Homilia i in sanctum Longinum centurionem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/hesychius" aria-label="More works by Hesychius">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ταῦτα μὲν αὐτοὶ πρὸς τὸν Λογγῖνον ἔλεγον. Οὐ μὴν δὲ ἔ πειθον τὸν πρόθυμον καὶ εὔψυχον ἀθλητὴν τὸν ἀγῶνα ὑπὲρ τοῦ κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ παραιτήσασθαι, ἀλλὰ πρὸς αὐτοὺς εὐθαρσῶς ἀποκρίνεται· «Μή με», λέγων, «προδότην τῆς ζωῆς ὀφθῆναι θελήσητε, μηδὲ πειραστὴν ἀποδειχθῆναι τῆς χάριτος. Μηδὲ λύκος τὴν τῶν προβάτων ἐκλογὴν ἀποδυσάμε νος γένωμαι· μηδαμῶς ἀρνήσωμαι ὃν ἅπαξ ὡμολόγησα. Μὴ ζημιωθῶ τὴν δόξαν ἐκείνην ἣν εἶδον τὰ στοιχεῖα σαλεύουσαν. Μή μου κατήγορος ὁ δῆμος τῆς κτίσεως γένηται, ὅτιπερ τοῦτον παρέβην δι' ὃν ὁ οὐρανὸς τὰς οἰκείας ὄψεις ἐκάλυψεν καὶ ἔδυσεν ὁ ἥλιος τὰ τῶν λαμπάδων ἅρματα, τὸ στάδιον αἱ ἡμέραι τοῦ φωτὸς παρῃτήσαντο, ἡ νὺξ πρὸς βίαν εἵλκετο· τοῦ σταυροῦ γὰρ τὸ βάρος οὐχ ὑφίστατο καὶ τῆς ἰουδαϊκῆς θεομαχίας παρῃ τεῖτο τὸ ἔγκλημα. Ταῦτα ἐγὼ τοῖς ὀφθαλμοῖς μου καὶ ταῖς οἰ κείαις ὄψεσιν ἱστόρησα. Πῶς τοίνυν σκορπίσω τοσούτων μοι ἀγαθῶν πλοῦτον; Οὐδὲ γὰρ ἀγγέλων τὰς μέμψεις ὑποστήσο μαι.»