Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hesychius
Homilia de jejunio
Jeju 3.1
Choose a text More by Hesychius
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
3.1
Ἐνήστευσαν Ἰουδαῖοι καὶ συμβούλιον ἔλαβον ἵνα τὸν ἀπόστολον Παῦλον ἀποκτείνωσιν. Ἐκήρυξεν Ἰεζάβελ νηστείαν καὶ τὸν Ναβουθαὶ ἀπέκτεινεν καὶ τὸν ἀμπελῶνα τοῦ πένητος ἔλαβεν. Νηστεία καὶ φόνος αὕτη ποία νηστεία; Ἐνήστευσεν Δανιὴλ ὅτε ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· βληθέντος γὰρ αὐτοῦ εἰς τὸν λάκκον, ἐβό πρὸς Χριστὸν λέγων· «Ἐκ βαθ ἐκέ κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.» Βλέπων δὲ τοὺς λέοντας ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, πάλιν ἐβόα λέγων· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» Βλέπε δὲ ὅτι οὐκ ἐγκαταλιμπάνει κύ ριος τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. Ὁ μὲν βασιλεὺς ὁ ἐπίγειος ἐ σφράγισεν τὸν λάκκον, ὁ δὲ ἐπουράνιος βασιλεὺς ἐσφράγισεν τὰ στόματα τῶν λεόντων. Ἐνήστευσεν τὸ πῦρ ἐν τῇ καμίνῳ καὶ οὐκ ἐχρήσατο τοῖς συνδούλοις εἰς βρῶσιν, ἀλλὰ νηστεῦσαν ἐξεπήδησεν τῆς καμίνου, παραχωρῆσαν τοῖς τρισὶν διὰ τὸν τέταρτον.

Intertext edge

Open linked passage

Note