Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theogonia
HesiodTheogonia 1 · textus-receptusMore by Hesiod
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesiod" aria-label="More works by Hesiod"> —
⋯
More
Original / primary: Textus receptus
1.1
μουσάων Ἑλικωνιάδων ἀρχώμεθ᾽ ἀείδειν, αἵθ᾽ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τεκαί τε περὶ κρήνην ἰοειδέα πόσσ᾽ ἁπαλοῖσινὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος. 5καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖοἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιοἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντοκαλούς, ἱμερόεντας: ἐπερρώσαντο δὲ ποσσίν. ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ, 10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, ὑμνεῦσαι Δία τ᾽ αἰγίοχον καὶ πότνιαν ἭρηνἈργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν, κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν ἈθήνηνΦοῖβόν τ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν15ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον, καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ᾽ ἈφροδίτηνἭβην τε χρυσοστέφανον καλήν τε ΔιώνηνΛητώ τ᾽ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτηνἨῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην20Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαινανἄλλων τ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων. αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν, ἄρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο. τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον, 25Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο: ποιμένες ἄγραυλοι, κάκ᾽ ἐλέγχεα, γαστέρες οἶον, ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα, ἴδμεν δ᾽, εὖτ᾽ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
1.2
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι: 30καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζονδρέψασαι, θηητόν: ἐνέπνευσαν δέ μοι αὐδὴνθέσπιν, ἵνα κλείοιμι τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα. καί μ᾽ ἐκέλονθ᾽ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων, σφᾶς δ᾽ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν. 35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, εἰρεῦσαι τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα, φωνῇ ὁμηρεῦσαι: τῶν δ᾽ ἀκάματος ῥέει αὐδὴ40ἐκ στομάτων ἡδεῖα: γελᾷ δέ τε δώματα πατρὸςΖηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃσκιδναμένῃ: ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπουδώματά τ᾽ ἀθανάτων. αἳ δ᾽ ἄμβροτον ὄσσαν ἱεῖσαιθεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ45ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τ᾽ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων. δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θ᾽ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος. 50αὖτις δ᾽ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντωνὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς ὈλύμπουΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
1.3
τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσαΜνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα, 55λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺςνόσφιν ἀπ᾽ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων: ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραιμηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη, 60ἣ δ᾽ ἔτεκ᾽ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴμέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, τυτθὸν ἀπ᾽ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
1.4
ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά. πὰρ δ᾽ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί᾽ ἔχουσιν65ἐν θαλίῃς: ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαιμέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι. αἳ τότ᾽ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, ἀμβροσίῃ μολπῇ: περὶ δ᾽ ἴαχε γαῖα μέλαινα70ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρεινισσομένων πατέρ᾽ εἰς ὅν: ὃ δ᾽ οὐρανῷ ἐμβασιλεύει, αὐτὸς ἔχων βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνόν, κάρτει νικήσας πατέρα Κρόνον: εὖ δὲ ἕκασταἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. 75ταῦτ᾽ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματ᾽ ἔχουσαι, ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, Κλειώ τ᾽ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τεΤερψιχόρη τ᾽ Ἐρατώ τε Πολύμνιά τ᾽ Οὐρανίη τεΚαλλιόπη θ᾽: ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων. 80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ. ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιογεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, τοῦ δ᾽ ἔπε᾽ ἐκ στόματος ῥεῖ μείλιχα: οἱ δέ τε λαοὶ85πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμισταςἰθείῃσι δίκῃσιν: ὃ δ᾽ ἀσφαλέως ἀγορεύωναἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν: τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖςβλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι90ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. ἐρχόμενον δ᾽ ἀν᾽ ἀγῶνα θεὸν ὣς ἱλάσκονταιαἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν: τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν. ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος95ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες: ὃ δ᾽ ὄλβιος, ὅν τινα Μοῦσαιφίλωνται: γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς100Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπωνὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, αἶψ᾽ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέωνμέμνηται: ταχέως δὲ παρέτραπε δῶρα θεάων.
1.5
χαίρετε, τέκνα Διός, δότε δ᾽ ἱμερόεσσαν ἀοιδήν. 105κλείετε δ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, οἳ Γῆς τ᾽ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, Νυκτός τε δνοφερῆς, οὕς θ᾽ ἁλμυρὸς ἔτρεφε Πόντος. εἴπατε δ᾽, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντοκαὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, 110ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθενοἵ τ᾽ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάωνὥς τ᾽ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντοἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ᾽ ἔχουσαι115ἐξ ἀρχῆς, καὶ εἴπαθ᾽, ὅ τι πρῶτον γένετ᾽ αὐτῶν. ἦ τοι μὲν πρώτιστα Χάος γένετ᾽, αὐτὰρ ἔπειταΓαῖ᾽ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, Τάρταρά τ᾽ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, 120ἠδ᾽ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, λυσιμελής, πάντων δὲ θεῶν πάντων τ᾽ ἀνθρώπωνδάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. ἐκ Χάεος δ᾽ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο: Νυκτὸς δ᾽ αὖτ᾽ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, 125οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇΟὐρανὸν ἀστερόενθ᾽, ἵνα μιν περὶ πάντα καλύπτοι, ὄφρ᾽ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. γείνατο δ᾽ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, 130Νυμφέων, αἳ ναίουσιν ἀν᾽ οὔρεα βησσήεντα. ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, Πόντον, ἄτερ φιλότητος ἐφιμέρου: αὐτὰρ ἔπειταΟὐρανῷ εὐνηθεῖσα τέκ᾽ Ὠκεανὸν βαθυδίνην, Κοῖόν τε Κρῖόν θ᾽ Ὑπερίονά τ᾽ Ἰαπετόν τε135Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τεΦοίβην τε χρυσοστέφανον Τηθύν τ᾽ ἐρατεινήν. τοὺς δὲ μέθ᾽ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, δεινότατος παίδων: θαλερὸν δ᾽ ἤχθηρε τοκῆα.
