Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ἐγὼ Ἡσύχιος πρεσβύτερος Ἱεροσολύμων πολλὰ ἐρευνήσας μετὰ πολλοῦ καμάτου ἠδυνήθην εὑρεῖν τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ εἰπόντος «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος», τὸ μαρτύριον· εὗρον δὲ αὐτὸ ἐν σχεδαρίῳ, ἐν τῇ βιβλιοθήκῃ τῆς ἁγίας Ἀναστάσεως, καὶ συνέταξα αὐτοῦ τὴν ὁμολογίαν μετὰ καὶ τοῦ ἐγκωμίου. Λοιπὸν οἱ φοβούμενοι τὸν κύριον πιστωθήτωσαν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ ἅγιος Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ ὁμολογήσας αὐτόν· οὗ τῇ πρεσβείᾳ καὶ παρακλήσει διαφυλαχθείημεν ἅπαντες, οἵ τε ἀναγινώσκοντες αὐτὸ καὶ οἱ ἀκούοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.