Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de Hypapante
HesychiusHypa 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
«Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωυσέως.» «Αὐτῶν», τίνων; Ἰωσὴφ μὲν γὰρ οὔτε πατὴρ ἦν, οὔτε ὑπεύθυνος καθαρσίων, ἀλλ' οὔτε Μαρία, οὔτε τὸ βρέφος τῶν καθαρσίων ἐδέοντο· λέγεται γὰρ οὕτως· «Γυνή, ἥ τις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Ἀλλ' ἡ Μαρία οὐκ ἐσπερματίσθη, οὐκοῦν καθαρσίων οὐκ ἐδέετο. «Γυνή, ἥτις ἐὰν σπερματισθῇ καὶ τέ κῃ ἄρσεν, ἑπτὰ ἡμέρας ἀκάθαρτος ἔσται.» Διὰ τί; Ἐπειδὴ Ἀδὰμ δεύτερον εἰς τὸν βίον εἰσήγαγεν. «Ἐὰν δὲ τέκῃ θῆλυ, δὶς ἑπτὰ ἀκάθαρτος ἔσται.» Τίνος χάριν ἐνταῦθα τὰς ἡμέρας διπλασίονας ἔταξεν; Ἐπειδὴ Εὔα πάλιν ἀπὸ τῆς Εὔας τίκτε ται, γυνὴ γεννᾶται τὸ σαθρὸν σκεῦος, τὸ ἀσθενὲς ἀγγεῖον, τὸ συντετριμμένον κεράμιον, ἡ βακτηρία τῆς ἀπάτης, ἡ χειραγωγὸς τῆς παρακοῆς, ἡ τοῦ δράκοντος σύμβουλος. Ἀλλ' ὥσπερ ἤκου σας γυναικὸς τὰ ἐγκλήματα, δεῦρο καὶ τὸ ἐξ αὐτῆς κατόρθωμα μάνθανε. Γυνὴ παρθενίαν τῷ βίῳ εἰσήγαγεν, ἐχώρησεν ἐν τῇ γαστρὶ τὸν θεὸν ὃν ἡ κτίσις χωρῆσαι οὐ δύναται, ἔτεκεν ἐν σαρκὶ τοῦτον ὅστις ἡμῶν τὸ γένος ἀνέπλασεν· πρώτη τὸν Ἰησοῦν ἐκ νεκρῶν ὑπεδέξατο, πρώτη τοῦ κηρύγματος τῆς ἀναστάσεως ἤρ ξατο, πρώτη τὴν χαρὰν τοῖς μαθηταῖς ἐμήνυσεν. «Γυνὴ ἥτις», φησίν, «ἐὰν σπερματισθῇ.» Ἡ θεοτόκος δὲ γυνὴ μὲν ἦν, τὰ γυ ναικῶν δὲ οὐ πέπονθεν· σπέρμα γὰρ ἀνδρὸς ἡ γαστὴρ οὐκ ἐδέ ξατο, οὐκ εἶδεν ἄροτρον ὁ τῆς Μαρίας ἀγρός, ὁ παρθενικὸς ἀμπε λὼν οὐχ ὑπέμεινε δίκελλαν, ὥστε οὐχ ὑπὲρ αὐτῆς ἡ προσφορά, ὑπὲρ ὅλου δὲ τοῦ γένους ἐγένετο. Ἡμῶν γὰρ ἕνεκα περιτέμνε ται ὁ Χριστός, ὑπὲρ ἡμῶν καὶ βαπτίζεται, ἐφ' ἡμῖν τελεῖται τὰ τοῦ νόμου καθάρσια. Ἐὰν δακρύσῃ, τὴν φύσιν ἐκπλύνει· ἐὰν ῥαπισθῇ, τὴν ἡμετέραν αἰχμαλωσίαν ἐλευθεροῖ· ἐὰν βαστά σῃ τὸν σταυρόν, ἡμᾶς κουφίζει τοῦ ζυγοῦ τῆς ἁμαρτίας· ἐὰν ἐμπτυσθῇ, τὸν Ἀδὰμ ἀπαλλάττει τοῦ τῆς κατάρας ἐμπτύσμα τος.

Intertext edge

Open linked passage

Note