρχος, ὕποπτος ὢν καὶ ἄλλως ὡς τυραννεῖν βούλεται. ἀλλ' ὁ μὲν ἐπὶ τοιαύτῃ αἰτίᾳ οὐκ εἰς μακρὰν ἀνῃρέθη. ἅμα γὰρ ἐκ τῆς κατὰ Εὐγενίου μάχης ἐπανῆλθεν ἡ στρατιὰ καὶ ὁ βασιλεύς, ὡς ἔθος, πρὸ τῆς Κωνσταντινουπόλεως ὑπήντετο, μηδὲν μελλήσαντες οἱ στρατιῶται τὸν῾ Ρουφῖνον
8.1.4
ἀπέκτειναν. ἐγίνετο δὲ καὶ ταῦτα πρόφασις ἔτι μᾶλλον ἐπιδιδόναι τὴν θρησκείαν. οἵ τε γὰρ κρατοῦντες ὑπὸ εὐσεβείας ἡγοῦντο τῷ οἰκείῳ πατρὶ τὰς κατὰ τῶν τυράννων κατωρθῶσθαι νίκας καὶ῾ Ρουφῖνον ἐπίβουλον ὄντα
8.1.5
τῆς αὐτῶν ἀρχῆς ἐκποδὼν οὕτως ἀκονιτὶ γεγενῆσθαι, καὶ διὰ τοῦτο τὰ δεδογμένα τοῖς πρὶν βασιλεῦσιν ὑπὲρ τῶν ἐκκλησιῶν προθυμότερον βέβαια ἐφύλαττον καὶ δωρεὰς ἰδίας προσετίθεσαν· οἵ τε ὑπήκοοι πρὸς τούτους βλέποντες῞ Ελληνες μὲν ῥᾳδίως εἰς Χριστιανισμὸν μετέβαλλον, αἱρετικοὶ δὲ
8.1.6
τῇ καθόλου ἐκκλησίᾳ προσεχώρουν, οἱ δὲ ἀπὸ τῆς᾿ Αρείου καὶ Εὐνομίου αἱρέσεως, καὶ ὅτι πρὸς σφᾶς αὐτοὺς ἐδιχονόουν διὰ τὰς πρόσθεν εἰρημένας αἰτίας, ἑκάστοτε ἐμειοῦντο. πολλοὶ γὰρ ἐκ τῆς πρὸς ἀλλήλους ἐναντιότητος οὐκ ὀρθῶς αὐτοὺς περὶ θεοῦ δοξάζειν ἐνόμιζον καὶ πρὸς τοὺς ὁμοδόξους
8.1.7
τοῖς κρατοῦσιν μετετίθεντο. τοὺς δὲ ἐν Κωνσταντινουπόλει τὰ Μακεδονίου φρονοῦντας ἔβλαπτε κατ' ἐκεῖνο καιροῦ τὸ μὴ ἔχειν ἐπίσκοπον. ἀφ' οὗ γὰρ ἐπὶ τῆς Κωνσταντίου βασιλείας παρὰ Εὐδοξίου καὶ τῶν ἀμφ' αὐτὸν τὰς ἐκκλησίας ἀφῃρέθησαν, ὑπὸ μόνοις πρεσβυτέροις μέχρι τῆς ἐχομένης
8.1.8
βασιλείας διεγένοντο. Ναυατιανοὶ δέ, εἰ καί τινας τούτων ἐτάραττεν ἡ περὶ τοῦ πάσχα ζήτησις ἣν Σαββάτιος ἐνεωτέρισεν, ἀλλ' οὖν οἱ πλείους ἐπὶ τῆς αὐτῶν ἐκκλησίας ἠρέμουν. οὔτε γὰρ τοῖς αὐτοῖς ἐπιτιμίοις ἢ νόμοις ὁμοίως ταῖς ἄλλαις αἱρέσεσιν ἔνοχοι ἦσαν ὡς ὁμοούσιον τριάδα δοξάζοντες. καὶ τότε βεβαιότερον τῇ ἀρετῇ τῶν ἡγουμένων συνίσταντο πρὸς ὁμόνοιαν. 8. 1. μετὰ γὰρ τὴν᾿ Αγελίου προστασίαν τῆς Μαρκιανοῦ ἀνδρὸς ἀγαθοῦ τετυχήκασι. καὶ τούτου δὲ ἔναγχος κατὰ τὸν παρόντα χρόνον τελευτήσαντος διεδέξατο τὴν αὐτοῦ ἐπισκοπὴν Σισίννιος, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος, ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιού
8.1.10
μενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς, περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα καὶ τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχαῖς καὶ λόγῳ
8.1.11
καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἑκάτερον ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ὅτου ἕνεκα δεύτερον
8.1.12
λούοιτο τῆς ἡμέρας ἐπίσκοπος ὤν «ὅτι μὴ τρίτον», ἔφη, «φθάνω.» ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας· ὁ δὲ πρὸς αὐτόν «οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι»· τοῦ δὲ ἀπορήσαντος ὑπολαβὼν ἔφη· «σὺ μὲν οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος «ἔστωσάν σου τὰ ἱμάτια ἀεὶ λευκά» παραινεῖ λέγων, καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος Μωσῆν τε καὶ᾿ Ηλίαν τοιούτους τοῖς ἀποστό
8.1.13
λοις ἐπιδεικνύς.» οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος ὁ παρὰ Γαλάταις᾿ Αγκύρας ἐπίσκοπος· ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης ἧκε
8.1.14
πρὸς αὐτὸν ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδόρει δὲ τοὺς Ναυατιανοὺς ὡς οὐκ ἀξίους ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν ἐκ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, «ἀλλὰ μήν», ἔφη Σισίννιος, «οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ.» ἐρομένου δὲ Λεοντίου τίνα τρόπον «ὅτι
8.1.15
σε τεθέαμαι» ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν, οὐκ ἀκόμψους τε πολλοὺς αὐτοῦ λόγους φέρεσθαί φασιν· ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. ἀλλ' οἷος μὲν ἦν οὗτος ὁ ἀνήρ, τάδε εἰρήσθω εἰς ἀπόδειξιν ἧς ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου.
8.2.1
Περὶ δὲ τοῦτον τὸν χρόνον Νεκταρίου τελευτήσαντος καὶ βουλῆς οὔσης, τίνα δέοι χειροτονεῖν, ἄλλοι μὲν ἄλλους ἐψηφίζοντο καὶ οὐ ταὐτὰ πᾶσιν
8.2.2
ἐδόκει, καὶ ὁ χρόνος ἐτρίβετο. ἦν δέ τις ἐν᾿ Αντιοχείᾳ τῇ παρ'᾿ Ορόντῃ πρεσβύτερος ὄνομα᾿ Ιωάννης, γένος τῶν εὐπατριδῶν, ἀγαθὸς τὸν βίον, λέγειν τε καὶ πείθειν δεινὸς καὶ τοὺς κατ' αὐτὸν ὑπερβάλλων ῥήτορας, ὡς καὶ Λιβάνιος ὁ Σύρος σοφιστὴς ἐμαρτύρησεν· ἡνίκα γὰρ ἔμελλε τελευτᾶν, πυνθανομένων τῶν ἐπιτηδείων, τίς ἀντ' αὐτοῦ ἔσται, λέγεται εἰπεῖν᾿ Ιωάννην,
8.2.3
εἰ μὴ Χριστιανοὶ τοῦτον ἐσύλησαν. πλείστους δὲ τῶν αὐτοῦ ἀκουόντων ἐπ' ἐκκλησίας εἰς ἀρετὴν ὠφέλησε καὶ ὁμόφρονας αὐτῷ περὶ τὸ θεῖον ἐποίησε. θείως γὰρ πολιτευόμενος τὸν ἐκ τῆς οἰκείας ἀρετῆς ἐνετίθει ζῆλον τοῖς ἀκροαταῖς· καὶ ἐπιστοῦτο ῥᾳδίως, ὡς οὐ τέχνῃ τινὶ καὶ δυνάμει λόγου βιάζεται παραπλήσια δοξάζειν αὐτῷ, ἀλλ' ὡς ἔχει ἀληθείας εἰλι
8.2.4
κρινῶς τὰς ἱερὰς ἐξηγεῖτο βίβλους. λόγος γὰρ ὑπὸ τῶν ἔργων κοσμούμενος πίστεως ἄξιος εἰκότως φαίνεται, ἄνευ δὲ τούτων εἴρωνα καὶ τῶν οἰκείων λόγων κατήγορον ἀποφαίνει τὸν λέγοντα, κἂν σπουδάζῃ διδάσκων. τῷ δὲ κατ' ἀμφότερα εὐδοκιμεῖν προσῆν· ἀγωγῇ μὲν γὰρ βίου σώφρονι καὶ
8.2.5
πολιτείᾳ ἀκριβεῖ ἐχρῆτο, φράσει δὲ λόγου σαφεῖ μετὰ λαμπρότητος· φύσεώς τε γὰρ εὖ ἔσχε, διδασκάλους δὲ τῆς μὲν περὶ τοὺς ῥήτορας ἀσκήσεως Λιβάνιον,᾿ Ανδραγάθιον δὲ τῶν περὶ φιλοσοφίας λόγων. προσδοκηθεὶς δὲ δίκας ἀγορεύσειν καὶ τοῦτον μετιέναι τὸν βίον, ἐγνώκει τὰς ἱερὰς ἀσκεῖσθαι
8.2.6
βίβλους καὶ κατὰ θεσμὸν τῆς ἐκκλησίας φιλοσοφεῖν. ταύτης δὲ τῆς φιλοσοφίας διδασκάλους ἔσχε τοὺς τότε προεστῶτας τῶν τῇδε περιφανῶν ἀσκητηρίων, Καρτέριόν τε καὶ Διόδωρον τὸν ἡγησάμενον τῆς ἐν Ταρσῷ ἐκκλησίας· ὃν ἐπυθόμην ἰδίων συγγραμμάτων πολλὰς καταλιπεῖν βίβλους, περὶ δὲ τὸ ῥητὸν τῶν ἱερῶν λόγων τὰς ἐξηγήσεις ποιήσασθαι, τὰς θεωρίας ἀποφεύγοντα.
8.2.7
οὐ μόνος δὲ παρὰ τούτους ἐφοίτα, ἔπεισε δὲ τῆς αὐτῆς γνώμης εἶναι ἑταίρους αὐτῷ γενομένους ἐκ τῆς Λιβανίου διατριβῆς Θεόδωρόν τε καὶ Μάξιμον· ὧν ὁ μὲν ὕστερον ἐπίσκοπος ἐγένετο Σελευκείας τῆς᾿ Ισαύρων, Μόμψου δὲ ἑστίας τῆς Κιλίκων Θεόδωρος, ἀνὴρ καὶ τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης
8.2.8
παιδείας ῥητόρων τε καὶ φιλοσόφων ἱκανῶς ἐπιστήμων. ἀλλ' οὗτος μέν, ἡνίκα τὴν ἀρχὴν ἐνέτυχε τοῖς θείοις νόμοις καὶ ἱεροῖς ἀνδράσιν ὡμίλησεν, ἐπῄνεσε ταύτην τὴν ἀγωγὴν καὶ κατέγνω τῶν ἀστικῶν· οὐ διήρκεσε δὲ τὴν αὐτὴν προθυμίαν ἔχων, μεταμεληθεὶς δὲ πρὸς τὸν πρότερον βίον εἵλκετο. 8. 2. οἷα δὲ εἰκὸς ἐναντίοις λογισμοῖς κοσμήσας τὸ σπουδαζόμενον ἐκ παλαιῶν ὑποδειγμάτων (ἦν γὰρ πολυΐστωρ) εἰς τὴν πόλιν ἐπανῆλθεν, ἄμεινον, ὡς ἐνόμισε, τοῦτο κρίνας οὗπερ ἐπεθύμει τυχεῖν. μαθὼν δὲ᾿ Ιωάννης ἐν πράγμασιν αὐτὸν εἶναι καὶ περὶ γάμον σπουδάζειν, θειοτέραν ἢ κατὰ νοῦν ἀνθρώπου φράσει καὶ νοήμασι συντάξας ἐπιστολὴν διεπέμψατο πρὸς αὐτόν.
8.2.10
ὁ δὲ ταύτῃ ἐντυχὼν μετεμελήθη· αὖθίς τε τὴν οὐσίαν καταλιπὼν ἀπειπών τε τῷ γάμῳ ταῖς᾿ Ιωάννου συμβουλαῖς ἐσῴζετο καὶ πρὸς τὸν φιλόσοφον ἐπανῄει βίον· ὥστε μοι δοκεῖ κἀκ τούτου ῥᾴδιον εἶναι συμβαλεῖν ὡς δεινή τις ἐπήνθει πειθὼ τοῖς᾿ Ιωάννου λόγοις. ἐκράτει γὰρ ταύτῃ καὶ τῶν ὁμοίως
8.2.11
λέγειν καὶ πείθειν δυναμένων. ἐντεῦθεν δὲ καὶ τὸ πλῆθος ᾕρει καὶ μάλιστα καθὸ πολὺς ἦν καὶ ἐπ' ἐκκλησίας φανερῶς διελέγχων τοὺς ἁμαρτάνοντας καὶ πρὸς τοὺς ἀδικοῦντας, ὡς αὐτὸς ἠδικημένος, σὺν παρρησίᾳ ἀγανακτῶν. τοῦτο δὲ τοῖς μὲν πολλοῖς εἰκότως χάριεν ἐτύγχανεν, λυπηρὸν δὲ τοῖς πλουσίοις καὶ δυναμένοις, παρ' οἷς τὰ πολλὰ τῶν ἁμαρτημάτων ἐστίν.
8.2.12
᾿ Επίσημος οὖν τοῖς μὲν εἰδόσι τῇ πείρᾳ, τοῖς δὲ ἀγνοοῦσι τῇ φήμῃ ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων γενόμενος ἀνὰ πᾶσαν τὴν῾ Ρωμαίων ὑπήκοον, ἔδοξε Κωνσταντινουπόλεως ἐπιτήδειος εἶναι τῆς ἐκκλησίας ἐπισκοπεῖν.
8.2.13
ψηφισαμένων δὲ τοῦτο τοῦ λαοῦ καὶ τοῦ κλήρου καὶ ὁ βασιλεὺς συνῄνει καὶ τοὺς ἄξοντας αὐτὸν πέπομφε. συνεκάλει δὲ καὶ σύνοδον, καὶ τούτῳ σεμνο
8.2.14
τέραν τὴν χειροτονίαν δεικνύς. οὐκ εἰς μακρὰν δὲ τὰ βασιλέως γράμματα δεξάμενος᾿ Αστέριος ὁ τῆς ἕω ἡγούμενος ἐδήλωσεν᾿ Ιωάννῃ παραγενέσθαι πρὸς αὐτόν, ὡς περί του δεησόμενος· ἐλθόντα δὲ αὐτίκα εἰς ὄχημα σὺν αὐτῷ ἀνεβίβασε καὶ σπουδῇ ἐλάσας ἧκεν εἰς Πάγρας, σταθμὸν οὕτω καλού
8.2.15
μενον. ἐνταῦθα δὲ παραδοὺς αὐτὸν τοῖς ἐκ βασιλέως ἀποσταλεῖσιν ἀνέστρεψεν. ἔδοξε δὲ τὰ περὶ τούτου καλῶς διῳκηκέναι, πρὶν᾿ Αντιοχέας μαθεῖν, χαλεπούς τε περὶ στάσεις καὶ δήλους ὄντας ὡς οὔποτε ἂν ἑκόντες
8.2.16
᾿ Ιωάννου ἀπηλλάγησαν, πρὶν παθεῖν τι ἢ δρᾶσαι. ὡς δὲ εἰς Κωνσταντινούπολιν ἀφίκετο καὶ οἱ κληθέντες ἱερεῖς συνεληλύθεσαν, ἐμποδὼν ἐγίνετο τῇ χειροτονίᾳ Θεόφιλος,᾿ Ισιδώρῳ σπουδάζων· ὃς πρεσβύτερος ἦν τότε τῶν ὑπ' αὐτόν, ἐπίτροπος δὲ τῶν ἐν᾿ Αλεξανδρείᾳ ξένων καὶ πτωχῶν, ἐκ νέου δὲ ἀνὰ τὴν Σκῆτιν ἄριστα ἐφιλοσόφησεν, ὡς παρ' ἀνδρῶν αὐτῷ συγγενο
8.2.17
μένων ἐπυθόμην. οἱ δέ φασι Θεοφίλῳ τοῦτον γενέσθαι φίλον ὡς κοινωνὸν καὶ συνίστορα πράγματος ἐπικινδύνου γενόμενον. λέγουσι γὰρ ὡς, ἡνίκα ὁ πρὸς Μάξιμον συνίστατο πόλεμος, δῶρα δοὺς αὐτῷ Θεόφιλος καὶ γράμματα πρὸς τὸν βασιλέα καὶ τὸν τύραννον ἐνετείλατο καταλαβεῖν τὴν῾ Ρώμην καὶ περιμεῖναι τῆς μάχης τὴν ἀπόβασιν καὶ τῷ νικήσαντι διδόναι μετὰ τῶν
8.2.18
γραμμάτων τὰ δῶρα. τὸν δὲ τάδε ποιήσαντα μὴ διαλαθεῖν, δείσαντά τε φυγάδα εἰς᾿ Αλεξάνδρειαν ἐπανελθεῖν· ἐξ ἐκείνου δὲ Θεόφιλον τῶν αὐτῷ πιστοτάτων τὸν ἄνδρα ποιησάμενον εἰς καιρὸν νομίσαι τῶν ὑπὲρ αὐτοῦ κινδύνων ἀποτῖσαι τὴν ἀμοιβήν, εἰ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον αὐτὸν
8.2.2
καταστήσειεν. ἀλλ' εἴτε ἐντεῦθεν εἴτε ὡς ἄνδρα ἀγαθὸν χειροτονεῖν τοῦτον ἐβούλετο Θεόφιλος, τελευτῶν συνῄνεσε τοῖς ἐπὶ᾿ Ιωάννῃ δεδογμένοις, ἀτεχνῶς ταύτῃ τῇ χειροτονίᾳ σπουδάζοντα δείσας Εὐτρόπιον τὸν τότε προεστῶτα τοῦ βασιλέως οἴκου· ὅν φασιν ἄντικρυς αὐτῷ ἀπειλῆσαι ἢ ταὐτὰ τοῖς ἄλλοις ἱερεῦσιν ἐπιψηφίσασθαι ἢ τοῖς ἐγκαλεῖν βουλομένοις ἀπολογήσασθαι. ἔτυχον γὰρ αὐτὸν πολλοὶ τότε παρὰ τῇ συνόδῳ γραψάμενοι.
8.3.1
῾ Ο δὲ᾿ Ιωάννης ἐπὶ τῆς ἐπισκοπῆς γενόμενος πρότερον διορθοῦσθαι τοὺς βίους τῶν ὑπ' αὐτὸν κληρικῶν ἐσπούδαζεν, προόδους τε αὐτῶν καὶ δίαιταν καὶ τὴν ἄλλην ἀγωγὴν πολυπραγμονῶν ἤλεγχέ τε καὶ ἐπέστρεφε, τοὺς δὲ καὶ τῆς ἐκκλησίας ἐξώθει· ἐλεγκτικὸς γὰρ ὢν φύσει καὶ κατὰ τῶν ἀδικούντων ἐν δίκῃ ἀγανακτῶν ἔτι μᾶλλον ἐν τῇ ἐπισκοπῇ ἐπέδωκε τούτοις
8.3.2
τοῖς παθήμασιν. ἡ γὰρ φύσις ἐξουσίας ἐπιλαβομένη ῥᾳδίως πρὸς ἔλεγχον ἐξῆγε τὴν γλῶσσαν καὶ τὴν ὀργὴν ἑτοιμότερον κατὰ τῶν ἁμαρτανόντων ἐκίνει. οὐ μόνην δὲ τὴν ἀμφ' αὐτὸν ἐκκλησίαν, ἀλλ' ὡς ἀγαθὸς καὶ μεγα
8.3.3
λόφρων καὶ τὰ πανταχῇ ἐπανορθοῦν ἐσπούδαζεν. αὐτίκα γοῦν ἐπὶ τὴν ἐπισκοπὴν παρελθών, ἔτι τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ δύσιν ἱερέων πρὸς τοὺς ἐν τῇ ἕῳ διὰ Παυλῖνον διαφερομένων καὶ κοινῆς τινος ἀμιξίας διὰ τοῦτο τὰς ἀνὰ πᾶν τὸ ὑπήκοον ἐκκλησίας κατεχούσης, ἐδεήθη Θεοφίλου συμπρᾶξαι αὐτῷ καὶ καταλλάξαι Φλαβιανῷ τὸν῾ Ρωμαίων ἐπίσκοπον· ὧδε δὲ δόξαν αἱροῦνται ἐπὶ τοῦτο᾿ Ακάκιος ὁ Βεροίας ἐπίσκοπος καὶ᾿ Ισίδωρος, δι' ὃν
8.3.4
Θεόφιλος ἐναντίος ἐγένετο τῇ αὐτοῦ χειροτονίᾳ. καὶ παραγενόμενοι εἰς῾ Ρώμην, ἐπειδὴ κατὰ γνώμην αὐτοῖς ἡ πρεσβεία ἀπέβη, κατέπλευσαν εἰς Αἴγυπτον· ἐντεῦθέν τε εἰς Συρίαν ἧκεν᾿ Ακάκιος, Αἰγυπτίων καὶ τῶν πρὸς δύσιν ἱερέων εἰρηναῖα γράμματα τοῖς ἀμφὶ Φλαβιανὸν φέρων. καὶ αἱ μὲν ἐκκλησίαι ὀψέ ποτε ὧδε ταύτης τῆς διχονοίας ἀπαλλαγεῖσαι τὴν πρὸς
8.3.5
ἀλλήλας κοινωνίαν ἀπέλαβον. τὸ δὲ πλῆθος τῶν ἐν᾿ Αντιοχείᾳ καλουμένων Εὐσταθιανῶν ἄχρι τινὸς διέμεινεν ἐφ' ἑαυτὸ συναγόμενον καὶ ἐπισκόπου ἐκτός. ὀλίγον γὰρ χρόνον ἐπιβιώσας, ὡς ἔγνωμεν, ἐτελεύτησεν Εὐάγριος ὁ Παυλῖνον διαδεξάμενος· κατὰ τοῦτο γάρ, οἶμαι, καὶ εὐμαρεῖς ἐγένοντο τοῖς ἐπισκόποις αἱ διαλλαγαί, μηδενὸς ἐναντίου ὄντος· ὁ δὲ λαός, οἷα δῆμος φιλεῖ, κατ' ὀλίγους ἀεὶ προστιθέμενοι τοῖς ὑπὸ Φλαβιανὸν ἐκκλησιάζουσιν οἱ πλείους τῷ χρόνῳ ἡνώθησαν.
8.4.1
᾿ Εν τούτῳ δὲ Γαϊνᾶς ἀνὴρ βάρβαρος, αὐτομολήσας῾ Ρωμαίοις, ἐξ εὐτε- λοῦς στρατιώτου παραλόγως εἰς τὴν τῶν στρατηγῶν παρελθὼν τάξιν ἐπεχείρησε τὴν῾ Ρωμαίων ἀρχὴν ὑφ' ἑαυτὸν ποιεῖν. ταῦτα δὲ βουλευόμενος τοὺς ὁμοφύλους αὐτῷ Γότθους ἐκ τῶν ἰδίων νομῶν εἰς῾ Ρωμαίους μετεπέμψατο
8.4.2
καὶ τοὺς ἐπιτηδείους συνταγματάρχας καὶ χιλιάρχους κατέστησε. Τιρβιγίλλου δὲ νεωτερίσαντος, ὃς αὐτῷ γένει προσήκων πολυανθρώπου τάγματος ἡγεῖτο τῶν ἐν Φρυγίᾳ στρατιωτῶν, τοῖς μὲν εὖ φρονοῦσι δῆλος ἦν ταῦτα κατασκευάσας, ἀγανακτεῖν δὲ προσποιούμενος πορθουμένων τῶν τῇδε
8.4.3
πόλεων ἐπετράπη ταύταις βοηθεῖν. ἐπεὶ δὲ εἰς τὴν Φρυγίαν ἀφίκετο πλῆθος ἔχων βαρβάρων ὡς εἰς πόλεμον ἀφιγμένος, εἰς τὸ φανερὸν ἐξῆγεν τὴν γνώμην, ἣν πρότερον ἔκρυπτεν, καὶ πόλεις, ἃς ἐτάχθη φυλάττειν, ἐδῄου, ταῖς δὲ ἐπιθήσεσθαι ἔμελλεν· παραγενόμενος δὲ εἰς Βιθυνίαν ἐν τοῖς Χαλ
8.4.4
κηδόνος ὅροις ἐστρατοπεδεύετο καὶ πόλεμον ἠπείλει. ἐν κινδύνῳ δὲ τῶν πραγμάτων ὄντων καὶ μάλιστα τῶν ἐν᾿ Ασίᾳ καὶ ἕῳ πόλεων, ὅσαι τε μεταξὺ τούτων καὶ περὶ τὸν Εὔξεινον πόντον οἰκοῦνται, λογισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἀμφ' αὐτόν, ὡς οὐκ ἀσφαλὲς ἀπαρασκεύους ὄντας εἰς κίνδυνον καθίστασθαι πρὸς ἄνδρας ἤδη τὸ ζῆν ἀπειρηκότας, πέμψας πρὸς Γαϊνᾶν ἐπήγγελλεν εἰπεῖν ὅ τι βούλεται· εἶναι γὰρ ἕτοιμος ἐν πᾶσιν αὐτῷ γενέσθαι
8.4.5
κεχαρισμένος. ὁ δὲ Σατουρνῖνον καὶ Αὐρηλιανὸν ὑπατικοὺς ἄνδρας ὑπονοῶν ἐναντία φρονεῖν αὐτῷ ἐξῄτησε, λαβὼν δὲ ἐφείσατο· καὶ εἰς ταὐτὸν τῷ βασιλεῖ συνδραμὼν εἰς τὸν πρὸ τῆς Χαλκηδόνος εὐκτήριον οἶκον, ἐν ᾧ Εὐφημίας τῆς μάρτυρος ὁ τάφος ἐστίν, ὅρκους τε λαβὼν καὶ δοὺς περὶ εὐνοίας ἀπέθετο τὰ ὅπλα καὶ εἰς Κωνσταντινούπολιν ἐπεραιοῦτο, πεζῶν καὶ ἱππέων τὴν
8.4.6
ἡγεμονίαν ἐκ βασιλέως ἔχων. παρ' ἀξίαν δὲ δόξας εὖ πράττειν οὐκ ἤνεγκε σωφρόνως· ἀλλ' ἐπεὶ τὸ πρῶτον παράλογον κατὰ γνώμην αὐτῷ ἀπέβη, καὶ τὴν καθόλου ἐκκλησίαν θορυβεῖν ἐπεχείρησεν· ἦν μὲν γὰρ
8.4.7
Χριστιανὸς τῆς τῶν βαρβάρων αἱρέσεως, οἳ τὰ᾿ Αρείου φρονοῦσιν. ἀναπεισθεὶς δὲ παρὰ τῶν ταύτης προεστώτων ἢ αὐτὸς φιλοτιμούμενος ᾔτησε τὸν βασιλέα μίαν τῶν ἐν τῇ πόλει ἐκκλησιῶν τοὺς ὁμοδόξους αὐτῷ ἔχειν· μηδὲ γὰρ εἶναι δίκαιον καὶ ἄλλως ἀπρεπὲς ἐμέμφετο,῾ Ρωμαίων ὄντα ἑαυτὸν
8.4.8
στρατηγὸν ἔξω τειχῶν παραγενόμενον εὔχεσθαι. μαθὼν δὲ τάδε᾿ Ιωάννης οὐκ ἐφησύχασε. παραλαβὼν δὲ τοὺς ἐπισκόπους, οἵπερ ἔτυχον ἐνδημοῦντες τῇ πόλει, ἧκεν εἰς τὰ βασίλεια. καὶ τοῦ βασιλέως ἐπακούοντος αὐτοῦ τε Γαϊνᾶ παρόντος πολὺν κατέχεε λόγον, πατρίδα τε καὶ φυγὴν ὀνειδίζων, καὶ ὡς τῷ βασιλέως πατρὶ τότε σωθεὶς ὤμοσεν ἦ μὴν῾ Ρωμαίοις εὐνοεῖν αὐτῷ τε καὶ τοῖς αὐτοῦ παισὶ καὶ νόμοις, οὓς ἀκύρους ἐπιχειρεῖ ποιεῖν. 8. 4. καὶ τάδε λέγων ἐδείκνυ τὸν νόμον, ὃν Θεοδόσιος ἔθετο τοὺς ἑτεροδόξους εἴργων ἔνδον τειχῶν ἐκκλησιάζειν. ἐκ τούτου δὲ πρὸς τὸν βασιλέα τρέψας τὸν λόγον ἔπεισε τὸν τεθέντα νόμον κατὰ τῶν ἄλλων αἱρέσεων κύριον φυλάττειν, ἄμεινον εἶναι συμβουλεύων τῆς βασιλείας παραχωρεῖν ἢ προ
8.4.10
δότην οἴκου θεοῦ γενόμενον ἀσεβεῖν. καὶ ὁ μὲν ἀνδρείως ὧδε παρρησιασάμενος οὐδὲν συνεχώρησε νεωτερισθῆναι περὶ τὰς ὑπ' αὐτὸν ἐκκλησίας. ὁ δὲ Γαϊνᾶς ἐπιορκεῖν ἤδη διενοεῖτο καὶ τὴν πόλιν πορθεῖν, ἡνίκα δὴ ταύτην τὴν ἐπιβουλὴν προεμήνυσε κομήτης ἐπὶ τῆς πόλεως φανεὶς μέγιστος, εἰς αὐτὴν σχεδὸν τὴν γῆν διήκων καὶ οἷος πρότερον μὴ γεγενῆσθαι λέγεται.
