Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de Hypapante
HesychiusHypa 6 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Καὶ βαστάζων τὸ βρέφος ἔφη· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» «Νῦν ἀπολύεις»· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα.» Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δεσπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλαξεν, οὐδ' ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀνα- γαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν «ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;»· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥήματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. «Ἐν εἰρήνῃ»· ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευομένοις ἔδωκεν. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας.» Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», τουτέστιν εἶδόν σου τὴν σάρκωσιν, δι' ἧς τὴν σωτηρίαν τῶν ἀνθρώπων ᾠκονόμησας· οὐ γὰρ εἶδον γυμνὴν θεότητα, ἐπειδὴ τὸν θεὸν καθώς ἐστιν οὐσίᾳ οὐδεὶς ἀνθρώπων ὄψεται. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Κοινὰ τοῖς Ἰουδαίοις καὶ τοῖς ἔθνεσι τὰ ἀγαθὰ καὶ ἀμέριστα. Μὴ τοίνυν φθονείτω ὁ Ἰουδαῖος, μήτε στενοχωρείσθω ὁ Φαρισαῖος, μήτε πειραζέτω ὁ γραμματεύς, μὴ εὐλαβείσθω περὶ τῆς αὐτοῦ βασιλείας ὁ Ἡρῴδης, μὴ δειλιάτω περὶ τῆς ἱερωσύνης Ἅννας καὶ Καϊάφας· ὁ ἐλθὼν πᾶσι δίδωσι, παρ' οὐδενὸς λαμβάνει· ἀφθόνως φιλοτιμεῖται, χωρὶς μέτρου χαρίζεται.

Intertext edge

Open linked passage

Note