1.6
γείνατο δ᾽ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, 140Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν. οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, μοῦνος δ᾽ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ. Κύκλωπες δ᾽ ὄνομ᾽ ἦσαν ἐπώνυμον, οὕνεκ᾽ ἄρα σφέων145κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ: ἰσχὺς δ᾽ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ᾽ ἔργοις. ἄλλοι δ᾽ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντοτρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, Κόττος τε Βριάρεώς τε Γύης θ᾽, ὑπερήφανα τέκνα. 150τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντο, ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκονταἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν: ἰσχὺς δ᾽ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, 155δεινότατοι παίδων, σφετέρῳ δ᾽ ἤχθοντο τοκῆιἐξ ἀρχῆς: καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, Γαίης ἐν κευθμῶνι, κακῷ δ᾽ ἐπετέρπετο ἔργῳΟὐρανός. ἣ δ᾽ ἐντὸς στοναχίζετο Γαῖα πελώρη160στεινομένη: δολίην δὲ κακήν τ᾽ ἐφράσσατο τέχνην. αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντοςτεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν: εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ: παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ᾽ ἐθέλητε165πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβηνὑμετέρου: πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. ὣς φάτο: τοὺς δ᾽ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶνφθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτηςἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν: 170μῆτερ, ἐγώ κεν τοῦτό γ᾽ ὑποσχόμενος τελέσαιμιἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζωἡμετέρου: πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
1.7
ὣς φάτο: γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη: εἷσε δέ μιν κρύψασα λόχῳ: ἐνέθηκε δὲ χερσὶν175ἅρπην καρχαρόδοντα: δόλον δ᾽ ὑπεθήκατο πάντα. ἦλθε δὲ νύκτ᾽ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃἱμείρων φιλότητος ἐπέσχετο καί ῥ᾽ ἐτανύσθηπάντη: ὃ δ᾽ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶσκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην180μακρὴν καρχαρόδοντα, φίλου δ᾽ ἀπὸ μήδεα πατρὸςἐσσυμένως ἤμησε, πάλιν δ᾽ ἔρριψε φέρεσθαιἐξοπίσω: τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός: ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα: περιπλομένων δ᾽ ἐνιαυτῶν185γείνατ᾽ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θ᾽ ἃς Μελίας καλέουσ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν. μήδεα δ᾽ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντικάββαλ᾽ ἀπ᾽ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, 190ὣς φέρετ᾽ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸςἀφρὸς ἀπ᾽ ἀθανάτου χροὸς ὤρνυτο: τῷ δ᾽ ἔνι κούρηἐθρέφθη: πρῶτον δὲ Κυθήροισιν ζαθέοισινἔπλητ᾽, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. ἐκ δ᾽ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη195ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο: τὴν δ᾽ Ἀφροδίτηνἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειανκικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ᾽ ἐν ἀφρῷθρέφθη: ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις: Κυπρογενέα δ᾽, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ: 200ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. τῇ δ᾽ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸςγεινομένῃ τὰ πρῶτα θεῶν τ᾽ ἐς φῦλον ἰούσῃ. ταύτην δ᾽ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχεμοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, 205παρθενίους τ᾽ ὀάρους μειδήματά τ᾽ ἐξαπάτας τετέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.
1.8
τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκεπαῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός: φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι210ἔργον, τοῖο δ᾽ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. νὺξ δ᾽ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαινανκαὶ Θάνατον, τέκε δ᾽ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων: δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσανοὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, 215Ἑσπερίδας θ᾽, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖοχρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν. καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσιγεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, 220αἵτ᾽ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν: οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γ᾽ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ. τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, Νὺξ ὀλοή: μετὰ τὴν δ᾽ Ἀπάτην τέκε καὶ Φιλότητα225Γῆράς τ᾽ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόενταΛήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόενταὙσμίνας τε Μάχας τε Φόνους τ᾽ Ἀνδροκτασίας τεΝείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε230Δυσνομίην τ᾽ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, Ὅρκον θ᾽, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπουςπημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ. Νηρέα δ᾽ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, πρεσβύτατον παίδων: αὐτὰρ καλέουσι γέροντα, 235οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέωνλήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν: αὖτις δ᾽ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα ΦόρκυνΓαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃονΕὐρυβίην τ᾽ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
1.9
Νηρῆος δ᾽ ἐγένοντο μεγήρατα τέκνα θεάωνπόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τ᾽ Εὐκράντη τε Σαώ τ᾽ Ἀμφιτρίτη τεΕὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε245Κυμοθόη Σπειώ τε Θόη θ᾽ Ἀλίη τ᾽ ἐρόεσσαΠασιθέη τ᾽ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυςκαὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ ἈγαυὴΔωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τεΝησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια250Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς ΓαλάτειαἹπποθόη τ᾽ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυςΚυμοδόκη θ᾽, ἣ κύματ᾽ ἐν ἠεροειδέι πόντῳπνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, 255Κυμώ τ᾽ Ἠιόνη τε ἐυστέφανός θ᾽ ἉλιμήδηΓλαυκονόμη τε φιλομμειδὴς καὶ ΠοντοπόρειαΛηαγόρη τε καὶ Εὐαγόρη καὶ ΛαομέδειαΠουλυνόη τε καὶ Αὐτονόη καὶ ΛυσιάνασσαΕὐάρνη τε φυήν τ᾽ ἐρατὴ καὶ εἶδος ἄμωμος260καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε ΜενίππηΝησώ τ᾽ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τεΝημερτής θ᾽, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο. αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντοκοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι. 265Θαύμας δ᾽ Ὠκεανοῖο βαθυρρείταο θύγατραἠγάγετ᾽ Ἠλέκτρην: ἣ δ᾽ ὠκεῖαν τέκεν Ἶρινἠυκόμους θ᾽ Ἁρπυίας Ἀελλώ τ᾽ Ὠκυπέτην τε, αἵ ῥ᾽ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμ᾽ ἕπονταιὠκείῃς πτερύγεσσι: μεταχρόνιαι γὰρ ἴαλλον.