8.4.11
ἐπειρᾶτο δὲ πρῶτον τοῖς ἀργυροπωλείοις ἐπιθέσθαι, πλῆθος χρημάτων ἐντεῦθεν συλλέγειν ἐλπίσας· φήμης δὲ γενομένης, ὅτι τάδε βεβούλευται, καὶ τῶν ἀργυροπωλῶν τὸν πρόχειρον πλοῦτον ἀποκρυψαμένων καὶ τὸν ἐπὶ τῶν τραπεζῶν ἄργυρον οὐκέτι συνήθως δημοσίᾳ προτιθέντων, ἐν νυκτὶ πλῆθος
8.4.12
ἐπιπέμψας βαρβάρων ἐνετείλατο τὰ βασίλεια ἐμπιπρᾶν. οἱ δὲ ἄπρακτοι καὶ κατεπτηχότες ἀνέστρεφον. ὡς γὰρ πλησίον ἐγένοντο, πλῆθος ὁπλιτῶν ἐν μεγάλοις σώμασιν ἔδοξαν ὁρᾶν, ὑπονοήσαντες δὲ νέηλυν εἶναι στρα
8.4.13
τιὰν ἤγγειλαν τῷ Γαϊνᾷ. ὁ δέ– ἠπίστατο γὰρ τῶν εἰωθότων μὴ πλείους τῇ πόλει ἐνδημεῖν στρατιώτας– οὐκ ἠξίου τοῖς λεγομένοις πιστεύειν. ἐπεὶ δὲ καὶ τῆς ἐχομένης νυκτὸς ἀποσταλέντες ἕτεροι ταὐτὰ τοῖς πρότερον
8.4.14
ἤγγειλαν, αὐτὸς ἐλθὼν αὐτόπτης ἐγένετο τοῦ παραδόξου θεάματος. νομίσας τε αὐτοῦ χάριν συνεληλυθέναι τοὺς ἐκ τῶν ἄλλων πόλεων στρατιώτας καὶ νύκτωρ μὲν φρουρεῖν τὴν πόλιν καὶ τὰ βασίλεια, ἐν ἡμέρᾳ δὲ λανθάνειν, σκήπτεται δαιμονᾶν· ὡς εὐξόμενός τε καταλαμβάνει τὴν ἐκκλησίαν ἣν ἐπὶ τιμῇ᾿ Ιωάννου τοῦ βαπτιστοῦ ὁ τοῦ βασιλέως πατὴρ ᾠκοδόμησε πρὸς τῷ
8.4.15
῾ Εβδόμῳ. τῶν δὲ βαρβάρων οἱ μὲν ἔνδον ἔμενον, οἱ δὲ Γαϊνᾷ συνεξῄεσαν. λάθρα δὲ συνεξῆγον ὅπλα ἐν γυναικείοις ὀχήμασι καὶ κεράμους βελῶν· ἐπεὶ δὲ ἐφωράθησαν, τοὺς φύλακας τῶν πυλῶν ἀναιροῦσι πειραθέντας κωλῦσαι τὴν τῶν ὅπλων ἐκκομιδήν. ἐκ τούτου δὲ ταραχῆς καὶ θορύβων ἀνάπλεως
8.4.16
ἡ πόλις ἐγένετο ὡς αὐτίκα ἁλωσομένη. ἀγαθὴ δὲ γνώμη ἐκράτει πρὸς τὰ παρόντα δεινά. ὁ γὰρ βασιλεὺς μηδὲν μελλήσας τὸν μὲν Γαϊνᾶν πολέμιον ἀνεκήρυξε, τοὺς δὲ περιλειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεθῆναι προσ
8.4.17
έταξεν. ἐπιθέμενοι δὲ τούτοις οἱ στρατιῶται ἀναιροῦσι τοὺς πλείους, τὴν δὲ καλουμένην τῶν Γότθων ἐκκλησίαν ἐμπιπρῶσιν· ὡς εἰς συνήθη γὰρ εὐκτήριον οἶκον ἐνθάδε ἠθροισμένοι ἐτύγχανον, οἷς οὐκέτι φυγεῖν ἐξεγένετο
8.4.18
τῶν πυλῶν κεκλεισμένων. ταῦτα δὲ μαθὼν ὁ Γαϊνᾶς διὰ Θρᾴκης ἐλάσας ἧκεν εἰς Χερρόνησον καὶ τὸν῾ Ελλήσποντον περαιοῦσθαι ἐσπούδαζε. διενοεῖτο γὰρ ὡς, εἰ τῆς ἀντιπέρας᾿ Ασίας κρατήσειεν, ῥᾳδίως πάντα τὰ πρὸς ἕω τῆς ἀρχομένης ἔθνη ὑφ' ἑαυτὸν ποιήσει. παρ' ἐλπίδας δὲ αὐτῷ καὶ
8.4.2
τάδε ἀπήντα θείᾳ ῥοπῇ κἀνταῦθα τῶν῾ Ρωμαίων χρησαμένων. παρῆν μὲν γὰρ στρατιὰ κατὰ γῆν τε καὶ θάλασσαν παρὰ βασιλέως ἀπεσταλμένη, ἧς ἡγεῖτο Φραβίτας, ἀνὴρ βάρβαρος τὸ γένος, ἀγαθὸς δὲ τὸν τρόπον καὶ στρατηγικός. οἱ δὲ βάρβαροι ναῦς μὴ ἔχοντες ἐπὶ σχεδιῶν ἐπειρῶντο διεκπλεῖν τὸν῾ Ελλήσποντον πρὸς τὴν ἀντικρὺ ἤπειρον. ἐξαπίνης δὲ πολὺς ἐπιπνεύσας ζέφυρος τὰς σχεδίας διέλυσε σὺν βίᾳ καὶ κατὰ τούτων τὰς. μαίων ναῦς ἤλαυνεν. τῶν δὲ βαρβάρων οἱ πλείους μὲν αὐτοῖς ἵπποις ὑποβρύχιοι ἐγένοντο, οἱ δὲ ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθησαν. ὁ δὲ Γαϊνᾶς ἅμα ὀλίγοις περισωθεὶς τότε, οὐ πολλῷ ὕστερον ἀνὰ τὴν Θρᾴκην ἀλώμενός τε καὶ φεύγων ἑτέρᾳ στρατιᾷ περιέπεσε καὶ σὺν τοῖς ἀμφ' αὐτὸν βαρβάροις
8.4.21
ἀπώλετο. τοῦτο τῶν Γαϊνᾶ τολμημάτων καὶ τοῦ βίου τὸ τέλος. ὁ δὲ Φραβίτας λαμπρῶς ἐν ταύτῃ τῇ μάχῃ διαγενόμενος χειροτονεῖται ὕπατος. ἐν δὲ τῷ τότε αὐτοῦ καὶ Βικεντίου ὑπατευόντων τίκτεται τῷ βασιλεῖ παῖς τῷ πάππῳ ὁμώνυμος· ἀρχομένης δὲ τῆς ἑξῆς ὑπατείας ἀναγορεύεται Σεβαστός.
8.5.1
᾿ Ιωάννης δὲ ἄριστα τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν ἐπιτροπεύων πολλοὺς μὲν ἐκ τῶν῾ Ελλήνων, πολλοὺς δὲ τῶν αἱρέσεων ἐπήγετο. συνέρρει δὲ πρὸς αὐτὸν ἑκάστοτε πληθὺς τῶν μὲν ἐπ' ὠφελείᾳ ἀκουσομένων, τῶν δὲ ἀπόπειραν ληψομένων· ἅπαντάς τε ᾕρει καὶ τὰ αὐτὰ δοξάζειν αὐτῷ περὶ
8.5.2
τὸ θεῖον ἔπειθε. τοσοῦτον δὲ πρὸς αὐτὸν τὸ πλῆθος ἐκεχήνεσαν καὶ τῶν αὐτοῦ λόγων κόρον οὐκ εἶχον, ὥστε, ἐπεὶ ὠστιζόμενοι καὶ περιθλίβοντες ἀλλήλους ἐκινδύνευον, ἕκαστος προσωτέρω ἰέναι βιαζόμενος ὅπως ἐγγὺς παρεστὼς ἀκριβέστερον αὐτοῦ λέγοντος ἀκούοι, μέσον ἑαυτὸν πᾶσι παρέχων
8.5.3
ἐπὶ τοῦ βήματος τῶν ἀναγνωστῶν καθεζόμενος ἐδίδασκεν. ἐν καιρῷ δέ μοι δοκεῖ τὸ συμβὰν ἐπὶ αὐτοῦ θαῦμα συμπεριλαβεῖν τῇ γραφῇ. ἀνήρ τις τῆς Μακεδονίου αἱρέσεως τοιαύτῃ γυναικὶ συνῴκει· περιτυχὼν δὲ αὐτῷ διδάσκοντι, ὅπως χρὴ περὶ θεοῦ δοξάζειν, ἐπαινέτης ἦν τοῦ δόγματος καὶ τὴν γυναῖκα ὁμοφρονεῖν αὐτῷ παρεκάλει. ἐπεὶ δὲ τῇ πρὸ τούτου συνηθείᾳ καὶ ταῖς ὁμιλίαις τῶν γνωρίμων γυναικῶν ἥττητο καὶ πολλάκις νουθετῶν ὁ ἀνὴρ οὐδὲν ἤνυεν, «εἰ μή», φησί, «κοινωνήσεις μοι τῶν θείων, οὐδὲ τοῦ
8.5.4
βίου κοινωνὸς ἔσῃ μοι τοῦ λοιποῦ.» ἐνταῦθα δὲ ἡ γυνὴ συνθεμένη τοῦτο ποιεῖν κοινοῦταί τινι τῶν θεραπαινίδων, ἣν ἡγεῖτο πιστήν, καὶ παραλαμβάνει συνεργὸν εἰς ἀπάτην τοῦ ἀνδρός. περὶ δὲ τὸν καιρὸν τῶν μυστηρίων (ἴσασι δὲ οἱ μεμυημένοι ὃ λέγω) ἡ μὲν ὅπερ ἐδέξατο κατέχουσα ὡς εὐξομένη ἐπέκυψε· παρεστῶσα δὲ αὐτῇ ἡ θεράπαινα λάθρα δέδωκεν ὃ μετὰ χεῖρας ἦλθε φέ
8.5.5
ρουσα· τὸ δὲ πρὸς τοῖς ὀδοῦσι λίθος ἐπήγνυτο. περιδεὴς δὲ γενομένη ἡ γυνή, μή τι πάθοι ἀποκρύπτουσα θεῖον οὕτω πρᾶγμα ἐπ' αὐτῇ συμβάν, δρομαία ἐπὶ τὸν ἐπίσκοπον ἐλθοῦσα ἑαυτὴν κατεμήνυσε· καὶ τὸν λίθον ἐπέδειξεν εἰκόνα φέροντα τοῦ δήγματος, ἀγνῶτα δὲ τὴν ὕλην καὶ παράξενόν τι δεικνύντα χρῶμα· σὺν δάκρυσί τε συγγνώμην αἰτήσασα ὁμοφρονοῦσα τῷ
8.5.6
ἀνδρὶ συνῆν. ἀλλὰ τάδε μὲν εἴ τῳ μὴ πιθανὰ εἶναι δοκεῖ, μάρτυς αὐτὸς ὁ λίθος εἰσέτι νῦν ἐν τοῖς κειμηλίοις τῆς ἐκκλησίας Κωνσταντινουπόλεως φυλαττόμενος.
8.6.1
῾ Ο δὲ᾿ Ιωάννης πυθόμενος ὑπὸ ἀναξίων τὰς ἐν᾿ Ασίᾳ καὶ πέριξ ἐκκλησίας ἐπιτροπεύεσθαι καὶ τοὺς μὲν λήμμασι καὶ δωροδοκίαις, τοὺς δὲ χάριτι ὑπαγομένους τὰς ἱερωσύνας ἀπεμπολεῖν, ἧκεν εἰς῎ Εφεσον· καθελών τε δέκα καὶ τρεῖς ἐπισκόπους, τοὺς μὲν ἐν Λυκίᾳ καὶ Φρυγίᾳ, τοὺς δὲ ἐν αὐτῇ
8.6.2
τῇ᾿ Ασίᾳ, ἀντ' αὐτῶν κατέστησε, τῆς δὲ᾿ Εφεσίων ἐκκλησίας (ἔτυχε γὰρ ὁ τότε ἐνθάδε ἐπισκοπῶν τελευτήσας)῾ Ηρακλείδαν ἄνδρα Κύπριον τὸ γένος, διάκονον τῶν ὑπ' αὐτὸν μοναχῶν τῶν ἐκ τῆς Σκήτεως, Εὐαγρίου τοῦ μοναχοῦ μαθητήν. οὐ μὴν ἀλλὰ καὶ Γερόντιον ἐξεώσατο τῆς Νικομηδέων
8.6.3
ἐκκλησίας. οὗτος γὰρ ὑπὸ᾿ Αμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνου διακονούμενος, οὐκ οἶδ' ὅ τι παθών, ἀλλ' ἢ τερατευόμενος ἢ δαιμονίου σπουδῇ καὶ φαντασίαις ὑπαχθείς, νύκτωρ ἔφη τισὶν ὀνοσκελίδα συλλαβόμενος ξυρῆσαι τὴν κεφαλὴν καὶ μυλωνίῳ ἐμβαλεῖν· ὡς ἀνάξια δὲ διακόνου θεοῦ φθεγξάμενον ἐκέλευσεν᾿ Αμβρόσιος τέως καθ' ἑαυτὸν εἶναι καὶ μετανοίᾳ καθαί
8.6.4
ρεσθαι. ὁ δὲ ἰατρὸς ὢν ἄριστος καὶ ἀοκνότατος λέγειν τε καὶ πείθειν καὶ φίλους περιποιεῖν ἱκανός, ὡς ἐπεγγελῶν᾿ Αμβροσίῳ ἧκεν εἰς Κωνσταντινούπολιν. ἐν ὀλίγῳ τε χρόνῳ τινὰς τῶν ἐν τοῖς βασιλείοις δυναμένων ποιεῖται
8.6.5
φίλους, καὶ μετ' οὐ πολὺ ἐπιτρέπεται τὴν Νικομηδέων ἐπισκοπήν. ἐχειροτόνησε δὲ αὐτὸν῾ Ελλάδιος ὁ Καισαρέων Καππαδοκῶν ἐπίσκοπος, ἀμειβόμενος καθότι παιδὶ αὐτοῦ πρόξενος λαμπρᾶς στρατείας ἐν τοῖς βασιλείοις ἐγένετο. μαθὼν δὲ τάδε᾿ Αμβρόσιος ἔγραψε Νεκταρίῳ τῷ προϊσταμένῳ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως ἀφελέσθαι Γεροντίου τὴν ἱερωσύνην
8.6.6
καὶ μὴ περιιδεῖν αὐτὸν ὑβρισμένον καὶ τὴν ἐκκλησιαστικὴν τάξιν. Νεκταρίῳ δὲ καὶ μάλα τοῦτο σπουδάσαντι γέγονεν ἀνήνυτον πανδημεὶ τῶν Νικομηδέων ἀνδρικῶς ἀντιστάντων. ὁ δὲ᾿ Ιωάννης καθελὼν αὐτὸν ἐχειροτόνησε Πανσόφιον· ὃς παιδαγωγὸς ἐγεγόνει τῆς τοῦ βασιλέως γαμετῆς, εὐλαβὴς δὲ καὶ τὸ ἦθος μέτριός τε καὶ πρᾶος, οὐ μὴν Νικομηδεῦσι καταθύμιος.
8.6.7
στασιάσαντες γοῦν πολλάκις κοινῇ τε καὶ πρὸς ἕκαστον ἀπηριθμοῦντο τὰς Γεροντίου εὐεργεσίας καὶ τὴν ἐκ τῆς ἐπιστήμης ἄφθονον χρείαν καὶ τὸ περὶ πάντας ἐπίσης πλουσίους τε καὶ πένητας ἄοκνον. τούτοις δὲ καὶ τὰς ἄλλας
8.6.8
ἀρετὰς προσετίθεσαν, οἷά γε εἰκὸς φιλοῦντας. καὶ ὡς ἐπὶ σεισμοῖς ἢ αὐχμοῖς ἢ ἄλλαις τισὶ θεομηνίαις περιιόντες ἐν ταῖς ἀγυιαῖς ἀνὰ τὴν πατρίδα τὴν ἑαυτῶν καὶ τὴν Κωνσταντινούπολιν ἔψαλλον καὶ ἱκέτευον τὸν θεὸν ἐπίσκοπον αὐτὸν ἔχειν. τὸ δὲ τελευταῖον βιασθέντες τοῦ μὲν ἀπηλλάγησαν σὺν 8. 6. πένθει καὶ ὀδυρμοῖς, τὸν δὲ μετὰ δέους καὶ μίσους ἐδέξαντο. ἐντεῦθεν δὲ οἱ καθαιρεθέντες καὶ οἱ τούτων ἐπιτήδειοι ἐπῃτιῶντο᾿ Ιωάννην, ὡς ἀρχηγὸς νεωτερισμοῦ ταῖς ἐκκλησίαις ἐγένετο καὶ τὰ δίκαια τῶν χειροτονιῶν παρὰ τοὺς πατρίους νόμους ἐκαινοτόμησεν, ὑπὸ δὲ λύπης καὶ τὰ λόγου ἄξια αὐτῷ πεπραγμένα κατὰ τὰς τῶν πολλῶν δόξας διέβαλλον· ἀμέλει τοι καὶ τὸ ἐπὶ Εὐτροπίῳ τότε συμβὰν ἐνεμέσων.
8.7.1
Οὗτος γὰρ μείζων ὢν τῶν βασιλέως εὐνούχων μόνος καὶ πρῶτος ὧν
8.7.2
ἴσμεν ἢ ἀκηκόαμεν ὑπάτου καὶ πατρὸς βασιλέως ἀξίᾳ ἐτιμήθη. ἐπὶ δὲ τῆς παρούσης δυνάμεως οὐκ ἐννοήσας τὸ μέλλον καὶ τὰς συμβαινούσας ἐν τοῖς ἀνθρωπείοις πράγμασι μεταβολὰς ἐπεχείρει τῆς ἐκκλησίας ἀφέλκειν ἱκέτας θεοῦ δι' αὐτὸν ἐνθάδε διατρίβοντας, καὶ μάλιστα Πενταδίαν τὴν Τιμασίου γαμετήν· ὃν στρατηγὸν δυνατὸν καὶ φοβερώτατον γενόμενον εἰς τὴν κατ' Αἴγυπτον῎ Οασιν ἀιδίῳ φυγῇ ἐζημίωσε τυραννίδος ἐπαγαγὼν αἰτίαν· ἀλλ' ἐκεῖνος μὲν ἢ δίψει πιεζόμενος, ὥς τινων ἐπυθόμην, ἢ δεδιὼς μή τι
8.7.3
χεῖρον ὑπομείνῃ, ἐν ταῖς αὐτόθι ψάμμοις ἀλώμενος ηὑρέθη νεκρός. Εὐτροπίου δὲ σπουδῇ τίθεται νόμος προστάττων μηδαμῇ μηδένα εἰς ἐκκλησίαν καταφυγεῖν, ἐξελαύνεσθαί τε καὶ τοὺς ἤδη προσπεφευγότας. οὐκ εἰς μακρὰν δὲ ὡς εἰς τὴν βασιλέως γαμετὴν ὑβρίσας ἐπιβουλευθεὶς πρῶτος αὐτὸς παρέβη τὸν νόμον καὶ ἀποδρὰς ἐκ τῶν βασιλείων ἱκέτης τὴν ἐκκλησίαν κατέλαβεν·
8.7.4
ἡνίκα δὴ λαμπρόν τινα κατ' αὐτοῦ ὑπὸ τὴν ἱερὰν τράπεζαν κειμένου κατέτεινε
8.7.5
λόγον᾿ Ιωάννης, τῶν μὲν ἐν δυνάμει τὴν ὀφρῦν κατασπῶν, τῷ δὲ λαῷ δεικνὺς ὡς οὐδὲν τῶν ἀνθρωπίνων ἐν ταὐτῷ μένειν φιλεῖ. οἵ γε μὴν ἀπεχθανόμενοι πρὸς αὐτὸν καὶ τοῦτο διέβαλλον, ὡς ἐλεεῖν δέον τὸν περὶ ψυχῆς κινδυ
8.7.5
νεύοντα ἤλεγχεν ἐπεμβαίνων ταῖς αὐτοῦ συμφοραῖς. ἀλλ' Εὐτρόπιος μὲν τῆς ἀσεβοῦς ταύτης ἐπιχειρήσεως ἀνέπλησε τὴν δίκην τὴν κεφαλὴν ἀποτμηθείς· καὶ ὁ τεθεὶς νόμος ἄρδην ἐκ τῶν δημοσίων ὑπομνημάτων ἠφανίσθη.
8.7.6
ἡ δὲ ἐκκλησία εὖ μάλα διέπρεπεν ὡς τοῦ θεοῦ τιμωροῦ γενομένου ἐν τάχει τῶν κατ' αὐτῆς ἀδικημάτων, καὶ ταῖς περὶ τὸ θεῖον θεραπείαις ἐπεδίδου. προθυμότερόν τε τότε μᾶλλον ὁ Κωνσταντινουπόλεως λαὸς τοῖς ἑωθινοῖς καὶ νυκτερινοῖς ὕμνοις ἐχρῆτο κατὰ πρόφασιν τοιάνδε.
8.8.1
᾿ Επεὶ γὰρ οἱ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως, ἀφαιρεθέντες τῶν ἐν τῇ πόλει ἐκκλησιῶν ἐπὶ τῆς Θεοδοσίου βασιλείας, πρὸ τῶν τειχῶν ἐκκλησίαζον, νύκτωρ πρότερον ἐν ταῖς δημοσίαις στοαῖς συνελέγοντο καὶ εἰς συστήματα μεριζόμενοι κατὰ τὸν τῶν ἀντιφώνων τρόπον ἔψαλλον, ἀκροτελεύτια συντιθέντες πρὸς τὴν αὐτῶν δόξαν πεποιημένα. ὑπὸ δὲ τὴν ἕω τάδε δημοσίᾳ
8.8.2
ψάλλοντες εἰς τοὺς τόπους ἀπῄεσαν ἔνθα καὶ ἐκκλησίαζον. ἐποίουν δὲ ὧδε ἐν ταῖς ἐπισήμοις ἑορταῖς καὶ τῇ πρώτῃ καὶ τελευταίᾳ τῆς ἑβδομάδος ἡμέρᾳ. τελευτῶντες δὲ καὶ πρὸς ἔριν τὰς ᾠδὰς συνετίθεσαν, «ποῦ εἰσιν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν» καὶ ἕτερα τοιάδε τοῖς ὕμνοις ἀναμιγνύντες.
8.8.3
δείσας δὲ᾿ Ιωάννης, μή τινες τούτοις ὑπαχθῶσι τῶν ὑπ' αὐτὸν ἐκκλησιαζόντων, ἐπὶ τὸν ἴσον τρόπον τῆς ψαλμῳδίας τὸν αὐτοῦ λαὸν προτρέπει. ἐν ὀλίγῳ δὲ ἐπισημότεροι γενόμενοι τοὺς ἀπὸ τῆς ἐναντίας αἱρέσεως ὑπερέ
8.8.4
βαλλον τῷ πλήθει καὶ τῇ παρασκευῇ. καὶ γὰρ δὴ καὶ σταυρῶν ἀργυρᾶ σημεῖα ὑπὸ κηροῖς ἡμμένοις προηγοῦντο αὐτῶν, καὶ εὐνοῦχος τῆς βασιλέως γαμετῆς ἐπὶ τοῦτο τέτακτο τὴν περὶ ταῦτα δαπάνην καὶ τοὺς ὕμνους παρασκευάζων. ἐντεῦθεν δὲ ἢ ζηλοτυπήσαντες οἱ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως ἢ ἀμυνόμενοι τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας εἰς μάχην κατέστησαν, καὶ
8.8.5
κτείνονταί τινες ἑκατέρωθεν. ὁ δὲ Βρίσων (τοῦτο γὰρ ὄνομα ἦν τῷ βασιλικῷ εὐνούχῳ) λίθῳ κατὰ τοῦ μετώπου βάλλεται. κινηθεὶς δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς ἔπαυσε τῶν ἀπὸ τῆς᾿ Αρείου ἐκκλησίας τὰς τοιαύτας συνόδους. οἱ δὲ ἀπὸ τῆς καθολικῆς ἐξ αἰτίας τοιᾶσδε τὸν εἰρημένον τρόπον ὑμνεῖν ἀρξάμενοι καὶ εἰσέτι νῦν οὕτω διέμειναν.
8.8.6
᾿ Ιωάννῃ δὲ ἐκ τούτων καὶ ἐκ τῶν ἐπ' ἐκκλησίας λόγων πρὸς μὲν τὸν δῆμον ἐπεδίδου τὸ φίλτρον, μῖσος δὲ πρὸς τοὺς δυναμένους καὶ κληρικοὺς ἐκ τῆς κατ' αὐτῶν παρρησίας. τοὺς μὲν γὰρ ἀδικοῦντας ὁρῶν ἤλεγχεν, τοὺς δὲ πλούτῳ καὶ ἀσωτίᾳ καὶ ἡδοναῖς ἀσέμνοις διεφθαρμένους ἀνῆγε πρὸς ἀρετήν. 8.. 1 Ηὔξησε δὲ αὐτῷ τὴν πρὸς τοὺς κληρικοὺς ἀπέχθειαν Σαραπίων, ὃν ἀρχιδιάκονον αὐτοῦ κατέστησεν, ἀνὴρ Αἰγύπτιος, ταχὺς εἰς ὀργὴν καὶ εἰς ὕβριν ἕτοιμος, οὐχ ἥκιστα δὲ καὶ αἱ πρὸς᾿ Ολυμπιάδα συμβουλαί. ταύτην γὰρ ἐκ γένους ἐπισημοτάτην οὖσαν, καίπερ νέαν χήραν γενομένην, εἰσάγαν δὲ φιλοσοφοῦσαν κατὰ τὸν τῆς ἐκκλησίας θεσμόν, διάκονον ἐχειροτόνησε Νεκ8.. 2 τάριος. ἰδὼν δὲ αὐτὴν᾿ Ιωάννης τοῖς αἰτοῦσι τὴν οὐσίαν προϊεμένην καὶ τὰ μὲν ἄλλα ὑπερορῶσαν, μόνα δὲ τὰ θεῖα σπουδάζουσαν, «ἐπαινῶ σου», ἔφη, «τὴν προαίρεσιν· ἀλλ' οἰκονομικὸν εἶναι δεῖ τὸν κατὰ θεὸν τῆς ἄκρας ἀρετῆς ἐφιέμενον· σὺ δὲ πλουτοῦσι πλοῦτον ἐπεισάγουσα οὐχ ἧττον ἢ εἰς 8.. 3 θάλασσαν ἐκχέεις τὰ σά. ἢ οὐκ ἐπίστασαι ὅτι ἑκοῦσα τοῖς δεομένοις διὰ θεὸν τὴν οὐσίαν ἀνέθηκας καὶ ὡς ἐπὶ χρήμασι τῆς σῆς δεσποτείας ἐξελθοῦσι διοικεῖν ἐτάχθης καὶ λόγοις ἔνοχος ἐγένου; ἢν οὖν ἐμοὶ πείθῃ, πρὸς τὴν χρείαν τῶν αἰτούντων τοῦ λοιποῦ μετρήσεις τὴν δόσιν· οὕτω γὰρ πλείους τε εὐεργετήσεις καὶ ἐλέου καὶ σπουδαιοτάτης κηδεμονίας ἀμοιβῶν τεύξῃ παρὰ θεοῦ.» 8.. 4 Γέγονε δέ τις αὐτῷ διαφορὰ καὶ πρὸς πολλοὺς τῶν μοναχῶν καὶ μάλιστα τὸν᾿ Ισαάκιον. ἠρεμοῦντας μὲν γὰρ ἐν τοῖς αὐτῶν φροντιστηρίοις τοὺς ὧδε φιλοσοφοῦντας εἰσάγαν ἐπῄνει τε καὶ ᾐδεῖτο καί, ὅπως μὴ ἀδικοῖντο καὶ τὰ ἐπιτήδεια ἔχοιεν, σφόδρα ἐπεμελεῖτο, ἐξιόντας δὲ θύραζε καὶ κατὰ τὴν πόλιν φαινομένους ὡς τὴν φιλοσοφίαν ἐνυβρίζοντας ἐλοιδόρει καὶ ἐπέ8.. 5 στρεφεν. ἐκ τοιούτων δὴ προφάσεων ἀπηχθάνοντο πρὸς αὐτὸν κληρικοί τε καὶ πολλοὶ τῶν μοναχῶν καὶ χαλεπὸν καὶ ὀργίλον, σκαιόν τε καὶ ὑπερήφανον ἀπεκάλουν. ἐπεχείρουν δὲ καὶ περὶ τὸν βίον διαβάλλειν εἰς τὸν δῆμον καὶ τούτῳ πείθειν ὡς ἀληθῆ λέγοιεν, ὅτι μηδενὶ συνήσθιεν οὔτε ἐπὶ ἑστίασιν 8.. 6 καλούμενος ὑπήκουεν. τούτου δὲ πρόφασιν ἑτέραν λέγειν οὐκ ἔχω, πλὴν ὅτι ἀψευδής τις οἶμαι πυνθανομένῳ μοι περὶ τούτου ἔφη, ὡς ὑπὸ ἀσκήσεως τὴν κεφαλὴν καὶ τὸ στόμα τῆς γαστρὸς κακῶς διατεθεὶς παρῃτεῖτο τὰς ἐν τοῖς ἀρίστοις συνουσίας. καὶ οἱ μὲν ἐντεῦθεν μάλιστα τὰς μεγίστας ὕφαινον κατ' αὐτοῦ διαβολάς.
8.10.1
᾿ Επεγένετο δέ τις αὐτῷ πρόφασις μίσους καὶ πρὸς τὴν βασιλέως γαμετὴν διὰ Σευηριανὸν τὸν ἐκ Γαβάλων τῆς Συρίας ἐπίσκοπον. οὗτός τε γὰρ καὶ᾿ Αντίοχος ὁ Πτολεμαΐδος (Φοίνισσα δὲ πόλις ἥδε) κατὰ ταὐτὸν ἄμφω ἐγενέσθην ἐλλογίμω τε καὶ ἐπ' ἐκκλησίας ἱκανὼ διδάσκειν· ἀλλ' ὁ μὲν εὐκόλως καὶ μάλα εὐήχως ἔλεγεν, ὡς καὶ Χρυσόστομος πρός τινων ὀνομάζεσθαι, ὁ δὲ Σευηριανὸς τὴν Σύρων δασύτητα, καίπερ τοῖς νοήμασι καὶ ταῖς μαρτυρίαις τῶν γραφῶν ἀμείνων εἶναι δοκῶν, ἐπὶ τῆς γλώσσης ἔφερεν.
8.10.2
ἐλθὼν δὲ πρότερον᾿ Αντίοχος εἰς Κωνσταντινούπολιν ἐπὶ τοῖς λόγοις ἐπῃνέθη, καὶ χρήματα ἀθροίσας εἰς τὴν αὐτοῦ πόλιν ἐπανῆλθεν. κατὰ ζῆλον δὲ τούτου καὶ Σευηριανὸς ὕστερον ἀφικόμενος, εὔνου τυχὼν᾿ Ιωάννου, πολλάκις ἐπὶ τῆς ἐκκλησίας λέγων ἐθαυμάζετο, καὶ ἐν τιμῇ ἦν καὶ πολλοῖς ἐν δυνάμει καὶ αὐτῷ βασιλεῖ καὶ τῇ βασιλίδι γνώριμος ἐγένετο.
