Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 10 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ἔτι δὲ λαλοῦντος ταῦτα τοῦ Λογγίνου, ἡ ξυνωρὶς τῶν σὺν αὐτῷ στρατιωτῶν, ἡ τὴν ἐπὶ θάνατον ψῆφον παρὰ Καίσα ρος λαχοῦσα, ἔφθασεν. Φαιδρῷ δὲ αὐτοῖς προσώπῳ καὶ περι χαρεῖ λίαν ὁ Λογγῖνος συνήντησεν καί, τοὺς ὀφθαλμοὺς ἅμα καὶ τὸν τράχηλον αὐτῶν καταφιλήσας, ἔφη πρὸς αὐτούς· «Χαί ρετε, ὦ συστρατιῶται Χριστοῦ καὶ νικηταὶ τῶν θείων ἀγώνων καὶ κληρονόμοι τῆς βασιλείας οὐρανῶν, χαίρετε ὅτι ἡ πύλη ἡμῖν πρὸς οὐρανὸν ἀνέῳγεν, ἄγγελοι τὰς ἡμετέρας ψυχὰς πα ραλαμβάνειν καὶ προσφέρειν τῷ μονογενεῖ Υἱῷ τοῦ θεοῦ μέλ λουσιν. Ἰδοὺ τὰς λαμπάδας ὁρῶ καὶ τοὺς στεφάνους κατο πτεύω καὶ τὰ βραβεῖα στοχάζομαι μεθ' ὧν τῷ τοῦ νυμφίου πα ραστησόμεθα βήματι.» Καὶ ταῦτα εἰπών, ἔφη τοῖς δημίοις· «Εἴ τι οὖν προσετάχθητε, τάχος ποιήσατε.» Καὶ πρὸς τὸν ἡ γούμενον τῆς οἰκίας αὐτοῦ ἔφησεν στολὴν καθαρὰν κομίσαι αὐ τῷ, ὡς ἐπὶ γάμον καὶ νυμφῶνα καλουμένῳ. Ἐνδυσάμενος δὲ αὐτὴν καὶ τῇ χειρὶ δείξας τὸν λόφον, ἐν ᾧ τὸ μακάριον αὐτοῦ σῶμα διετάξατο τεθῆναι, οὕτω τε τὸ γόνυ κάμψας χαίρων λίαν, καὶ σχηματίσας ἑαυτὸν μετὰ τῶν σὺν αὐτῷ ἑταίρων τῶν τὸν νικηφόρον ἀγῶνα διανυσάντων, τὴν κεφαλὴν ἐκτέμνεται καὶ χο ροῖς ἀποστόλων τε καὶ μαρτύρων ἐγγράφονται· τούτων γὰρ τὴν ἀνδρείαν καὶ ἐκείνων τὸν καλὸν ζῆλον ἐπεδείξαντο.

Intertext edge

Open linked passage

Note