1.10
Φόρκυϊ δ᾽ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄουςἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσινἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ᾽ ἄνθρωποι, Πεμφρηδώ τ᾽ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον, Γοργούς θ᾽, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο275ἐσχατιῇ πρὸς Νυκτός, ἵν᾽ Ἑσπερίδες λιγύφωνοι, Σθεννώ τ᾽ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα. ἣ μὲν ἔην θνητή, αἳ δ᾽ ἀθάνατοι καὶ ἀγήρῳ, αἱ δύο: τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτηςἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν. 280τῆς δ᾽ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος. τῷ μὲν ἐπώνυμον ἦεν, ὅτ᾽ Ὠκεανοῦ περὶ πηγὰςγένθ᾽, ὃ δ᾽ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν. χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, 285ἵκετ᾽ ἐς ἀθανάτους: Ζηνὸς δ᾽ ἐν δώμασι ναίειβροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι. Χρυσάωρ δ᾽ ἔτεκεν τρικέφαλον Γηρυονῆαμιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο. τὸν μὲν ἄρ᾽ ἐξενάριξε βίη Ἡρακληείη290βουσὶ παρ᾽ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπουςΤίρυνθ᾽ εἰς ἱερὴν διαβὰς πόρον ὨκεανοῖοὌρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνασταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο. 295ἣ δ᾽ ἔτεκ᾽ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸςθνητοῖς ἀνθρώποις οὐδ᾽ ἀθανάτοισι θεοῖσιν, σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον᾽ Ἔχιδναν, ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον, ἥμισυ δ᾽ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε300αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃτηλοῦ ἀπ᾽ ἀθανάτων τε θεῶν θνητῶν τ᾽ ἀνθρώπων: ἔνθ᾽ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
1.11
ἣ δ᾽ ἔρυτ᾽ εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα, 305ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητιδεινόν θ᾽ ὑβριστήν τ᾽ ἄνομόν θ᾽ ἑλικώπιδι κούρῃ: ἣ δ᾽ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα. Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι: 310δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸνΚέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον, πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε: τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖανΛερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη315ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷἈμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ ἸολάῳΗρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης. ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ, 320δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε: τῆς δ᾽ ἦν τρεῖς κεφαλαί: μία μὲν χαροποῖο λέοντος, ἣ δὲ χιμαίρης, ἣ δ᾽ ὄφιος, κρατεροῖο δράκοντος, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο. 325τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. ἣ δ᾽ ἄρα Φῖκ᾽ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρονὍρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα, τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτιςγουνοῖσιν κατένασσε Νεμείης, πῆμ᾽ ἀνθρώποις. 330ἔνθ᾽ ἄρ᾽ ὃ οἰκείων ἐλεφαίρετο φῦλ᾽ ἀνθρώπων, κοιρανέων Τρητοῖο Νεμείης ἠδ᾽ Ἀπέσαντος: ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης. Κητὼ δ᾽ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσαγείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης335πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
1.12
Τηθὺς δ᾽ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τ᾽ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνηνΣτρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον340Φᾶσίν τε Ῥῆσόν τ᾽ Ἀχελώιόν τ᾽ ἀργυροδίνηνΝέσσον τε Ῥοδίον θ᾽ Ἁλιάκμονά θ᾽ Ἑπτάπορόν τεΓρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε ΣιμοῦνταΠηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε ΚάικονΣαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε345Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖανἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτικαὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τ᾽ Ἀδμήτη τε Ἰάνθη τ᾽ Ἠλέκτρη τε350Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴςἹππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τεΖευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τεΠληξαύρη τε Γαλαξαύρη τ᾽ ἐρατή τε ΔιώνηΜηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη355Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπιςΠερσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τε Ξάνθη τεΠετραίη τ᾽ ἐρόεσσα Μενεσθώ τ᾽ Εὐρώπη τεΜῆτίς τ᾽ Εὐρυνόμη τε Τελεστώ τε ΚροκοπεπλοςΧρυσηίς τ᾽ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ360Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τεκαὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων. αὗται δ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντοπρεσβύταται κοῦραι: πολλαί γε μέν εἰσι καὶ ἄλλαι. τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι, 365αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνηςπάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα. τόσσοι δ᾽ αὖθ᾽ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες, υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς: τῶν ὄνομ᾽ ἀργαλέον πάντων βροτὸν ἀνέρ᾽ ἐνισπεῖν, 370οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
1.13
