Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia de jejunio
HesychiusJeju 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ἐνήστευσαν Νινευῖται καὶ ἐσώθησαν καὶ διὰ τῆς νηστείας τὸν θυμὸν τοῦ θεοῦ μετέβαλον. Καὶ ἀπόφασιν ἐξενεχθεῖσαν κατ' αὐτῶν ἡ νηστεία ἐκώλυσεν· φησὶν γὰρ ὁ προφήτης· «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται.» Οὐκ εἶπεν «μετὰ τρεῖς ἡμέρας καὶ Νινευὴ καταστραφήσεται»· εἰ γὰρ εἶπεν «μετὰ τρεῖς ἡμέρας», κατεστράφη ἄν, ἀλλ' «ἔτι τρεῖς ἡμέραι», τοῦτο δεικνὺς ὅτι «Τοσοῦτον χρόνον ἠνειχόμην ὑμῶν καὶ οὐ μετενοήσατε. Ἔτι τριῶν ἡμερῶν ἀνέχομαι ὑμῶν καί, εἰ μὴ ἐν ταῖς τρισὶν ἡμέραις μετανοεῖτε, ἔπειτα καταστραφήσεται ἡ πόλις.» Καὶ τοσοῦτον χρόνον οὐ μετενόησαν, εἰ μὴ διὰ τῶν τριῶν ἡμερῶν τουτέστιν διὰ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.

Intertext edge

Open linked passage

Note