Homilia de jejunio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Ἐνήστευσεν τὸ κῆτος ἐν τῇ θαλάσσῃ, ὅτε ἐδέξατο τὸν Ἰωνᾶν ἐν τοῖς τῆς κοιλίας ταμιείοις· ἔχον γὰρ τὸν προφήτην ὡς παραθήκην, ἐπεδείξατο τὸ τῆς νηστείας σημεῖον. Ἀντὶ γὰρ νηὸς τῷ ναυαγήσαντι γενόμενον, ἔφερεν τὸν ξένον διὰ θαλάσσης καὶ βυθοῦ καὶ φόβου μεγάλου καί, ἵνα μὴ διαφθείρῃ τὸν ξένον ἐν τοῖς τῆς κοιλίας ταμιείοις, ἀπεκατέστησεν σώαν τὴν παραθήκην, παραδοὺς τῷ παρακαταθεμένῳ δεσπότῃ. Ἐνήστευσεν Δαυὶδ καί, διὰ τῆς νηστείας καὶ τῆς μετανοίας, συνεχώρησεν αὐτῷ ὁ θεὸς τὴν ἁμαρτίαν τῆς γυναικὸς Οὐρίου. Ἐνήστευσεν Ἠλίας τεσσαράκοντα ἡμέρας καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἔλαβεν καί, ὅτε ἠθέλησεν, ἐκώλυσεν τὸν ὑετὸν καί, ὅτε ἠθέλησεν, ἤνεγκεν αὐτὸν διὰ νηστειῶν καὶ εὐχῶν.