θεία δ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε ΣελήνηνἨῶ θ᾽, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνειἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, γείναθ᾽ ὑποδμηθεῖσ᾽ Ὑπερίονος ἐν φιλότητι. 375Κρίῳ δ᾽ Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσαἈστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάωνΠέρσην θ᾽, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν. Ἀστραίῳ δ᾽ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, ἀργέστην Ζέφυρον Βορέην τ᾽ αἰψηροκέλευθον380καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. τοὺς δὲ μέτ᾽ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένειαἄστρα τε λαμπετόωντα, τά τ᾽ οὐρανὸς ἐστεφάνωται. Στὺξ δ᾽ ἔτεκ᾽ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσαΖῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν: 385καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, τῶν οὐκ ἔστ᾽ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, οὐδ᾽ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, ἀλλ᾽ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται. ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη390ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴςἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, εἶπε δ᾽, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, μή τιν᾽ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστονἑξέμεν, ἣν τὸ πάρος γε μετ᾽ ἀθανάτοισι θεοῖσιν395τὸν δ᾽ ἔφαθ᾽, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ᾽ ἀγέραστος, τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν. ἦλθε δ᾽ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδεσὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός. τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν. 400αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, παῖδας δ᾽ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι. ὣς δ᾽ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, ἐξετέλεσσ᾽: αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
1.14
φοίβη δ᾽ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν: 405κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητιΛητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου. γείνατο δ᾽ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης410ἠγάγετ᾽ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. ἢ δ᾽ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντωνΖεὺς Κρονίδης τίμησε: πόρεν δέ οἱ ἀγλαὰ δῶρα, μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης. ἣ δὲ καὶ ἀστερόεντος ἀπ᾽ οὐρανοῦ ἔμμορε τιμῆς415ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπωνἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴῥεῖα μάλ᾽, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, 420καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντοκαὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων. οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ᾽ ἀπηύρα, ὅσσ᾽ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, 425ἀλλ᾽ ἔχει, ὡς τὸ πρῶτον ἀπ᾽ ἀρχῆς ἔπλετο δασμός, καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ: οὐδ᾽, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, ἀλλ᾽ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. ᾧ δ᾽ ἐθέλει, μεγάλως παραγίγνεται ἠδ᾽ ὀνίνησιν: ἔν τε δίκῃ βασιλεῦσι παρ᾽ αἰδοίοισι καθίζει, 430ἔν τ᾽ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ᾽ ἐθέλῃσιν: ἠδ᾽ ὁπότ᾽ ἐς πόλεμον φθεισήνορα θωρήσσωνταιἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ᾽ ἐθέλῃσινίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. 435ἐσθλὴ δ᾽ αὖθ᾽ ὁπότ᾽ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδ᾽ ὀνίνησιν: νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλονῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. ἐσθλὴ δ᾽ ἱππήεσσι παρεστάμεν, οἷς κ᾽ ἐθέλῃσιν. 440καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, εὔχονται δ᾽ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, ῥεῖα δ᾽ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. ἐσθλὴ δ᾽ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾽ ἀέξειν: 445βουκολίας δ᾽ ἀγέλας τε καὶ αἰπόλια πλατέ᾽ αἰγῶνποίμνας τ᾽ εἰροπόκων ὀίων, θυμῷ γ᾽ ἐθέλουσα, ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν. οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσαπᾶσι μετ᾽ ἀθανάτοισι τετίμηται γεράεσσιν. 450θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ᾽ ἐκείνηνὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.
1.15
Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον455ἴφθιμόν τ᾽ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίεινηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον ἘννοσίγαιονΖῆνά τε μητιόεντα, θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος460νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ᾽ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνωνἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι465καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς: τῷ ὅ γ᾽ ἄρ᾽ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύωνπαῖδας ἑοὺς κατέπινε: Ῥέην δ᾽ ἔχε πένθος ἄλαστον. ἀλλ᾽ ὅτε δὴ Δί᾽ ἔμελλε θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶντέξεσθαι, τότ᾽ ἔπειτα φίλους λιτάνευε τοκῆας470τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσαπαῖδα φίλον, τίσαιτο δ᾽ ἐρινῦς πατρὸς ἑοῖοπαίδων θ᾽, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο, 475καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαιἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ. πέμψαν δ᾽ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότ᾽ ἄρ᾽ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν: τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη480Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαινανπρώτην ἐς Λύκτον: κρύψεν δέ ἑ χερσὶ λαβοῦσαἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι. 485τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξενΟὐρανίδῃ μέγ᾽ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι. τὸν τόθ᾽ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺνσχέτλιος: οὐδ᾽ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσωἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς490λείπεθ᾽, ὅ μιν τάχ᾽ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσαςτιμῆς ἐξελάειν, ὃ δ᾽ ἐν ἀθανάτοισι ἀνάξειν.
