Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Οἱ δὲ πρότερον μὲν ἠπίστουν, μετὰ δὲ τοῦτο πεισθέντες ἐ δάκρυον, τίλλοντες τὰς ἑαυτῶν τρίχας καὶ οἰκτρὰς φωνὰς πρὸς τὸν Λογγῖνον φθεγγόμενοι· «Τί σοι τὸ ἐγχείρημα, ὦ φίλε, ἔδοξεν τοῦτο; Ἵνα τί τοὺς ἐπὶ τὸν σὸν ἐλθόντας φόνον εἰς τὸν οἶκόν σου ἔλαβες; Τίνος χάριν τοῖς εἰς σφαγήν σου παραγενο μένοις δεῖπνον ἐπετέλεσας καὶ παρέθηκας τράπεζαν, οὐ μίαν μόνον ἡμέραν, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην; Ἆρά σου τὸν οἶ νον οὐχ ἑώρας ἐν τῷ αἵματί σου τῷ παρ' ἡμῶν ζητουμένῳ κιρ νώμενον; Νῦν μὲν τί δεῖ εἰπεῖν; Τί δὲ πρᾶξαι ἢ βουλεύσασθαι περὶ σοῦ δυνησόμεθα; Ἄπιθι, μισθὸν τῆς ξενίας λαβὼν τοῦ παρ' ἡ μῶν θανάτου τὴν ἄφεσιν· ἡμεῖς γὰρ ἐπιθεῖναί σοι τὸ ξίφος οὐ τολμῶμεν, ναρκῶμεν τοὺς ἅλας, ἐρυθριῶμεν τὴν τράπεζαν, δεδοίκαμεν τὸν θεόν, τὸν τῆς ξενίας ἔφορον. Κρεῖττον ἡμᾶς κινδυνεύειν παρὰ Πιλάτου τὴν Λογγίνου κεφαλὴν μεθοδεύον τας, οὐχὶ δὲ πάντα τὸν βίον ἡμῶν τῷ συνειδότι τήκεσθαι καὶ συνδειπνοῦντας ὁρᾶν τοὺς λεγομένους αἱμοχαρεῖς δαίμονας. Πῶς γὰρ ἡμῶν ἔσται δεῖπνον ἀγαθὸν ἐάν σοι τὰς χεῖρας ἐπε νέγκωμεν; Ναρκῶσιν γὰρ ἡμῶν οὐ μόνον αἱ χεῖρες, ἀλλὰ καὶ οἱ πόδες καὶ ἅπαν ἡμῶν τὸ σῶμα, ἐὰν τοῦτο πράξωμεν, ἐὰν φο νευταὶ τοῦ εὐεργέτου καὶ ξενοδόχου γενώμεθα.»