Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de sancta Maria deipara
HesychiusDeip 3 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Περὶ σοῦ Δαυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνά στηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά σματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός– τοῦτο γὰρ οὐ θέμις ἢ νοεῖσθαι ἢ λέγεσθαι–, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνά στηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρ θώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου», ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄ ζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτί σεως· ἐπὶ γῆς δὲ δι' ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παρά κλησις– ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας–, καὶ κοπιῶν τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης τὰ κύματα. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»· ἡ παρθένος, ἡ θεοτόκος εὔ δηλον. Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται· ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρ σίας φυτόν, ἀθανασίας παράδεισος.

Intertext edge

Open linked passage

Note