1.16
καρπαλίμως δ᾽ ἄρ᾽ ἔπειτα μένος καὶ φαίδιμα γυῖαηὔξετο τοῖο ἄνακτος: ἐπιπλομένων δ᾽ ἐνιαυτῶνΓαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς495ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτηςνικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο. πρῶτον δ᾽ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν: τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείηςΠυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο500σῆμ᾽ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶνΟὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν: οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, δῶκαν δὲ βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνὸν505καὶ στεροπήν: τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει: τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
1.17
κούρην δ᾽ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνηνἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν. ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα: 510τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέαποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ᾽ Ἐπιμηθέαὃς κακὸν ἐξ ἀρχῆς γένετ᾽ ἀνδράσιν ἀλφηστῇσιν: πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκαπαρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς515εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷεἵνεκ᾽ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου. Ἄτλας δ᾽ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ᾽ ἀνάγκηςπείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν: 520ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. δῆσε δ᾽ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλονδεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον᾽ ἐλάσσας: καί οἱ ἐπ᾽ αἰετὸν ὦρσε τανύπτερον: αὐτὰρ ὅ γ᾽ ἧπαρἤσθιεν ἀθάνατον, τὸ δ᾽ ἀέξετο ἶσον ἁπάντη525νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. τὸν μὲν ἄρ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸςἩρακλέης ἔκτεινε, κακὴν δ᾽ ἀπὸ νοῦσον ἄλαλκενἸαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάωνοὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, 530ὄφρ᾽ Ἡρακλῆος Θηβαγενέος κλέος εἴηπλεῖον ἔτ᾽ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν. ταῦτ᾽ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν: καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, οὕνεκ᾽ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. 535καὶ γὰρ ὅτ᾽ ἐκρίνοντο θεοὶ θνητοί τ᾽ ἄνθρωποιΜηκώνῃ, τότ᾽ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷδασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, 540τῷ δ᾽ αὖτ᾽ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃεὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε: Ἰαπετιονίδη, πάντων ἀριδείκετ᾽ ἀνάκτων, ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
1.18
ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὸν δ᾽ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτηςἦκ᾽ ἐπιμειδήσας, δολίης δ᾽ οὐ λήθετο τέχνης: ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, τῶν δ᾽ ἕλε᾽, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει. 550Φῆ ῥα δολοφρονέων: Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼςγνῶ ῥ᾽ οὐδ᾽ ἠγνοίησε δόλον: κακὰ δ᾽ ὄσσετο θυμῷθνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. χερσὶ δ᾽ ὅ γ᾽ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, 555ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. ἐκ τοῦ δ᾽ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπωνκαίουσ᾽ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς: Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, 560ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς: ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶοὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιοθνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. 565ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖοκλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴνἐν κοΐλῳ νάρθηκι: δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆν᾽ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδ᾽ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. 570αὐτίκα δ᾽ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν: γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήειςπαρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνηἀργυφέη ἐσθῆτι: κατὰ κρῆθεν δὲ καλύπτρην575δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι: ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης, ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις580ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. τῇ δ᾽ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, κνώδαλ᾽, ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, τῶν ὅ γε πόλλ᾽ ἐνέθηκε,— χάρις δ᾽ ἀπελάμπετο πολλή,— θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
1.19
αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ᾽ ἀγαθοῖο. ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι, κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης. θαῦμα δ᾽ ἔχ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους, ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. 590ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν, πῆμα μέγ᾽ αἳ θνητοῖσι μετ᾽ ἀνδράσι ναιετάουσινοὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο. ὡς δ᾽ ὁπότ᾽ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι595κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων— αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύνταἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά, οἳ δ᾽ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλουςἀλλότριον κάματον σφετέρην ἐς γαστέρ᾽ ἀμῶνται— 600ὣς δ᾽ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκαςΖεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργωνἀργαλέων: ἕτερον δὲ πόρεν κακὸν ἀντ᾽ ἀγαθοῖο: ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶνμὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ᾽ ἐπὶ γῆρας ἵκοιτο605χήτεϊ γηροκόμοιο: ὅ γ᾽ οὐ βιότου ἐπιδευὴςζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονταιχηρωσταί: ᾧ δ᾽ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δ᾽ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τ᾽ ἀπ᾽ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει610ἐμμενές: ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίηνθυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς615τοῖό γ᾽ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλ᾽ ὑπ᾽ ἀνάγκηςκαὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
1.20
Βριάρεῳ δ᾽ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷΚόττῳ τ᾽ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος620καὶ μέγεθος: κατένασσε δ᾽ ὑπὸ χθονὸς εὐρυοδείης. ἔνθ᾽ οἵ γ᾽ ἄλγε᾽ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντεςεἵατ᾽ ἐπ᾽ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλ᾽ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, 625οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις: αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξεσὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ᾽ ἔχοντες630Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, οἳ μὲν ἀφ᾽ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, οἳ δ᾽ ἄρ᾽ ἀπ᾽ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα. 635οἵ ῥα τότ᾽ ἀλλήλοισι χόλον θυμαλγέ᾽ ἔχοντεςσυνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς: οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴοὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο. ἀλλ᾽ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, 640νέκταρ τ᾽ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. ὡς νέκταρ τ᾽ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε: κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, 645ὄφρ᾽ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισινίκης καὶ κράτεος πέρι μαρνάμεθ᾽ ἤματα πάνταΤιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους650φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇμνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντεςἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
1.21
