Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 12 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀπο βαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκ νου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυ νήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο καταπλάσα σθαι τοῦτον, ἴσως ἐν αὐτῷ εὑρίσκειν προσδοκῶσα τοῦ φωτὸς τὸ κολλύριον πρὸς τὸ ἀναβλέψαι, ἀθρόον δὲ νόσος ἐπῆλθεν τῷ μονογενεῖ αὐτῆς υἱῷ καὶ ἐκ τῶν μητρικῶν χειρῶν αὐτὸν ἀφήρ πασεν, τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν ἐπῆλθεν καὶ ἀπεσβέννυτο τῷ δριμυτάτῳ πάθει τῆς συμφορᾶς. Ἡ δὲ οἰκ τρὰς φωνὰς βοῶσα πρὸς τὸν θεὸν ἔλεγεν· «Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς. Μὴ μόνη ἐγώ», φησίν, «ἁμαρτωλὸς τυγχάνω, ὅτι τὰς δίκας οὕτω δριμυτάτως εἰσπράτ τομαι; Μὴ χείρων εἰμὶ τῆς πόρνης ἣν προσεδέξω μύρον σοι προσκομίζουσαν; Ἐμὲ δὲ καὶ τὸ φῶς ἐστέρησας καὶ τὸν μονο γενῆ μου ἔλαβες· καὶ οὐκ ἔστι μοί ποθεν ἐλπὶς σωτηρίας».

Intertext edge

Open linked passage

Note