Homilia i de Hypapante
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
«Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχό μενος παράκλησιν τοῦ Ἰσραήλ»· τοῦτο δικαίου σκοπὸς μὴ ζητεῖν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ ἑτέρου καὶ τῶν πολλῶν, τῆς κοι νῆς σωτηρίας μὴ τῆς ἰδίας ἀπολαύσεως γίνεσθαι. «Καὶ Πνεῦμα», φησίν, «ἅγιον ἦν ἐπ' αὐτῷ»· ὄχημα ὑπῆρχε δεσποτικὸν ὁ Συμεών, θρόνος θεοῦ, καὶ διὰ τοῦτο μετὰ χεῖρας τὸν βασιλέα τῶν αἰώνων ἐδέξατο. «Καὶ ἦν αὐτῷ κεχρηματισμένον μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου»· οὐκοῦν ὁ χρηματισμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ' ἀνακαινισθῆναι, ἐν τῷ καιρῷ τῆς συντελείας τὴν ἀνανέωσιν δέξασθαι. Οὗτος «ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν»· ἡ πηγὴ τὸν διψῶντα πρὸς τὴν πηγὴν ἀπήγαγεν. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτῷ κατὰ τὸ εἰθισμένον περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ.» Ἔφερεν ἐν ταῖς χερσὶν τὸν ἐν τῇ χειρὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον ἔχοντα, «τὸν μετρήσαντα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Καὶ πῶς ὁ Συμεὼν θυσίαν τὴν αὐτῷ μὴ προσήκουσαν ἀνήνεγκεν; Οὐδὲ γὰρ ἦν ἱερεύς· οὐ γὰρ τοῦτο εἴρηται, οὐδὲ λευίτης, οὐδὲ νεωκόρος, ἐπειδὴ μόνῃ τῇ φυλῇ τοῦ Λευὶ τὸ λειτουργικὸν κεκλήρωται. Οὐκ ἦν ἱερεύς, ἦν δὲ «δίκαιος»· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύνην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ' «εὐλαβής»· ὁ δέ γε εὐλαβὴς ἀφ' ἑαυτοῦ τὸ χρῖσμα ἔχει.