Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia i in sanctum Longinum centurionem
HesychiusCent 7 · pg-scrape-grcMore by Hesychius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Ταῦτα πρὸς ἑαυτὸν ὁ Λογγῖνος εἰπὼν τοὺς ἐπ' αὐτὸν ἐλθόν τας εἰς τὸν ἴδιον οἶκον παρέλαβεν καί, ξενίσας λαμπρῶς καὶ προσώπῳ φαιδρῷ καὶ σφόδρα περιχαρεῖ συμφαγὼν σὺν αὐτοῖς εἰς ἣν παρέθηκεν τράπεζαν, ἐρωτᾶν μετὰ τὸ δεῖπνον ἄρχεται τοῦ Λογγίνου τί χρῄζουσιν. Οἱ δέ, ὅρκους παρ' αὐτοῦ ἀπαι τήσαντες ὅτιπερ αὐτῶν οὐ δημοσιεύει τὸν λόγον οὐδὲ γυμνοῖ τὸ θαρρηθὲν μυστήριον, τότε τὰ πρὸς Πιλᾶτον γραφέντα ἀπὸ Καίσαρος λέγουσιν καὶ ὅτι τοῦ Λογγίνου μεθ' ἑτέρων δύο τὴν κεφαλὴν ἀπήντησαν τεμεῖν. Ὁ δὲ καὶ οὗτοι τίνες εἶεν οἱ ἅμα τῷ Λογγίνῳ πυθόμενος, ἔγνω μαθὼν ὡς ἐκεῖνοί γε ἦσαν οἱ τῆς ἰουδαϊκῆς μισθαρνίας τὸν Χριστὸν προτιμήσαντες, καὶ σπουδῇ πολλῇ γράφει πρὸς αὐτοὺς τὸ τάχος ἥκειν πρὸς αὐτὸν ἀγαθῶν μεγάλων αὐτῷ κοινωνήσοντας. Ἡμέραν τε οὕτω μίαν καὶ δευ τέραν ξενίσας αὐτοὺς ὁ Λογγῖνος, τῇ τρίτῃ παραλαβὼν εἰς ἀγρόν, ἐκεῖ τοὺς παρ' αὐτοῦ μετασταλέντας ἀνέμενεν. Ἐγγὺς δὲ εἶναι μαθὼν ἀπαγγέλλει αὐτοῖς ὡς αὐτὸς εἴη ὁ Λογγῖνος, ὁ παρ' αὐτῶν ζητούμενος.

Intertext edge

Open linked passage

Note