Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de Hypapante
HesychiusHypa 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ἀλλ' ὁ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ ἀκούσαντες τὰ παρὰ τοῦ Συμεῶνος λαληθέντα ἐθαύμασαν πῶς ὁ Χριστὸς ἀνέχεται υἱὸς ἀνθρώπου γενέσθαι. Ἐθαύμασεν ἡ Μαρία πῶς γαστὴρ γυναικὸς ἐχώρησε θεόν, πῶς ἡ δούλη τὸν ἐλευθεροῦντα τὴν κτίσιν ἐγέννησεν. Καί φησιν· «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον», «εἰς πτῶσιν» τῶν ἐπιμενόντων τῇ ἀπιστίᾳ, «εἰς ἀνάστασιν» τῶν ἐξ ἀπιστίας εἰς πίστιν μετατιθεμένων. Λίθος ἦν ὁ Χριστὸς εἰς οἰκοδομὴν κείμενος, ἀλλὰ προσέκοπτον οἱ τυφλοὶ τοὺς ὀφθαλμοὺς ῥεμβόμενοι. Οὐ τοίνυν αὐτῷ τὴν «πτῶσιν» τῶν πεπτω- κότων, ἀλλὰ τὴν «ἀνάστασιν» λογίζεσθαι χρή. Εἰ μὲν γὰρ ἔπιπτον μόνον, οὐχὶ δὲ καὶ ἀνίσταντο, δικαίως αὐτὸν τῆς «πτώσεως» ὑποπτεύεις αἴτιον. Εἰ δὲ τῶν ἐκ ῥαθυμίας πιπτόντων οἱ βουληθέντες ἀνίστανται, τὸ «πτῶμα» τοῦ ῥαθυμοῦντος γίνεται, τοῦ Χριστοῦ ἡ «ἀνάστασις». Οὐκ ἔπεσον Ἰούδας ἅμα καὶ Πέτρος, ὁ μὲν ὡς εἰπών· «Τί μοι θέλετε δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» ὁ δὲ ὡς εἰπών· «Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω»; Ἐχρῆν γὰρ αὐτὸν εἰδέναι ὅτι θνητὸς τὴν ψυχὴν ὑπὲρ ἀθανασίας οὐ δίδωσι. Καὶ πάλιν· «Ἐὰν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι.» Ἐξὸν εἰπεῖν· «Ἐάν με ἐνισχύσῃς, οὐ μή σε ἀπαρνήσομαι. Ἐὰν ἀσφαλίσῃ με, ὁ ἀσθενὴς οὐ δέδοικα τὸ ναυάγιον. Ἐὰν τῷ πολέμῳ κοινωνήσῃς, οὐκ εὐλαβοῦμαι θάνατον.» Ἀλλὰ τὸ μὲν γλώττης ὑπῆρχεν, τὸ δὲ καρδίας ἁμάρτημα. Διὰ τοῦτο μὲν Πέτρος πεσὼν ἀνέστη καὶ χειραγωγὸς ἑτέρων πεπτωκότων ἐγένετο· ὁ δέ, ἀπὸ βάθους πρὸς βόθρον ὁδηγηθείς, ἔρριψε τὸ ἀργύριον καὶ τὸ σχοινίον λαβὼν ἀπήγξατο.

Intertext edge

Open linked passage

Note