8.10.3
ἡνίκα δὲ᾿ Ιωάννης εἰς τὴν᾿ Ασίαν ἀπεδήμησε, τὴν ἐκκλησίαν αὐτῷ παρέθετο· κολακείαις γὰρ αὐτὸν περιέποντα φίλον εἶναι σπουδαῖον ἐνόμισεν. ὁ δὲ πλέον ἐπεμελεῖτο τοῖς ἀκροαταῖς χαρίζεσθαι καὶ τὸν λαὸν τοῖς λόγοις ἥδειν.᾿ Ιωάννης δὲ τάδε πυθόμενος ἐζηλοτύπησε μέν, ὥς φασι, Σαραπίωνος αὐτὸν ἐπὶ
8.10.4
τούτοις παρακινοῦντος. ἐπεὶ δὲ ἐκ τῆς᾿ Ασίας ἐπανῆλθεν, ἔτυχέν που παριὼν Σευηριανός· ἰδὼν δὲ αὐτὸν Σαραπίων οὐκ ἐξανέστη ἐπίτηδες τοῖς παροῦσιν ἐνδεικνύμενος ὡς ὑπερφρονεῖ τὸν ἄνδρα. ὁ δὲ πρὸς τοῦτο χαλεπήνας ἀνεβόησεν· «εἰ Σαραπίων ἀποθάνοι κληρικός, Χριστὸς οὐκ ἐνηνθρώπη
8.10.5
σεν.» ἐπὶ τούτοις δὲ κατηγορηθεὶς παρὰ Σαραπίωνος ἐξηλάθη τῆς πόλεως ὑπὸ᾿ Ιωάννου ὡς ὑβριστὴς καὶ βλάσφημος εἰς θεόν. οἱ μὲν γὰρ ἐπὶ μαρτυρίᾳ τούτων παραχθέντες– ἦσαν δὲ τῶν Σαραπίωνος ἐπιτηδείων– ἀποκρυψάμενοι τὰ εἰρημένα πάντα τουτὶ μόνον εἰρηκέναι ἐμαρτύρησαν, ὡς ἄρα Χριστὸς οὐκ ἐνηνθρώπησεν.᾿ Ιωάννης δὲ καὶ τάδε καὶ τἆλλα ἐπῃτιᾶτο· «οὐδὲ γὰρ εἰ Σαραπίων», ἔφη, «κληρικὸς μὴ ἀποθάνοι, παρὰ τοῦτο Χριστὸς οὐκ
8.10.6
ἐνηνθρώπησεν.» ἡ δὲ βασιλέως γαμετή, ἅμα τε ταῦτα ἐγεγόνει, διὰ τῶν Σευηριανοῦ σπουδαστῶν ἔγνω καὶ εὐθὺς αὐτὸν ἐκ Χαλκηδόνος μετεκαλέσατο.᾿ Ιωάννης δὲ καίπερ πολλῶν ἀντιβολούντων παρῃτεῖτο τὴν πρὸς αὐτὸν ὁμιλίαν, εἰσότε δὴ ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ τοῖς αὐτοῦ γόνασιν ἐπιθεῖσα Θεοδόσιον τὸν υἱὸν λιπαροῦσά τε καὶ πολλάκις ὁρκοῦσα μόλις αὐτὸν εἰς φιλίαν τῷ Σευηριανῷ συνῆψε. καὶ τὰ μὲν ὧδε ἔγνων.
8.11.1
᾿ Εν τούτῳ δὲ οὐ πολλῷ πρότερον ἀρξαμένη ζήτησις κατὰ τὴν Αἴγυπτον κεκίνητο, εἰ τὸν θεὸν ἀνθρωπόμορφον δοξάζειν δεῖ. ταύτης δὲ τῆς γνώμης οἱ πλείους τῶν τῇδε μοναχῶν ἦσαν, ὑπὸ ἁπλότητος ἀβασανίστως τοὺς ἱεροὺς ἐκλαμβάνοντες λόγους καὶ ὀφθαλμοὺς θεοῦ καὶ πρόσωπον καὶ χεῖρας
8.11.2
καὶ ὅσα τοιαῦτα προσεθισθέντες ἀκούειν. οἱ δὲ τὴν ἐν τοῖς ὀνόμασι κεκρυμμένην διάνοιαν σκοποῦντες ἐναντίως εἶχον, καὶ τοὺς τοιάδε λέγοντας ἄντικρυς βλασφημεῖν εἰς τὸ θεῖον ἔλεγον. καὶ Θεόφιλος δὲ ταύτης ἔχεσθαι τῆς δόξης ἐν ἐκκλησίᾳ παρεκελεύσατο καὶ ἐν ἐπιστολῇ, ἣν ἐξ ἔθους περὶ τῆς πασχαλίας ἑορτῆς ἔγραψεν, ἀσώματον χρῆναι νοεῖν τὸν θεὸν εἰσηγεῖτο καὶ
8.11.3
ἀνθρώπου σχήματος ἀλλότριον. ἐπεὶ δὲ τοῦτο δῆλον ἐγένετο τοῖς Αἰγυπτίων μοναχοῖς, ἧκον εἰς᾿ Αλεξάνδρειαν· καὶ εἰς ἓν ἀθροισθέντες ἐστασίαζον καὶ ὡς ἀσεβοῦντα τὸν Θεόφιλον ἀνελεῖν ἐβουλεύοντο. ὁ δὲ παραυτίκα φανεὶς ἔτι στασιάζουσιν «οὕτως ὑμᾶς», ἔφη, «εἶδον ὡς θεοῦ πρόσωπον.»
8.11.4
τὸ δὲ ῥηθὲν ἱκανῶς ἐμάλαξε τοὺς ἄνδρας, καὶ τῆς ὀργῆς καθυφέντες «οὐκοῦν», φασίν, «εἰ τάδε ἀληθῶς δοξάζεις, καὶ τὰς᾿ Ωριγένους ἀποκήρυξον βίβλους, ὡς τῶν ἀσκουμένων ταύτας οὕτω φρονεῖν εἰσηγουμένων.» «ἀλλ' ἐμοί», ἔφη, «τοῦτο πάλαι δεδογμένον ἦν, καὶ ποιήσω ὡς ὑμῖν δοκεῖ· μέμφομαι γὰρ οὐχ
8.11.5
ἧττον κἀγὼ τοῖς τὰ᾿ Ωριγένους θαυμάζουσι.» καὶ ὁ μὲν οὕτως βουκολήσας τοὺς μοναχοὺς διέλυσε τὴν στάσιν.
8.12.1
῎ Ισως δ' ἂν καὶ ἥδε ἡ ζήτησις παντελῶς τότε διελύθη, εἰ μὴ πεπαυμένην ἤδη δι' ἔχθραν ἰδίαν ἀνεκίνησε Θεόφιλος ἐπιβουλεύων᾿ Αμμωνίῳ καὶ Διοσκόρῳ Εὐσεβίῳ τε καὶ Εὐθυμίῳ τοῖς ἐπίκλην μακροῖς· οὓς ἀδελφοὺς ὄντας εὐδοκίμους γενέσθαι παρὰ τοῖς ἐν Σκήτει φιλοσοφοῦσιν ἐκ τῶν πρόσ
8.12.2
θεν ἔγνωμεν. οὗτοι γὰρ ἦσαν αὐτῷ τὰ μάλιστα τῶν ἐν Αἰγύπτῳ μοναχῶν κεχαρισμένοι, καὶ τὰ πολλὰ συνομίλους καὶ συνοίκους αὐτοὺς ἐποιεῖτο· τὸν δὲ Διόσκορον καὶ τῆς῾ Ερμουπόλεως ἐπίσκοπον κατέστησεν. εἰς μῖσος δὲ αὐτοῖς κατέστη ἐκ τῆς πρὸς᾿ Ισίδωρον ἔχθρας, ὃν μετὰ Νεκτάριον ἐν
8.12.3
Κωνσταντινουπόλει χειροτονεῖν ἐσπούδαζεν. οἱ μὲν γάρ φασιν ὡς γυνή τις ἐκ τῆς Μανιχαίων αἱρέσεως μετέθετο πρὸς τὴν καθόλου ἐκκλησίαν· ὡς ἀπερισκέπτως δὲ ταύτης κοινωνησάσης μυστηρίων, πρὶν ἀπαγορεῦσαι τὴν προτέραν αἵρεσιν, ἐπῃτιᾶτο Θεόφιλος τὸν τότε ἀρχιπρεσβύτερον· ἀπ
8.12.4
ηχθάνετο γὰρ αὐτῷ καὶ ἄλλως. ὁ δὲ Πέτρος (τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ) καὶ κατὰ τὸν νόμον τῆς ἐκκλησίας καὶ γνώμῃ Θεοφίλου κεκοινωνηκέναι τὸ
8.12.5
γύναιον ἰσχυρίζετο, καὶ μάρτυρα τούτων᾿ Ισίδωρον ἔλεγεν. ὁ δὲ ἔτυχε μὲν τότε εἰς῾ Ρώμην ἀποσταλείς, ἐπανελθὼν δὲ ἀληθῆ λέγειν τὸν Πέτρον ἐμαρτύρησεν. ὡς συκοφαντηθεὶς δὲ Θεόφιλος χαλεπήνας ἄμφω τῆς ἐκ
8.12.6
κλησίας ἐξήλασεν. καὶ οἱ μὲν τάδε λέγουσι. τῶν γε μὴν συγγενομένων τούτοις τότε τοῖς μοναχοῖς ἀνδρὸς οἵου πιστεύεσθαι ἐπυθόμην διττὴν αἰτίαν Θεοφίλῳ γενέσθαι τῆς πρὸς᾿ Ισίδωρον δυσμενείας, κοινὴν μὲν αὐτῷ τε καὶ Πέτρῳ τῷ πρεσβυτέρῳ, καθότι μαρτυρῆσαι παρῃτήσαντο, ὡς τῆς Θεοφίλου ἀδελφῆς πρός του κληρονόμου ἐγγραφείσης, ἰδίαν δὲ καθὸ χρημάτων αὐτῷ πολλῶν προσφερομένων ὡς ἐπιτρόπῳ πτωχῶν, ἐπιχειροῦντι Θεοφίλῳ τούτων λαμβάνειν ὡς δαπανωμένων εἰς οἰκοδομὰς ἐκκλησιῶν οὐκ ἐνεδίδου, ἄμεινον εἶναι λέγων τὰ σώματα τῶν καμνόντων, ἃ ναοὺς θεοῦ κυριώτερον νοεῖν ἔστι, δι' οὓς καὶ τὰ χρήματα παρείχετο, ταῖς προσηκούσαις θεραπείαις ἀνανεοῦν ἢ τοίχους οἰκοδομεῖν.
8.12.7
ἀλλ' εἴτε ἐντεῦθεν εἴτε ἐξ ἑκατέρας αἰτίας ἀφαιρεθεὶς παρὰ Θεοφίλου τῆς κοινωνίας᾿ Ισίδωρος ἦλθεν εἰς Σκῆτιν ὡς πρὸς ἑταίρους τοὺς ἐνθάδε μοναχούς. παραλαβὼν δέ τινας᾿ Αμμώνιος παρεγένετο πρὸς Θεόφιλον καὶ τὴν
8.12.8
κοινωνίαν ἀποδοῦναι᾿ Ισιδώρῳ ἐδεῖτο. ὁ δὲ τότε μὲν προθύμως ὑποσχέσθαι λέγεται· χρόνου δὲ διαγενομένου, ὡς οὐδὲν αὐτοῖς πλέον ἠνύετο, δῆλος δὲ ἐγεγόνει Θεόφιλος παρακρουόμενος, σπουδαιότερόν πως αὐτῷ προσελθόντες ἀπῄτουν τὴν ὑπόσχεσιν πληροῦν. ὁ δέ τινα τῶν μοναχῶν ἐν δημοσίᾳ φρουρᾷ ποιεῖ, ὥστε φόβον τοῖς ἄλλοις ἐμβαλεῖν· ἥμαρτε 8. 12. δὲ τούτου. ὁ γὰρ᾿ Αμμώνιος ἅμα πᾶσι τοῖς σὺν αὐτῷ μοναχοῖς δόξαντες τοῖς προεστῶσι τῆς φρουρᾶς εἰς μετάδοσιν ἐπιτηδείων τοῖς καθειργμένοις ἐλθεῖν ἑτοίμως ἔνδον εἰσεδέχθησαν, εἰσελθόντες δὲ οὐκέτι ἐξιέναι ἠνεί
8.12.10
χοντο. μαθὼν δὲ τάδε Θεόφιλος ἐδήλου πρὸς ἑαυτὸν καλῶν τοὺς ἄνδρας. οἱ δὲ τὰ μὲν πρῶτα αὐτὸν παραγενόμενον σφᾶς ἐξάγειν ἠξίουν· μηδὲ γὰρ εἶναι δίκαιον δημοσίᾳ ὑβρισμένους λάθρα τῆς φρουρᾶς ἀνίεσθαι. ὕστερον δὲ ἐνδόντες ὡς αὐτὸν ἦλθον· παραιτησαμένους δὲ αὐτοὺς ὡς οὐ περαιτέρω
8.12.11
λυπήσων ἀπέπεμψε. καθ' ἑαυτὸν δὲ ἐδάκνετο καὶ ἠγανάκτει καὶ κακῶς ποιεῖν ἐπεβούλευεν. ἀπορῶν δὲ ὅ τι δράσειεν αὐτοὺς κακὸν ἀκτήμονας ὄντας καὶ πάντων πλὴν φιλοσοφίας ὑπερορῶντας, ἔγνω περὶ τὴν ἡσυχίαν βλάψαι. καὶ ἐπεὶ ἠπίστατο καὶ ἐξ ὧν συνόντες αὐτῷ διελέγοντο μεμφομένους τοῖς ἀνθρωπόμορφον τὸν θεὸν δοξάζουσιν, ὡς τὰ᾿ Ωριγένους φρο
8.12.12
νοῦντας συνέκρουσε πρὸς τὸ μοναχικὸν πλῆθος ἄλλως ἔχον δόξης. ἐκ τούτου δὲ δεινή τις ἐν τοῖς μοναχοῖς ἔρις ἐκράτει· καὶ τὰς διαλέξεις οὐκ ἐν κόσμῳ πρὸς ἑαυτοὺς ποιούμενοι πείθειν ἀλλήλους οὐκ ἠξίουν, ἀλλ' εἰς ὕβρεις καθίσταντο. καὶ οἱ μὲν τοὺς ἀσώματον τὸν θεὸν ὁριζομένους᾿ Ωριγενιαστὰς ἀπεκάλουν, οἱ δὲ᾿ Ανθρωπομορφιανοὺς τοὺς ἐναντίως φρονοῦντας.
8.13.1
Αἰσθόμενοι δὲ τῆς ἐπιβουλῆς οἱ ἀμφὶ Διόσκορον καὶ᾿ Αμμώνιον ἀνεχώρησαν εἰς῾ Ιεροσόλυμα· κἀκεῖθεν εἰς Σκυθόπολιν ἧκον, ἐπιτηδείαν ἡγησάμενοι τὴν ἐνθάδε οἴκησιν διὰ τοὺς πολλοὺς φοίνικας, ὧν τοῖς φύλλοις ἐχρῶντο πρὸς τὰ εἰωθότα μοναχοῖς ἔργα. εἵποντο γὰρ αὐτοῖς ἀμφὶ ἄνδρες
8.13.2
ὀγδοήκοντα. ἐν τούτῳ δὲ Θεόφιλος πέμπει τινὰς εἰς Κωνσταντινούπολιν ἅμα τε διαβολὰς κατ' αὐτῶν προπαρασκευάσοντας καί, εἰ βασιλέως περί του δέοιντο, ἀντιπράξοντας. μαθόντες δὲ τάδε οἱ ἀμφὶ᾿ Αμμώνιον ἀπέπλευσαν
8.13.3
εἰς Κωνσταντινούπολιν, σὺν αὐτοῖς δὲ καὶ᾿ Ισίδωρος. κοινῇ τε ἐσπούδαζον παρὰ βασιλεῖ κριτῇ καὶ᾿ Ιωάννῃ τῷ ἐπισκόπῳ ἐλέγχεσθαι τὰς κατ' αὐτῶν ἐπιβουλάς. ᾤοντο γὰρ ἐνδίκου παρρησίας αὐτὸν ἐπιμελούμενον δύνασθαι τὰ δίκαια βοηθεῖν αὐτοῖς. ὁ δὲ προσελθόντας αὐτῷ τοὺς ἄνδρας φιλοφρόνως ἐδέξατο καὶ ἐν τιμῇ εἶχε καὶ εὔχεσθαι ἐπ' ἐκκλησίας οὐ διεκώλυε, κοινωνεῖν δὲ μυστηρίων αὐτοῖς οὐχ ἡγήσατο, ὡς οὐ θεμιτὸν πρὸ διαγνώσεως
8.13.4
τοῦτο ποιεῖν. ἔγραψε δὲ Θεοφίλῳ τὴν κοινωνίαν αὐτοῖς ἀποδοῦναι ὡς ὀρθῶς περὶ θεοῦ δοξάζουσιν· εἰ δὲ δίκῃ δέοι κρίνεσθαι τὰ κατ' αὐτούς, ἀποστέλλειν ὃν αὐτῷ δοκεῖ δικασόμενον. ὁ δὲ οὐδὲν ἀντεδήλωσεν· χρόνου δὲ πολλοῦ διαγενομένου προϊούσῃ τῇ βασιλέως γαμετῇ προσῆλθον οἱ περὶ
8.13.5
᾿ Αμμώνιον τὰ κατ' αὐτῶν βεβουλευμένα Θεοφίλῳ μεμφόμενοι. ἡ δὲ ἐπιβουλευθέντας αὐτοὺς ᾔσθετο καὶ τιμῶσα ἔστη· καὶ προκύψασα τοῦ βασιλικοῦ ὀχήματος ἐπένευσε τῇ κεφαλῇ καί «εὐλογεῖτε», ἔφη, «καὶ εὔχεσθε ὑπὲρ τοῦ βασιλέως καὶ ἐμοῦ καὶ τῶν ἡμετέρων παίδων καὶ τῆς ἀρχῆς· ἐμοὶ
8.13.6
δὲ ἐν τάχει μελήσει συνόδου καὶ τῆς Θεοφίλου ἀφίξεως.» καὶ ἡ μὲν τοιάδε ἐσπούδαζε. ψευδοῦς δὲ φήμης ἐν᾿ Αλεξανδρείᾳ κρατούσης, ὡς ἐκοινώνησεν᾿ Ιωάννης τοῖς ἀμφὶ Διόσκορον καὶ προθυμεῖται πάντα βοηθεῖν αὐτοῖς, διενοεῖτο Θεόφιλος, εἴ πῃ δύναιτο, καὶ αὐτὸν᾿ Ιωάννην τῆς ἐπισκοπῆς καθελεῖν.
8.14.1
Ταῦτά τε κατὰ νοῦν κρύπτων καὶ συσκευαζόμενος ἔγραφε κατὰ πόλεις
8.14.2
τοῖς ἐπισκόποις τὰ᾿ Ωριγένους βιβλία κατηγορῶν. λογισάμενος δὲ μέγιστον αὐτῷ συνοίσειν, εἰ κοινωνὸν προσλάβοιτο τῶν σπουδαζομένων,᾿ Επιφάνιον τὸν Σαλαμῖνος τῆς ἐν Κύπρῳ ἐπίσκοπον, ἄνδρα τῶν κατ' αὐτὸν αἰδοῖ βίου ἐπισημότατον, φίλον ἐποιεῖτο, πρότερον αὐτῷ μεμφόμενος ὡς ἀνθρωπόμορ
8.14.2
φον τὸν θεὸν δοξάζοντι· ὡς ἐκ μετανοίας δὲ τὴν ὀρθὴν δόξαν ἐπιγνοὺς ὁμοφρονεῖν αὐτῷ ἔγραφε καὶ κατὰ τῶν᾿ Ωριγένους βιβλίων ὡς παραιτίων δογμάτων τοιούτων ἐκίνει διαβολάς.᾿ Επιφάνιος δὲ πάλαι ἀποστρεφόμενος τὰ᾿ Ωρι-
8.14.3
γένους συγγράμματα ῥᾳδίως προσέθετο τῇ Θεοφίλου ἐπιστολῇ. καὶ συνελθὼν ἅμα τοῖς ἐν Κύπρῳ ἐπισκόποις ἀπηγόρευσε τὴν ἀνάγνωσιν τῶν᾿ Ωριγένους λόγων. καὶ τὰ δεδογμένα αὐτοῖς γράψας ἄλλοις τε καὶ τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ προετρέπετο συνόδους ποιεῖν καὶ ταὐτὰ ψηφί
8.14.4
ζεσθαι. συνιδὼν δὲ Θεόφιλος, ὡς οὐδείς ἐστι κίνδυνος᾿ Επιφανίῳ ἕπεσθαι πολλοὺς ἐπαινέτας ἔχοντι καὶ διὰ τὴν ἀρετὴν τοῦ βίου ὅπερ ἂν φρονῇ θαυμάζοντας, παραπλήσια αὐτῷ ἐψηφίσατο σὺν τοῖς ὑπ' αὐτὸν ἐπισκόποις. ὁ δὲ᾿ Ιωάννης τὴν μὲν ἐπὶ τούτοις σπουδὴν οὐκ ἀξίαν ἡγεῖτο λόγου καὶ τὰ
8.14.5
᾿ Επιφανίου καὶ Θεοφίλου γράμματα ἐν δευτέρῳ ἐποιεῖτο. οἱ δὲ δυσμενῶς πρὸς αὐτὸν ἔχοντες τῶν ἐν δυνάμει καὶ τῷ κλήρῳ μαθόντες Θεόφιλον σπουδάζειν αὐτοῦ τὴν καθαίρεσιν ἐπιμελῶς συνέπραττον καὶ σύνοδον γενέσθαι μεγίστην ἐν Κωνσταντινουπόλει παρεσκευάζοντο· καὶ Θεόφιλος δὲ ταῦτα γνοὺς ἔτι μᾶλλον ἠπείγετο καὶ τοὺς μὲν ἐξ Αἰγύπτου ἐπισκόπους ἐκπλεῦσαι ἐκέλευσε, γράφει δὲ᾿ Επιφανίῳ καὶ ἑτέροις τῶν ἀνὰ τὴν ἕω σπουδῇ συνελ
8.14.6
θεῖν· αὐτὸς δὲ πεζὸς ἐποιεῖτο τὴν πορείαν. οὐκ εἰς μακρὰν δὲ πρῶτος᾿ Επιφάνιος ἐκπλεύσας ἐκ Κύπρου κατῆρεν εἰς τὸ πρὸ τῆς Κωνσταντινουπόλεως καλούμενον῞ Εβδομον. εὐξάμενος δὲ ἐν τῇ ἐνθάδε ἐκκλησίᾳ ἧκεν εἰς τὴν πόλιν. ὁ δὲ᾿ Ιωάννης εἰσιόντα αὐτὸν τῇ ὑπαντήσει τοῦ παντὸς κλήρου
8.14.7
ἐτίμησεν.᾿ Επιφάνιος δὲ δῆλος ἦν εἴξας ταῖς κατ' αὐτοῦ διαβολαῖς· προτραπεὶς γὰρ ἐν οἰκήμασιν ἐκκλησιαστικοῖς καταμένειν οὐκ ἠνέσχετο. καὶ᾿ Ιωάννῃ μὲν εἰς ταὐτὸν συνελθεῖν ἀπέφυγεν· ἰδίᾳ δὲ συγκαλῶν τοὺς ἐνδημοῦντας ἐν Κωνσταντινουπόλει ἐπισκόπους ἐπεδείκνυ τὰ ψηφισθέντα κατὰ τῶν᾿ Ωριγένους λόγων, καί τινας ἐπιψηφίσασθαι ἔπεισεν· οἱ δὲ πλείους
8.14.8
παρῃτήσαντο. Θεότιμος δὲ ὁ Σκυθίας ἐπίσκοπος καὶ ἄντικρυς᾿ Επιφανίου καθήψατο. οὔτε γὰρ ἔφη ὅσιον εἶναι τὸν πάλαι τετελευτηκότα ὑβρίζειν οὔτε βλασφημίας ἐκτὸς τὴν τῶν παλαιοτέρων διαβάλλειν κρίσιν καὶ τὰ παρ' ἐκείνων δεδοκιμασμένα ἀθετεῖν. ἅμα τε λέγων καὶ βιβλίον τι τῶν᾿ Ωριγένους προκομίσας διεξῄει, καὶ χρειώδη ταῖς ἐκκλησίαις τὰ ἀνεγνωσμένα δείξας «ἄτοπον», ἔφη, «ὑπομένουσιν οἱ ταῦτα διαβάλλοντες· κινδυνεύουσι γὰρ 8. 14. ταῦτα ὑβρίζειν, περὶ ὧν οἱ λόγοι.» ὁ δὲ᾿ Ιωάννης δι' αἰδοῦς εἶχεν ἔτι τὸν᾿ Επιφάνιον καὶ παρεκάλει αὐτὸν ἐκκλησιάζειν καὶ σύνοικον ἔχειν. ὁ δὲ οὔτε συνοικεῖν οὔτε συνεύχεσθαι αὐτῷ ἀντεδήλου, εἰ μὴ καταψηφίσηται τῶν᾿ Ωρι
8.14.10
γένους λόγων καὶ Διόσκορον καὶ τοὺς σὺν αὐτῷ ἐξελάσῃ. ἐπεὶ δὲ ταῦτα πρὸ δίκης ποιεῖν οὐ δίκαιον ἡγεῖτο καὶ ἀνεβάλλετο, μελλούσης ἐπιτελεῖσθαι συνάξεως ἐν τῇ ἐπωνύμῳ τῶν ἀποστόλων ἐκκλησίᾳ κατεσκεύαζον οἱ᾿ Ιωάννου δυσμενεῖς προελθεῖν᾿ Επιφάνιον καὶ δημοσίᾳ ἐπὶ τοῦ λαοῦ ἀποκηρύξαι τὰς᾿ Ωριγένους βίβλους καὶ τοὺς ἀμφὶ Διόσκορον ὡς τὰ τούτου φρονοῦντας, ἐν ταὐτῷ δὲ καὶ τὸν ἐπίσκοπον τῆς πόλεως διαβαλεῖν ὡς ἐκείνοις προσκείμενον. καὶ οἱ μὲν τάδε ἐσπούδαζον· ᾤοντο γὰρ οὕτως συγκρούσειν αὐτὸν πρὸς
8.14.11
τὸ πλῆθος. τῇ δὲ ἑξῆς ἐπὶ τοῦτο προελθὼν᾿ Επιφάνιος ἐγγὺς ἤδη τῆς ἐκκλησίας ἐτύγχανεν· ἀπαντήσας δὲ αὐτῷ Σαραπίων παρὰ᾿ Ιωάννου ἀποσταλείς (ᾔσθετο γὰρ τὰ τῇ προτεραίᾳ βεβουλευμένα) ἐμαρτύρατο μήτε δίκαια ποιεῖν μήτε αὐτῷ συμφέροντα, εἰ ταραχῆς ἐν τῷ πλήθει ἢ στάσεως κινηθείσης αὐτὸς κινδυνεύσει ὡς αἴτιος γεγονώς. καὶ ὁ μὲν ὧδε ἀνεκόπη τῆς ἐπὶ τοῦτο ὁρμῆς.
8.15.1
᾿ Εν τούτῳ δὲ συνέβη νοσεῖν τοῦ βασιλέως παιδίον· περιδεὴς δὲ οὖσα ἡ μήτηρ, μή τι πάθοι, πέμψασα πρὸς᾿ Επιφάνιον ἐδεῖτο εὔχεσθαι ὑπὲρ αὐτοῦ. ὁ δὲ ζήσεσθαι τὸν κάμνοντα ὑπέσχετο, εἰ τοὺς ἀμφὶ Διόσκορον αἱρε
8.15.2
τικοὺς ὄντας ἀποστραφείη. ἡ δὲ βασιλίς «τὸ μὲν ἐμόν», ἔφη, «παιδίον, εἴ γε δοκεῖ τῷ θεῷ λαμβάνειν, ταύτῃ ἔστω· κύριος γὰρ ὁ δοὺς πάλιν ἀφαιρεῖται· αὐτὸς δὲ εἴπερ οἷός τε ἦς νεκροὺς ἀνεγείρειν, οὐκ ἂν ὁ σὸς ἀρχιδιάκονος τεθνήκει.» ἔτυχε γὰρ οὐ πρὸ πολλοῦ τελευτήσας Κρισπίων, ὃν ἀδελφὸν ὄντα Φούσκωνος καὶ Σαλαμάνου τῶν ἐπὶ Οὐάλεντος δηλωθέντων
8.15.3
μοναχῶν σύνοικον ἔχων ἀρχιδιάκονον ἑαυτοῦ κατέστησεν. οἱ δὲ περὶ᾿ Αμμώνιον (τοῦτο γὰρ αὐτῇ τῇ βασιλίδι ἐδόκει) πρὸς᾿ Επιφάνιον ἦλθον. πυθομένου δὲ αὐτοῦ, τίνες εἶεν, ὑπολαβὼν᾿ Αμμώνιος «οἱ μακροί», ἔφη, «ὦ πάτερ· ἀλλ' εἰ πώποτε μαθηταῖς ἡμετέροις ἢ συντάγμασιν ἐνέτυχες, ἡδέως ἐμάνθανον.» τοῦ δὲ ἀποφήσαντος πάλιν ἤρετο· «πόθεν οὖν αἱρετικοὺς εἶναι
8.15.4
σφᾶς νενόμικας μηδένα ἔλεγχον ἔχων τῆς αὐτῶν γνώμης;» ἀκηκοέναι δὲ᾿ Επιφανίου λέγοντος «ἡμεῖς δέ», ἔφη, «πᾶν τοὐναντίον πεπόνθαμεν· μαθηταῖς τε γὰρ σοῖς ἐνετύχομεν πολλάκις καὶ συγγράμμασιν· ὧν ἐκεῖνό γέ ἐστιν ὁ τὴν ἐπιγραφὴν᾿ Αγκυρωτὸς ἔχων· βουλομένων τε πολλῶν λοιδορεῖσθαι καὶ ὡς αἱρετικὸν διαβάλλειν ὑπερηγωνιζόμεθα ὡς εἰκὸς πατρὸς καὶ ὑπεραπελογούμεθα. οὔκουν ἐχρῆν ἐξ ἀκοῆς ἐρήμην καταδικάζειν, ὧν οὐκ αὐτὸς πεισθεὶς κατέγνως, οὔτε τοιαύτην ἀμοιβὴν τοῖς εὐλογοῦσιν ἀποδοῦναι.»
8.15.5
ὁ δὲ᾿ Επιφάνιος τότε μὲν μετριώτερόν πως προσδιαλεχθεὶς ἀπέπεμπε τοὺς ἄνδρας· οὐ πολλῷ δὲ ὕστερον ἀπέπλευσε εἰς Κύπρον, ἢ τῆς ἐπὶ Κωνσταντινούπολιν ἀφίξεως καταγνοὺς ἢ τοῦ θεοῦ χρήσαντος καὶ τὸν αὐτοῦ θάνατον, ὡς εἰκός, αὐτῷ προμηνύσαντος· πλέων γὰρ πρὶν εἰς Κύπρον ἐλθεῖν
8.15.6
ἐτελεύτησεν. λέγεται γοῦν τοῖς αὐτῷ συνελθοῦσιν ἐπὶ θάλασσαν εἰπεῖν μέλλων ἐπιβαίνειν τοῦ σκάφους· «ἀφίημι ὑμῖν τὴν πόλιν καὶ τὰ βασίλεια
8.15.7
καὶ τὴν ὑπόκρισιν, ἐγὼ δὲ ἄπειμι· σπεύδω γάρ, πάνυ σπεύδω.» κἀκεῖνον δὲ εἰσέτι νῦν πολλῶν ὄντα τὸν λόγον ἐπυθόμην, ὡς᾿ Επιφανίῳ μὲν᾿ Ιωάν- νης τὴν ἐν θαλάσσῃ τελευτὴν προεμήνυσεν, ὁ δὲ ἐκείνῳ τῆς ἐπισκοπῆς τὴν καθαίρεσιν. ἐν ᾧ γὰρ διεφέροντο, ὁ μὲν ἐδήλωσεν᾿ Ιωάννῃ· «ἐλπίζω σε μὴ ἀποθανεῖσθαι ἐπίσκοπον.» ὁ δὲ᾿ Ιωάννης ἀντεδήλου· «οὐδὲ ἐγώ σε τῆς σῆς ἐπιβήσεσθαι πόλεως.»