ὣς φάτο: τὸν δ᾽ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων: 655Δαιμόνι᾽, οὐκ ἀδάητα πιφαύσκεαι: ἀλλὰ καὶ αὐτοὶἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δ᾽ ἐστὶ νόημα, ἀλκτὴρ δ᾽ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. σῇσι δ᾽ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντοςἄψορρον δ᾽† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν660ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτιμαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας. ὣς φάτ᾽: ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, 665μῦθον ἀκούσαντες: πολέμου δ᾽ ἐλιλαίετο θυμὸςμᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθε: μάχην δ᾽ ἀμέγαρτον ἔγειρανπάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε670δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντοπᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκονταἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ675πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. Τιτῆνες δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγαςπροφρονέως, χειρῶν τε βίης θ᾽ ἅμα ἔργον ἔφαινονἀμφότεροι: δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ᾽ ἐσμαράγησεν, ἐπέστενε δ᾽ οὐρανὸς εὐρὺς680σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμποςῥιπῇ ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἵκανε βαρεῖαΤάρταρον ἠερόεντα, ποδῶν τ᾽ αἰπεῖα ἰωὴἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων: ὣς ἄρ᾽ ἐπ᾽ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα. 685φωνὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ οὐρανὸν ἀστερόεντακεκλομένων: οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
1.22
οὐδ᾽ ἄρ᾽ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γεεἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσανφαῖνε βίην: ἄμυδις δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανοῦ ἠδ᾽ ἀπ᾽ Ὀλύμπου690ἀστράπτων ἔστειχε συνωχαδόν: οἱ δὲ κεραυνοὶἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντοχειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντεςταρφέες: ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζεκαιομένη, λάκε δ᾽ ἀμφὶ πυρὶ μεγάλ᾽ ἄσπετος ὕλη. 695ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθραπόντος τ᾽ ἀτρύγετος: τοὺς δ᾽ ἄμφεπε θερμὸς ἀυτμὴΤιτῆνας χθονίους, φλὸξ δ᾽ αἰθέρα δῖαν ἵκανενἄσπετος, ὄσσε δ᾽ ἄμερδε καὶ ἰφθίμων περ ἐόντωναὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε. 700καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος: εἴσατο δ᾽ ἄνταὀφθαλμοῖσιν ἰδεῖν ἠδ᾽ οὔασι ὄσσαν ἀκοῦσαιαὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεπίλνατο: τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρειτῆς μὲν ἐρειπομένης, τοῦ δ᾽ ὑψόθεν ἐξεριπόντος: 705τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. σὺν δ᾽ ἄνεμοι ἔνοσίν τε κονίην τ᾽ ἐσφαράγιζονβροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, κῆλα Διὸς μεγάλοιο, φέρον δ᾽ ἰαχήν τ᾽ ἐνοπήν τεἐς μέσον ἀμφοτέρων: ὄτοβος δ᾽ ἄπλητος ὀρώρει710σμερδαλέης ἔριδος, κάρτος δ᾽ ἀνεφαίνετο ἔργων. ἐκλίνθη δὲ μάχη: πρὶν δ᾽ ἀλλήλοις ἐπέχοντεςἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας. οἳ δ᾽ ἄρ᾽ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειρανΚόττος τε Βριάρεώς τε Γύης τ᾽ ἄατος πολέμοιο, 715οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶνπέμπον ἐπασσυτέρας, κατὰ δ᾽ ἐσκίασαν βελέεσσιΤιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείηςπέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησανχερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, 720τόσσον ἔνερθ᾽ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης: τόσσον γάρ τ᾽ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμωνοὐρανόθεν κατιὼν δεκάτῃ κ᾽ ἐς γαῖαν ἵκοιτο: ἐννέα δ᾽ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων725ἐκ γαίης κατιὼν δεκάτῃ κ᾽ ἐς Τάρταρον ἵκοι. τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται: ἀμφὶ δέ μιν νὺξτριστοιχεὶ κέχυται περὶ δειρήν: αὐτὰρ ὕπερθενγῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
1.23
ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι730κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταοχώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δ᾽ ἐπέθηκε Ποσειδέωνχαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος735ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο. ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντοςπόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντοςἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασινἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ, 740χάσμα μέγ᾽, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸνοὖδας ἵκοιτ᾽, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃἀργαλέη: δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσιτοῦτο τέρας. Νυκτὸς δ᾽ ἐρεβεννῆς οἰκία δεινὰ745ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. τῶν πρόσθ᾽ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺνἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσινἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαιἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν750χάλκεον: ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζεἔρχεται, οὐδέ ποτ᾽ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ἀλλ᾽ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσαγαῖαν ἐπιστρέφεται, ἣ δ᾽ αὖ δόμου ἐντὸς ἐοῦσαμίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ᾽ ἂν ἵκηται, 755ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, ἣ δ᾽ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο. Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ. ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί᾽ ἔχουσιν, Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί: οὐδέ ποτ᾽ αὐτοὺς760Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσινοὐρανὸν εἲς ἀνιὼν οὐδ᾽ οὐρανόθεν καταβαίνων. τῶν δ᾽ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσηςἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ765νηλεὲς ἐν στήθεσσιν: ἔχει δ᾽ ὃν πρῶτα λάβῃσινἀνθρώπων: ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
1.24
ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντεςἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείηςἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει770νηλειής, τέχνην δὲ κακὴν ἔχει: ἐς μὲν ἰόνταςσαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, ἐξελθεῖν δ᾽ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύωνἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα. ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης. 775ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖοπρεσβυτάτη: νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίειμακρῇσιν πέτρῃσι κατηρεφέ᾽: ἀμφὶ δὲ πάντηκίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. 780παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶριςἀγγελίην πωλεῖται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης. ὁππότ᾽ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηταικαί ῥ᾽ ὅστις ψεύδηται Ὀλύμπια δώματ᾽ ἐχόντων, Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι785τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρψυχρόν, ὅτ᾽ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιοὑψηλῆς: πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείηςἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαινανὨκεανοῖο κέρας: δεκάτη δ᾽ ἐπὶ μοῖρα δέδασται: 790ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςδίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, ἣ δὲ μί᾽ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν. ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, 795κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν: οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσονβρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδοςστρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει. αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, 800ἄλλος γ᾽ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, οὐδέ ποτ᾽ ἐς βουλὴν ἐπιμίσγεται οὐδ᾽ ἐπὶ δαῖταςἐννέα πάντα ἔτεα: δεκάτῳ δ᾽ ἐπιμίσγεται αὖτιςεἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν. 805τοῖον ἄρ᾽ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρὠγύγιον, τὸ δ᾽ ἵησι καταστυφέλου διὰ χώρου.
