Homilia de jejunio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ῥίζα καὶ θεμέλιος τῶν εὐσεβῶν ἡ κατὰ θεὸν νηστεία, ἡ μετὰ εὐλαβείας καὶ ἁγίων εὐχῶν καὶ ἐλεημοσυνῶν ἐπιτελουμένη. Οὐ γὰρ ἀποχὴν ἄρτου καὶ ὕδατος βούλεται ὁ θεός, ἀλλ' ἀποχὴν πράξεων πονηρῶν· «Οὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον.» Νηστεύσωμεν, ἀγαπητοί, νηστείαν τὴν θεῷ πρέπουσαν, περὶ ἧς φησιν ὁ κύριος· «Σὺ δὲ ὅταν νηστεύῃς, ἄλειψόν σου τὴν κεφαλὴν» δι καλῶν ἔργων καὶ ἐλεημοσυ νῶν, «καὶ τὸ πρόσωπόν νίψαι», περιαιρῶν πᾶσαν ῥυπαρίαν ἁμαρτίας. Ἔστιν νηστεία ψεκτὴ καὶ ἔστιν νηστεία ἐπαινετή. Πολλοὶ νηστεύσαντες φόνους εἰργάσαντο καὶ πολλοὶ νηστεύσαντες ἄλλους ἔσωσαν.