8.16.1
᾿ Επεὶ δὲ ἀπέπλευσεν᾿ Επιφάνιος, ἐκκλησιάζων᾿ Ιωάννης κοινὸν κατὰγυναικῶν διεξῆλθε ψόγον· αἰνιγματωδῶς δὲ συγκεῖσθαι τοῦτον κατὰ τῆς τοῦ βασιλέως γαμετῆς τὸ πλῆθος ἐδέχετο. οἱ δὲ τοῦ ἐπισκόπου δυσμενεῖς καὶ αὐτὸν τὸν λόγον ἐκλαβόντες τῇ βασιλίδι διεκόμισαν. ἡ δὲ παρὰ τῷ ἀνδρὶ τὴν ὕβριν ἀπωδύρατο καὶ Θεόφιλον θᾶττον παρεῖναι καὶ σύνοδον ποιεῖν
8.16.2
κατήπειγε. συνέπραττε δὲ καὶ συγκατεσκεύαζε ταῦτα καὶ Σευηριανὸς ὁ Γαβαλεὺς οὔπω τῆς προτέρας ἀπαλλαγεὶς λύπης. ἀλλὰ πότερον οὕτως ὡς ἔτυχεν ἐπὶ τοῦτον ὁ᾿ Ιωάννης προήχθη τὸν λόγον ἤ, ὥς τινες λέγουσιν, ὑπονοήσας ὡς ἡ βασιλὶς ἀνέπεισεν᾿ Επιφάνιον ἐπιβουλεύειν αὐτῷ, ἀκριβῶς
8.16.3
οὐκ ἔχω λέγειν. οὐκ εἰς μακρὰν δὲ καὶ Θεόφιλος παρῆν εἰς Χαλκηδόνα τὴν Βιθυνῶν καὶ ἄλλοι πολλῶν πόλεων ἐπίσκοποι, οἱ μὲν ὑπὸ Θεοφίλου προτραπέντες, οἱ δὲ βασιλέως προστάγματι μετακληθέντες. σπουδῇ δὲ μάλιστα συνῄεσαν, ὅσοι τε τῶν ἐν᾿ Ασίᾳ τῆς ἐπισκοπῆς ἀφῄρηντο παρὰ᾿ Ιωάννου καὶ ὅσοι ἄλλοθεν ἄλλος αὐτῷ ἀπηχθάνοντο. ἤδη δὲ καὶ ἐξ Αἰγύπτου
8.16.4
νῆες, ἃς Θεόφιλος περιέμενεν, εἰς Χαλκηδόνα ἀφίκοντο. συνελθόντων δὲ πάντων εἰς ταὐτὸν ἐνθάδε καὶ βουλευόντων, ὅπως αὐτοῖς κατὰ γνώμην προβαίη ἡ κατὰ᾿ Ιωάννου ἐπιχείρησις, Κυρῖνος, ὃς ἡγεῖτο τότε τῆς ἐν Χαλκηδόνι ἐκκλησίας, καὶ κατὰ τὸ συγγενὲς ἴσως Θεοφίλῳ χαριζόμενος (ἦν γὰρ Αἰγύπτιος) καὶ ἄλλως διάφορος᾿ Ιωάννῃ τυγχάνων, πλεῖστα αὐτὸν ἐλοιδόρει.
8.16.5
ταχεῖα δὲ τούτων τῶν ὕβρεων ἔδοξεν αὐτὸν μετιέναι δίκη. Μαρουθᾶς γὰρ ὁ ἐκ Μεσοποταμίας συνὼν τοῖς ἐπισκόποις ἄκων αὐτοῦ θάτερον τοῖν ποδοῖν ἐπάτησεν. ὀδυνηθεὶς δὲ οὐκέτι σὺν τοῖς ἄλλοις ἱερεῦσιν εἰς Κωνσταντινούπολιν ἐπεραιώθη, καίπερ ἀναγκαῖος εἶναι δοκῶν πρὸς τὰς κατὰ᾿ Ιωάννου
8.16.6
ἐπιβουλάς. μετὰ ταῦτα δὲ κακῶς διατεθείς, πολλάκις ὑπὸ τῶν ἰατρῶν ἀπεπρίσθη τὸ σκέλος· ἐπιγενομένη γὰρ σηπεδὼν τὸ πᾶν ἐπενέμετο σῶμα, ὡς καὶ τὸν ἕτερον πόδα ταὐτὸν ὑπομεῖναι τῇ μεταδόσει τοῦ πάθους. ἀλλ' ὁ μὲν οὐ πολλῷ ὕστερον ἐν ταῖς ὀδύναις ἐτελεύτα τὸν βίον.
8.17.1
Περαιωθέντι δὲ Θεοφίλῳ οὐδεὶς τῶν ἐν Κωνσταντινουπόλει κληρικῶν ὑπήντετο· δῆλος γὰρ ἦν ἤδη τῷ ἐπισκόπῳ δυσμενής. τὸ δὲ τῶν᾿ Αλεξανδρέων ναυτικόν, οἵπερ ἔτυχον ἐνδημοῦντες ἔκ τε τῶν ἄλλων πλοίων καὶ μάλιστα τῶν σιτηγῶν, ὁμοῦ συνελέγησαν καὶ προθύμως αὐτὸν εὐφημοῦντες
8.17.2
ἐδέξαντο. παραδραμὼν δὲ τὴν ἐκκλησίαν εἰς βασιλικὴν οἰκίαν ἦλθεν, ἐν ᾗ καταμένειν αὐτῷ ηὐτρέπιστο. ἐπεὶ δὲ πολλοὺς ἔγνω᾿ Ιωάννῃ ἀπεχθάνεσθαι καὶ κατηγορεῖν ἑτοίμους, προδιαθεὶς τἆλλα, ᾗπερ αὐτῷ καλῶς ἔχειν
8.17.3
ἐδόκει, ἧκεν εἰς Δρῦν. Χαλκηδόνος δὲ τοῦτο προάστειον,῾ Ρουφίνου τοῦ ὑπατικοῦ νῦν ἐπώνυμον, ἐν ᾧ βασίλειά ἐστι καὶ μεγίστη ἐκκλησία, ἣν αὐτὸς῾ Ρουφῖνος ἐπὶ τιμῇ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων ἐδείματο καὶ ἀποστολεῖον ἐξ αὐτῶν ὠνόμασε· πλησίον δὲ μοναχοὺς συνῴκισεν οἳ τῆς ἐκκλη
8.17.4
σίας τὸν κλῆρον ἐπλήρουν. ἐνταῦθα δὲ συνελθὼν Θεόφιλος ἅμα τοῖς ἄλλοις ἐπισκόποις περὶ μὲν τῶν᾿ Ωριγένους βιβλίων οὐδὲν ἐπεμνημόνευσε, τοὺς δὲ ἀπὸ Σκήτεως μοναχοὺς εἰς μετάνοιαν ἐκάλει, μήτε μνησικακεῖν μήτε κακῶς ποιεῖν ὑποσχόμενος. ἐπιβοώντων δὲ αὐτοῖς συγγνώμην αἰτεῖν τῶν Θεοφίλου σπουδαστῶν καὶ προσποιουμένων τὴν σύνοδον ἱκετεύειν ὑπὲρ αὐτῶν, ταραχθέντες οἱ μοναχοὶ καὶ τοῦτο χρῆναι ποιεῖν νομίσαντες πολλῶν ἐπισκόπων προκαθημένων– τοῦτο δὴ τὸ σύνηθες αὐτοῖς λέγειν κἂν ἀδι
8.17.5
κῶνται–» συγχώρησον» ἔφασαν. Θεοφίλου δὲ ἑτοίμως σπεισαμένου καὶ τὴν κοινωνίαν αὐτοῖς ἀποδόντος διελύθη τῶν περὶ Σκῆτιν ἀδικημάτων ἡ ἐξέτασις. ὅπερ οἶμαι οὐκ ἂν συνέβη, εἰ συμπαρῆσαν τοῖς ἄλλοις μοναχοῖς Διόσκορός τε καὶ᾿ Αμμώνιος. ὁ μὲν γὰρ ἤδη πρότερον τελευτήσας ἐτάφη
8.17.6
ἐν τῇ Μωκίου τοῦ μάρτυρος ἐπωνύμῳ ἐκκλησίᾳ.᾿ Αμμώνιος δὲ ἔναγχος τῆς συνόδου παρασκευαζομένης ἐμαλακίσθη τὸ σῶμα· περαιωθεὶς δὲ εἰς Δρῦν χαλεπώτερον ὑπὸ τῆς νόσου διετέθη καὶ μετ' οὐ πολὺ τελευτᾷ τὸν βίον· καὶ πρὸς τῶν πλησίον μοναχῶν, ἔνθα δὴ κεῖται, λαμπρᾶς ἠξιώθη ταφῆς. ὁ δὲ Θεόφιλος, ὡς ἐπύθετο, λέγεται δακρῦσαι καὶ εἰς πάντας εἰπεῖν, ὡς οὐδεὶς εἴη τῶν κατ' αὐτὸν μοναχὸς οἷος᾿ Αμμώνιος, εἰ καὶ αὐτῷ ταραχῆς
8.17.7
αἴτιος ἐγένετο. προὐχώρει δὲ ὅμως αὐτῷ καὶ τοῦτο κατὰ γνώμην. ἡ δὲ σύνοδος ἅπαντας συνεκάλεσε τοὺς Κωνσταντινουπόλεως κληρικούς, καθαίρεσιν ἀπειλήσασα κατὰ τῶν ἀπειθούντων. ἐκάλεσε δὲ καὶ᾿ Ιωάννην εἰς ἀπολογίαν· σὺν αὐτῷ δὲ παρεῖναι προσέταξε Σαραπίωνα καὶ Τίγριον πρεσβύ
8.17.8
τερον καὶ Παῦλον ἀναγνώστην. ὁ δὲ᾿ Ιωάννης ἄλλους τέ τινας τῶν ἐπιτηδείων αὐτῷ κληρικῶν καὶ Δημήτριον τὸν Πισινοῦντος ἐπίσκοπον πέμψας πρὸς αὐτοὺς ἔλεγε μὴ ἀποφεύγειν τὴν κρίσιν· ἕτοιμος δὲ εἶναι, εἰ πρότερον μάθοι τοὺς κατηγόρους καὶ τὴν γραφὴν ἐπισκέψαιτο, ἐπὶ μείζονος ἀπολογεῖσθαι συνόδου· μὴ γὰρ αἱρεῖσθαι ἀνόητόν τι ὑπομένειν καὶ περιφανῶν. θρῶν ἀνέχεσθαι δικαστῶν. ὡς ἀπειθοῦντος δὲ συνόδῳ χαλεπαινόντων αὐτῶν, οἱ μὲν τῶν τάδε ἀγγειλάντων δείσαντες οὐκέτι ἀνέστρεφον, Δημήτριος δὲ καὶ ὅσοι τὴν᾿ Ιωάννου προετίμων συνουσίαν ὡς αὐτὸν ἐπανῆλθον. κατ' αὐτὴν δὲ τὴν ἡμέραν ταχυδρόμος καὶ ταχυγράφος ἐκ τῶν βασιλείων παραγενόμενοι τὸν μὲν κατήπειγον πρὸς τοὺς ἐπισκόπους ἐλθεῖν, τοὺς δὲ
8.17.10
μὴ μέλλειν περὶ τὴν κρίσιν. ἐπεὶ δὲ τετράκις κληθεὶς οἰκουμενικὴν ἐπεκαλεῖτο σύνοδον, οὐδὲν ἕτερον ἐπαιτιώμενοι, πλὴν ὅτι κληθεὶς οὐχ ὑπήκουσε, καθεῖλον αὐτόν.
8.18.1
Τὸ δὲ πλῆθος ὡς τάδε ἔγνω ἐν Κωνσταντινουπόλει περὶ δείλην ὀψίαν πρὸς στάσιν κεκίνητο· καὶ συνδραμόντες ἕωθεν εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ ἀνέκραγον καὶ ὡς δέοι μείζονα σύνοδον περὶ αὐτοῦ διαλαβεῖν. κατεπειγόντων τε τῶν ἐκ βασιλέως προστεταγμένων εἰς ὑπερορίαν αὐτὸν ἀπάγειν
8.18.2
οὐ συνεχώρουν. ὁ δὲ δείσας, μή τι ἕτερον αὐτῷ ἔγκλημα πλακείη ὡς βασιλεῖ ἀπειθοῦντι ἢ τὸν δῆμον ταράττοντι, ἡμέρᾳ τρίτῃ μετὰ τὴν καθαίρεσιν διασπαρέντος τοῦ πλήθους περὶ μεσημβρίαν λαθὼν ἀπέλιπε τὴν ἐκκλησίαν. ἤδη δὲ αὐτοῦ ἀπαγομένου χαλεπῶς ὁ λαὸς ἐστασίαζε, βασιλέα τε καὶ τὴν σύνοδον καὶ μάλιστα Θεόφιλον καὶ Σευηριανὸν ἐλοιδόρουν· ἄμφω μὲν
8.18.3
γὰρ ἀρχηγὼ τῆς ἐπιβουλῆς ἤστην. ὁ δὲ Σευηριανὸς καὶ ἐπὶ ἐκκλησίας τότε διδάσκων ἐπῄνεσε τὴν᾿ Ιωάννου καθαίρεσιν ὡς κατὰ ἀλαζόνος, εἰ καὶ μηδὲν ἦν ἕτερον ἔγκλημα, γεγενημένην· «τὰ μὲν γὰρ ἄλλα», ἔφη, «ἁμαρτήματα συγχωρεῖ τοῖς ἀνθρώποις τὸ θεῖον, ὑπερηφάνοις δὲ ἀντιτάσσεται.»
8.18.4
ἐπὶ τούτοις δὲ ἐνεμέσησε τὸ πλῆθος καὶ τὴν ὀργὴν ἀνενέου καὶ ἀσχέτως ἐστασίαζε, καὶ οὔτε ἐν ἐκκλησίαις οὔτε ἐν ἀγοραῖς ἠρεμεῖν ἠνείχετο· ἅμα δὲ ὀλολυγῇ καὶ ὀδυρμοῖς μέχρι καὶ αὐτῶν τῶν βασιλείων προϊόντες ἐδέοντο
8.18.5
περὶ τῆς᾿ Ιωάννου ἀνακλήσεως. εἴξασα δὲ ταῖς ἱκεσίαις τοῦ δήμου ἡ βασιλὶς πείθει τὸν ἄνδρα ἐπινεῦσαι· ἐν τάχει τε Βρίσωνα τῶν ἀμφ' αὐτὴν πιστὸν εὐνοῦχον πέμψασα, ἐκ Πραινέτου τῆς Βιθυνίας᾿ Ιωάννην ἐπανήγαγεν, ἀθῷον εἶναι τῶν κατ' αὐτοῦ βεβουλευμένων δηλώσασα καὶ δι' αἰδοῦς αὐτὸν
8.18.6
ἔχειν ὡς ἱερέα καὶ μυσταγωγὸν τῶν αὐτῆς παίδων. ὁ δὲ ἐπανελθὼν ἐν προαστείῳ αὐτῆς τῆς βασιλίδος περὶ τὸν᾿ Ανάπλουν διέτριβεν· καὶ πρὸ κρίσεως μείζονος συνόδου, ἵν' εἴη δῆλον ὡς ἀδίκως ἀφῃρέθη τῆς ἐπισκοπῆς, παρῃτεῖτο τέως τὴν εἰς τὴν πόλιν εἴσοδον. ἐπεὶ δὲ πάλιν ὁ λαὸς ἠγανάκτει καὶ
8.18.7
τοὺς κρατοῦντας ἐλοιδόρει, βιασθεὶς εἰσῆλθεν. ἐν ψαλμῳδίαις δὲ πρὸς τὸ συμβὰν πεποιημέναις ὑπαντήσας ὁ δῆμος (ἔφερον δὲ κηροὺς ἡμμένους οἱ πλείους) ἄγουσιν αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν. παραιτούμενόν τε καὶ πολλάκις ἰσχυριζόμενον χρῆναι πρότερον τοὺς καταψηφισαμένους αὐτοῦ πάλιν ἀποψηφίσασθαι, ὡς ἱερεῦσι θέμις ἠνάγκασαν τὴν εἰρήνην τῷ λαῷ προσειπεῖν καὶ εἰς τὸν ἐπισκοπικὸν καθῖσαι θρόνον. ἀναγκασθεὶς δὲ καὶ σχέ
8.18.8
διόν τινα διεξῆλθε λόγον. ἐκ χαριεστάτης δὲ εἰκόνος τὰς ἀφορμὰς λαβὼν ὑπεδήλου Θεόφιλον μὲν ἐνυβρίσαι τὴν ὑπ' αὐτὸν ἐκκλησίαν ἐπιχειρῆσαι ὡς τὸν Αἰγυπτίων βασιλέα τὴν᾿ Αβραὰμ τοῦ πατριάρχου γαμετήν, ὡς αἱ τῶν῾ Εβραίων ἱστοροῦσι βίβλοι· τὸν δὲ λαὸν ὡς εἰκὸς ἐπαινέσας τῆς προθυμίας καὶ τοὺς κρατοῦντας τῆς περὶ αὐτὸν εὐνοίας εἰς πολλοὺς κρότους καὶ εὐφημίαν τοῦ βασιλέως καὶ τῆς αὐτοῦ γαμετῆς τὸ πλῆθος ἐκίνησεν, ὡς καὶ ἡμιτελῆ καταλιπεῖν τὸν λόγον.
8.1.2
Θεόφιλος δὲ ἀπορῶν ὅ τι χρήσαιτο τοῖς παροῦσιν οὐκ ἐθάρρει, καίπερ προθυμούμενος, εἰς τὸ φανερὸν διαβάλλειν᾿ Ιωάννην ὡς παρανόμως μετὰ καθαίρεσιν ἱερώμενον. ᾔδει γὰρ τοῖς κρατοῦσι προσκρούσων, οἳ διὰ τὴν
8.1.3
κίνησιν τοῦ δήμου παραιτούμενον ἐπανελθεῖν ἐβιάσαντο. τοῖς δὲ῾ Ηρακλείδου κατηγόροις δικαστήριον κατὰ ἀπόντος προτέθεικεν, οἰηθεὶς ἐντεῦθεν εὐλογωτέραν πως αἰτίαν εὑρήσειν τῆς᾿ Ιωάννου καθαιρέσεως. ἀνταιρόντων δὲ τῶν αὐτῷ ἐπιτηδείων, ὡς οὐ νόμιμον οὐδὲ ἐκκλησιαστικὸν τὸν ἀπόντα κρίνεσθαι, τῶν δὲ περὶ Θεόφιλον τἀναντία ἰσχυριζομένων, ἐπιλαβόμενοι τῆς ἔριδος τὸ λοιπὸν τῶν᾿ Αλεξανδρέων καὶ Αἰγυπτίων πλῆθος καὶ ὁ Κωνσταντινουπόλεως λαὸς εἰς ἀλλήλους ἐχώρησαν, ὡς πολλοὺς τραυματίας γενέσθαι,
8.1.4
τινὰς δὲ καὶ ἀπολέσθαι. δείσαντες δὲ Σευηριανός τε καὶ οἱ ἄλλοι ἐπίσκοποι πλὴν τῶν τὰ᾿ Ιωάννου ζηλούντων φυγῇ τὴν Κωνσταντινούπολιν ἀπέλιπον. καὶ Θεόφιλος δὲ αὐτίκα μηδὲν ἀναβαλλόμενος ἤδη τοῦ χειμῶνος ἀρχομένου φεύγων ἅμα᾿ Ισαακίῳ τῷ μοναχῷ ἀπέπλευσεν εἰς᾿ Αλεξάνδρειαν. ἀπὸ δὲ τοῦ πελάγους ὧδε συμβὰν κατῆρεν εἰς Γεράν, πόλιν μικρὰν ἀμφὶ
8.1.5
πεντήκοντα στάδια τοῦ Πηλουσίου ἀφεστῶσαν. τελευτήσαντος δὲ τότε τοῦ ἐνθάδε ἐπισκόπου οἱ μὲν πολῖται, ὡς ἐπυθόμην, ἐψηφίσαντο Νιλάμμωνα προστατεῖν τῆς αὐτῶν ἐκκλησίας, ἄνδρα ἀγαθὸν καὶ μοναχικῆς φιλοσοφίας εἰς ἄκρον ἐλθόντα. ᾤκει δὲ πρὸ τοῦ ἄστεως, ἐν οἰκήματι καθείρξας ἑαυτὸν καὶ λίθοις τὴν θύραν ἀποφράξας. ἀποφεύγοντα δὲ τὴν ἱερωσύνην, ἐλθὼν πρὸς αὐτὸν Θεόφιλος συνεβούλευε καταδέχεσθαι τὴν παρ' αὐτοῦ χειροτονίαν.
8.1.6
ὁ δὲ πολλάκις παραιτησάμενος, ὡς οὐκ ἔπειθεν, «αὔριον εἴ σοι φίλον», ἔφη, «πρᾶξον, ὦ πάτερ, ὥστε με σήμερον τὰ κατ' ἐμαυτὸν διαθεῖναι.» ἐπεὶ δὲ τῇ ὑστεραίᾳ κατὰ τὰ συγκείμενα ἦλθε καὶ τὴν θύραν ἀνοίγειν ἐκέλευσεν, «ἄγε δὴ πρότερον», ὁ Νιλάμμων ἔφη, «εὐξώμεθα.» καὶ Θεόφιλος ἐπαινέσας ηὔξατο·
8.1.7
Νιλάμμων δὲ ἐν τῷ εὔχεσθαι τὴν ἐνθάδε κατέλιπε βιοτήν. τοῦτο δὲ τὰ μὲν πρῶτα ἠγνοεῖτο Θεοφίλῳ καὶ τοῖς ἀμφ' αὐτὸν ἔξωθεν ἑστῶσιν. ἀναλωθείσης δὲ λοιπὸν τῆς ἡμέρας, ὡς πολλάκις γεγωνότερον καλούντων οὐχ ὑπήκουε, καταβαλόντες τοὺς πρὸς τῇ θύρᾳ λίθους εὗρον τὸν ἄνδρα νεκρόν· καὶ περιστείλαντες ᾗ ἔδει δημοσίας ἠξίωσαν ταφῆς· καὶ εὐκτήριον οἶκον περὶ τὸν αὐτοῦ τάφον ᾠκοδόμησαν οἱ ἐπιχώριοι, καὶ ἐπισημότατα εἰσέτι
8.1.8
νῦν τὴν ἡμέραν τῆς αὐτοῦ τελευτῆς ἄγουσι. ὁ μὲν δὴ Νιλάμμων ὧδε τέθνηκεν, εἴ γε δεῖ θάνατον καλεῖν ὃν ὑπομεῖναι ηὔξατο πρὶν ἐπιτραπῆναι τὴν ἱερωσύνην, ἧς ἀνάξιος εἶναι διὰ μετριότητα τρόπων ἡγεῖτο.῾ Ο δὲ᾿ Ιωάννης ἐπανελθὼν εἰς Κωνσταντινούπολιν ἔτι μᾶλλον κεχα
8.1.9
ρισμένος τῷ λαῷ ἐφαίνετο. συνεληλυθότων δὲ τότε ἐν Κωνσταντινουπόλει ἀμφὶ ἑξήκοντα ἐπισκόπων ἄκυρά τε τὰ ἐν τῇ Δρυῒ πεπραγμένα καὶ αὐτὸν ἔχειν τὴν ἐπισκοπὴν ψηφισαμένων διετέλεσεν ἱερώμενος καὶ χειροτονῶν καὶ τἆλλα περὶ τὴν ἐκκλησίαν ᾗ θέμις τοῖς προεστῶσι διέπων· ἡνίκα καὶ Σαραπίωνα τῆς ἐν Θρᾴκῃ῾ Ηρακλείας ἐπίσκοπον κατέστησεν. 8.. 1 Οὐ πολλῷ δὲ ὕστερον ἀνδριάντος ἀργυροῦ τῆς τοῦ βασιλέως γαμετῆς ἐπὶ πορφυροῦ κίονος ἀνατεθέντος, ὃς καὶ νῦν ἐστι πρὸς μεσημβρίαν τῆς ἐκκλησίας πρὸ τοῦ οἴκου τῆς μεγάλης βουλῆς ἐφ' ὑψηλοῦ βήματος, κρότοι τε καὶ δημώδεις θέαι ὀρχηστῶν τε καὶ μίμων ἐνθάδε ἐπετελοῦντο, ὡς ἔθος 8.. 2 ἦν τότε ἐπὶ τῇ ἀναθέσει τῶν βασιλικῶν εἰκόνων. ἐφ' ὕβρει δὲ τῆς ἐκκλησίας τάδε γεγενῆσθαι ἐν ὁμιλίᾳ πρὸς τὸν λαὸν ὁ᾿ Ιωάννης διέβαλεν. ἡ δὲ βασιλὶς ἔτι προσφάτου τῆς μνήμης οὔσης τῶν προτέρων λυπηρῶν ὡς ὑβρισμένη πάλιν ἐμπίπλαται θυμοῦ καὶ σύνοδον αὖθις ἐπιτελεῖσθαι ἐσπούδαζεν. ὁ δὲ οὐκ ἐνεδίδου, ἀλλ' ἔτι σαφέστερον ἐπ' ἐκκλησίας λοιδορῶν αὐτὴν ἐξέ8.. 3 καυσε πρὸς ὀργήν· ἡνίκα δὴ τὸν ἀοίδιμον ἐκεῖνον διεξῆλθε λόγον ἀρξάμενος ὧδε· «πάλιν῾ Ηρῳδιὰς μαίνεται, πάλιν ὀρχεῖται, πάλιν᾿ Ιωάννου τὴν κεφαλὴν ἐπὶ πίνακος σπουδάζει λαβεῖν.» οὐκ εἰς μακρὰν δὲ ἄλλοι τε ἐπίσκοποι παρεγένοντο καὶ Λεόντιος ὁ᾿ Αγκύρας καὶ᾿ Ακάκιος ὁ Βεροίας. ἐπιγενομένης δὲ τῆς γενεθλίου ἡμέρας τοῦ Χριστοῦ ὁ μὲν βασιλεύς, ὡς εἰώθει, εἰς τὴν ἐκκλησίαν οὐκ ἦλθεν· ἐδήλωσε δὲ᾿ Ιωάννῃ μὴ κοινωνεῖν 8.. 4 αὐτῷ πρὶν ἀνεύθυνος φανῇ τῶν ἐγκλημάτων. ἐπεὶ δὲ προθύμως ἀπολογεῖσθαι ἔφη, οἱ δὲ κατήγοροι δείσαντες ἐπεξιέναι τοῖς ἐγκλήμασιν οὐκ ἐθάρρουν, ἐδόκει δὲ τοῖς δικασταῖς μὴ δέον εἰς δευτέραν χωρεῖν κρίσιν τὸν ὁπωσοῦν καθαιρεθέντα, τῶν μὲν ἄλλων οὐδὲν ἐξήταζον· πρὸς τοῦτο δὲ μόνον ἀπολογεῖσθαι τὸν᾿ Ιωάννην ἀπῄτουν, ὅτι καθαιρεθείς, πρὶν ἐπιτρέψαι σύν8.. 5 οδον, εἰς τὸν ἐπισκοπικὸν ἐκάθισε θρόνον. τοῦ δὲ τὴν ψῆφον τῶν κεκοινωνηκότων αὐτῷ μετὰ τὴν προτέραν σύνοδον προϊσχομένου, ὡς πλειόνων αὐτοῦ καταψηφισαμένων καὶ διὰ τοῦτο ἱερατικοῦ κανόνος ἀπαγορεύοντος οὐ προσίεντο τὴν ἀπολογίαν, ἀλλὰ καθεῖλον αὐτόν, ἑτεροδόξων ἐνιστάμενον 8.. 6 τοῦτον εἶναι νόμον. ἐπεὶ γὰρ οἱ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως συκοφαντήσαντες᾿ Αθανάσιον ἀφείλοντο τὴν᾿ Αλεξανδρέων ἐκκλησίαν, δέει τῆς τῶν πραγμάτων μεταβολῆς τάδε ἐνομοθέτησαν, ἀνεξέταστα μένειν τὰ ἐπ' αὐτῷ βεβουλευμένα σπουδάζοντες.
8.21.1
῾ Ο δὲ᾿ Ιωάννης καθαιρεθεὶς οὐκέτι ἐκκλησίαζεν, ἀλλ' ἐν τῷ ἐπισκο- πικῷ καταγωγίῳ ἠρέμει. ἤδη δὲ ληγούσης τῆς τεσσαρακοστῆς, κατ' αὐτὴν τὴν ἱερὰν νύκτα, ἐν ᾗ ἡ ἐτήσιος ἑορτὴ ἐπὶ ἀναμνήσει τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἐπιτελεῖται, ἐξωθοῦνται τῆς ἐκκλησίας οἱ τὰ αὐτοῦ φρονοῦντες, ἐπιθεμένων αὐτοῖς ἔτι μυσταγωγοῦσι στρατιωτῶν καὶ τῶν αὐτοῦ δυσμενῶν.