1.25
ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντοςπόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντοςἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν810ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸςἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς, αὐτοφυής: πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντωνΤιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο. 815αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροιδώματα ναιετάουσιν ἐπ᾽ Ὠκεανοῖο θεμέθλοις, Κόττος τ᾽ ἠδὲ Γύης: Βριάρεών γε μὲν ἠὺν ἐόνταγαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
1.26
αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ᾽ οὐρανοῦ ἐξέλασεν Ζεύς, ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρηΤαρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην: οὗ χεῖρες μὲν ἔασιν ἐπ᾽ ἰσχύι, ἔργματ᾽ ἔχουσαι, καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ: ἐκ δέ οἱ ὤμων825ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσωνθεσπεσίῃς κεφαλῇσιν ὑπ᾽ ὀφρύσι πῦρ ἀμάρυσσεν: πασέων δ᾽ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο: φωναὶ δ᾽ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι830παντοίην ὄπ᾽ ἰεῖσαι ἀθέσφατον: ἄλλοτε μὲν γὰρφθέγγονθ᾽ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δ᾽ αὖτεταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, ἄλλοτε δ᾽ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, ἄλλοτε δ᾽ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ᾽ ἀκοῦσαι, 835ἄλλοτε δ᾽ αὖ ῥοίζεσχ᾽, ὑπὸ δ᾽ ἤχεεν οὔρεα μακρά. καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳκαί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε. σκληρὸν δ᾽ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα840σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθεπόντος τ᾽ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης. ποσσὶ δ᾽ ὕπ᾽ ἀθανάτοισι μέγας πελεμίζετ᾽ Ὄλυμποςὀρνυμένοιο ἄνακτος: ἐπεστενάχιζε δὲ γαῖα. καῦμα δ᾽ ὑπ᾽ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον845βροντῆς τε στεροπῆς τε, πυρός τ᾽ ἀπὸ τοῖο πελώρου, πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος. ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα: θυῖε δ᾽ ἄρ᾽ ἀμφ᾽ ἀκτὰς περί τ᾽ ἀμφί τε κύματα μακρὰῥιπῇ ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἄσβεστος ὀρώρει: 850τρέε δ᾽ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, Τιτῆνές θ᾽ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες, ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
1.27
Ζεὺς δ᾽ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ᾽ ὅπλα, βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, 855πλῆξεν ἀπ᾽ Οὐλύμποιο ἐπάλμενος: ἀμφὶ δὲ πάσαςἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας, ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος860οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖαἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣςτέχνῃ ὕπ᾽ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισιθαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν. 865οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳτήκεται ἐν χθονὶ δίῃ ὑφ᾽ Ἡφαιστου παλάμῃσιν. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν. ἐκ δὲ Τυφωέος ἔστ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων, 870νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο: οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγ᾽ ὄνειαρ: οἱ δ᾽ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν: αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον, πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ: 875ἄλλοτε δ᾽ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆαςναύτας τε φθείρουσι: κακοῦ δ᾽ οὐ γίγνεται ἀλκὴἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον: αἳ δ᾽ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσανἔργ᾽ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων880πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν, Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι, δή ῥα τότ᾽ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσεινΓαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν885ἀθανάτων: ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
1.28
Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτινπλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνηντέξεσθαι, τότ᾽ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας890αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺνΓαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος. τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴνἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων. ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι: 895πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειανἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν. αὐτὰρ ἔπειτ᾽ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶνἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα: ἀλλ᾽ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, 900ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε.
