Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 3 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ὅτε τοίνυν κουστωδίαν αἰτηθεὶς ὁ Πιλᾶτος εἰς φυλακὴν τοῦ τάφου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔδωκεν, Λογγῖνος ἦν αὐ τῶν ἔξαρχος· αὐτὸς γὰρ ἦν καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ φυλά ξας μετὰ τῶν ὑπ' αὐτοῦ στρατιωτῶν. Ἀλλὰ τοῦ Χριστοῦ πρα χθείσης τῆς ἀναστάσεως, ὥσπερ ἡμῖν αἱ τῶν θείων εὐαγγελί ων γραφαὶ παρέδωκαν, καὶ τῶν στρατιωτῶν ἀπαγγειλάντων τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις τῆς ἰουδαϊκῆς συμμορίας τὰ γενόμενα θαύματα, ἐκεῖνοι μὲν αἰσχυνθέντες τὸν λαὸν καὶ σβέ σαι τὸ θαῦμα βουλόμενοι ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔ δωκαν, ὥστε συκοφαντῆσαι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· οὕ τω δὲ καὶ τὸν Πιλᾶτον δέξασθαι τὴν συκοφαντίαν χρήμασι πολ λοῖς ἔπεισαν. Οὐ μὴν ὁ Λογγῖνος προκρίνει τὸν δόλον τῆς ἀλη θείας, οὐδὲ κατὰ τοῦ Χριστοῦ λαμβάνει χρυσόν, οὐδὲ τὸν μα μωνᾶν τοῦ θεοῦ προτιμῆσαι ὑπέμεινεν, οὐδὲ τῇ πλεονεξίᾳ δου λωθεὶς εἰς τὸν ταύτης βυθὸν τὸν πολυθάνατον ὤλισθεν, οὐ κατὰ Χριστοῦ συκοφαντίας τοῦ ψεύδους ἠνέσχετο, τοῦ τὸν Ἀδὰμ ἐγείραντος καὶ τὸν θάνατον σφάξαντος καὶ τοὺς θνητοὺς ζωώ σαντος.

Intertext edge

Open linked passage

Note