8.21.2
ἀπροόπτου δὲ τούτου συμβάντος πολὺς περὶ τὸ βαπτιστήριον ἐγένετο θόρυβος, γυναίων μὲν μετ' οἰμωγῆς ταραττομένων, παιδίων δὲ κλαόντων, ἱερέων τε καὶ διακόνων τυπτομένων τε καὶ πρὸς βίαν ὡς εἶχον σχήματος ἐλαυνομένων. τἆλλα δὲ οἷα εἰκὸς ἦν γενέσθαι ἐν ἀταξίᾳ τοσαύτῃ οἱ μυηθέντες οὐκ ἀγνοοῦσιν, ἐγὼ δὲ ἀναγκαίως σιγήσομαι, μὴ καὶ ἀμύητός τις ἐντύχῃ
8.21.3
τῇ γραφῇ. αἰσθόμενοι δὲ τὴν ἐπιβουλὴν καὶ τὸ λοιπὸν πλῆθος τῇ ὑστεραίᾳ καταλιπόντες τὴν ἐκκλησίαν ἐν δημοσίῳ λουτρῷ πολυχωρήτῳ μάλα, Κωνσταντίου τοῦ βασιλέως ἐπωνύμῳ, τὸ πάσχα ἐπετέλεσαν, ὑπὸ ἐπισκόποις καὶ πρεσβυτέροις καὶ λοιποῖς ἄλλοις, οἷς θέμις τὰ περὶ τὴν ἐκκλησίαν διέπειν·
8.21.4
οἳ δὴ τῷ λαῷ συνῆσαν τὰ᾿ Ιωάννου φρονοῦντες. ἐλαθέντες δὲ ἔνθεν συνῆλθον πρὸ τοῦ ἄστεως εἴς τινα χῶρον, ὃν Κωνσταντῖνος ὁ βασιλεὺς μήπω τὴν πόλιν συνοικίσας εἰς ἱπποδρόμου θέαν ἐκάθηρε ξύλοις περιτειχίσας· ἐξ ἐκείνου τε πῇ μὲν ἐνθάδε, πῇ δὲ ἑτέρωθι, ᾗ ἐξῆν, ἰδίᾳ ἐκκλησίαζον καὶ᾿ Ιω
8.21.5
αννῖται ὠνομάζοντο. περὶ δὲ τοῦτον τὸν χρόνον ἄνθρωπός τις δαιμονῶν ἢ νομιζόμενος, ἐγχειρίδιον ἔχων ὡς ἐπὶ σφαγὴν᾿ Ιωάννου παρεσκευασμένος, οὔπω δὲ ἐπιχειρήσας τῷ πράγματι, φωρᾶται· καὶ ὑπὸ τοῦ πλήθους ὡς ὠνητὸς εἰς τὴν ἐπιβουλὴν συλληφθεὶς ἄγεται πρὸς τὸν ὕπαρχον. ἐπισκόπους δέ τινας τῶν ἀμφ' αὐτὸν ἀποστείλας᾿ Ιωάννης ἐξείλετο τοῦτον πρὶν αἰκισθῆ
8.21.6
ναι. ἐς ὕστερον δὲ καὶ᾿ Ελπιδίου πρεσβυτέρου, ὃς προφανὴς ἐχθρὸς᾿ Ιω- άννου ἐτύγχανε, δοῦλος δρομαῖος εἰς τὸν ἐπισκοπικὸν οἶκον εἰσέβαλεν. ἐπιγνοὺς δέ τις αὐτὸν τῶν παρατυχόντων ἐπέσχε, τοῦ δρόμου τὴν αἰτίαν πυνθα
8.21.7
νόμενος. ὁ δὲ μηδὲν ἀποκριθεὶς παραχρῆμα ξιφιδίῳ παίει τὸν ἄνδρα, καὶ μετ' ἐκεῖνον ἕτερον ἐπιβοήσαντα τῇ τοῦ πρώτου πληγῇ· νύττει δὲ καὶ τρίτον ἐπὶ τούτοις. θορυβησάντων δὲ σὺν βοῇ τῶν παρόντων ὑποστρέψας διέφυγε. παρακελευομένων δὲ τῶν διωκόντων τοῖς πόρρωθεν συλλαμβάνεσθαι τὸν φεύγοντα, προσδραμών τις ἐκ βαλανείου λελουμένος ἀναχωρῶν
8.21.8
ἐπελάβετο αὐτοῦ, καὶ καιρίαν πληγεὶς ἔκειτο νεκρός. ἐπεὶ δὲ κυκλωθεὶς μόλις ὑπὸ τοῦ πλήθους ἐκρατήθη, ἄγουσιν αὐτὸν εἰς τὰ βασίλεια. καὶ μαρτυρόμενοι τῶν ἀπεχθανομένων᾿ Ιωάννῃ τὴν ἐπιβουλήν, καὶ τὸν φονέα καὶ τοὺς ἐπὶ τοῦτο ἀναπείσαντας ἐπεβόων τιμωρίαν δοῦναι. παραλαβὼν δὲ τοῦτον ὁ ὕπαρχος ὡς ἐπεξιὼν τῇ δίκῃ διέλυσε τοῦ δήμου τὴν ὀργήν.
8.22.1
᾿ Εξ ἐκείνου δὲ τὸν᾿ Ιωάννην ἐφύλαττον οἱ τοῦ λαοῦ σπουδαιότεροι νύκτωρ καὶ μεθ' ἡμέραν ἀμοιβαδὸν περικαθήμενοι τὸν ἐπισκοπικὸν οἶκον. σύγχυσιν δὲ ἐπαιτιώμενοι τῶν ἐκκλησιαστικῶν νόμων οἱ κατ' αὐτοῦ συνεληλυθότες ἐπίσκοποι, ἐπὶ σφᾶς αὐτοὺς ἔφασαν δικαιοτάτην οὖσαν ἀναδεδέχθαι τὴν ἐπ' αὐτῷ κρίσιν, καὶ τῆς πόλεως αὐτὸν ἐξιέναι ἐκέλευον· ἄλλως
8.22.2
γὰρ μηδὲ τὸ πλῆθος ἠρεμήσειν. παραγενομένου δὲ τοῦ ἀπὸ βασιλέως καὶ ταῦτα σὺν ἀπειλῇ ποιεῖν προστάξαντος, λαθὼν τοὺς ἀπὸ τοῦ λαοῦ φύλακας ἐξῆλθε, τοσοῦτον μεμφόμενος ὅτι γε παρανόμως πρὸς βίαν ἐλαύνεται μὴ ἀξιωθεὶς κρίσεως, ἧς καὶ ἀνδροφόνοις καὶ γόησι καὶ μοιχοῖς μέτεστιν ἐκ νόμων. καὶ μικροῦ σκάφους ἐπιβὰς περαιοῦται αὐτίκα εἰς Βιθυνίαν,
8.22.3
ἐκεῖθέν τε παραχρῆμα εἴχετο τῆς ὁδοῦ. προϊδόντες δέ τινες τῶν ἐπιβουλευόντων αὐτῷ ὡς, εἰ αἴσθοιτο ὁ λαός, ἐπιδιώξει καὶ πάλιν αὐτὸν βιάσεται ἐπανελθεῖν, φθάσαντες ἀποκλείουσι τὰς θύρας τῆς ἐκκλησίας. ἐπεὶ δὲ οἱ ἀνὰ τὰς ἀγυιὰς ἔγνωσαν, οἱ μὲν δρομαῖοι ἠπείγοντο πρὸς θάλασσαν ὡς δὴ καταληψόμενοι, οἱ δὲ περιδεεῖς γενόμενοι εἰς φυγὴν ἠλαύνοντο, ὡς ἐπὶ τοσούτῳ θορύβῳ καὶ ταραχῇ στάσεως καὶ βασιλέως ὀργῆς προσδοκω
8.22.4
μένης. οἱ δὲ ἐν τῇ ἐκκλησίᾳ ἔτι μᾶλλον ἔφραττον τὰς ἐξόδους ἐπὶ ταύτας συρρέοντες καὶ περιωθοῦντες ἀλλήλους. μόλις δὲ σὺν βίᾳ τὰς θύρας ἐπέτασαν, τῶν μὲν λίθοις κατεαξάντων, τῶν δὲ πρὸς ἑαυτοὺς ἀνθελκόντων καὶ τὸν κατὰ νώτου ὄχλον εἰς τοὐπίσω ἀπωθουμένων. ἐν τούτῳ δὲ πῦρ ἐξαπίνης πάντοθεν τὴν ἐκκλησίαν ἐπεβόσκετο· καὶ πᾶσαν διαδραμὸν ἐνεμήθη καὶ τὸν παρακείμενον αὐτῇ ἐκ μεσημβρίας μέγιστον οἶκον τῆς συγκλήτου βου
8.22.5
λῆς. τούτου δὲ τὴν αἰτίαν ἀντεπῆγον ἀλλήλοις, οἱ μὲν᾿ Ιωάννῃ ἐπιβουλεύοντες τοὺς τὰ αὐτοῦ φρονοῦντας ἐπαιτιώμενοι ὡς χαλεπήναντας πρὸς τὴν τῆς συνόδου ψῆφον, οἱ δὲ συκοφαντεῖσθαι ἰσχυριζόμενοι καὶ τὴν ἐκείνων πρᾶξιν σφίσιν περιτρέπειν, ἅμα τῇ ἐκκλησίᾳ καὶ αὐτοὺς πυρπολῆσαι βου
8.22.6
λευσαμένων. ἀπὸ δείλης δὲ ὀψίας μέχρις ἕω τοῦ πυρὸς περαιτέρω χωροῦντος καὶ πρὸς τὰς ἔτι συνεστώσας ὕλας ἕρποντος, οἱ μὲν ἐπιδιώξαντες᾿ Ιωάννην εἰς Κουκουσὸν διῆγον τῆς᾿ Αρμενίας βασιλέως γράμμασι κατα-
8.22.7
δικασθέντα τὴν ἐκεῖσε οἴκησιν· οἱ δὲ τοὺς συνεξελθόντας αὐτῷ ἐπισκόπους καὶ κληρικοὺς ἀγαγόντες ἐν Χαλκηδόνι καθεῖρξαν. ἄλλοι δὲ περιιόντες ἀνὰ τὴν πόλιν τοὺς καταμηνυομένους τὰ αὐτοῦ φρονεῖν συνελαμβάνοντο καὶ ἐφρούρουν καὶ ἀναθεματίζειν αὐτὸν ἠνάγκαζον.
8.23.1
Οὐ πολλῷ δὲ ὕστερον χειροτονεῖται Κωνσταντινουπόλεως ἐπίσκοπος᾿ Αρσάκιος, Νεκταρίου τοῦ πρὸ᾿ Ιωάννου ταύτην τὴν ἐπισκοπὴν διανύσαντος ἀδελφός, ἀνὴρ πρᾶος καὶ περὶ τὸ θεῖον εὐλαβής· ἔβλαψαν δὲ τὴν ἐν τῷ πρεσβυτερίῳ κρατοῦσαν περὶ αὐτοῦ δόξαν κληρικοί τινες ποιοῦντες μὲν ἅ γε ἐβούλοντο, αὐτῷ δὲ ταῦτα ἀνατιθέντες· διέβαλλον δὲ αὐτὸν μάλιστα καὶ τὰ
8.23.2
συμβάντα μετὰ ταῦτα περὶ τοὺς᾿ Ιωάννου ἐπαινέτας. ἐπεὶ γὰρ αὐτῷ καὶ τοῖς αὐτῷ συνοῦσι κοινωνεῖν ἢ συνεύχεσθαι οὐκέτι ἀνεκτὸν ἡγοῦντο ἀναμεμιγμένων αὐτοῖς τῶν ἐπιβούλων᾿ Ιωάννου, καθ' ἑαυτοὺς δέ, ὡς εἴρηται, συνιόντες ἐν ταῖς ἐσχατιαῖς τῆς πόλεως ἐκκλησίαζον, κοινοῦται βασιλεῖ περὶ τούτου. συνηγμένοις δὲ συνταγματάρχης ἅμα στρατιώταις ἐμβαλεῖν ἐπιτραπεὶς τὸ μὲν πλῆθος παίων ξύλοις καὶ λίθοις εἰς φυγὴν τρέπει, τοὺς δὲ ἐπισημότερον καὶ προθυμότερον τὰ᾿ Ιωάννου ζηλοῦντας ἐν φρουρᾷ ποιεῖται.
8.23.3
ἐνταῦθα δέ, οἷα συμβαίνειν φιλεῖ στρατιωτῶν ἐπιτραπέντων νεανιεύεσθαι, γύναια πρὸς βίαν τοῦ κόσμου, τῶν μὲν ὅρμους καὶ ζώνας χρυσᾶς καὶ περιδέραια καὶ στρεπτοὺς ληιζομένων, τῶν δὲ σὺν αὐτοῖς λοβοῖς ἐξελκόντων τὰ ἐνώτια. μεγίστης δὲ ταραχῆς καὶ οἰμωγῆς ἀνὰ τὴν πόλιν
8.23.4
συμβάσης οὐδ' οὕτως μετέθεντο τοῦ περὶ᾿ Ιωάννην φίλτρου. δημοσίᾳ δὲ οὐκέτι συνῄεσαν, πολλοὶ δὲ οὔτε εἰς ἀγορὰν οὔτε εἰς βαλανεῖα ἐφοίτων, τισὶ δὲ καὶ τὸ οἴκοι μένειν οὐκ ἀκίνδυνον ἦν, καὶ φυγὴν ἑαυτοῖς ἐπιτάξαντες τῆς πόλεως ἐξῆλθον, ἄλλοι τε πολλοὶ σπουδαῖοι ἄνδρες καὶ ἀγαθαὶ γυναῖκες· ὧν ἦν Νικαρέτη ἡ Βιθυνὴ τῶν παρὰ Νικομηδεῦσιν εὐπατριδῶν ἐπισήμου
8.23.5
γένους, ἐπὶ ἀιδίῳ παρθενίᾳ καὶ ἀρετῇ βίου εὐδοκιμοῦσα. ἀτυφοτάτην δὲ ὧν ἴσμεν σπουδαίων γυναικῶν ταύτην ἔγνων, ἤθει τε καὶ λόγῳ καὶ διαίτῃ τεταγμένην καὶ τὰ θεῖα μέχρι θανάτου τῶν ἀνθρωπίνων προτιμῶσαν ἀνδρείᾳ τε καὶ φρονήσει πρὸς περιπετείας δυσχερῶν πραγμάτων ἀντισχεῖν ἱκανήν, ὡς μήτε πολλῆς πατρῴας περιουσίας ἀδίκως ἀφαιρεθεῖσαν ἀγανακτεῖν ἐν ὀλίγοις τε περιλειφθεῖσιν ὑπὸ ἀρίστης οἰκονομίας, καίπερ εἰς γῆρας προελθοῦσαν, τὰ ἐπιτήδεια σὺν τοῖς οἰκείοις ἔχειν καὶ ἄλλοις ἀφθόνως χορηγεῖν.
8.23.6
ὑπὸ φιλανθρώπου δὲ προθυμίας φιλόκαλος οὖσα καὶ παντοδαπὰ κατεσκεύαζε φάρμακα εἰς πτωχῶν νοσούντων χρείαν· οἷς δὴ πολλοῖς τῶν γνωρίμων πολλάκις ἐπήμυνε μηδὲν ἀποναμένοις τῶν συνήθων ἰατρῶν. σὺν θείᾳ γάρ τινι ῥοπῇ, ἅπερ ἐπεχείρει, εἰς χρηστὸν ἀπέβαινε τέλος· καὶ συλλήβδην εἰπεῖν, τῶν καθ' ἡμᾶς σπουδαίων γυναικῶν ἑτέραν οὐκ ἔγνων εἰς τοσοῦτον ἤθους
8.23.7
τε καὶ σεμνότητος καὶ τῆς ἄλλης ἀρετῆς ἐπιδοῦσαν. ἀλλ' ἡ μὲν καίπερ τοιάδε οὖσα τοὺς πολλοὺς ἐλάνθανεν· ὑπὸ μετριότητος γὰρ τρόπων καὶ φιλοσοφίας ἀεὶ λανθάνειν ἐπετήδευεν, ὡς μήτε εἰς ἀξίωμα διακόνου σπουδάσαι προελθεῖν μήτε προτρεπομένου πολλάκις᾿ Ιωάννου ἑλέσθαι ποτὲ παρθένων
8.23.8
ἐκκλησιαστικῶν ἡγεῖσθαι. μεγίστου δὲ φόβου πᾶσιν ἐμπεσόντος, ἐπειδὴ δῆλον ἦν μηκέτι στασιάζειν τὸ πλῆθος, δημοσίᾳ προελθὼν ὁ τῆς πόλεως ὕπαρχος ὡς ἐξετάσων τὰ περὶ τῆς πυρᾶς τῆς ἐκκλησίας καὶ τοῦ βουλευτηρίου πολλοὺς χαλεπῶς ἐτιμωρήσατο·῞ Ελλην γὰρ ὢν ὡς ἐπεγγελῶν ταῖς συμφοραῖς τῆς ἐκκλησίας καὶ πρὸς ἡδονὴν ἔσχε τὸ συμβάν.
8.24.1
᾿ Εν δὲ τῷ τότε καὶ Εὐτρόπιός τις ἀναγνώστης παραχθεὶς ἐπὶ καταμηνύσει τῶν ἐμβαλόντων τὸ πῦρ οὔτε βοείαις οὔτε ξύλοις οὔτε ὄνυξι ξαινόμενος πλευράς τε καὶ παρειάς, ἐπὶ τούτοις τε καὶ τὸν ὑφαπτόμενον τῷ σώματι πυρσὸν ὑπομείνας, καὶ ταῦτα νέος ὢν καὶ ἁπαλόχρως, οὐδὲν ὡμολόγησεν εἰδέναι. μετὰ δὲ τὰς βασάνους ἐγκλείεται εἰς τὸ δεσμωτήριον, ἔνθα
8.24.2
δὴ οὐκ εἰς μακρὰν ἐτελεύτησεν. ἄξιον δὲ τῇ γραφῇ παραδοῦναι καὶ τὸ συμβὰν ἐπ' αὐτῷ ὄναρ. Σισιννίῳ γὰρ τῷ ἐπισκόπῳ τῆς τῶν Ναυατιανῶν αἱρέσεως ἤδη καθεύδοντι ἀνήρ τις κάλλει καὶ μεγέθει περιφανέστατος, παρεστὼς τῷ θυσιαστηρίῳ τῆς αὐτῶν ἐκκλησίας, ἣν εἰς τιμὴν Στεφάνου τοῦ πρωτομάρτυρος ᾠκοδόμησεν, ἔδοξεν ἀδημονεῖν ἐπὶ σπάνει ἀγαθῶν ἀνδρῶν, ὡς τούτου χάριν τὴν πᾶσαν πόλιν περιεληλυθὼς καὶ μηδένα εὑρὼν ἢ μόνον
8.24.3
Εὐτρόπιον. πρὸς δὲ τὴν ὄψιν καταπλαγεὶς ὁ Σισίννιος πρός τινα τῶν ὑπ' αὐτὸν πιστοτάτων πρεσβυτέρων ὁμολογήσας τὸ ὄναρ ἐκέλευσεν ἀναζητεῖν τὸν ἄνδρα ὅστις εἴη. ὁ δὲ εὐστόχως συμβαλὼν ὡς ἐν τοῖς ἔναγχος ἐπὶ τοῦ ὑπάρχου βασανισθεῖσιν εἰκὸς εἶναι τοιοῦτον, περιιὼν τὰ δεσμωτήρια ἐπυνθάνετο εἴ τίς ἐστιν ἐν αὐτοῖς Εὐτρόπιος. καὶ εὑρὼν εἰς λόγους αὐτῷ ἦλθε καὶ διηγήσατο τοῦ ἐπισκόπου τὸ ὄναρ, καὶ δακρύων εὔχεσθαι ὑπὲρ
8.24.4
αὐτοῦ ἐλιπάρει. καὶ τὰ μὲν κατὰ Εὐτρόπιον ὧδε ἔσχεν· ἀνδρεία δὲ ἐν ταύταις ταῖς συμφοραῖς διεφάνη καὶ᾿ Ολυμπιὰς ἡ διάκονος. ἐπεὶ γὰρ ἐκ ταύτης τῆς αἰτίας εἰς τὸ δικαστήριον παρήχθη, πυθομένου τοῦ ὑπάρχου, τί δή ποτε τὴν ἐκκλησίαν ἐνέπρησεν, ὑπολαβοῦσα «οὐχ αὕτη», ἔφη, «τοῦ ἐμοῦ βίου ἡ προαίρεσις· πολλὴν γὰρ οὖσαν εἰς ἀνανέωσιν ναῶν θεοῦ τὴν οὐσίαν ἀνάλωσα.» τοῦ δὲ τὸν αὐτῆς βίον ἐπίστασθαι λέγοντος «οὐκοῦν εἰς κατηγόρου
8.24.5
τάξιν μετάβηθι», ἔφη, «καὶ ἕτερος ἡμῖν δικάσει.» ἀμαρτύρου δὲ τῆς κατηγορίας οὔσης μὴ ἔχων ὁ ὕπαρχος ὅ τι δικαίως μέμψαιτο ἠπιώτερόν πως εἰς ἕτερον μετέβη ἔγκλημα, καὶ ὡς ἐν συμβουλῇ ἄνοιαν αὐτῇ καὶ ταῖς ἄλλαις γυναιξὶν ἐμέμφετο, ὅτι τὴν πρὸς τὸν ἐπίσκοπον κοινωνίαν ἠρνοῦντο, ἐξὸν
8.24.6
μεταμεληθῆναι καὶ πραγμάτων ἀπηλλάχθαι. ἀλλ' αἱ μὲν ὑπὸ δέους τάδε τῷ ὑπάρχῳ προστάξαντι εἶξαν, ἡ δὲ᾿ Ολυμπιάς «οὐ δίκαιον», ἔφη, «τὴν ἐν τῷ πλήθει ὑπὸ συκοφαντίας ἁλοῦσαν, ἐν δὲ τοῖς δικαστηρίοις ἐπ' οὐδενὶ τῶν κατηγορουμένων διελεγχθεῖσαν εἰς ἀπολογίαν ἕλκεσθαι μέμψεων ἀνευθύνων· ἐπίτρεψον οὖν μοι πρὸς τὴν προτέραν γραφὴν συνηγόρους προστήσασθαι· εἰ γὰρ καὶ παρανόμως βιασθείην οἷς μὴ δεῖ κοινωνεῖν, οὐ ποιήσω ἃ
8.24.7
μὴ θέμις τοῖς εὐσεβοῦσιν.» ὁ δέ, ὡς οὐκ ἔπεισεν αὐτὴν᾿ Αρσακίῳ κοινωνεῖν, τότε μὲν ἠφίει ὡς συνηγόρους διδάξουσαν, ἐν ἑτέρᾳ δὲ παραγαγὼν πολλοῦ χρυσίου κατεδίκασεν· ᾤετο γὰρ οὕτως αὐτὴν μεταθήσειν τῆς γνώμης. ἀλλ' ἡ μὲν τῶν χρημάτων ὑπεριδοῦσα οὐ καθυφῆκε· καὶ καταλιποῦσα τὴν Κωνσταντινούπολιν ἐν Κυζίκῳ διέτριβεν.
8.24.8
᾿ Εν δὲ τῷ τότε καὶ Τίγριος πρεσβύτερος τῆς ἐσθῆτος γυμνωθεὶς καὶ κατὰ νώτου μαστιγωθείς, πόδας καὶ χεῖρας δεδεμένος διαταθεὶς διελύθη τὰ 8. 24. ἄρθρα. ἐγένετο δὲ οὗτος βάρβαρος τὸ γένος, οὐκ ἐκ γενετῆς εὐνοῦχος· ἐν οἰκίᾳ δέ του τῶν ἐν δυνάμει τὰ πρῶτα δουλεύσας καὶ ἐπαινεθεὶς παρὰ τοῦ κεκτημένου μετέσχεν ἐλευθερίας. εἰς πρεσβυτέρου δὲ ἀξίαν προελθὼν τῷ χρόνῳ διεφάνη τὸ ἦθος ἐπιεικέστατος καὶ πρᾶος καὶ περὶ τοὺς δεομένους καὶ ξένους, εἴπερ τις ἄλλος, δεξιώτατος. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει τοιάδε ἦν.
8.24.10
᾿ Εν τούτῳ δὲ Σιρικίου δέκα καὶ πέντε ἔτη τὴν῾ Ρωμαίων ἐπισκοπὴν διανύσαντος,᾿ Αναστασίου δὲ τρία, μετὰ τοῦτον᾿ Ιννοκέντιος ταύτην ἐπλήρου
8.24.11
τὴν διαδοχήν. ἐτελεύτησε δὲ καὶ Φλαβιανὸς μὴ συνθέμενος τῇ᾿ Ιωάννου καθαιρέσει· διαδέχεται δὲ τὴν᾿ Αντιοχέων ἐκκλησίαν Πορφύριος· καὶ ἐπειδὴ τοῖς κατ' αὐτοῦ κεκριμένοις ἐπεψηφίσατο, πολλοὶ τῶν ἐν Συρίᾳ τῆς ἐνθάδε ἐκκλησίας ἐχωρίσθησαν, καθ' ἑαυτούς τε τὰς συνόδους ποιούμενοι πραγμά
8.24.12
των καὶ πλείστων δεινῶν ἐπειράθησαν. χάριν γὰρ τῆς πρὸς᾿ Αρσάκιον κοινωνίας καὶ Πορφύριον τοῦτον καὶ Θεόφιλον τὸν᾿ Αλεξανδρείας ἐπίσκοπον σπουδῇ τῶν ἐν τοῖς βασιλείοις δυνατῶν νόμος ἐτέθη τοὺς ὀρθῶς δοξάζοντας ἐκτὸς τῶν ἐκκλησιῶν μὴ συνιέναι, τοὺς δὲ μὴ κοινωνοῦντας αὐτοῖς ἐλαύνεσθαι.
8.25.1
Περὶ δὲ τοῦτον τὸν χρόνον, ὡς ἐπίπαν συνενεχθὲν εὑρεῖν ἔστιν ἐν ταῖς τῶν ἱερέων διχονοίαις, καὶ τὰ κοινὰ θορύβων καὶ ταραχῆς ἐπειράθη. καὶ Οὖννοι μὲν τὸν῎ Ιστρον περαιωθέντες τοὺς Θρᾷκας ἐδῄουν, οἱ δὲ ἐν᾿ Ισαυρίᾳλῃσταὶ εἰς πλῆθος ἀθροισθέντες μέχρι Καρῶν καὶ Φοινίκων τὰς ἐν μέσῳ
8.25.2
πόλεις καὶ κώμας ἐκακούργουν. Στελίχων δὲ ὁ᾿ Ονωρίου στρατηγός, ἀνὴρ εἴπερ τις πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος,῾ Ρωμαίων τε καὶ βαρβάρων τοὺς νέους πειθομένους ἔχων, εἰς ἔχθραν καταστὰς τοῖς᾿ Αρκαδίου
8.25.3
ἄρχουσιν ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. καὶ στρατηγοῦ῾ Ρωμαίων ἀξίωμα παρὰ᾿ Ονωρίου προξενήσας᾿ Αλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων᾿ Ιλλυριοῖς ἐπανέστησεν· ὕπαρχόν τε αὐτῶν καταστάντα᾿ Ιόβιον προπέμψας συνέθετο συνδραμεῖσθαι μετὰ τῶν῾ Ρωμαίων στρατιω- τῶν, ὥστε καὶ τοὺς τῇδε ὑπηκόους δῆθεν ὑπὸ τὴν᾿ Ονωρίου ἡγεμονίαν ποιῆ
8.25.4
σαι. παραλαβὼν δὲ᾿ Αλάριχος τοὺς ὑπ' αὐτὸν ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς, οὗ διῆγεν, ἧκεν εἰς τὰς᾿ Ηπείρους· καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον ἐπανῆλθεν εἰς᾿ Ιταλίαν. μέλλων γὰρ ἐκδημεῖν ὡς ὡμολόγησε Στελίχων᾿ Ονωρίου γράμμασιν ἐπεσχέθη. καὶ τὰ μὲν ἐν τούτοις ἦν.
8.26.1
Μαθὼν δὲ᾿ Ιννοκέντιος ὁ῾ Ρωμαίων ἐπίσκοπος τὰ κατὰ᾿ Ιωάννου πεπραγμένα ἐχαλέπαινε· καὶ τῶν μὲν κατέγνω, οἰκουμενικὴν δὲ συναγεῖραι σύνοδον σπουδάζων ἔγραψεν᾿ Ιωάννῃ, ἐν μέρει τε τοῖς Κωνσταντινουπόλεως κληρικοῖς· ἑκατέραν τε ἐπιστολὴν ἐκ τῆς῾ Ρωμαίων φωνῆς εὑρὼν παρεθέμην· ἔχει δὲ ὧδε·
8.26.2
«Τῷ ἀγαπητῷ ἀδελφῷ᾿ Ιωάννῃ᾿ Ιννοκέντιος." 7Εἰ καὶ πάντα δεῖ τὸν ἀναίτιον προσδοκᾶν τὰ χρηστὰ καὶ παρὰ τοῦ" 7θεοῦ τὸν ἔλεον αἰτεῖν, ὅμως καὶ παρ' ἡμῶν τῶν ἀνεξικακίαν συμβουλευόν" 7των τὰ καθήκοντα γράμματα διὰ Κυριακοῦ τοῦ διακόνου ἐξαπέσταλται," 7ὥστε μὴ πλέον δυνηθῆναι τὴν ὕβριν ἐν τῷ συντρίβειν τὸ ἀγαθὸν συν
8.26.3
" 7ειδὸς ἐν τῷ ἐλπίζειν. οὐδὲ γὰρ ὀφείλεις διδαχθῆναι ὁ τοσούτων λαῶν" 7διδάσκαλος καὶ ποιμήν, τοὺς ἀρίστους ἀεὶ καὶ πολλάκις δοκιμάζεσθαι, εἰ" 7ἐν τῇ ἀκμῇ τῆς ὑπομονῆς παραμένουσι καὶ οὐδενὶ πόνῳ κακοπαθείας ὑπο" 7πίπτουσι. καὶ ἔστιν ὡς ἀληθῶς βέβαιον πρᾶγμα τὸ συνειδὸς εἰς πάντα
8.26.4
" 7τὰ ἀδίκως συμπίπτοντα. ἅπερ εἰ μὴ νικήσειέν τις ὑπομένων, τεκμή" 7ριον φαύλης ὑπολήψεως ἐκφέρει. πάντα γὰρ ὑπομένειν ὀφείλει ὁ τῷ θεῷ" 7πρῶτον, εἶτα καὶ τῷ ἑαυτοῦ συνειδότι πεποιθώς· ὁπότε μάλιστα γυμνά" 7ζεσθαι εἰς ὑπομονὴν ὁ καλὸς καὶ ἀγαθὸς δύναται, νικᾶσθαι δὲ οὔ, ἐπει
8.26.5
" 7δήπερ αὐτοῦ τὴν διάνοιαν αἱ θεῖαι γραφαὶ φυλάττουσι. περιττεύουσιν" 7ὑποδείγμασιν αἱ θεῖαι ἀναγνώσεις ἃς τοῖς λαοῖς παραδιδόαμεν, αἵτινες" 7πάντας σχεδὸν τοὺς ἁγίους καταπεπονῆσθαι διαφόρως καὶ συνεχῶς ἐπι" 7στώσαντο καὶ δοκιμάζεσθαι καθάπερ ἔν τινι διαγνώσει, οὕτω τε εἰς τὸν
8.26.6
" 7στέφανον τῆς ὑπομονῆς ἐληλυθέναι. παραμυθείτω τὴν ἀγάπην σου" 7αὐτὸ τὸ συνειδός σου, ἀδελφὲ τιμιώτατε, ὅπερ ἐν ταῖς θλίψεσιν ἔχει τὴν" 7παραμυθίαν τῆς ἀρετῆς. ἐποπτεύοντος γὰρ τοῦ δεσπότου Χριστοῦ ἐν τῷ" 7λιμένι τῆς εἰρήνης καθορμισθεῖσα ἡ συνείδησις στήσεται.»
8.26.7
«᾿ Ιννοκέντιος ἐπίσκοπος πρεσβυτέροις καὶ διακόνοις καὶ παντὶ τῷ" 7κλήρῳ καὶ τῷ λαῷ τῆς Κωνσταντινουπόλεως ἐκκλησίας τῆς ὑπὸ τὸν" 7ἐπίσκοπον᾿ Ιωάννην, ἀγαπητοῖς ἀδελφοῖς χαίρειν.
