Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Πολλαὶ τῶν μαρτύρων αἱ γραφαί· καθάπερ γὰρ αἱ τῶν ζωγράφων εἰκόνες τινὰς μιμούμεναι τῶν πόλεων ὄψεις, καὶ μεγέθη πύργων, καὶ μορφὰς ἀνδρῶν καὶ γυναικῶν, ποτὲ μὲν νέας, ποτὲ δὲ πρεσβυτικάς, ποτὲ δὲ βασιλικάς, ποτὲ δὲ νυμφικάς, ποτὲ δὲ σκυθρωπάς, ποτὲ δὲ περιχαρεῖς δεικνύ ονται, οὕτω καὶ οἱ τῶν μαρτυρικῶν ἀγώνων τοὺς λόγους ἱστο ρήσαντες τὸ στερρὸν τῆς ψυχῆς, καὶ τῶν τρόπων τὸ ἀνδρεῖον, καὶ τὴν ἐν τοῖς δεινοῖς παράστασιν ἄφοβον καὶ εὔτολμον καὶ ἀκατάπληκτον, καὶ τὴν ἐκ θεοῦ συμμαχίαν πρὸς αὐτοὺς κα ταβαίνουσαν, ποτὲ μὲν τῷ πλήθει τῶν σημείων, ποτὲ δὲ τῷ πλού τῳ ἐν τοῖς λόγοις τῆς χάριτος ὁμολογουμένην, ταῖς ἀκοαῖς ἐμ φανίζουσιν. Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαι ρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι;