Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Τούτους τοὺς λόγους ἡ τοῦ νεανίσκου μήτηρ ὡς ἱεροπροφήτου δεξαμένη προστάγματα, εὐθέως ἀναστᾶσα εἰς τὴν πατρίδα ὥρμησεν. Ἔλαβεν δὲ τὴν πάντιμον καὶ ἱερὰν κεφαλήν, καὶ ἀπεκατέστησε τῇ ἰδίᾳ πατρίδι, καὶ τὸν αὐτῆς παῖδα παρὰ τὸ ἱερὸν τοῦ ἁγίου Λογγίνου λείψανον ἀπέθετο φαιδρῶς καὶ περιχαρῶς, καθὼς αὐτῇ προσέταξεν ὁ ἅγιος Λογγῖνος, ἐν κώμῃ λεγομένῃ Σανδράλις– ἐκεῖθεν γὰρ ἦν ὁ ἅγιος Λογγῖνος–, πρὸς ἑαυτὴν ἀναφωνοῦσα καὶ λέγουσα ἐν τῇ καρδίᾳ καὶ τῇ γλώττῃ κηρύττουσα· «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὀφθαλμοὺς ἐζήτουν σαρκός, σὺν αὐτοῖς δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον. Ἐλύπει με ζημία τέκνου, ἀλλ' ἰδοὺ τὸν κληρονόμον ἔχω μετὰ δόξης βασιλικῆς τῷ θεῷ παριστάμενον. Πορφυροφόρον τὸν νεανίαν ὁρῶ, πολυευπρεπῆ κατοπτεύω τὸν μείρακα. Ἀστεροπρόσωπος ὁ παῖς καὶ τῇ μητρὶ προσγελῶν καὶ παρὰ τὴν πλευρὰν Λογγίνου ἀστράπτων ὡς ἑωσφόρος παρὰ τὴν ἡλιακὴν ἀκτῖνα, πολλάκις μὲν νύκτωρ, πολλάκις δὲ μεθ' ἡμέραν φαινόμενος, καὶ οὐ κατ' ὄναρ μόνον, ἀλλὰ μὴν καὶ φανερῶς ἐμφανίζεταί μοι μαρτύρων τρόπῳ. Κλῆρος δὲ αὐτοῦ μετὰ προφητῶν, καίτοι βίον τῶν προφητῶν οὐ ζήσαντος, καὶ μετὰ Λογγίνου σταυροφορεῖ, καὶ τὸ σεμνὸν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιφέρεται τρόπαιον, καὶ μεταξὺ ἀγγέλων κηρύττει, καὶ μέσον τοῦ δήμου τῶν ἀρχαγγέλων κέκραγεν ὡς Λογγίνου μαθητὴς ὅσα τὰ σεραφὶμ Λογγίνῳ παραχωρεῖ δοξάζειν καὶ οὐκ ἀντικρούει τὰ χερουβὶμ ὑμνολογοῦντι, φθέγγεται καὶ αὐτὸς φωνὴν ἱεράν, ὑμνολόγον, τροπαιοῦχον, μυστικήν, ἐπινίκιον· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος» καὶ ἔστι καὶ ἔσται· ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ἔχει καὶ εἰς αἰῶνας ἕξει. Αὐτὸς παλαιοῖ τοὺς αἰῶνας, μένει δὲ αὐτὸς ἀπαλαίωτος· ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».