8.26.8
" 7᾿ Εκ τῶν γραμμάτων τῆς ὑμετέρας ἀγάπης, ἅτινα διὰ Γερμανοῦ τοῦ" 7πρεσβυτέρου καὶ Κασσιανοῦ τοῦ διακόνου ἀπεστάλκατε, τὴν σκηνὴν τῶν" 7κακῶν, ἣν πρὸ τῶν ὀφθαλμῶν ἐθήκατε, ἐμμερίμνῳ φροντίδι κατέμαθον·" 7ὅσαις τε ἡ πίστις κάμνει ταλαιπωρίαις τε καὶ πόνοις, ἐπαναληφθείσῃ." 7λάκις τῇ ἀναγνώσει κατεῖδον. ὅπερ πρᾶγμα μόνη ἡ παράκλησις τῆς" 7ὑπομονῆς ἰᾶται. δώσει γὰρ ἐν τάχει ὁ ἡμέτερος θεὸς ταῖς τοσαύταις θλί" 7ψεσι τέλος, καὶ ταῦτα συνοίσει ὑπενηνοχέναι. ἀλλὰ γὰρ αὐτὴν τὴν ἀναγ" 7καίαν παράκλησιν ἐν ἀρχῇ τῆς ἐπιστολῆς τῆς ὑμετέρας ἀγάπης κειμένην" 7ἐγκωμιάζοντες ὑμῶν τὴν σύνεσιν ἐπεγνώκαμεν, πολλὰς πρὸς τὸ ὑπομένειν
8.26.10
" 7μαρτυρίας περιέχουσαν. τὴν γὰρ ἡμετέραν παράκλησιν, ἣν ὠφείλομεν" 7ὑμῖν ἐπιστεῖλαι, τοῖς ὑμετέροις γράμμασι προεφθάσατε. ταύτην γὰρ τοῖς" 7κάμνουσιν ὁ ἡμέτερος δεσπότης ὑπομονὴν παρέχειν εἴωθεν, ἵνα καὶ ἐν" 7ταῖς θλίψεσι τυγχάνοντες ἑαυτοὺς οἱ τοῦ Χριστοῦ δοῦλοι παραμυθῶνται," 7ἀναλογιζόμενοι ἐν αὑτοῖς καὶ πρότερον γεγενῆσθαι τοῖς ἁγίοις ἅπερ αὐτοὶ
8.26.11
" 7πάσχουσι. καὶ ἡμεῖς δὲ ἐξ αὐτῶν τῶν ὑμετέρων γραμμάτων δυνά" 7μεθα ἡμῖν προσενέγκαι παράκλησιν. οὐ γὰρ τοῦ συναλγεῖν ὑμῖν ἐσμεν" 7ἀλλότριοι, ἐπειδήπερ καὶ ἡμεῖς κολαζόμεθα ἐν ὑμῖν. τίς γὰρ ἐνέγκαι δυνή" 7σηται τὰ ἐξαμαρτανόμενα ὑπ' ἐκείνων, οὕστινας ἐχρῆν μάλιστα τοῦ γαλη" 7νοῦ τῆς εἰρήνης καὶ αὐτῆς σπουδαστὰς εἶναι τῆς ὁμονοίας; νῦν δὲ ἐνηλλαγ" 7μένῳ τρόπῳ ἀπὸ τῆς προεδρίας τῶν ἰδίων ἐκκλησιῶν ἐξωθοῦνται ἀθῷοι
8.26.12
" 7ἱερεῖς. ὃ δὴ καὶ πρῶτος ὁ ἀδελφὸς ἡμῶν καὶ συλλειτουργὸς᾿ Ιωάννης ὁ" 7ὑμέτερος ἐπίσκοπος ἀδίκως πέπονθε μηδεμιᾶς τυχὼν ἀκροάσεως. οὐδὲν" 7ἔγκλημα ἐπιφέρεται, οὐδεὶς ἀκούεται. καὶ τίς ἡ ἀπηγορευμένη ἐπίνοια; ἵνα" 7μὴ πρόφασις κρίσεως γένηται ἢ ζητηθῇ, εἰς τόπους ζώντων ἱερέων ἄλλοι" 7ὑποκαθίστανται, ὡς δυναμένων τῶν ἐκ τοῦ τοιούτου πλημμελήματος ὁρμω
8.26.13
" 7μένων ὀρθῶς τι ἔχειν ἢ πεπρᾶχθαι ὑπό τινος κριθῆναι. οὐδὲ γὰρ πώ" 7ποτε παρὰ τῶν πατέρων τῶν ἡμετέρων τοιαῦτα τετολμῆσθαι ἐγνώκαμεν," 7ἀλλὰ μᾶλλον κεκωλῦσθαι τῷ μηδενὶ εἰς τόπον ζῶντος χειροτονεῖν ἄλλον" 7δεδόσθαι ἐξουσίαν· οὐ γὰρ χειροτονία ἀδόκιμος τὴν τιμὴν δύναται ἀφελέσθαι" 7τοῦ ἱερέως, ἐπειδήπερ οὐδὲ ἐπίσκοπος δύναται εἶναι ἐκεῖνος, ὃς ἀδίκως" 7ὑποκαθίσταται.
8.26.14
" 7῞ Οτι καὶ περὶ τῆς τῶν κανόνων παραφυλακῆς τούτοις δεῖν ἕπεσθαι" 7γράφομεν, οἵτινες ἐν Νικαίᾳ εἰσὶν ὡρισμένοι, οἷς μόνοις ὀφείλει ἐξακολου
8.26.15
" 7θεῖν ἡ καθολικὴ ἐκκλησία καὶ τούτους γνωρίζειν. εἰ δὲ ἕτεροί τινες" 7ὑπό τινων προφέρονται, οἵτινες ἀπὸ τῶν κανόνων τῶν ἐν Νικαίᾳ διαφω" 7νοῦσιν καὶ ὑπὸ αἱρετικῶν ἐλέγχονται συντετάχθαι, οὗτοι παρὰ τῶν καθο" 7λικῶν ἐπισκόπων ἀποβάλλονται. τὰ γὰρ ὑπὸ τῶν αἱρετικῶν εὑρεθέντα" 7ταῦτα οὐκέτι τοῖς καθολικοῖς κανόσι προσαπτέον· ἀεὶ γὰρ διὰ τῶν ἐναν
8.26.16
" 7τίων καὶ ἀθέσμων τὴν βουλὴν τῶν ἐν Νικαίᾳ μειοῦν ἐθέλουσιν. οὐ μό" 7νον λέγομεν τούτοις μὴ δεῖν ἐξακολουθεῖν, ἀλλὰ μᾶλλον αὐτοὺς μετὰ αἱ" 7ρετικῶν καὶ σχισματικῶν δογμάτων εἶναι κατακριτέους, καθάπερ καὶ πρό" 7τερον γέγονεν ἐν τῇ Σαρδικῇ συνόδῳ ὑπὸ τῶν πρὸ ἡμῶν ἐπισκόπων. τὰ" 7γὰρ κακῶς πραχθέντα κατακρίνεσθαι μᾶλλον προσῆκεν ἢ ἄντικρυς τῶν
8.26.17
" 7κανόνων γενόμενα ἔχειν τινὰ βεβαιότητα, ἀδελφοὶ τιμιώτατοι. ἀλλὰ τί" 7κατὰ τῶν τοιούτων νῦν ἐν τῷ παρόντι ποιήσωμεν; ἀναγκαία ἐστὶ διάγνω" 7σις συνοδική, ἣν καὶ πάλαι ἔφημεν συναθροιστέαν. μόνη γάρ ἐστιν ἥτις" 7δύναται τὰς κινήσεις τῶν τοσούτων καταστεῖλαι καταιγίδων· ἧς ἵνα τύχω" 7μεν, χρήσιμόν ἐστι τέως ὑπερτίθεσθαι τὴν ἰατρείαν τῇ βουλήσει τοῦ μεγά
8.26.18
" 7λου θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ, τοῦ κυρίου ἡμῶν. πάντα ὅσα νῦν τῷ" 7φθόνῳ τοῦ διαβόλου πρὸς τὴν τῶν πιστῶν δοκιμασίαν τετάρακται, πραϋν" 7θήσεται. οὐδὲν ὀφείλομεν τῇ στερρότητι τῆς πίστεως παρὰ τοῦ κυρίου" 7ἡμῶν ἀπελπίσαι. καὶ γὰρ καὶ ἡμεῖς πολλὰ σκεπτόμεθα, ὃν τρόπον ἡ οἰ" 7κουμενικὴ σύνοδος συναχθείη, ὅπως τῇ βουλήσει τοῦ θεοῦ αἱ ταραχώδεις" 7κινήσεις παύσωνται. ὑπομείνωμεν οὖν τέως καὶ τῷ τείχει τῆς ὑπομονῆς" 7ὀχυρούμενοι ἐλπίσωμεν πάντα τῇ βοηθείᾳ τοῦ θεοῦ ἡμῶν ἀποκατασταθῆναι.
8.26.2
" 7πάντα δὲ ὅσα ὑμᾶς ὑφίστασθαι εἰρήκατε, καὶ πρότερον συνδραμόντων εἰς" 7τὴν῾ Ρώμην τῶν ἡμετέρων συνεπισκόπων, εἰ καὶ τὰ μάλιστα διαφόροις χρό" 7νοις, τουτέστι Δημητρίου, Κυριακοῦ, Εὐλυσίου καὶ Παλλαδίου, οἵτινες" 7σύνεισι μεθ' ἡμῶν, τελείᾳ ἐρωτήσει μεμαθήκαμεν.»
8.27.1
Τάδε μὲν τὰ᾿ Ιννοκεντίου γράμματα· ἐξ ὧν συνιδεῖν ἔστιν οἵαν εἶχε περὶ᾿ Ιωάννου γνώμην. ἐν τούτοις δὲ παμμεγέθης ἐν Κωνσταντινουπόλει καὶ τοῖς προαστείοις χάλαζα κατερράγη, τετάρτῃ τε μετὰ τοῦτο ἡμέρᾳ ἡ
8.27.2
τοῦ βασιλέως γαμετὴ ἐτελεύτησε. καὶ τάδε συμβῆναι χαλεπαίνοντος τοῦ θεοῦ διὰ᾿ Ιωάννην τοῖς πολλοῖς ἐδόκει. καὶ γὰρ δὴ καὶ Κυρῖνος ὁ Χαλκηδόνος ἐπίσκοπος, ὃς αὐτὸν μάλιστα ἐλοιδόρει, οὐ πολλῷ πρότερον ἐκ τῆς συγκυρησάσης αὐτῷ περὶ τὸν πόδα συμφορᾶς ἑκάτερον σκέλος ὑπὸ τῶν
8.27.3
ἰατρῶν ἀποπρισθεὶς ἐλεεινῶς ἀπεβίω. καὶ᾿ Αρσάκιος δὲ ἐπ' ὀλίγῳ χρόνῳ τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν ἐπιτροπεύσας ἐτελεύτησεν. πολλῶν δὲ τὴν αὐτοῦ διαδοχὴν μνωμένων τετάρτῳ μηνὶ τῆς αὐτοῦ τελευτῆς χειροτονεῖται᾿ Αττικός, πρεσβύτερος τοῦ Κωνσταντινουπόλεως κλήρου, ἐκ τῶν ἐπι
8.27.4
βούλων᾿ Ιωάννου. ὃς τὸ μὲν γένος ἦν ἐκ Σεβαστείας τῆς᾿ Αρμενίας, ἐκ νέου δὲ φιλοσοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῖς τῆς Μακεδονίου αἱρέσεως· οἳ δὴ τότε ἀνὰ τὴν Σεβάστειαν ἐν τῇδε τῇ φιλοσοφίᾳ διέπρεπον ἐκ τῆς Εὐσταθίου διατριβῆς ὄντες, ὃν ἐπίσκοπον ἐνθάδε καὶ ἡγεμόνα ἀρίστων μο
8.27.5
ναχῶν γενέσθαι ἐν τοῖς πρόσθεν ἔγνωμεν. ἤδη δὲ εἰς ἄνδρας τελῶν πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο· φύσει δὲ μᾶλλον ἢ μαθήσει φρόνιμος ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολος, ἐπιβουλεῦσαί τε καὶ πρὸς ἐπιβουλὰς ἀντισχεῖν ἱκανός, τὸ δὲ ἦθος ἐπαγωγὸς ὡς πολλοῖς κεχαρισμένος εἶναι,
8.27.6
μέτριος δὲ πρὸς τοὺς ἐπ' ἐκκλησίας λόγους, ὡς μήτε γραφῆς ἀξίους νομίζεσθαι τοῖς ἀκροαταῖς μήτε παιδείας παντελῶς ἀμοίρους· ἐμμελὴς γὰρ ὤν, εἴ πῃ καιρὸν ἦγε, τοὺς παρ'῞ Ελλησιν εὐδοκιμωτάτους συγγραφέας ἠσκεῖτο· καὶ τῷ δοκεῖν ἰδιώτης εἶναι περὶ τούτων διαλεγόμενος καὶ τοὺς ἐπιστήμο
8.27.7
νας πολλάκις ἐλάνθανεν. ἐλέγετο δὲ πρὸς μὲν τοὺς ὁμοδόξους σπουδαῖος εἶναι, τοῖς δὲ ἑτεροδόξοις φοβερός, καὶ ῥᾳδίως μὲν αὐτοῖς ἡνίκα βούλοιτο δέος ἐμποιεῖν, αὖθις δὲ μεταβαλλόμενος πρᾶος φαίνεσθαι. καὶ τὸν μὲν
8.27.8
τοιόνδε γενέσθαι φασὶν οἵ γε τὸν ἄνδρα ἔγνωσαν. ὁ δὲ᾿ Ιωάννης καὶ φεύγων ἐπισημότερος ἐγένετο· χρημάτων γὰρ ἔχων ἀφθονίαν, ἄλλων τε πολλῶν προσφερόντων καὶ᾿ Ολυμπιάδος τῆς διακόνου πεμπούσης, πολλοὺς αἰχμαλώτους παρὰ τῶν᾿ Ισαύρων λῃστῶν ὠνεῖτο καὶ τοῖς οἰκείοις ἀπεδίδου, πολλοῖς δὲ δεομένοις τὰ ἀναγκαῖα ἐχορήγει· οἷς δὲ οὐδὲν ἔδει χρημάτων τῷ λόγῳ προσήγετο, καὶ εἰσάγαν κεχαρισμένος ἐτύγχανεν᾿ Αρμενίοις τε παρ' 8. 27. οἷς ἦν καὶ τοῖς πλησιοχώροις. πλεῖστοι δὲ πρὸς αὐτὸν ἐφοίτων ἀπό τε᾿ Αντιοχείας καὶ τῆς ἄλλης Συρίας καὶ Κιλικίας.
8.28.1
᾿ Ιννοκέντιος δὲ ὁ῾ Ρώμης ἐπίσκοπος, καθάπερ πρότερον ἔγραψεν, ἐπ- ανελθεῖν αὐτὸν σπουδάζων σὺν τοῖς ἐκ τῆς ἕω περὶ τούτου πρεσβευσαμένοις ἐπισκόποις πέπομφεν ἐπισκόπους πέντε καὶ πρεσβυτέρους δύο τῆς῾ Ρωμαίων ἐκκλησίας πρὸς᾿ Ονώριον καὶ᾿ Αρκάδιον τὸν βασιλέα, σύνοδον αἰτήσοντας
8.28.2
καὶ καιρὸν ταύτης καὶ τόπον. οἱ δὲ ἐπὶ τῆς Κωνσταντινουπόλεως ἀπεχθανόμενοι᾿ Ιωάννῃ, ὡς ἐπὶ ὕβρει τῆς ἐνταῦθα βασιλείας τούτων γινομένων, διαβολὴν κατεσκεύασαν· καὶ τοὺς μὲν ὡς ὑπερόριον ἀρχὴν ἐνοχλήσαντας ἀτίμως ἐκπεμφθῆναι παρεσκεύασαν, αὐτὸν δὲ᾿ Ιωάννην ψήφῳ βασιλέως πορρωτέρω μετοικισθῆναι εἰς Πιτυοῦντα κατώρθωσαν· ἐν τάχει τε παρα
8.28.3
γενόμενοι στρατιῶται τοῦτο ἐπετέλουν. φασὶ δὲ αὐτὸν ὑπὸ τούτων ἀγόμενον καθ' ὁδὸν προϊδεῖν τὴν ἡμέραν, ἐν ᾗ τελευτᾶν ἤμελλεν, ἐπιφανέντος αὐτῷ Βασιλίσκου τοῦ μάρτυρος ἐν Κομάνοις τῆς᾿ Αρμενίας· ἔνθα δὴ μηκέτι πρὸς τὴν ὁδὸν ἀντισχών (ἤλγει γὰρ τὴν κεφαλὴν καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου φέρειν οὐχ οἷός τε ἦν) νόσῳ τὸν βίον μετήλλαξεν.. τ. 1 ΣΑΛΑΜΑΝΟΥ ΕΡΜΕΙΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ΕΝΑΤΟΣ. 1. 1 Τὰ μὲν δὴ κατὰ᾿ Ιωάννην ὧδε ἔσχε. μετ' οὐ πολὺ δὲ τῆς τούτου τελευτῆς, τρίτον ἔτος ἤδη᾿ Αττικοῦ διανύοντος τὴν Κωναταντινουπόλεως ἐπισκοπήν, Βάσσου καὶ Φιλίππου ὑπατευόντων, τελευτᾷ τὸν βίον᾿ Αρκάδιος διάδοχον τῆς ἡγεμονίας Θεοδόσιον τὸν υἱέα καταλιπὼν ἀρτίως γάλακτι τρέφεσθαι πεπαυμένον, θυγατέρας δὲ Πουλχερίαν καὶ᾿ Αρκαδίαν καὶ Μα. 1. 2 ρίναν ἔτι κομιδῇ νέας. ᾗ μοι δοκεῖ μάλιστα τὸν θεὸν ἐπιδεῖξαι μόνην εὐσέβειαν ἀρκεῖν πρὸς σωτηρίαν τοῖς βασιλεύουσιν, ἄνευ δὲ ταύτης μηδὲν εἶναι στρατεύματα καὶ βασιλέως ἰσχὺν καὶ τὴν ἄλλην παρασκευήν. ἐπεὶ οὖν εὐσεβέστατον τὸν βασιλέα ἔσεσθαι προεῖδεν ἡ τῶν ὅλων οἰκουρὸς θεία δύναμις, ἐπίτροπον αὐτοῦ καὶ τῆς ἡγεμονίας κατέστησε Πουλχερίαν τὴν. 1. 3 ἀδελφήν. ἡ δὲ οὔπω πεντεκαιδέκατον ἔτος ἄγουσα ὑπὲρ τὴν ἡλικίαν σοφώτατον καὶ θεῖον ἔλαβεν νοῦν. καὶ πρῶτα μὲν τὴν αὐτῆς παρθενίαν τῷ θεῷ ἀνέθηκε καὶ τὰς ἀδελφὰς ἐπὶ τὸν αὐτὸν ἐπαιδαγώγησε βίον, ὅπως μὴ ἄλλον ἄνδρα ἐπεισαγάγῃ τοῖς βασιλείοις καὶ ζήλου καὶ ἐπιβουλῆς πᾶσαν. 1. 4 ἀνέλῃ ἀφορμήν. ἐπιβεβαιοῦσα δὲ τὰ δόξαντα καὶ θεὸν αὐτὸν καὶ ἱερέας καὶ πάντα ἀρχόμενον μάρτυρας ποιουμένη τῶν αὐτῇ βεβουλευμένων, ἐκ χρυσοῦ καὶ λίθων τιμίων θαυμάσιόν τι χρῆμα θεαμάτων κάλλιστον ὑπὲρ τῆς ἰδίας παρθενίας καὶ τῆς τοῦ ἀδελφοῦ ἡγεμονίας ἱερὰν ἀνέθετο τράπεζαν ἐν τῇ ἐκκλησίᾳ Κωνσταντινουπόλεως· καὶ ἐπὶ τοῦ μετώπου τῆς τραπέζης,. 1. 5 ὡς ἂν πᾶσιν ἔκδηλα ᾖ, τάδε ἐπέγραψεν. ὑπεισελθοῦσα δὲ τὴν φροντίδα τῆς ἡγεμονίας ἄριστα καὶ ἐν κόσμῳ πολλῷ τὴν῾ Ρωμαίων οἰκουμένην διῴκησεν, εὖ βουλευομένη καὶ ἐν τάχει τὰ πρακτέα ἐπιτελοῦσα καὶ γράφουσα. ἠκρίβωτο γὰρ λέγειν τε καὶ γράφειν ὀρθῶς κατὰ τὴν῾ Ρωμαίων καὶ῾ Ελλή-. 1. 6 νων φωνήν. τῶν δὲ πραττομένων τὴν δόκησιν εἰς τὸν ἀδελφὸν ἀνέφερε· καὶ ἐπεμελεῖτο ὡς ἂν μάλιστα βασιλικῶς ἀναχθείη τοῖς καθ' ἡλικίαν παιδευόμενος μαθήμασιν. ἀλλ' ἱππικὴν μὲν καὶ τὴν ἐν τοῖς ὅπλοις καὶ τοῖς. 1. 7 λόγοις ἄσκησιν παρὰ τῶν ἐπιστημόνων ἐξεδιδάσκετο, περὶ δὲ τὰς προόδους κόσμιος εἶναι καὶ βασιλικὸς παρὰ τῆς ἀδελφῆς ἐρρυθμίζετο, ἐσθῆτά τε ᾗ χρὴ περιστέλλειν μανθάνων, καὶ τρόπῳ τίνι καθῆσθαι καὶ βαδίζειν καὶ γέλωτος κρατεῖν, καὶ πρᾶος καὶ φοβερὸς ἐν καιρῷ εἶναι, καὶ ἁρμοδίως πυνθάνεσθαι. 1. 8 τῶν περί του δεομένων. οὐχ ἥκιστα δὲ εἰς εὐσέβειαν αὐτὸν ἦγε, συνεχῶς εὔχεσθαι καὶ ταῖς ἐκκλησίαις φοιτᾶν ἐθίζουσα καὶ ἀναθήμασι καὶ κειμηλίοις τοὺς εὐκτηρίους οἴκους γεραίρειν καὶ ἐν τιμῇ ἔχειν τοὺς ἱερέας καὶ ἄλ. 1. λως ἀγαθοὺς ἄνδρας καὶ τοὺς νόμῳ Χριστιανῶν φιλοσοφοῦντας. οὐ μὴν ἀλλὰ καὶ ὑπὸ νόθων δογμάτων νεωτερίζεσθαι κινδυνευούσης τῆς θρησκείας σπουδῇ καὶ σοφῶς προὔστη. καὶ τοῦ μὴ καινὰς αἱρέσεις ἐν τοῖς καθ' ἡμᾶς χρόνοις κρατεῖν μάλιστα αὐτὴν αἰτίαν εὑρήσομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα. 1. 10 εἰσόμεθα. δέει δὲ πολλῷ τὸ θεῖον θρησκεύουσα, μακρὸν ἂν εἴη λέγειν παρὰ τίσι καὶ πόσους εὐκτηρίους οἴκους μεγαλοπρεπῶς ἐτεκτήνατο, πόσα δὲ καταγώγια πτωχῶν καὶ ξένων καὶ μοναστικὰς συνοικίας συνεστήσατο, διηνεκῆ τάξασα τὴν περὶ ταῦτα δαπάνην καὶ τὸ σιτηρέσιον τῶν ἐνοικούντων.. 1. 11 εἴ τῳ δὲ φίλον ἐκ τῶν πραγμάτων πειρᾶσθαι τῆς ἀληθείας καὶ μὴ τοῖς ἐμοῖς πείθεσθαι λόγοις, μαθήσεται μὴ ψευδῶς μηδὲ πρὸς χάριν με τάδε συγγράφειν, εἰ παρὰ τῶν ἐπιτροπευόντων τὸν αὐτῆς οἶκον ἀνάγραπτον οὖσαν διέλθῃ τῶν τοιούτων τὴν γνῶσιν καὶ παρὰ τῶν ἐγγεγραμμένων πύ. 1. 12 θηται, εἰ τῇ γραφῇ συνᾴδει τὰ πράγματα. ᾧ δὲ μὴ ταῦτα μόνα πρὸς πίστιν ἀρκεῖ, πιστούσθω καὶ θεὸς αὐτὸς πάντως που διὰ τὴν πολιτείαν κεχαρισμένην αὐτὴν ἔχων, ὡς εὐχομένης ἑτοίμως ἐπακούειν καὶ πολλάκις αὐτῇ περὶ τῶν πρακτέων προφαίνεσθαι. οὐ γὰρ ἂν φαίην ποτὲ θεοφίλειαν παραγίνεσθαι τοῖς ἀνθρώποις, εἰ μὴ σφᾶς ἀξίους ταύτης διὰ τῶν ἔργων. 1. 13 παρέχωσιν. ἀλλ' ὅσα μὲν εἰς ἀπόδειξιν ἧκε τῶν καθ' ἕκαστον ἐπιδεικνύντων θεοφιλῆ εἶναι τὴν τοῦ βασιλέως ἀδελφήν, ἑκὼν παρήσω τέως, μὴ καὶ μωμήσηταί τις ὡς ἕτερα πραγματευόμενος εἰς ἐγκωμίων νόμον ἐτράπην. ὃ δέ μοι καὶ κατὰ ταὐτὸν ἐκκλησιαστικῆς τε ἱστορίας ἴδιον εἶναι δοκεῖ καὶ θεοφιλείας αὐτῆς περιφανὴς ἔλεγχος, αὐτόθεν ἐρῶ, εἰ καὶ χρόνῳ ὕστερον συνέβη. ἔχει δὲ ὧδε·. 2. 1 Γυνή τις Εὐσεβία τοὔνομα, διάκονος τῆς Μακεδονίου αἱρέσεως, οἴκημα καὶ κῆπον εἶχε πρὸ τοῦ τείχους Κωνσταντινουπόλεως· καὶ ἱερὰ λείψανα ἐνθάδε ἐφύλαττε τῶν ἐν Σεβαστείᾳ τῆς᾿ Αρμενίας κατὰ τοὺς Λικινίου χρό. 2. 2 νους μαρτυρησάντων τεσσαράκοντα στρατιωτῶν. μέλλουσα δὲ τελευτᾶν κατέλιπε τὸν προειρημένον τόπον μοναχοῖς ὁμοδόξοις, καὶ μεθ' ὅρκων αὐτῶν ἐδεήθη ἐκεῖσε ταφῆναι, ὑπὲρ δὲ κεφαλῆς ἐπὶ τῷ ἄκρῳ τὴν αὐτῆς σορὸν ἰδίᾳ ξέσαι καὶ συγκαταθέσθαι αὐτῇ τῶν μαρτύρων τὰ λείψανα, καὶ μηδενὶ. 2. 3 καταμηνῦσαι. καὶ οἱ μὲν ὧδε ἐποίουν. ὥστε δὲ τῆς προσηκούσης θεραπείας μεταλαγχάνειν τοὺς μάρτυρας καὶ τοὺς ἔξωθεν ἀγνοεῖν κατὰ τὰ συντεθειμένα πρὸς Εὐσεβίαν, εὐκτήριον οἶκον ὑπὸ γῆν ἐτεκτήναντο περὶ τὴν αὐτῆς θήκην, εἰς δὲ τὸ προφανὲς οἴκημα ὑπεράνω πλίνθοις ὀπταῖς τὸ ἔδαφος ἠμφιεσμένον καὶ καταβάσιον ἐκ τούτου λανθάνον ἐπὶ τοὺς μάρτυρας.. 2. 4 μετὰ δὲ ταῦτα Καισάριος ἀνὴρ τῶν τότε ἐν δυνάμει, ὃς καὶ ὑπάτου καὶ ὑπάρχου εἰς ἀξίαν προῆλθεν, θανοῦσαν αὐτοῦ τὴν γαμετὴν παρὰ τὴν Εὐσεβίας σορὸν ἔθαψε· τοῦτο γὰρ ἔτι περιούσαις αὐταῖς συνέδοξεν ὑπερφυῶς κεχαρισμέναις ἀλλήλαις καὶ περὶ τὸ δόγμα καὶ τὴν θρησκείαν ὁμοφρονού. 2. 5 σαις. ἐντεῦθεν πρόφασις ἐγένετο Καισαρίῳ κτήσασθαι τοῦτον τὸν τόπον, ὡς ἂν καὶ αὐτὸς πλησίον τῆς γαμετῆς ταφείη. οἱ δὲ προειρημένοι μοναχοὶ ἀλλαχῇ μετῳκίσθησαν μηδὲν περὶ τῶν μαρτύρων ὁμολογήσαντες.. 2. 6 καταπεσόντος δὲ τοῦ οἴκου μετὰ ταῦτα γῆς τε καὶ φορυτοῦ ἐπιβληθέντος πᾶς ὁ τῇδε τόπος ἐξωμαλίσθη, καθότι αὐτὸς Καισάριος εἰς τιμὴν Θύρσου τοῦ μάρτυρος μεγαλοπρεπῆ ναὸν τῷ θεῷ ἐνθάδε ἀνέστησεν. ὡς ἔοικε δέ, ὧδε ἐπιμελῶς ἀφανισθῆναι τὸν προειρημένον χῶρον καὶ τοσοῦτον προελθεῖν χρόνον ὁ θεὸς ἐβούλετο, παραδοξοτέραν καὶ ἐπιφανεστέραν κατασκευάζων τῶν μαρτύρων τὴν εὕρεσιν καὶ τῆς εὑρούσης τὴν θεοφίλειαν. ἦν δὲ τοῦ. 2. 7 κρατοῦντος ἡ ἀδελφὴ Πουλχερία ἡ βασιλίς. ἐπιφανεὶς γὰρ αὐτῇ τρίτον ὁ θεσπέσιος Θύρσος τοὺς ὑπὸ γῆν κρυπτομένους ἐμήνυσεν καὶ μετατίθεσθαι πρὸς ἑαυτὸν ἐκέλευσεν, ὥστε τῆς ὁμοίας θέσεως καὶ τιμῆς μετέχειν. ἅμα δὲ καὶ αὐτοὶ οἱ τεσσαράκοντα χλανίδας ἠμφιεσμένοι λαμπρὰς καταδήλους αὐτῇ σφᾶς ἐποίησαν. ἐδόκει δὲ πίστεως κρεῖττον εἶναι τὸ πρᾶγμα καὶ παν. 2. 8 τελῶς ἄπορον. οὔτε γὰρ οἱ παλαιότεροι τῶν ἐνθάδε κληρικῶν πολλάκις ἐρωτηθέντες οὔτε ἄλλος οὐδεὶς καταμηνύειν εἶχε τοὺς μάρτυρας. τὸ δὴ τελευταῖον πάντων ἀμηχανούντων Πολυχρονίῳ τινὶ πρεσβυτέρῳ, πάλαι γενομένῳ τῶν Καισαρίου οἰκείων, ἄγει τὸ θεῖον εἰς νοῦν τούς ποτε τὸν τόπον. 