Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de Hypapante
HesychiusHypa 1 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Ἡ μὲν ἑορτὴ λέγεται καθαρσίων, ἣν οὐκ ἄν τις ἁμάρτοι ἑορτῶν εἰπὼν ἑορτήν, σαββάτων σάββατον, ἁγίων ἁγίαν προσα γορεύσας· ὅλον γὰρ ἀνακεφαλαιοῦται τὸ τῆς σαρκώσεως τοῦ Χριστοῦ μυστήριον, ὅλην διαγράφεται τὴν τοῦ μονογενοῦς υἱοῦ παράστασιν. Ἐν ᾗ βρέφος ὁ Χριστὸς ἐβαστάχθη καὶ θεὸς ὡμο λογήθη, καὶ ἐν ἀγκάλαις προσηνέχθη ὡς ἐπὶ θρόνου ὁ τῆς ἡμετέ ρας φύσεως ποιητὴς καθήμενος, καὶ ζεῦγος τρυγόνων λογικῶν τῷ Συμεὼν καὶ τῇ Ἅννᾳ προσέφερεν. Αὐταῖς δέ, εἰ δοκεῖ, ταῖς εὐαγγελικαῖς παρεμβάλωμεν λέξεσι· θεοῦ γὰρ ἐκεῖ παρεμβολὴν ὀψόμεθα. Οὕτω τοίνυν ἡμῖν τῆς ἑορτῆς ὁ Λουκᾶς τὴν ἱστορίαν ἐξέθετο· «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παρα στῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἐχρῆν τὸν δουλεύσαντα δι' ἡμᾶς προσφέρειν ὑπὲρ ἡμῶν καθάρσια, τὸν αἵματος οἰκείου μὴ φει σάμενον ζεύγους τρυγόνων μὴ φείσασθαι. Ἰδοὺ τοίνυν κατὰ τὸν νόμον ὑπὲρ νόμον ὡς νομοθέτης ἐργάζεται καί, τὴν ἐλευθε ρίαν αὐτὸς παρέχων τοῦ πνεύματος, τὴν δουλείαν ὅμως οὐ παραιτεῖται τοῦ γράμματος· οὐκ ἀθετεῖ Μωυσέα, ἵνα κατὰ καιρὸν μάρτυς ἀξιόπιστος γένηται.

Intertext edge

Open linked passage

Note