Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de sancta Maria deipara
HesychiusDeip 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Σοὶ μὲν οὖν, ὦ παρθένε, τοὺς ἐπαίνους οἱ προφῆται μερί ζονται, καὶ λέγει τῶν θεοφόρων ἕκαστος ὅσα τῶν θαυμάτων ἐπι στεύθη μυστήρια. Καὶ ὁ μέν σε Ῥάβδον Ἰεσσαὶ καλεῖ, ἵνα τὸ ἄτρωτον καὶ ἀκαμπὲς τῆς παρθενίας αἰνίξηται. Ὁ δὲ Βάτῳ παραβάλ λει καιομένῃ καὶ μὴ κατακαιομένῃ, ἵνα τὴν σάρκα τοῦ μονογε νοῦς καὶ τὴν παρθένον τὴν θεοτόκον αἰνίξηται· ἡ μὲν γὰρ ἐκαί ετο καὶ οὐ κατεκαίετο, ἐπειδήπερ ἔτεκε καὶ τὴν γαστέρα οὐκ ἤνοιξεν, συνέλαβε καὶ τὴν μήτραν οὐκ ἔφθειρεν, ἐξήγαγε τὸ βρέφος καὶ τὴν κοιλίαν ἐσφραγισμένην κατέλιπεν, ἐχορήγησε γάλα καὶ τοὺς μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παι δίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη. Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέ κλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον τῆς φύσεως. Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλει σμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν Πύλην σε κέ κληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχε ται. Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμε νος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς Ἄσμασι «Κῆπον κεκλεισμένον», ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀν θρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμέ νην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐ πλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.

Intertext edge

Open linked passage

Note