Homilia i de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Εἶτα ἑξῆς· «Καὶ ἰδοὺ ἄνθρωπος», φησίν, «ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ' αὐτῷ· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» Πολὺς ὁ τοῦ Συμεὼν πλοῦτος, ποικίλα τοῦ στρατηγοῦ τὰ ὅπλα, γέμει καρπῶν τὸ φυτόν, γέμει βοτρύων ἡ ἄμπελος. Οὐ μόνον «ἦν ἄνθρωπος», ἀλλὰ καὶ «Συμεὼν ὠνομάζετο». Πρὸς τούτοις «δί καιος» οὐ μόνον «δίκαιος», ἀλλὰ καὶ «εὐλαβής», ἀλλὰ καὶ πα ράκλησιν ἐζήτει τῷ Ἰσραήλ, ἀλλὰ καὶ «Πνεῦμα ἅγιον ἦν ἐπ' αὐ τῷ», ἀλλὰ καὶ «χρηματισθεὶς ὑπῆρχεν μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» «Ἰδοὺ ἄνθρωπος»· ποῦ; «Ἐν Ἰερουσαλήμ». Ἔκπληξιν ἡ λέξις ἔχει, γέμει τὸ ῥῆμα θαύματος· ἐν Ἰερουσαλὴμ ἄνθρωπος περὶ ἧς Σοφονίας ὁ προφήτης τὸν θεὸν αὐτὸν εἰσήγαγε λέγοντα· «Ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου καὶ οὐ μὴ εὕρω.» Καὶ λύχνου χρῄζει τὸ φῶς; Οὔ φησιν, ἀλλὰ λύχνον καλεῖ τὸν νόμον. «Καὶ ἰδοὺ ἄν θρωπος ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Καὶ τίς ἡ ἑρμηνεία τοῦ δηλωθέντος ὀνόματος; «Ἀκοὴ θεοῦ», ὥστε πρέπουσαν τῇ πολιτείᾳ τὴν προσηγορίαν ἐκ τῆς τοῦ πνεύματος οἰκονομίας ἐ κτήσατο· ὅπου γὰρ «ἀκοὴ θεοῦ», ἐκεῖ πάντως ὑπακοὴ νόμου, τήρησις ἐντολῶν, ἀγαθοῦ βίου δρόμος, σκοπὸς σωτηρίας εἰς τέ λος προσερχόμενος· ἐν οἷς ὁ ἀληθινὸς χαρακτηρίζεται ἄνθρω πος, περὶ οὗ ταῦτα κατὰ λόγον ἐπήγαγεν.