Homilia i de sancta Maria deipara
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ἑκὼν γὰρ ἐκ σοῦ πτωχεύει, ἵνα καὶ τοὺς πλουσίους χαλι- νώσῃ, καὶ τοῖς πτωχοῖς ὑπόθεσις ὑπομονῆς καὶ διδάσκαλος εὐχαριστίας γένηται. Ἑκὼν ἐπὶ τῆς φάτνης τίθεται, ἵνα οἱ κτηνώδεις προσδράμωσι καὶ τὸν Λόγον εὕρωσιν ἐπὶ τῆς φάτνης καθήμενον, ἵνα ἀναλάβωσιν ἐξ αὐτοῦ τὸ λογικὸν ἀξίωμα, ἵνα σῖτον εὕρωσι προσδοκήσαντες ἄχυρα, ἵνα ὡς κτήνη προσδράμωσι δράγματα κριθῆς ἐπὶ τῆς φάτνης εὑρεῖν οἰόμενοι καὶ τὸν ἄρτον τὸν ἀληθινὸν φάγωσι, τὴν τροφὴν τῆς ζωῆς, τὸ δεῖπνον τοῦ φωτός, τὴν βρῶσιν τῆς χαρᾶς, τῆς ἀφθαρσίας τὸ γλύκασμα, ἐξ οὗ τῆς βασιλείας ἡ γνῶσις, τῆς υἱοθεσίας ὁ ἀρραβών, ὁ τῶν οὐρανῶν κλῆρος, ἡ κοινωνία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.