Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 2 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χο ρὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώ τισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖτ τον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε ἔλεγεν· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος». Οὔτε γὰρ Πιλᾶτον κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπεί ρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ' ἀρχῆς αὐτόπται διη γήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ' ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγί νου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν.

Intertext edge

Open linked passage

Note