1.29
δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν, αἳ ἔργ᾽ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι, Μοίρας θ᾽, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς, 905Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσιθνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε. τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους, Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾽ ἐρατεινήν: 910τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάωνλυσιμελής: καλὸν δέ θ᾽ ὑπ᾽ ὀφρύσι δερκιόωνται. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺςἥρπασε ἧς παρὰ μητρός: ἔδωκε δὲ μητίετα Ζεύς. 915μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντοἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Λητὼ δ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, 920γείνατ᾽ ἄρ᾽ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. λοισθοτάτην δ᾽ Ἥρην θαλερὴν ποιήσατ᾽ ἄκοιτιν: ἣ δ᾽ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτεμιχθεῖσ᾽ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν. αὐτὸς δ᾽ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν925δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνηνπότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε, Ἥρη δ᾽ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσαγείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ, ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ. ἐκ ταύτης δ᾽ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸνἭφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο, ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων: αὐτὰρ ὅ γ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιοκούρῃ νόσφ᾽ Ἥρης παρελέξατο καλλιπαρήῳ,... ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε᾽ ἐοῦσαν. συμμάρψας δ᾽ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺνδείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίωνκάππιεν ἐξαπίνης: ἣ δ᾽ αὐτίκα Παλλάδ᾽ Ἀθήνηνκύσατο: τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τεπὰρ κορυφὴν Τρίτωνος ἐπ᾽ ὄχθῃσιν ποταμοῖο. Μῆτις δ᾽ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖαἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίωνπλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τ᾽ ἀνθρώπων, ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντωνἀθανάτων ἐκέκασθ᾽ οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν, αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης: σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε᾽ ἔχουσαν. 930Ἐκ δ᾽ Ἀμφιτρίτης καὶ ἐρικτύπου ἘννοσιγαίουΤρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσηςπυθμέν᾽ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτιναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηιῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε935δεινούς, οἵτ᾽ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγαςἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ, Ἁρμονίην θ᾽, ἣν Κάδμος ὑπέρθυμος θέτ᾽ ἄκοιτιν.
1.30
Ζηνὶ δ᾽ ἄρ᾽ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, κήρυκ᾽ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. 940Καδμείη δ᾽ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸνμιχθεῖσ᾽ ἐν φιλότητι, Διώνυσον πολυγηθέα, ἀθάνατον θνητή: νῦν δ᾽ ἀμφότεροι θεοί εἰσιν. Ἀλκμήνη δ᾽ ἄρ᾽ ἔτικτε βίην Ἡρακληείηνμιχθεῖσ᾽ ἐν φιλότητι Διὸς νεφεληγερέταο. 945ἀγλαΐην δ᾽ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ᾽ ἄκοιτιν. χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, κούρην Μίνωος, θαλερὴν ποιήσατ᾽ ἄκοιτιν. τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. 950ἥβην δ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, αἰδοίην θέτ᾽ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας955ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. ἠελίῳ δ᾽ ἀκάμαντι τέκεν κλυτὸς ὨκεανίνηΠερσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. Αἰήτης δ᾽ υἱὸς φαεσιμβρότου Ἠελίοιοκούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο960γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητιγείναθ᾽ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
1.31
ὑμεῖς μὲν νῦν χαίρετ᾽, Ὀλύμπια δώματ᾽ ἔχοντες, νῆσοί τ᾽ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος. 965νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαιΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο, ὅσσαι δὴ θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαιἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων, 970Ἰασίων᾽ ἥρωι μιγεῖσ᾽ ἐρατῇ φιλότητινειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ, ἐσθλόν, ὃς εἶσ᾽ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσηςπάντη: τῷ δὲ τυχόντι καὶ οὗ κ᾽ ἐς χεῖρας ἵκηται, τὸν δ᾽ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον. 975Κάδμῳ δ᾽ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃονΑὐτονόην θ᾽, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης, γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ. κούρη δ᾽ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ980μιχθεῖσ᾽ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων, Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείηβοῶν ἕνεκ᾽ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ. Τιθωνῷ δ᾽ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, 985Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα. αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα. τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ᾽ ἐρικυδέος ἥβηςπαῖδ᾽ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη990ὦρτ᾽ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖςνηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. κούρην δ᾽ Αἰήταο διοτρεφέος βασιλῆοςΑἰσονίδης βουλῇσι θεῶν αἰειγενετάωνἦγε παρ᾽ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, 995τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός. τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας, ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρηνΑἰσονίδης, καί μιν θαλερὴν ποιήσατ᾽ ἄκοιτιν. 1000καί ῥ᾽ ἥ γε δμηθεῖσ᾽ ὑπ᾽ Ἰήσονι, ποιμένι λαῶν, Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε ΧείρωνΦιλυρίδης: μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
1.32
αὐτὰρ Νηρῆος κοῦραι,: ἁλίοιο γέροντος, ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων1005Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζαγείνατ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. Αἰνείαν δ᾽ ἄρ᾽ ἔτικτεν ἐυστέφανος ΚυθέρειαἈγχίσῃ ἥρωι μιγεῖσ᾽ ἐρατῇ φιλότητι1010Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. Κίρκη δ᾽, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, γείνατ᾽ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητιἌγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε: Τηλέγονον δ᾽ ἄρ᾽ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην. 1015οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράωνπᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον. Ναυσίθοον δ᾽ Ὀδυσῆι Καλυψὼ δῖα θεάωνγείνατο Ναυσίνοόν τε μιγεῖσ᾽ ἐρατῇ φιλότητι. αὗται μὲν θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι1020ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαιΜοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

Intertext edge

Open linked passage

Note