Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 4 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Πρὸς ταῦτα ὁ Πιλᾶτος καὶ οἱ δυνάσται τῶν Ἰουδαίων κεν τούμενοι ἐζήτουν ἐπιβουλὴν κατὰ τοῦ μακαρίου Λογγίνου καὶ καιρὸν οὐκ εἶχον· ἦν γὰρ ὁ Λογγῖνος ὅλης τῆς στρατιωτικῆς φάλαγγος ἐπισημότερος. Ἐπειδὴ δὲ ἐβουλήθη ὅλως Χριστοῦ γενέσθαι, ἀποδύεται τὴν ζώνην τοῦ Καίσαρος· καὶ λοιπὸν ἐν οἴκῳ κάθηται μετὰ τῶν δύο στρατιωτῶν, οἵτινες σὺν αὐτῷ καὶ τῆς μακαρίας ἐγένοντο ἀθλήσεως συγκληρονόμοι, κήρυκες γενό μενοι ὧν εἶδόν τε καὶ ἀκηκόασιν. Καὶ τὴν Ἰερουσαλὴμ καταλι πὼν ἀνέστρεψεν σὺν αὐτοῖς καὶ γίνεται τῇ Καππαδοκῶν χώρᾳ κῆρυξ, ὥσπερ Θωμᾶς τοῖς Ἰνδοῖς, Ῥωμαίοις δὲ Πέτρος, Ἀσιανοῖς δὲ Ἰωάννης, Παῦλος «ἀπὸ Ἰερουσαλὴμ καὶ μέχριτοῦ Ἰλλυρικοῦ», καὶ ἄλλος ἄλλοις, εὐαγγελιζόμενος τὸν Χρι στὸν καὶ τὰ παρ' αὐτοῦ καὶ ἐπ' αὐτῷ πεπραγμένα μυστήρια.

Intertext edge

Open linked passage

Note