Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου, προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵ ματα. Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαί μοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς δι εφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐ τῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν.