Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i de sancta Maria deipara
HesychiusDeip 5 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» τουτέστιν· «Ἐκ πλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα», καὶ ὁ τοῦ ἀγ γέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. «Θαυμαστὰ λέγεις, ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. Δέδοικα τοῦ εὐαγγελισμοῦ τὸ και νόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες." 3Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;" 3 Πῶς ἔσομαι μή- τηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα.» Ὁ δὲ ἄγγελος παραχρῆμα ἐπήγαγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» τουτέστιν· «Εἰ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ' ἐπειδὴ καθαρὰ τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδημεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ Μονογενὴς τίκτεται. Σὺ οὖν μηδαμῶς διακριθῇς τὰ ἑξῆς μυστήρια, μὴ διακριθῇς ἐν σπηλαίῳ τίκτουσα τὸν ὅλης τῆς κτίσεως δημιουργόν, μὴ διακριθῇς ἐν φάτνῃ καθίζουσα τὸν ἐπὶ τῶν νώτων τῶν χερουβὶμ καθεζόμενον, οὐκ ἔχουσα τόπον ἐν τῷ καταλύματι καὶ μήτηρ βασιλέως τῶν ἄνω καὶ τῶν κάτω τυγχάνουσα.»

Intertext edge

Open linked passage

Note