Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hesiod
Theogony
Theo 734
Choose a text More by Hesiod
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
701
ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι
702
αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
703
πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
704
τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·
705
τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
706
σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον
707
βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,
708
κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε
709
ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει
710
σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.
711
ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες
712
ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
713
713
οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
714
Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,
715
οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
716
πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι
717
Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
718
πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
719
χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
720
τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
721
τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
722
ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
723
οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·
724
ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων
725
ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι.
726
τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ
727
τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν
728
γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
729
ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
730
κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
731
χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
732
τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων
733
χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
734
ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος
735
ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
736
736
ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
737
πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
738
ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν
739
ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,
740
χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
741
οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
742
ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
743
ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
744
τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ
745
ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
746
τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
747
ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν
748
ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
749
ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
750
χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
751
ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
752
ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
753
γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα
754
μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,
755
ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
756
ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
757
Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
758
758
ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν,
759
Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς
760
Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
761
οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων.
762
τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης
763
ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
764
τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
765
νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν
766
ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
767
767
ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
768
ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
769
ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
770
νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας
771
σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,
772
ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
773
ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
774
ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
775
775
ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
776
δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
777
πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
778
μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη
779
κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
780
παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
781
ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
782
ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
783
καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,
784
Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
785
τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
786
ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
787
ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
788
ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
789
Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·
790
ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
791
δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
792
ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
793
ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
794
ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
795
κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·
796
οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
797
βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
798
στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
799
αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
800
ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.

Intertext edge

Open linked passage

Note