Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 14 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Τούτοις δὲ τοῖς λόγοις παρακληθεῖσα ἡ γυνή, ὁμοῦ καὶ νευρωθεῖσα ὡς ἀνδρεία καὶ πιστή, πρὸς τὸ ἔργον ἠπείγετο, χειρ αγωγηθεῖσα πρὸς τὸν χῶρον ἐν ᾧ κόπρον σωρευθῆναι ἐμάνθανε παρὰ τῶν αὐτὴν ὁδηγούντων καὶ αὐτῶν πιστῶν ὄντων· ἤδη δὲ φθασάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύγειν ταῖς ἰ δίαις χερσίν· προνοίᾳ δὲ θεοῦ τάχιον εὑροῦσα τὴν τιμίαν τῷ θεῷ κεφαλήν, παραχρῆμα τὰς ἡλιακὰς ἀκτῖνας ἐθεάσατο. Περι πτυξαμένη δὲ καὶ πλύνασα μετὰ πάσης σπουδῆς καὶ μύροις ἐν τίμοις ἐπαλείψασα, ἐπανέρχεται φέρουσα τὸν μαργαρίτην ἔνθα ἐξενίζετο. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῇ ὁ μακά ριος Λογγῖνος ἔχων τὸν αὐτῆς υἱὸν παρὰ τὴν ἑαυτοῦ πλευράν, λαμπρὸν καὶ μειδιῶντα καὶ ὥσπερ νυμφίου στολὴν ἔχοντα, λέ γει· «Ἰδὲ ὃν ἐπόθεις, ὦ γύναι. Οὗτός ἐστιν ὃν ἁρπασθῆναι τῶν σῶν χειρῶν ἐνόμισας. Θεὸς δὲ αὐτὸν ἐλευθερώσας εἰς τὴν ἄνω βασιλείαν ἐστράτευσεν. Καὶ νῦν σὺν ἐμοὶ ἔχω αὐτόν· παρὰ γὰρ τοῦ σωτῆρος ἔλαβον αὐτὸν καὶ τῆς ἐμῆς δεξιᾶς οὐδέποτε ἀπο στήσεται. Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τοῦ σοῦ παι δὸς τὸ σῶμα, ἐν μιᾷ λάρνακι παράδος καὶ μηκέτι τὸν μονογενῆ σου δάκρυε· μεγάλη γὰρ αὐτῷ σὺν ἐμοὶ δόξα δεδώρηται καὶ βωμὸς ἱερὸς καὶ θυσίαι μυστικαὶ καὶ πολυύμνητοι χορεῖαι καὶ πανηγύρεις πάνδημοι, ἄλλα τε πολλὰ πρὸς τούτοις ἃ οὐ δυνατὸν ἐπὶ τῆς γῆς τελεῖσθαι, ἐν οὐρανῷ δὲ «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», ἅπερ ἡμῖν ὁ θεός, ἔργῳ καὶ λόγῳ τὴν πρὸς ἡμᾶς ἐνδειξάμενος ἀγάπην, παρεσκεύασεν.»

Intertext edge

Open linked passage

Note