Homilia i de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
«Ὅτε ἐπλήσθησαν», φησίν, «αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, καθὼς γέγραπται ἐν νόμῳ κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυ ρίῳ κληθήσεται.» Ταῦτα ὁ νόμος ἔχει. Ὁ Χριστὸς δέ, καθὰ ἔφημεν, ὡς νομοθέτης τὸν ἑαυτοῦ νόμον ὑπὲρ νόμον ἐπλήρωσεν· οὐδὲ γὰρ ἤνοιξεν, ἀλλὰ κεκλεισμένην τὴν πύλην τῆς παρθένου κατέλιπεν, οὐκ ἐσύλησε τὴν σφραγῖδα τῆς φύσεως, οὐκ ἐζη μίωσε τὴν τεκοῦσαν· ἀκέραιον γὰρ αὐτῇ τὸ σχῆμα τῆς παρθε νίας κατέλιπεν. Εἰ δὲ ἀπιστεῖς, παρὰ τοῦ Ἰεζεκιὴλ μάνθανε· «Καὶ ἀπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξω τέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε κύριος πρός με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ ἔσται κεκλεισμένη.» «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυ ρίῳ κληθήσεται.» Οὗτος δὲ οὐ μόνον ἅγιος. Ὅσον τοίνυν ὑπερέχει τῷ ἁγιασμῷ, τοσοῦτον καὶ τῷ τόκῳ πλεονεκτεῖ καὶ τοῦ νόμου τὴν ἐντολὴν ἀναβέβηκεν. Πλὴν δὲ ὅμως «τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἀτελῆ τὸν νόμον ὁ Λουκᾶς οὐκ ἀγνοίᾳ κρατηθείς, σοφίᾳ δὲ ὁδηγηθεὶς ἐξέθετο. Ὁ μὲν νό μος ἔλεγεν· «ἀμνὸν καὶ νεοσσόν»· οὐκ εὐποροῦντος δὲ τοῦ προσφέροντος, «ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν καὶ σεμίδαλιν» προσέταττεν. Ὁ Λουκᾶς δὲ τὴν τοῦ πλουτοῦν τος ἀφῆκεν προσφοράν· πτωχοῦ γὰρ ἐμνημόνευσε τοῦ δι' ἡμᾶς ἑκουσίως πτωχεύσαντος. Οὐκ ἦν αὐτῷ, φησίν, κατάλυμα· πόθεν ἀμνὸν ἐκέκτητο; Ἐπὶ φάτνης σπαργανωθείς, πόθεν προσέφερε πρόβατον; Μᾶλλον δὲ οὐκ ἔχρῃζεν ἀμνοῦ· αὐτὸς γὰρ ἦν «ὁ ἀμνὸς τοῦ θεοῦ», τὸ ἀληθινὸν πρόβατον. Αὐτὸς ἑαυ τὸν ὑπὲρ τοῦ κόσμου ἔθυεν· διὰ τοῦτο τί μὲν ὁ νόμος προσέταττεν ἐξηγόρευσεν, τί δὲ ὁ Χριστὸς οἰκονομεῖ ἐσήμανεν.