2. οἰκήσαντας μοναχούς. καὶ παρὰ τοὺς Μακεδονιανῶν κληρικοὺς ἐλθὼν ἐπυνθάνετο περὶ αὐτῶν. ἤδη δὲ πάντων τετελευτηκότων ἕνα μόνον περιόντα εὑρών, ὡς ἐπὶ μηνύσει τῶν ἐπιζητουμένων μαρτύρων ἔτι πεφυλαγμένον ἐν ζῶσιν, ἐδεῖτο φράζειν, εἴ γε ἱερὰ λείψανα οἶδεν ὑπὸ τὸν δηλωθέντα χῶρον. 2. 10 κρυπτόμενα. ἐπεὶ δὲ διὰ τὰς πρὸς Εὐσεβίαν συνθήκας ἰδὼν αὐτὸν Πολυχρόνιος ὑποπαραιτούμενον καὶ τὴν θείαν ἐπιφάνειαν ἐδήλωσε καὶ τῆς βασιλίδος τὰς ὀχλήσεις καὶ αὐτῶν τὴν ἀμηχανίαν, συνωμολόγησεν ἀληθῆ τὸν θεὸν ἐπιδεῖξαι τῇ κρατούσῃ· βούπαιδα γὰρ τότε ὄντα καὶ ὑπὸ γέροντας ἡγουμένους τὴν μοναχικὴν ἐκδιδασκόμενον ἀκριβῶς ἐπίστασθαι μάρτυρας κεῖσθαι παρὰ τὴν τῆς Εὐσεβίας σορόν· μὴ εἰδέναι μέντοι, πότερον ὑπὸ τέμενος ἢ ἑτέρωθι κατορωρυγμένοι εἰσί, τῷ πολὺν παρελθεῖν χρόνον καὶ τὴν. 2. 11 προτέραν ὄψιν τοῦ τόπου εἰς τὸ νῦν φαινόμενον ἀμειφθῆναι. «καὶ μήν», ἔφη Πολυχρόνιος, «οὐ τὸ αὐτὸ πέπονθα· μέμνημαι γὰρ παρατυχὼν τῇ ταφῇ τῆς Καισαρίου γαμετῆς, καὶ ἀναλογιζόμενος ἐκ τῆς πέλας παρακειμένης λεωφόρου εἰκάζω αὐτὴν κεῖσθαι παρὰ τὸν ἄμβωνα» (βῆμα δὲ τοῦτο τῶν ἀναγνωστῶν). «οὐκοῦν», ὑπολαβὼν ὁ μοναχὸς εἶπε, «καὶ τὴν Εὐσεβίας σορὸν παρὰ τὴν Καισαρίου γαμετὴν ζητητέον, καθότι καὶ περιοῦσαι τὰ πολλὰ. 2. 12 συνῆσαν ἀλλήλαις καὶ θανοῦσαι συνέθεντο ἅμα τὰς θήκας ἔχειν.» ἐπεὶ δὲ κατὰ τὰ εἰρημένα ὀρύσσειν ἔδει καὶ τὰ ἱερὰ λείψανα ἀνιχνεύειν, μαθοῦσα. 2. 13 ταῦτα ἡ βασιλὶς προσέταξεν ἔχεσθαι τοῦ ἔργου. ἀνορυγέντος τε τοῦ περὶ τὸν ἄμβωνα χώρου ηὑρέθη ἡ τῆς Καισαρίου γαμετῆς θήκη, καθὼς συνέβαλε Πολυχρόνιος, ὀλίγον δὲ διεστὼς ἐκ πλαγίου κατάστρωμα πλίνθων ὀπτῶν, ἰσόμετρός τε τῇ τούτων περιβολῇ πλὰξ μαρμαρίνη· ὑφ' ἣν αὐτῆς Εὐσεβίας ἡ σορὸς ἀπεδείχθη καὶ τὸ περὶ αὐτὴν εὐκτήριον ἐπιεικῶς μάλα λευκοπορφύροις μαρμάροις ἠμφιεσμένον· τὸ δὲ ἐπίθεμα τῆς θήκης ὥσπερ εἰς ἱερὰν ἐξήσκητο τράπεζαν. ἐπ' ἄκρου δέ, καθ' ὃ οἱ μάρτυρες ἔκειντο, τρύπημα. 2. 14 μικρὸν ἀνεφάνη. παρεστὼς δέ τις τοῦ βασιλέως οἴκου ῥάβδον λεπτὴν ἣν ἔτυχε κατέχων διὰ τοῦ τρυπήματος καθῆκε· καὶ ἀνιμήσας τῇ ῥινὶ προσήγαγε, καὶ μύρων εὐωδίας ὠσφράνθη. ἐκ τούτου δὲ ἀγαθαὶ ἐλπίδες τοῖς ἐργαζομένοις καὶ τοῖς ἐφεστῶσιν ἐγένοντο, καὶ σπουδῇ τὴν σορὸν ἀποκα. 2. 15 λύψαντες εὑρίσκουσι τὴν Εὐσεβίαν. τὸ δὲ πρὸς κεφαλὴν αὐτῆς ἐξέχον τῆς θήκης, εἰς κιβωτοῦ σχῆμα περιεξεσμένον, ἰδίῳ ἔνδοθεν ἐκαλύπτετο ἐπιθέματι· καὶ ἑκατέρωθεν αὐτῷ πρὸς τὰ χείλη σίδηρος ἐπικείμενος συνεῖχε μολύβδῳ συμπεπηγώς. ἐπὶ δὲ τοῦ μέσου τὸ αὐτὸ τρύπημα πάλιν ἀναφανὲν. 2. 16 ἔτι σαφέστερον ἐδείκνυ ἔνδοθεν ἔχειν τοὺς μάρτυρας. ὡς δὲ ταῦτα ἠγγέλθη, συνέδραμον εἰς τὸ μαρτύριον ἥ τε βασιλὶς καὶ ὁ ἐπίσκοπος· αὐτίκα τε διὰ τῶν ἐπιστημόνων περιαιρεθέντων τῶν σιδηρίων δεσμῶν εὐπετῶς ἐξειλκύσθη τὸ ἐπίθεμα· ὑπὸ δὲ τοῦτο μύρα πολλὰ καὶ ἐν τοῖς μύροις ἀλαβαστρο. 2. 17 θῆκαι ἀργυραῖ δύο ηὑρέθησαν, ἐν αἷς τὰ ἱερὰ λείψανα ἔκειτο. τότε μὲν οὖν ἡ βασιλὶς εὐχαριστήρια ηὔξατο τῷ θεῷ, τοσαύτης ἐπιφανείας ἀξιωθεῖσα καὶ τῆς εὑρέσεως ἐπιτυχοῦσα τῶν ἱερῶν λειψάνων· μετὰ δὲ ταῦτα πολυτελεστάτῃ θήκῃ τιμῶσα τοὺς μάρτυρας παρὰ τὸν θεσπέσιον Θύρσον κατέθετο, δημοτελοῦς ἑορτῆς ὡς εἰκὸς καὶ τῆς προσηκούσης πομπῆς σὺν. 2. 18 ψαλμῳδίαις ἐπιτελεσθείσης, ᾗ καὶ ἐγὼ αὐτὸς παρεγενόμην. καὶ τὰ μὲν ὧδε γενέσθαι οἱ παρατυχόντες τῇ ἑορτῇ μαρτυρήσουσι· σχεδὸν γὰρ πάντες ἔτι περίεισιν, καθότι πολλῷ ὕστερον συνέβη Πρόκλου ἐπιτροπεύοντος τὴν Κωνσταντινουπόλεως ἐκκλησίαν.. 3. 1 Λόγος δὲ καὶ ἐπὶ ἄλλοις πράγμασι πολλάκις τὸν θεὸν προαναφῆναι τὸ μέλλον τῇ βασιλίδι, καὶ πλεῖστα θεοφίλειαν μαρτυροῦντα συμβῆναι περὶ αὐτὴν καὶ τὰς αὐτῆς ἀδελφάς· ἐπεὶ καὶ αὗται τὸν ἴσον πολιτεύονται τρόπον, περὶ τοὺς ἱερέας καὶ τοὺς εὐκτηρίους οἴκους σπουδάζουσαι καὶ περὶ τοὺς δεο. 3. 2 μένους ξένους καὶ πτωχοὺς φιλοτιμούμεναι. τράπεζα δὲ καὶ πρόοδος ὡς ἐπίπαν ἡ αὐτὴ πάσαις, κοινῇ τε νύκτωρ καὶ μεθ' ἡμέραν τὸν θεὸν ὑμνοῦσι. καὶ οἷος ἀξιαγάστων γυναικῶν νόμος, ὑφασμάτων καὶ τῶν τοιούτων ἔργων ἐπεμελοῦντο· ῥᾳστώνην γὰρ καὶ ἀργίαν, καίπερ βασιλεύουσαι καὶ ἐν βασιλείοις τεχθεῖσαι καὶ τραφεῖσαι, παρθενίας ἱερᾶς ἣν μετίασιν ἀναξίαν ἡγή. 3. 3 σαντο καὶ τοῦ οἰκείου βίου ἀφώρισαν. διὰ ταῦτα δὲ προφανῶς ἵλεω ὄντος τοῦ θεοῦ καὶ τοῦ αὐτῶν οἴκου ὑπερμαχοῦντος, τῷ μὲν κρατοῦντι τὰ τῆς ἡλικίας καὶ τῆς ἀρχῆς ἐπεδίδου, πᾶσα δὲ ἐπιβουλὴ καὶ πόλεμος κατ' αὐτοῦ συνιστάμενος αὐτομάτως διελύετο.. 4. 1 Τότε γοῦν Πέρασι μὲν εἰς μάχην κεκινημένοι ἑκατοντούτεις σπονδὰς πρὸς῾ Ρωμαίους ἔθεντο. Στελίχων δὲ ὁ τῆς᾿ Ονωρίου στρατιᾶς ἡγούμενος, ὕποπτος ὢν ὡς Εὐχέριον τὸν υἱέα τὸν ἑαυτοῦ σπουδάζων ἀναγορεῦσαι βασι. 4. 2 λέα κατὰ τὴν ἕω, κτίννυται παρὰ τῶν ἐν῾ Ραβέννῃ στρατιωτῶν. οὗτος δὲ καὶ πρότερον ἔτι περιόντος᾿ Αρκαδίου καταστὰς εἰς ἔχθραν τοῖς αὐτοῦ ἄρχουσιν ἐβεβούλευτο πρὸς ἑαυτὰ συγκροῦσαι τὰ βασίλεια. καὶ στρατηγοῦ῾ Ρωμαίων ἀξίαν προξενήσας᾿ Αλαρίχῳ τῷ ἡγουμένῳ τῶν Γότθων προὐτρέ-. 4. 3 ψατο καταλαβεῖν τοὺς᾿ Ιλλυριούς. καὶ ὕπαρχον αὐτῶν καταστάντα τὸν᾿ Ιόβιον προπέμψας συνέθετο καὶ αὐτὸς συνδραμεῖσθαι μετὰ τῶν῾ Ρωμαίων στρατιωτῶν, ὥστε καὶ τοὺς τῇδε ὑπηκόους ὑπὸ τὴν᾿ Ονωρίου δῆθεν ἡγε. 4. 4 μονίαν ποιῆσαι. καὶ ὁ μὲν᾿ Αλάριχος ἐκ τῆς πρὸς τῇ Δαλματίᾳ καὶ Παννονίᾳ βαρβάρου γῆς, οὗ διῆγεν, παραλαβὼν τοὺς ὑπ' αὐτὸν ἧκεν εἰς τὰς᾿ Ηπείρους· καὶ συχνὸν ἐνταῦθα προσμείνας χρόνον ἄπρακτος ἐπανῆλθεν εἰς᾿ Ιταλίαν. μέλλων γὰρ ἐκδημεῖν κατὰ τὰ συντεθειμένα᾿ Ονωρίου γράμμασιν. 4. 5 ἐπεσχέθη. ἐπεὶ δὲ ἐτελεύτησεν᾿ Αρκάδιος, ὥρμησε μὲν᾿ Ονώριος φειδοῖ τῇ περὶ τὸν ἀδελφιδοῦν ἐλθεῖν εἰς Κωνσταντινούπολιν καὶ πιστοὺς ἄρχοντας καὶ φύλακας καταστῆσαι τῆς αὐτοῦ σωτηρίας καὶ βασιλείας. ἐν τάξει γὰρ υἱέος αὐτὸν ἔχων ἐδεδίει μή τι πάθοι διὰ τὸ νέον ἕτοιμος ὢν πρὸς ἐπι. 4. 6 βουλήν. ἤδη δὲ μέλλοντα ἔχεσθαι τῆς ὁδοῦ πείθει Στελίχων ἐν τῇ᾿ Ιταλίᾳ μένειν τὸν᾿ Ονώριον, ἀναγκαῖον εἶναι τοῦτο εἰπών, καθότι Κωνσταντῖνός τις ἐτύγχανεν ἔναγχος ἐν᾿ Αρηλάτῳ τυραννήσας. θάτερον δὲ τῶν σκήπτρων, ὃ λάβωρον῾ Ρωμαῖοι καλοῦσι, καὶ γράμματα βασιλέως λαβὼν ἐπιτρέποντα αὐτῷ τὴν εἰς τὴν ἀνατολὴν ἄφιξιν, ἔμελλεν ἐκδημεῖν τέσσαρας ἀριθμοὺς. 4. 7 στρατιωτῶν παραλαβών. ἐν τούτῳ δὲ φήμης διαδραμούσης, ὡς ἐπιβουλεύει τῷ βασιλεῖ καὶ ἐπὶ τυραννίδα τοῦ υἱέος παρασκευάζεται συμπράττοντας ἔχων τοὺς ἐν δυνάμει, στασιάσαντες οἱ στρατιῶται κτείνουσι τὸν᾿ Ιταλίας ὕπαρχον καὶ τὸν τῶν Γαλατῶν καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους. 4. 8 τοὺς διέποντας τὰς ἐν τοῖς βασιλείοις ἀρχάς. ἀναιρεῖται δὲ καὶ αὐτὸς παρὰ τῶν ἐν῾ Ραβέννῃ στρατιωτῶν, ἀνὴρ εἴπερ τις ἄλλος πώποτε ἐν πολλῇ δυνάμει γεγενημένος καὶ πάντας ὡς εἰπεῖν βαρβάρους τε καὶ῾ Ρωμαίους πειθομένους ἔχων. Στελίχων μὲν οὖν ὑπονοηθεὶς κακόνους εἶναι τοῖς βασιλείοις ὧδε ἀπώλετο· κτίννυται δὲ καὶ Εὐχέριος ὁ αὐτοῦ παῖς.. 5. 1 Κατὰ ταὐτὸν δὲ συνέβη καὶ Οὔννους στρατοπεδευομένους ἐν Θρᾴκῃ, μήτε πολεμοῦντός του μήτε διώκοντος, αἰσχρῶς ὑποστρέψαι τοὺς πλείους ἀποβαλόντας. ἐπεὶ γὰρ Οὔλδης ὁ ἡγούμενος τῶν ὑπὲρ τὸν῎ Ιστρον βαρβάρων πλείστην ἔχων στρατιὰν ἐπεραιώθη τὸν ποταμόν, ἐν τοῖς Θρᾳκῶν ὅροις ἐστρα. 5. 2 τοπεδεύετο. καὶ Καστράμαρτις πόλιν τῆς Μυσίας προδοσίᾳ ἑλὼν ἐντεῦθεν τὴν ἄλλην Θρᾴκην κατέτρεχε καὶ σπονδὰς θέσθαι πρὸς῾ Ρωμαίους ὑπὸ ἀλαζονείας οὐκ ἠνείχετο. διαλεγομένου τε αὐτῷ περὶ εἰρήνης τοῦ ὑπάρχου τῶν Θρᾳκίων στρατευμάτων, ἀνίσχοντα τὸν ἥλιον ἐπιδείξας οὐ χαλεπὸν αὐτῷ ἔφη, ἢν βούληται, πᾶσαν ἣν ἐφορᾷ γῆν καταστρέψασθαι.. 5. 3 τερατευομένου δὲ τοιάδε καὶ δασμὸν ὅσον ἐβούλετο ἐπιτάττοντος καὶ ἐπὶ τούτοις συντίθεσθαι῾ Ρωμαίοις εἰρήνην ἔχειν ἢ πόλεμον περιμένειν, ἀμηχάνου τε τοῦ πράγματος ὄντος, ἐπέδειξεν ὁ θεὸς ἣν ἔχει προμήθειαν περὶ τὴν. 5. 4 παροῦσαν βασιλείαν. οὐκ εἰς μακρὰν γὰρ λόγοι πρὸς τοὺς ἀμφὶ τὸν Οὔλδην οἰκείους καὶ λοχαγοὺς ἐγένοντο περὶ τῆς῾ Ρωμαίων πολιτείας καὶ τῆς τοῦ βασιλέως φιλανθρωπίας, ὁποίων τε καὶ ὅσων ἀξιοῖ γερῶν τοὺς ἀρίστους καὶ ἀγαθοὺς ἄνδρας. οὐκ ἀθεεὶ δὲ τούτων εἰς ἔρωτα καταστάντες῾ Ρωμαίοις προσεχώρησαν, καὶ σὺν αὐτοῖς ἐστρατοπεδεύοντο ἅμα τοῖς ὑπ'. 5. 5 αὐτοὺς τεταγμένοις. ὁ δὲ Οὔλδης πρὸς τὸ πέραν τοῦ ποταμοῦ μόλις διεσώθη πολλοὺς ἀποβαλών, ἄρδην δὲ τοὺς καλουμένους Σκιρούς (ἔθνος δὲ τοῦτο βάρβαρον ἱκανῶς πολυάνθρωπον πρὶν τοιᾷδε περιπεσεῖν συμφορᾷ)· ὑστερήσαντες γὰρ ἐν τῇ φυγῇ οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες. 5. 6 δέσμιοι ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξεπέμφθησαν. δόξαν δὲ τοῖς ἄρχουσι διανεῖμαι τούτους, μή τι πλῆθος ὄντες νεωτερίσωσι, τοὺς μὲν ἐπ' ὀλίγοις τιμήμασιν ἀπέδοντο, τοὺς δὲ πολλοῖς προῖκα δουλεύειν παρέδοσαν, ἐπὶ τῷ μήτε Κωνσταντινουπόλεως μήτε πάσης Εὐρώπης ἐπιβαίνειν καὶ τῇ μέσῃ. 5. 7 θαλάσσῃ χωρίζεσθαι τῶν ἐγνωσμένων αὐτοῖς τόπων. ἐκ τούτων τε πλῆθος ἄπρατον περιλειφθὲν ἄλλοι ἀλλαχῇ διατρίβειν ἐτάχθησαν· πολλοὺς δὲ ἐπὶ τῆς Βιθυνίας τεθέαμαι πρὸς τῷ καλουμένῳ᾿ Ολύμπῳ ὄρει σποράδην οἰκοῦντας καὶ τὰς αὐτόθι ὑπωρείας καὶ λόφους γεωργοῦντας.. 6. 1 Τὰ μὲν οὖν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο καὶ σὺν κόσμῳ πολλῷ ἰθύνετο παρὰ τὴν πάντων δόξαν· ἦν γὰρ ἔτι νέος ὁ κρατῶν. τὰ δὲ. 6. 2 πρὸς δύσιν ἐν ἀταξίαις ἦν πολλῶν ἐπανισταμένων τυράννων· ἡνίκα δὴ μετὰ τὴν Στελίχωνος ἀναίρεσιν᾿ Αλάριχος ὁ τῶν Γότθων ἡγούμενος πρεσβευσάμενος περὶ εἰρήνης πρὸς᾿ Ονώριον ἀπέτυχε· καὶ καταλαβὼν τὴν῾ Ρώμην ἐπολιόρκει πολλοὺς βαρβάρους ἐπιστήσας Θύβριδι τῷ ποταμῷ, ὥστε μὴ εἰσκομίζεσθαι τὰ ἐπιτήδεια τοῖς ἐν τῇ πόλει ἀπὸ τοῦ Πόρτου (ὧδε γὰρ. 6. 3 ὀνομάζουσι τὸ῾ Ρωμαίων ἐπίνειον). χρονίας δὲ γενομένης τῆς πολιορκίας λιμοῦ τε καὶ λοιμοῦ τὴν πόλιν πιέζοντος δούλων τε πολλῶν καὶ μάλιστα βαρβάρων τῷ γένει πρὸς τὸν᾿ Αλάριχον αὐτομολούντων, ἀναγκαῖον ἐδόκει τοῖς ἑλληνίζουσι τῆς συγκλήτου θύειν ἐν τῷ Καπιτωλίῳ καὶ τοῖς ἄλλοις. 6. 4 ναοῖς. Θοῦσκοι γάρ τινες ἐπὶ τοῦτο μετακληθέντες παρὰ τοῦ ὑπάρχου τῆς πόλεως ὑπισχνοῦντο σκηπτοῖς καὶ βρονταῖς ἀπελάσειν τοὺς βαρβάρους· ηὔχουν δὲ τοιοῦτον αὐτοῖς εἰργάσθαι καὶ περὶ Λαρνίαν πόλιν τῆς Θουσκίας,. 6. 5 ἣν παριὼν᾿ Αλάριχος ἐπὶ τὴν῾ Ρώμην οὐχ εἷλεν. ἀλλὰ τούτων μὲν οὐδὲν ὄφελος ἔσεσθαι τῇ πόλει ἡ ἀπόβασις ἔδειξεν. τοῖς γὰρ εὖ φρονοῦσιν ὑπὸ θεομηνίας κατεφαίνετο ταῦτα συμβαίνειν῾ Ρωμαίοις κατὰ ποινὴν ὧν πρὸ τοῦ ὑπὸ πολλῆς ῥᾳστώνης καὶ ἀκολασίας εἰς ἀστοὺς καὶ ξένους ἀδίκως καὶ. 6. 6 ἀσεβῶς ἥμαρτον. λέγεται γοῦν ἀγαθός τις τῶν ἐν᾿ Ιταλίᾳ μοναχῶν σπεύδοντι ἐπὶ῾ Ρώμην᾿ Αλαρίχῳ παραινέσαι φείσασθαι τῆς πόλεως μηδὲ τηλι- κούτων αἴτιον γενέσθαι κακῶν· τὸν δὲ φάναι ὡς οὐχ ἑκὼν τάδε ἐπιχειρεῖ, ἀλλά τις συνεχῶς ἐνοχλῶν αὐτὸν βιάζεται καὶ ἐπιτάττει τὴν῾ Ρώμην πορθεῖν·. 6. 7 ὃ δὴ τελευτῶν ἐποίησεν. ἐν ᾧ δὲ ἐπολιόρκει, πλεῖστα δῶρα λαβὼν ἐπὶ χρόνον τινὰ τὴν πολιορκίαν ἔλυσε, συνθεμένων῾ Ρωμαίων τὸν βασιλέα πείσειν εἰς εἰρήνην αὐτὸν δέχεσθαι.. 7. 1 Γενομένης δὲ περὶ τούτου πρεσβείας οἱ τὰ ἐναντία πράττοντες᾿ Αλαρίχῳ ἐν τοῖς βασιλείοις ἐνεπόδιζον τῇ εἰρήνῃ. μετὰ δὲ ταῦτα πρεσβευσαμένου᾿ Ιννοκεντίου τοῦ῾ Ρωμαίων ἐπισκόπου μετακληθεὶς᾿ Αλάριχος γράμμασι τοῦ βασιλέως ἧκεν εἰς᾿ Αρίμηνον πόλιν δέκα καὶ διακοσίοις σταδίοις. 7. 2 τῆς῾ Ραβέννης ἀφεστῶσαν. ἐνταῦθα δὲ τὰς σκηνὰς ἔχοντι πρὸ τῶν τειχῶν εἰς λόγους ἐλθὼν ὁ᾿ Ιόβιος τῆς᾿ Ιταλίας ὕπαρχος ὢν δηλοῖ τῷ βασιλεῖ τὴν᾿ Αλαρίχου αἴτησιν καὶ ὡς δέοι δέλτοις αὐτὸν τιμῆσαι στρατηγοῦ δυνάμεως. 7. 3 ἑκατέρας. ὁ δὲ βασιλεὺς χρημάτων μὲν καὶ σιτηρεσίων ὧν ᾔτει ὡς ὑπάρχῳ᾿ Ιοβίῳ τὴν ἐξουσίαν δέδωκεν, ἀξίας δὲ οὔποτε μεταδώσειν αὐτῷ ἀντεδήλωσεν. ἀβούλως δὲ᾿ Ιόβιος ἐν τῇ᾿ Αλαρίχου σκηνῇ περιμείνας τὸν ἐκ τῶν βασιλείων ἀπεσταλμένον ἀναγινώσκειν ἐκέλευσε παρόντων τῶν βαρ. 7. 4 βάρων τὰ δόξαντα τῷ βασιλεῖ. ἐπὶ δὲ τῇ ἀρνήσει τοῦ ἀξιώματος ὀργισθεὶς᾿ Αλάριχος ὡς ὑβρισμένος αὐθωρὸν τῇ σάλπιγγι σημήνας ἐπὶ τὴν῾ Ρώμην ἤλαυνε. δείσας δὲ᾿ Ιόβιος, μὴ ὑπονοηθῇ παρὰ τῷ βασιλεῖ᾿ Αλαρίχῳ σπου- δάζειν, ἀβουλοτέρῳ ἢ πρότερον περιπεσών, πρὸς τῆς σωτηρίας τοῦ βασιλέως αὐτός τε ὤμοσε καὶ τοὺς ἄλλους ἄρχοντας παρεσκεύασε μήποτε εἰρήνην. 7. 5 θέσθαι πρὸς᾿ Αλάριχον. οὐκ εἰς μακρὰν δὲ μεταμεληθεὶς ὁ βάρβαρος ἐδήλωσε μηδὲν ἀξιωμάτων δεῖσθαι, σύμμαχον δὲ παρέξειν ἑαυτὸν ἐπὶ μετρίᾳ σίτου δόσει καὶ οἰκήσει τόπων οὐ πάνυ῾ Ρωμαίοις ἐσπουδασμένων.. 8. 1᾿ Επεὶ δὲ δὶς ἀπέτυχε περὶ τούτου πρεσβευσάμενος διά τινων ἐπισκόπων, ἐλθὼν εἰς῾ Ρώμην ἐπολιόρκει τὴν πόλιν· καὶ ἐξ ἑνὸς μέρους τὸν Πόρτον ἑλὼν βιάζεται῾ Ρωμαίους βασιλέα ψηφίσασθαι τὸν῎ Ατταλον, ὕπαρχον ὄντα. 8. 2 τότε τῆς πόλεως.῾ Ρωμαίων δὲ προβληθέντων ἐπὶ τὰς ἄλλας ἀρχὰς χειροτονεῖται᾿ Αλάριχος στρατηγὸς ἑκατέρας δυνάμεως,᾿ Αδαοῦλφος δὲ ὁ τῆς αὐτοῦ γαμετῆς ἀδελφὸς ἡγεμὼν τῶν ἱππέων δομεστίκων καλουμένων. συγκαλέσας δὲ τὴν γερουσίαν῎ Ατταλος λόγον διῆλθε μακρὸν καὶ λαμπρῶς μάλα πεπονημένον, ὑπισχνούμενος τὰ πάτρια τῇ συγκλήτῳ φυλάξειν καὶ τὴν Αἴγυπτον καὶ πᾶσαν τὴν πρὸς ἕω ἀρχομένην ὑπήκοον᾿ Ιταλοῖς ποιήσειν.. 8. 3 καὶ ὁ μὲν ὧδε ἀλαζονευσάμενος οὐδὲ εἰς ἐνιαυτὸν ὁλόκληρον ἤμελλε βασιλεὺς καλεῖσθαι· μάντεσι δέ τισιν ὑπαχθεὶς ὑπισχνουμένοις ἀμαχητὶ τὴν᾿ Αφρικὴν καθέξειν, οὔτε᾿ Αλαρίχῳ ἐπείσθη μετρίαν δύναμιν εἰσηγησαμένῳ πέμψαι εἰς Καρχηδόνα ἐπὶ ἀναιρέσει τῶν᾿ Ονωρίου ἀρχόντων, εἰ ἀντιπαρατάξοιεν αὐτῷ, οὔτε᾿ Ιωάννῃ, ὃν προεστήσατο τῶν ἀμφ' αὐτὸν βασιλικῶν τάξεων, φάσκοντι χρῆναι Κώνσταντα τὸν ἐκδημεῖν εἰς Λιβύην παρ' αὐτοῦ τεταγμένον, ὡς παρὰ᾿ Ονωρίου ἀπεσταλμένον, γράμματι συνήθει, ὃ διάταγμα καλοῦσι, παῦσαι τῆς ἀρχῆς῾ Ηρακλειανὸν τὸν τηνικάδε τῶν ἐν᾿ Αφρικῇ. 8. 4 στρατιῶν ἐπιτετραμμένον τὴν ἡγεμονίαν. ἴσως δὲ ἂν καὶ τοῦτο προὐχώρησεν· οὔπω γὰρ δῆλα ἐγεγόνει τοῖς ἐν Λιβύῃ τὰ κατὰ῎ Ατταλον. ἐπεὶ δὲ Κώνστας, τοῦτο τοῖς μάντεσι δόξαν, ἔπλευσεν εἰς Καρχηδόνα,῎ Ατταλος δὲ ἐπὶ τοσοῦτον ἐβλάβη τὸν νοῦν, ὡς μηδὲ ἀμφιβάλλειν ἀξιοῦν, ἀλλὰ πεπεῖσθαι τοὺς῎ Αφρους ὑπηκόους ἔχειν κατὰ τὴν πρόρρησιν τῶν μάντεων,. 8. 5 ἐπιστρατεύει τῇ῾ Ραβέννῃ. ἅμα δὲ ἠγγέλθη εἰς᾿ Αρίμηνον ἀφῖχθαι μετὰ τῆς῾ Ρωμαίων καὶ βαρβάρων στρατιᾶς, γράφει αὐτῷ᾿ Ονώριος ὡς βασιλεῖ καὶ πρεσβεύεται διὰ τῶν ἀμφ' αὐτὸν τὰς μεγίστας ἀρχὰς λαχόντων, κοινωνὸν ἀγαπῶν ἔχειν τῆς βασιλείας.῎ Ατταλος δὲ τὴν μὲν κοινωνίαν τοῦ κράτους ἀπαρνεῖται· δηλοῖ δὲ᾿ Ονωρίῳ νῆσον ἢ τόπον ἑλέσθαι ὃν βούλεται καὶ. 8. 6 καθ' ἑαυτὸν διάγειν πάσης βασιλικῆς θεραπείας ἀξιούμενον. εἰς τοῦτο δὲ περιστάντων τῶν πραγμάτων, ὡς εὐτρεπεῖς αὐτὸν ἔχειν ναῦς, ἵν' εἰ δεήσειεν ἀποπλεύσῃ πρὸς τὸν ἀδελφιδοῦν, ἀδοκήτως ἐν ἓξ ἀριθμοῖς ἀμφὶ τετρακισχίλιοι στρατιῶται νύκτωρ τῇ῾ Ραβέννῃ προσέπλευσαν ἐκ τῆς ἀνατολῆς· οἷς τὴν φυλακὴν τῶν τειχῶν ἐπέτρεψε δεδιὼς τῶν ἐπιχωρίων στρατι. 8. 7 ωτῶν τὸ ἕτοιμον εἰς προδοσίαν. ἐν τούτῳ δὲ῾ Ηρακλειανὸς ἀνελὼν τὸν Κώνσταντα φύλακας ἐπέστησεν ἐν τοῖς λιμέσι καὶ ταῖς ἀκταῖς τῆς᾿ Αφρικῆς καὶ τὰ πλοῖα τῶν ἐμπόρων ἐκώλυσεν εἰς῾ Ρώμην ἀνάγεσθαι. λιμοῦ δὲ ἐντεῦθεν καταλαβόντος τοὺς῾ Ρωμαίους πρεσβεύονται περὶ τούτου πρὸς. 8. 