Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ὁ δέ, τοῦ θείου Πνεύματος αὐτῷ τὸ δρᾶμα προδηλώσαντος· «Ἀκολουθεῖτε», φησίν, «καὶ τοῦτον ὑποδείκνυμι ὑμῖν.» Τότε πρὸς ἑαυτὸν ὁ μακάριος, ὡς εἰκός, εὐφραινόμενος καὶ τοῦ μαρ τυρίου τὴν θυσίαν ἐπισπουδάζων ἔλεγεν· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγα θά. Νῦν τοὺς οὐρανοὺς ἀνεῳγμένους ὄψομαι, νῦν ἱστορήσω τὴν δόξαν τοῦ Πατρός, νῦν τὴν ἀνέκφραστον ἀστραπὴν θεωρή σω τοῦ Πνεύματος. Νῦν ἐρῶ «Κύριε, Ἰησοῦ Χριστέ, δέξαι τὸ πνεῦμά μου», καθάπερ Στέφανος ὁ πρῶτος τῶν μαρτύρων, οὗ λαμπροτάτην φωνὴν ἀφιέντος ἀκήκοα. Νῦν Ἰερουσαλήμ, τὴν ἀνωτάτην χρυσόπυργον, τὴν αὐτὴν μὲν πατρίδα τῶν ἀγγέ λων, ὅλου δὲ τοῦ τῶν ἁγίων χοροῦ μητρόπολιν, μετὰ κρότων, ἐπινικίων καὶ βασιλικῶν τροπαίων ἐπιβήσομαι. Νῦν ἀποδύο μαι τὸν πήλινον χιτῶνα καὶ τοὺς πολυστενάκτους δεσμοὺς τῆς σαρκὸς ἀποτίθημι καὶ ἀπαλλάττομαι φθορᾶς· πρὸς ἀφθαρ σίαν γὰρ ἕλκομαι, ἕξω μοι βίον χειμῶνος ἀπηλλαγμένον ἐξιὼν ἐκ τοῦ προσκαίρου βίου, οὗ πολλὰ τὰ κύματα καὶ χαλεπὰ τὰ ναυάγια. Λιμὴν μόνος ἀθάνατος ἐκείνη ἡ ζωή, ἔνθα κατοικοῦ σιν οἱ ἅγιοι. Εὐφραίνου, ψυχή, πρὸς τὸν σὸν ποιητὴν ἀπερχο μένη, δεῖξον φαιδρὸν καιροῦ καλοῦντος τὸ πρόσωπον, καὶ τοὺς προξένους σοι τῶν τοσούτων ἀγαθῶν φιλοφρόνως ξενίσωμεν χαίροντες, καὶ πολυτελῆ παραθήσωμεν τράπεζαν τοῖς ἐπὶ τὸ δεῖπνον ἡμᾶς καλοῦσι τὸ βασιλικόν.»