8῎ Ατταλον. ὁ δὲ πρὸς τὸ πρακτέον ἀμηχανῶν ἐπανῆλθεν εἰς῾ Ρώμην ὡς μετὰ τῆς συγκλήτου συμβουλευσόμενος. ἐπικρατήσαντος δὲ τοῦ λιμοῦ ἐπὶ τοσοῦτον ὡς καστάνοις ἀντὶ σίτου κεχρῆσθαι τὸν δῆμον, ὑπονοηθῆναι δέ τινας καὶ ἀνθρωπείων ἀπογεύσασθαι κρεῶν,᾿ Αλάριχος μὲν συνεβούλευεν πεντακοσίους βαρβάρους κατὰ῾ Ηρακλειανοῦ πέμψαι, τῇ δὲ συγκλήτῳ καὶ. 8. τῷ᾿ Αττάλῳ ἐδόκει μὴ δεῖν πιστευθῆναι βαρβάροις τὴν᾿ Αφρικήν. ἐπεὶ δὲ δῆλον ἦν τὸν θεὸν ἀντιπράττειν τῇ᾿ Αττάλου βασιλείᾳ, συνιδὼν᾿ Αλάριχος μάτην πονεῖν ἐπὶ πράγματι οὐκ ἐν αὐτῷ κειμένῳ, συντίθεται περὶ καταλύσεως τῆς αὐτοῦ ἀρχῆς πρὸς᾿ Ονώριον, ὑποσχέσεις λαβὼν περὶ εἰρήνης.. 8. 10 πάντων τοίνυν συνελθόντων πρὸ τῆς πόλεως, ἀποτίθεται῎ Ατταλος τὰ σύμβολα τοῦ βασιλέως· συναποτίθενται δὲ τὰς ζώνας καὶ οἱ αὐτοῦ ἄρχοντες, καὶ συγγνώμην ἐπὶ τοῖς συμβεβηκόσι νέμει πᾶσιν᾿ Ονώριος, μετ' οὐ πολὺ νομοθετήσας ἕκαστον ἔχειν τὴν τιμὴν καὶ τὴν ἀξίαν ἧς πρὸ τοῦ μετελάγχανεν.. 8. 11῎ Ατταλος δὲ ἅμα τῷ παιδὶ᾿ Αλαρίχῳ συνῆν οὐκ ἀσφαλὲς τέως ἡγούμενος ἐν῾ Ρωμαίοις διάγειν... 1᾿ Επὶ τούτοις δὲ ὧδε ἀποβεβηκόσι οὐ μετρίως ἐδυσφόρουν῞ Ελληνές τε καὶ Χριστιανοὶ οἱ ἀπὸ τῆς᾿ Αρείου αἱρέσεως. οἱ μὲν γὰρ τεκμηράμενοι τῆς᾿ Αττάλου προαιρέσεως καὶ τῆς προτέρας ἀγωγῆς εἰς τὸ προφανὲς ἑλληνίσειν αὐτὸν ἡγοῦντο καὶ τοὺς πατρίους ἀποδιδόναι ναοὺς καὶ ἑορτὰς καὶ θυσίας· οἱ δὲ τῶν ἐκκλησιῶν ὡς ἐπὶ Κωνσταντίου καὶ Οὐάλεντος πάλιν κρατήσειν ᾤοντο, εἰ βεβαίως σχοίη τὴν βασιλείαν, καθότι καὶ βαπτισθεὶς ἦν παρὰ Σιγησαρίου τοῦ ἐπισκόπου τῶν Γότθων καὶ καταθύμιος ἐπὶ τούτῳ πᾶσί τε αὐτοῖς καὶ᾿ Αλαρίχῳ ἐτύγχανεν... 2 Οὐ πολλῷ δὲ ὕστερον᾿ Αλάριχος καταλαβὼν τὰς῎ Αλπεις (χωρίον δὲ τοῦτο ἀμφὶ τὰ ἑξήκοντα στάδια διεστὼς τῆς῾ Ραβέννης) εἰς λόγους ἦλθε.. 3 τῷ βασιλεῖ περὶ τῆς εἰρήνης. Σάρος δέ τις βάρβαρος τὸ γένος, εἰς ἄκρον δὲ τὰ πολέμια ἠσκημένος, ἀμφὶ τριακοσίους μόνους περὶ αὐτὸν ἔχων πάντας εὔνους καὶ ἀρίστους, ὕποπτος ὢν᾿ Αλαρίχῳ διὰ προτέραν ἔχθραν, ἐλογίσατο μὴ συνοίσειν αὐτῷ τὰς μεταξὺ῾ Ρωμαίων καὶ Γότθων σπονδάς, καὶ ἐξαπίνης.. 4 μετὰ τῶν ἰδίων ἐπελθὼν ἀναιρεῖ τινας τῶν βαρβάρων. ἐκ τούτου δὲ εἰς ὀργὴν καὶ δέος καταστὰς᾿ Αλάριχος τὴν αὐτὴν ὁδὸν ἀναστρέφει· καὶ περικαθεσθεὶς τὴν῾ Ρώμην εἷλε προδοσίᾳ, καὶ τοῖς αὐτοῦ πλήθεσιν ἐπέτρεψε ἑκάστῳ, ὡς ἂν δύναιτο, τὸν῾ Ρωμαίων πλοῦτον διαρπάζειν καὶ πάντας τοὺς οἴκους ληίζεσθαι, ἄσυλον εἶναι προστάξας αἰδοῖ τῇ πρὸς τὸν ἀπόστολον Πέτρον τὴν περὶ τὴν αὐτοῦ σορὸν ἐκκλησίαν, μεγάλην τε καὶ πολὺν χῶρον.. 5 περιέχουσαν. τουτὶ δὲ γέγονεν αἴτιον τοῦ μὴ ἄρδην ἀπολέσθαι τὴν῾ Ρώμην· οἱ γὰρ ἐνθάδε διασωθέντες (πολλοὶ δὲ ἦσαν) πάλιν τὴν πόλιν ᾤκισαν.. 10. 1 Οἷα δὲ εἰκὸς ὡς ἐν ἁλώσει τοσαύτης πόλεως πολλῶν συμβεβηκότων ὃ τότε μοι ἔδοξεν ἐκκλησιαστικῆς ἱστορίας ἄξιον γεγενῆσθαι ἀναγράψομαι. δηλοῖ γὰρ ἀνδρὸς βαρβάρου πρᾶξιν εὐσεβῆ καὶ γυναικὸς῾ Ρωμαίας ἀνδρείαν ἐπὶ φυλακῇ σωφροσύνης, ἀμφοτέρων δὲ Χριστιανῶν οὐκ ἀπὸ τῆς αὐτῆς αἱρέσεως, καθότι ὁ μὲν τὴν᾿ Αρείου, ἡ δὲ τῶν ἐν Νικαίᾳ τὴν πίστιν ἐζήλου.. 10. 2 ταύτην δὲ εὖ μάλα καλὴν ἰδών τις νέος τῶν᾿ Αλαρίχου στρατιωτῶν ἡττήθη τοῦ κάλλους καὶ εἰς συνουσίαν εἷλκεν. ἀνθέλκουσαν δὲ καὶ βιαζομένην μηδὲν ἀσελγὲς παθεῖν γυμνώσας τὸ ξίφος ἠπείλησεν ἀναιρεῖν· καὶ μετὰ φειδοῦς, οἷά. 10. 3 γε ἐρωτικῶς διακείμενος, ἐξ ἐπιπολῆς ἔπληξε τὸν τράχηλον. πολλῷ δὲ περιρρεομένη τῷ αἵματι τὸν αὐχένα τῷ ξίφει ὑπέσχεν, αἱρετώτερον ἐν σωφροσύνῃ λογισαμένη ἀποθανεῖν ἢ ζῆν ἑτέρου πειραθεῖσαν ἀνδρὸς μετὰ τὸν. 10. 4 νόμῳ συνοικήσαντα. ἐπεὶ δὲ παλαίων ὁ βάρβαρος καὶ φοβερώτερος ἐπιὼν οὐδὲν πλέον ἤνυεν, θαυμάσας αὐτὴν τῆς σωφροσύνης ἤγαγεν εἰς τὸ Πέτρου ἀποστολεῖον, καὶ παραδοὺς τῷ φύλακι τῆς ἐκκλησίας καὶ χρυσοῦς ἓξ εἰς ἀποτροφὴν αὐτῆς ἐκέλευσε τῷ ἀνδρὶ φυλάττειν.. 11. 1῾ Υπὸ δὲ τοῦτον τὸν χρόνον πολλῶν ἐπανισταμένων τυράννων ἐν τῇ πρὸς δύσιν ἀρχῇ, οἱ μὲν πρὸς ἀλλήλων πίπτοντες, οἱ δὲ παραδόξως συλλαμβα. 11. 2 νόμενοι οὐ τὴν τυχοῦσαν ἐπεμαρτύρουν᾿ Ονωρίῳ θεοφίλειαν. πρῶτον μὲν γὰρ οἱ ἐν Βρεττανίᾳ στρατιῶται στασιάσαντες ἀναγορεύουσι Μᾶρκον τύραννον, μετὰ δὲ τοῦτον Γρατιανόν, ἀνελόντες Μᾶρκον· ἐπεὶ δὲ καὶ οὗτος οὐ πλέον τεσσάρων μηνῶν διελθόντων ἐφονεύθη παρ' αὐτῶν, πάλιν Κωνσταντῖνον χειροτονοῦσιν, οἰηθέντες, καθότι ταύτην εἶχε προσηγορίαν, καὶ. 11. 3 βεβαίως αὐτὸν κρατήσειν τῆς βασιλείας. ἐκ τοιαύτης γὰρ αἰτίας φαίνονται καὶ τοὺς ἄλλους εἰς τυραννίδα ἐπιλεξάμενοι. περαιωθεὶς δὲ Κωνσταντῖνος ἐκ τῆς Βρεττανίας ἐπὶ Βονωνίαν πόλιν τῆς Γαλατίας παρὰ θάλασσαν κειμένην προσηγάγετο τοὺς παρὰ Γαλάταις καὶ᾿ Ακοιτανοῖς στρατιώτας· καὶ τοὺς τῇδε ὑπηκόους περιεποίησεν ἑαυτῷ μέχρι τῶν μεταξὺ᾿ Ιταλίας. 11. 4 καὶ Γαλατίας ὅρων, ἃς Κοττίας῎ Αλπεις῾ Ρωμαῖοι καλοῦσι. Κώνσταντα δὲ τὸν πρεσβύτερον τῶν αὐτοῦ υἱέων, ὃν ὕστερον βασιλέως σχῆμα ἐνέδυσε, Καίσαρα τότε ἀναγορεύσας πέπομφε εἰς Σπανίαν· ὁ δὲ τὸ ἔθνος καταλαβὼν ἄρχοντας ἰδίους κατέστησε. καὶ δεσμίους ἀχθῆναι αὐτῷ προσέταξεν Δίδυμον καὶ Βερενιανὸν τοὺς᾿ Ονωρίου συγγενεῖς· οἳ τὰ πρῶτα διαφερόμενοι πρὸς ἑαυτούς, εἰς κίνδυνον καταστάντες ὡμονόησαν· καὶ πλῆθος ἀγροίκων καὶ οἰκετῶν συλλέξαντες κοινῇ κατὰ τὴν Λυσιτανίαν παρετάξαντο καὶ πολλοὺς ἀνεῖλον τῶν εἰς σύλληψιν αὐτῶν ἀποσταλέντων παρὰ τοῦ τυράννου στρατιωτῶν.. 12. 1 Μετὰ δὲ ταῦτα συμμαχίας προστεθείσης τοῖς ἐναντίοις ἐζωγρήθησαν καὶ ἅμα ταῖς αὐτῶν γαμεταῖς ἀπήχθησαν καὶ ὕστερον ἀνῃρέθησαν. ἐν ἑτέραις δὲ ἐπαρχίαις διατρίβοντες Θεοδοσίωλος καὶ Λαγώδιος οἱ αὐτῶν ἀδελφοὶ φεύγουσι τὴν πατρίδα· καὶ διασῴζονται Θεοδοσίωλος μὲν εἰς᾿ Ιταλίαν πρὸς᾿ Ονώριον τὸν βασιλέα, Λαγώδιος δὲ πρὸς Θεοδόσιον εἰς τὴν ἀνατολήν.. 12. 2 καὶ ὁ μὲν Κώνστας ταῦτα διαπραξάμενος ἐπανῆλθε πρὸς τὸν πατέρα φρουρὰν καταστήσας ἀπὸ τῶν στρατιωτῶν τῆς ἐπὶ τὰς Σπανίας παρόδου· ἣν δεο. 12. 3 μένοις᾿ Ισπανοῖς κατὰ τὸ ἀρχαῖον ἔθος φυλάττειν οὐκ ἐπέτρεψεν. ὃ καὶ αἴτιον ἐγένετο μετὰ ταῦτα τῆς ἀπωλείας τῶν τῇδε· καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως ἀναλαβόντες ἑαυτοὺς Οὐάνδαλοί τε καὶ Σουῆβοι καὶ᾿ Αλανοί, ἔθνη βάρβαρα, τῆς παρόδου ἐκράτησαν καὶ πολλὰ φρούρια καὶ πόλεις τῶν᾿ Ισπανῶν καὶ Γαλατῶν εἷλον καὶ τοὺς ἄρχοντας τοῦ τυράννου.. 12. 4 Κωνσταντῖνος δὲ τέως κατὰ γνώμην πράττειν δοκῶν, Κώνσταντα τὸν υἱὸν ἀντὶ Καίσαρος βασιλέα καταστήσας, ἐβουλεύετο τὴν᾿ Ιταλίαν καταλαβεῖν· καὶ παραμείψας τὰς Κοττίας῎ Αλπεις ἧκεν εἰς Βέρωνα πόλιν τῆς Λιγουρίας.. 12. 5 μέλλων δὲ περαιοῦσθαι τὸν᾿ Ηριδανὸν τὴν αὐτὴν ὁδὸν ἀνέστρεψε, μαθὼν τὸν᾿ Αλαβίχου θάνατον· ὃν δὴ στρατηγὸν᾿ Ονωρίου ὄντα καὶ ὕποπτον ὡς Κωνσταντίνῳ πραγματευόμενον πᾶσαν τὴν πρὸς τὴν δύσιν ἡγεμονίαν, ἀναιρεθῆναι συνέβη τότε, προηγούμενον, ὡς ἔθος, ἐπανιόντος ἐκ προόδου τινὸς τοῦ κρατοῦντος· ἡνίκα δὴ καὶ ὁ βασιλεὺς αὐτίκα τοῦ ἵππου ἀποβὰς δημοσίᾳ. 12. 6 εὐχαριστήρια τῷ θεῷ ηὔξατο ὡς προφανοῦς ἐπιβούλου ἀπαλλαγείς. Κωνσταντῖνος δὲ φεύγων τὴν᾿ Αρήλατον κατέλαβε, κατὰ ταὐτὸν δὲ καὶ Κών. 12. 7 στας ὁ αὐτοῦ παῖς φεύγων ἐκ τῆς᾿ Ισπανίας. καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως ἀναλαβόντες ἑαυτοὺς Οὐάνδαλοί τε καὶ Σουῆβοι καὶ᾿ Αλανοὶ σπουδῇ τὸ Πυρηναῖον ὄρος κατέλαβον, εὐδαίμονα καὶ πλουσιωτάτην τὴν χώραν ἀκούοντες. παρημεληκότων τε τῶν ἐπιτραπέντων παρὰ Κώνσταντος τὴν φρουρὰν τῆς παρόδου παρῆλθον εἰς᾿ Ισπανίαν.. 13. 1᾿ Εν τούτῳ δὲ Γερόντιος ὁ τῶν Κωνσταντίνου στρατηγῶν ἄριστος δυσμενὴς αὐτῷ γέγονεν· ἐπιτήδειόν τε εἰς τυραννίδα Μάξιμον τὸν αὐτοῦ οἰκεῖον νομίσας βασιλικὴν ἐνέδυσεν ἐσθῆτα καὶ ἐν Ταρακόνῃ διάγειν εἴασεν. αὐτὸς δὲ Κωνσταντίνῳ ἐπεστράτευσεν, ἐν παρόδῳ Κώνσταντα τὸν υἱὸν αὐτοῦ ἐν. 13. 2 Βιέννῃ ὄντα ἀναιρεθῆναι παρασκευάσας. ἐπεὶ δὲ ἔμαθε Κωνσταντῖνος τὰ κατὰ Μάξιμον,᾿ Εδόβιχον μὲν τὸν αὐτοῦ στρατηγὸν πέραν τοῦ῾ Ρήνου πέπομφε Φράγκων τε καὶ᾿ Αλαμανῶν συμμαχίαν προτρεψόμενον, Κώνσταντι δὲ τῷ αὐτοῦ παιδὶ Βιέννης καὶ τῶν τῇδε πόλεων τὴν φυλακὴν ἐπέ. 13. 3 τρεψε. καὶ Γερόντιος μὲν ἐπὶ τὴν᾿ Αρήλατον ἐλάσας ἐπολιόρκει τὴν πόλιν, μετ' οὐ πολὺ δὲ στρατιᾶς᾿ Ονωρίου κατὰ τοῦ τυράννου παραγενομένης, ἧς ἡγεῖτο Κωνστάντιος ὁ τοῦ Οὐαλεντινιανοῦ τοῦ βασιλέως πατήρ, φεύγει παραχρῆμα μετ' ὀλίγων στρατιωτῶν· οἱ γὰρ πλείους τοῖς ἀμφὶ τὸν. 13. 4 Κωνστάντιον προσεχώρησαν. οἱ δὲ ἐν᾿ Ισπανίᾳ στρατιῶται εὐκαταφρόνητον ἀπὸ τῆς φυγῆς δόξαντα τὸν Γερόντιον ἐβουλεύσαντο ἀνελεῖν· καὶ φραξάμενοι νύκτωρ αὐτοῦ τὴν οἰκίαν κατέδραμον. ὁ δὲ μεθ' ἑνὸς᾿ Αλανοῦ ἐπιτηδείου καὶ ὀλίγων οἰκετῶν ἄνωθεν τοξεύων ὑπὲρ τοὺς τριακοσίους ἀναιρεῖ στρατιώτας. ἐπιλειψάντων δὲ τῶν βελῶν φεύγουσιν οἱ οἰκέται καθ. 13. 5 έντες ἑαυτοὺς λάθρα ἀπὸ τοῦ οἰκήματος. Γερόντιος δὲ τὸν ἴσον τρόπον διασωθῆναι δυνάμενος οὐχ εἵλετο, κατασχεθεὶς ἔρωτι Νοννιχίας τῆς αὐτοῦ γαμετῆς. περὶ δὲ τὴν ἕω πῦρ ἐμβαλόντων τῇ οἰκίᾳ τῶν στρατιωτῶν οὐκ ἔχων λοιπὸν σωτηρίας ἐλπίδα ἑκόντος τοῦ συνόντος αὐτῷ᾿ Αλανοῦ. 13. 6 ἀποτέμνει τὴν κεφαλήν, μετὰ δὲ ταῦτα καὶ τῆς ἰδίας γαμετῆς, ὀλοφυρομένης καὶ μετὰ δακρύων προσωθούσης ἑαυτὴν τῷ ξίφει καὶ πρὶν ὑφ' ἑτέροις γενέσθαι παρὰ τοῦ ἀνδρὸς ἀποθανεῖν αἰτούσης καὶ τοῦτο δῶρον ὕστα. 13. 7 τον παρ' αὐτοῦ λαβεῖν ἀντιβολούσης. καὶ ἡ μὲν ἀνδρεία γυνὴ τῆς θρησκείας ἐπαξίως (ἦν γὰρ Χριστιανή) ὧδε τέθνηκε, κρείττονα λήθης τὴν περὶ αὐτῆς μνήμην τῷ χρόνῳ παραδοῦσα· Γερόντιος δὲ τρίτον ἑαυτὸν τῷ ξίφει παίσας, ὡς οὐ καιρίαν λαβὼν ᾔσθετο, σπασάμενος τὸ παρὰ τὸν μηρὸν ξιφίδιον κατὰ τῆς καρδίας ἤλασε.. 14. 1 Κωνσταντῖνος δὲ περικαθημένης τῆς᾿ Ονωρίου στρατιᾶς ἔτι πρὸς τὴν πολιορκίαν ἀντεῖχεν, ἀγγελθέντος᾿ Εδοβίχου μετὰ πλείστης συμμαχίας ἥξειν. τοῦτο δὲ καὶ τοὺς᾿ Ονωρίου στρατηγοὺς οὐ μετρίως ἐφόβει· βουλευσαμένων τε αὐτῶν ἀναστρέφειν εἰς᾿ Ιταλίαν κἀκεῖ πειραθῆναι τοῦ πολέμου καί, ἐπειδὴ τοῦτο συνεδόκει, πλησίον ἀγγελθέντος᾿ Εδοβίχου περῶσι῾ Ροδα-. 14. 2 νὸν τὸν ποταμόν. καὶ Κωνστάντιος μὲν ἔχων τοὺς πεζοὺς ἐπιόντας περιμένει τοὺς πολεμίους, Οὐλφίλας δὲ ὁ Κωνσταντίου συστράτηγος οὐ πόρρωθεν ἀποκρυβεὶς μετὰ τῶν ἱππέων ἐλάνθανεν. ἐπεὶ δὲ τὸν λόχον παραμείψαντες ἡ᾿ Εδοβίχου στρατιὰ ἔμελλον εἰς χεῖρας ἰέναι τῶν ἀμφὶ τὸν Κωνστάντιον, σημείου δοθέντος ἐξαπίνης ἀναφανεὶς Οὐλφίλας κατὰ νώτου τῶν πολεμίων ἤλαυνεν· αὐτίκα τε τροπῆς γενομένης οἱ μὲν φεύγουσιν, οἱ δὲ ἀναιροῦνται· οἱ δὲ πλείους τὰ ὅπλα ἀποθέμενοι συγγνώμην ᾔτησαν καὶ φειδοῦς. 14. 3 ἠξιώθησαν.᾿ Εδόβιχος δὲ ἵππου ἐπιβὰς ἔφυγεν εἰς ἀγρόν τινα πρὸς᾿ Εκδίκιον τὸν κεκτημένον, πλεῖστα παρ' αὐτοῦ᾿ Εδοβίχου πρότερον εὐηργε- τημένον καὶ φίλον νομιζόμενον. ὁ δὲ τὴν αὐτοῦ κεφαλὴν ἀποτεμὼν προσφέρει. 14. 4 τοῖς᾿ Ονωρίου στρατηγοῖς ἐπ' ἐλπίδι μεγάλων δώρων καὶ τιμῆς. Κωνστάντιος δὲ τὴν μὲν κεφαλὴν δεχθῆναι προσέταξε, χάριν ἔχειν᾿ Εκδικίῳ τὸ δημόσιον εἰπὼν τῆς ἀφίλου πράξεως· συνεῖναι δὲ σπουδάζοντα αὐτῷ ἀναχωρῆσαι ἐκέλευσεν, οὐκ ἀγαθὴν ἡγησάμενος κακοῦ ξενοδόχου τὴν συνουσίαν ἔσεσθαι αὐτῷ ἢ τῇ στρατιᾷ. καὶ ὁ μὲν φίλου ἀνδρὸς καὶ ξένου ἐν δυσπραγίᾳ διακειμένου ἀνοσιώτατον φόνον τολμήσας κατὰ κενῆς, τοῦτο δὴ τὸ τοῦ λόγου, χανὼν ἀπῆλθε.. 15. 1 Μετὰ δὲ τὴν νίκην ἀντιπεραιωθείσης αὖθις πρὸς τὴν πόλιν τῆς᾿ Ονωρίου στρατιᾶς, μαθὼν Κωνσταντῖνος ἀνῃρῆσθαι τὸν᾿ Εδόβιχον αὐτὸς ἑαυτῷ τὴν ἁλουργίδα καὶ τὰ τῆς βασιλείας σύμβολα ἀπέθετο· καὶ καταλαβὼν τὴν ἐκ. 15. 2 κλησίαν χειροτονεῖται πρεσβύτερος. ὅρκους τε πρότερον λαβόντες οἱ ἔσω τειχῶν ἀνοίγουσι τὰς πύλας καὶ φειδοῦς ἀξιοῦνται πάντες. καὶ τὸ ἐξ ἐκείνου πάλιν τὸ τῇδε ὑπήκοον εἰς τὴν᾿ Ονωρίου ἡγεμονίαν ἐπανῆλθε καὶ τοῖς ὑπ'. 15. 3 αὐτὸν ἄρχουσιν ἐπείθετο. Κωνσταντῖνος δὲ ἅμα᾿ Ιουλιανῷ τῷ παιδὶ παραπεμφθεὶς εἰς᾿ Ιταλίαν, πρὶν φθάσαι κατὰ τὴν ὁδὸν κτίννυται. οὐ πολλῷ δὲ ὕστερον ἀδοκήτως ἀναιροῦνται᾿ Ιοβιανός τε καὶ Μάξιμος οἱ προειρημένοι τύραννοι καὶ Σάρος καὶ ἄλλοι πλεῖστοι ἐπὶ τούτοις ἐπιβουλεύσαντες τῇ᾿ Ονωρίου βασιλείᾳ.. 16. 1 Ταῦτα δὲ καταλέγειν οὐκ ἐπὶ τοῦ παρόντος καιροῦ· ὅμως δ' οὖν ἀναγκαίως ἐπεμνήσθην, ὡς ἂν ἔχοιμεν εἰδέναι ἀρκεῖν βασιλεῖ πρὸς φυλακὴν τοῦ κράτους ἐπιμελῶς τὸ θεῖον πρεσβεύειν, ὁποῖος καὶ οὑτοσὶ ὁ βασιλεὺς ἐγένετο.. 16. 2 τούτῳ δὲ συνῆν καὶ Γάλλα Πλακιδία, ὁμοπατρία αὐτοῦ ἀδελφή, παραπλησίως πολὺν ποιουμένη λόγον τῆς θρησκείας καὶ τῶν ἐκκλησιῶν. ἄγεται δὲ ταύτην Κωνστάντιος ὁ τὴν Κωνσταντίνου τυραννίδα καθελών, ἀνὴρ μαχιμώτατος καὶ στρατηγικός· ὃν ὁ βασιλεὺς γεραίρων τὴν ἀδελφὴν στεφάνῳ καὶ ἁλουργίδι καὶ τῇ κοινωνίᾳ τοῦ κράτους ἐτίμησεν. ὀλίγον δὲ χρόνον ἐπιβιώσας ἐτελεύτησεν, Οὐαλεντινιανὸν τὸν᾿ Ονωρίου διάδοχον καὶ᾿ Ονω-. 16. 3 ρίαν παῖδας καταλιπών. ἐν τούτῳ δὲ τὰ μὲν πρὸς ἕω τῆς ἀρχομένης πολεμίων ἀπήλλακτο καὶ σὺν κόσμῳ πολλῷ τὰ τῇδε ἰθύνετο παρὰ τὴν πάν. 16. 4 των δόξαν· ἦν γὰρ ἔτι νέος ὁ κρατῶν. ἐδόκει δὲ ὁ θεὸς περιφανῶς ἥδεσθαι τῇ παρούσῃ βασιλείᾳ, οὐ μόνον ἐξ ἀπροσδοκήτου τὰ περὶ τοὺς πολέμους ὧδε διατιθείς, ἀλλὰ καὶ πολλῶν ἐπ' εὐσεβείᾳ πάλαι εὐδοκιμηκότων τὰ ἱερὰ σώματα ἀναφαίνων· οἷον δὴ καὶ τότε συνέβη ἐπὶ Ζαχαρίᾳ τῷ παλαιῷ προφήτῃ γενέσθαι καὶ Στεφάνῳ τῷ διακόνῳ χειροτονηθέντι παρὰ τῶν ἀποστόλων. ἑκατέρου δὲ τῆς εὑρέσεως παραδόξου καὶ θείας οὔσης ἀναγκαῖον εἰπεῖν τὸν τρόπον.. 17. 1῎ Αρξομαι δὲ ἀπὸ τοῦ προφήτου. Χαφὰρ Ζαχαρία κώμη ἐστὶν ἐν ὁρίοις᾿ Ελευθεροπόλεως τῆς Παλαιστίνης. ἐπετρόπευε δὲ ταύτην Καλήμερός τις ὁμόδουλος τῷ ἀγρῷ, εὔνους μὲν τῷ κεκτημένῳ, χαλεπὸς δὲ καὶ. 17. 2 δύσκολος καὶ περὶ τοὺς ὁμόρους ἀγροίκους ἄδικος. τοιούτῳ δὲ ὄντι ὕπαρ ἐπιστὰς ὁ προφήτης ἑαυτὸν κατεμήνυσεν· καὶ κῆπόν τινα ἐπιδείξας «ἄγε δή», ἔφη, «ἐνθάδε ὄρυξον δύο πήχεις ἀναμετρήσας ἀπὸ τῆς αἱμασιᾶς ἐπὶ τὸν κῆπον, παρὰ τὴν ὁδὸν τὴν ἐπὶ Βηθθερέβιν τὴν κώμην ἄγουσαν· εὑρήσεις δὲ λάρνακα διπλῆν, ξυλίνην τὴν ἔνδον ἐν μολυβδίνῃ τῇ ἔξωθεν, ἀμφὶ δὲ τὴν λάρνακα ὑέλινον σκεῦος πλῆρες ὕδατος καὶ ὄφεις δύο μεγέθει μετρίους καὶ. 17. 3 πράους καὶ ἀβλαβεῖς, ὡς δοκεῖν χειροήθεις εἶναι.» κατὰ δὲ τὴν σύνταξιν τοῦ προφήτου παραγενόμενος Καλήμερος ἐπὶ τὸν δηλωθέντα τόπον σπουδῇ τοῦ ἔργου εἴχετο. ὑπὸ δὲ τοῖς προειρημένοις συμβόλοις ἀνακαλυφθείσης τῆς ἱερᾶς θήκης ἀνεφάνη ὁ θεῖος προφήτης, χιτῶνα καὶ λευκὴν ἐσθῆτα ἠμφιεσμένος, οἷά γε οἶμαι καὶ ἱερεὺς ὤν· ὑπὸ δὲ τοὺς πόδας αὐτοῦ ἔξωθεν τῆς λάρνακος παιδίον ἔκειτο βασιλικῆς ἠξιωμένον ταφῆς· εἶχε γὰρ ἐπὶ μὲν τῆς κεφαλῆς χρυσοῦν στέφανον, χρυσᾶ δὲ τὰ ὑποδήματα καὶ τὴν ἐσθῆτα τιμίαν.. 17. 4 ἀπορούντων δὲ τῶν τότε ἱερέων καὶ σοφῶν περὶ τούτου τοῦ παιδίου, τίς τε καὶ πόθεν εἴη καὶ οὗ χάριν τοιάδε ἠμφίεστο, λέγεται Ζαχαρίαν τὸν ἡγούμενον τῆς ἐν Γεράροις μοναχικῆς συνοικίας῾ Εβραίᾳ καὶ παλαιᾷ περι- τυχεῖν γραφῇ, οὐ τῶν ἐκκλησιαζομένων. ἐδήλου δὲ ὡς, ἡνίκα Ζαχαρίαν τὸν προφήτην ἀνεῖλεν ὁ᾿ Ιωὰς ὁ τῆς᾿ Ιουδαίας βασιλεύς, οὐκ εἰς μακρὰν. 17. 5 περὶ τὸν οἶκον ἐχρήσατο χαλεπῇ συμφορᾷ. ἑβδόμῃ γὰρ ἡμέρᾳ τῆς ἀναι- ρέσεως τοῦ προφήτου ἐξαπίνης αὐτῷ μάλα κεχαρισμένος ὁ παῖς ἀπωλώλει. συμβαλὼν δὲ κατὰ θεομηνίαν τοιούτῳ παθήματι περιπεσεῖν, ὑπὸ τοὺς πόδας αὐτοῦ τὸ μειράκιον ἔθαψεν, ἀπολογούμενος ταύτῃ ὑπὲρ ὧν εἰς αὐτὸν ἥμαρτε.. 17. 6 καὶ τὰ μὲν ὧδε ἔγνων. ὁ δὲ προφήτης, καίπερ πρὸ πλείστων γενεῶν ὑπὸ γῆν κείμενος, σῶος ἀνεφάνη, ἐν χρῷ κεκαρμένος, εὐθύρρις, γενειάδα μετρίως καθειμένην ἔχων, τὴν δὲ κεφαλὴν βραχυτέραν καὶ τοὺς ὀφθαλ- μοὺς ὀλίγῳ ἐν βάθει ταῖς ὀφρύσι καλυπτομένους.

Intertext edge

Open linked passage

Note